Homer, Odyssee

Chapter 1: ΟΔΥΣΣΕΙΑΣ Α

1

Line Group 1

1
῎Ανδρά μοι ἔννεπε, Μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ
2
πλάγχϑη, ἐπεὶ Τροίης ἱερὸν πτολίεϑρον ἔπερσε·
3
πολλῶν δ' ἀνϑρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,
4
πολλὰ δ' ὅ γ' ἐν πόντῳ πάϑεν ἄλγεα ὃν κατὰ ϑυμόν,
5
ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων.
6
ἀλλ' οὐδ' ὧς ἑτάρους ἐρρύσατο ἱέμενός περ·
7
αὐτῶν γὰρ σϕετέρῃσιν ἀτασϑαλίῃσιν ὄλοντο,
8
νήπιοι, οἳ κατὰ βοῦς ῾Υπερίονος ᾽Ηελίοιο
9
ἤσϑιον· αὐτὰρ ὁ τοῖσιν ἀϕείλετο νόστιμον ἦμαρ.
10
τῶν ἁμόϑεν γε, ϑεά, ϑύγατερ Διός, εἰπὲ καὶ ἡμῖν.
2

Line Group 2

11
ἔνϑ' ἄλλοι μὲν πάντες, ὅσοι ϕύγον αἰπὺν ὄλεϑρον,
12
οἴκοι ἔσαν, πόλεμόν τε πεϕευγότες ἠδὲ ϑάλασσαν·
13
τὸν δ' οἶον, νόστου κεχρημένον ἠδὲ γυναικός,
14
Νύμϕη πότνι' ἔρυκε Καλυψώ, δῖα ϑεάων,
15
ἐν σπέσσι γλαϕυροῖσι, λιλαιομένη πόσιν εἶναι.
16
ἀλλ' ὅτε δὴ ἔτος ἦλϑε περιπλομένων ἐνιαυτῶν,
17
τῷ οἱ ἐπεκλώσαντο ϑεοὶ οἶκον δὲ νέεσϑαι
18
εἰς ᾽Ιϑάκην, οὐδ' ἔνϑα πεϕυγμένος ἦεν ἀέϑλων,
19
καὶ μετὰ οἷσι ϕίλοισι. ϑεοὶ δ' ἐλέαιρον ἅπαντες
20
νόσϕι Ποσειδάωνος· ὁ δ' ἀσπερχὲς μενέαινεν
21
ἀντιϑέῳ ᾽Οδυσῆι πάρος ἣν γαῖαν ἱκέσϑαι.
22
ἀλλ' ὁ μὲν Αἰϑίοπας μετεκίαϑε τηλόϑ' ἐόντας -
23
Αἰϑίοπας, τοὶ διχϑὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν,
24
οἱ μὲν δυσομένου ῾Υπερίονος, οἱ δ' ἀνιόντος, -
25
ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.
26
ἔνϑ' ὅ γε τέρπετο δαιτὶ παρήμενος: οἱ δὲ δὴ ἄλλοι
27
Ζηνὸς ἐνὶ μεγάροισιν ᾽Ολυμπίου ἁϑρόοι ἦσαν.
28
τοῖσι δὲ μύϑων ἦρχε πατὴρ ἀνδρῶν τε ϑεῶν τε·
29
μνήσατο γὰρ κατὰ ϑυμὸν ἀμύμονος Αἰγίσϑοιο,
30
τόν ῥ' ᾽Αγαμεμνονίδης τηλεκλυτὸς ἔκταν' ᾽Ορέστης:
31
τοῦ ὅ γ' ἐπιμνησϑεὶς ἔπε' ἀϑανάτοισι μετηύδα·
3

Line Group 3

32
"ὢ πόποι, οἷον δή νυ ϑεοὺς βροτοὶ αἰτιόωνται·
33
ἐξ ἡμέων γάρ ϕασι κάκ' ἔμμεναι· οἱ δὲ καὶ αὐτοὶ
34
σϕῇσιν ἀτασϑαλίῃσιν ὑπέρμορον ἄλγε' ἔχουσιν·
35
ὡς καὶ νῦν Αἴγισϑος ὑπέρμορον ᾽Ατρείδαο
36
γῆμ' ἄλοχον μνηστήν, τὸν δ' ἔκτανε νοστήσαντα,
37
εἰδὼς αἰπὺν ὄλεϑρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,
38
῾Ερμείαν πέμψαντες, ἐύσκοπον ᾽Αργειϕόντην,
39
μήτ' αὐτὸν κτείνειν μήτε μνάασϑαι ἄκοιτιν·
40
ἐκ γὰρ ᾽Ορέσταο τίσις ἔσσεται ᾽Ατρείδαο,
41
ὁππότ' ἂν ἡβήσῃ τε καὶ ἧς ἱμείρεται αἴης.
42
ὣς ἔϕαϑ' ῾Ερμείας, ἀλλ' οὐ ϕρένας Αἰγίσϑοιο
43
πεῖϑ' ἀγαϑὰ ϕρονέων· νῦν δ' ἁϑρόα πάντ' ἀπέτισε."
4

Line Group 4

44
τὸν δ' ἠμείβετ' ἔπειτα ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·
5

Line Group 5

45
"ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
46
καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέϑρῳ·
47
ὡς ἀπόλοιτο καὶ ἄλλος ὅτις τοιαῦτά γε ῥέζοι.
48
ἀλλά μοι ἀμϕ' ᾽Οδυσῆιὴ δαί:ϕρονι δαίεται ἦτορ,
49
δυσμόρῳ, ὃς δὴ δηϑὰ ϕίλων ἄπο πήματα πάσχει
50
νήσῳ ἐν ἀμϕιρύτῃ, ὅϑι τ' ὀμϕαλός ἐστι ϑαλάσσης,
51
νῆσος δενδρήεσσα, ϑεὰ δ' ἐν δώματα ναίει,
52
῎Ατλαντος ϑυγάτηρ ὀλοόϕρονος, ὅς τε ϑαλάσσης
53
πάσης βένϑεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς
54
μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμϕὶς ἔχουσι.
55
τοῦ ϑυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει,
56
αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισι
57
ϑέλγει, ὅπως ᾽Ιϑάκης ἐπιλήσεται· αὐτὰρ ᾽Οδυσσεύς,
58
ἱέμενος καὶ καπνὸν ἀποϑρῴσκοντα νοῆσαι
59
ἧς γαίης, ϑανέειν ἱμείρεται. οὐ δέ νυ σοί περ
60
ἐντρέπεται ϕίλον ἦτορ, ᾽Ολύμπιε. οὔ νύ τ' ᾽Οδυσσεὺς
61
᾽Αργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων
62
Τροίῃ ἐν εὐρείῃ; τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ;"
6

Line Group 6

63
τὴν δ' ἀπαμειβόμενος προσέϕη νεϕεληγερέτα Ζεύς:
7

Line Group 7

64
"τέκνον ἐμόν, ποῖόν σε ἔπος ϕύγεν ἕρκος ὀδόντων.
65
πῶς ἂν ἔπειτ' ᾽Οδυσῆος ἐγὼ ϑείοιο λαϑοίμην;
66
ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δ' ἱρὰ ϑεοῖσιν
67
ἀϑανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
68
ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰεὶ
69
Κύκλωπος κεχόλωται, ὃν ὀϕϑαλμοῦ ἀλάωσεν,
70
ἀντίϑεον Πολύϕημον, ὅου κράτος ἔσκε μέγιστον
71
πᾶσιν Κυκλώπεσσι· Θόωσα δέ μιν τέκε Νύμϕη,
72
Φόρκυνος ϑυγάτηρ, ἁλὸς ἀτρυγέτοιο μέδοντος,
73
ἐν σπέσσι γλαϕυροῖσι Ποσειδάωνι μιγεῖσα.
74
ἐκ τοῦ δὴ ᾽Οδυσῆα Ποσειδάων ἐνοσίχϑων
75
οὔ τι κατακτείνει, πλάζει δ' ἀπὸ πατρίδος αἴης.
76
ἀλλ' ἄγεϑ' ἡμεῖς οἷδε περιϕραζώμεϑα πάντες
77
νόστον, ὅπως ἔλϑῃσι. Ποσειδάων δὲ μεϑήσει
78
ὃν χόλον· οὐ μὲν γάρ τι δυνήσεται ἀντία πάντων
79
ἀϑανάτων ἀέκητι ϑεῶν ἐριδαινέμεν οἶος."
8

Line Group 8

80
τὸν δ' ἠμείβετ' ἔπειτα ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·
9

Line Group 9

81
"ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
82
εἰ μὲν δὴ νῦν τοῦτο ϕίλον μακάρεσσι ϑεοῖσι,
83
νοστῆσαι ᾽Οδυσῆα πολύϕρονα ὅν δε δόμον δέ,
84
῾Ερμείαν μὲν ἔπειτα, διάκτορον ᾽Αργειϕόντην,
85
νῆσον ἐς ᾽Ωγυγίην ὀτρύνομεν, ὄϕρα τάχιστα
86
Νύμϕῃ ἐυπλοκάμῳ εἴπῃ νημερτέα βουλήν,
87
νόστον ᾽Οδυσσῆος ταλασίϕρονος, ὥς κε νέηται.
88
αὐτὰρ ἐγὼν ᾽Ιϑάκην δ' ἐσελεύσομαι, ὄϕρά οἱ υἱὸν
89
μᾶλλον ἐποτρύνω, καί οἱ μένος ἐν ϕρεσὶ ϑείω,
90
εἰς ἀγορὴν καλέσαντα καρηκομόωντας ᾽Αχαιοὺς
91
πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ
92
μῆλ' ἁδινὰ σϕάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.
93
πέμψω δ' ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαϑόεντα
94
νόστον πευσόμενον πατρὸς ϕίλου, ἤν που ἀκούσῃ,
95
ἠδ' ἵνα μιν κλέος ἐσϑλὸν ἐν ἀνϑρώποισιν ἔχῃσιν."
10

Line Group 10

96
ὣς εἰποῦσ' ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
97
ἀμβρόσια, χρύσεια, τά μιν ϕέρον ἠμὲν ἐϕ' ὑγρὴν
98
ἠδ' ἐπ' ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο.
99
εἵλετο δ' ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ,
100
βριϑὺ, μέγα, στιβαρόν, τῷ δάμνῃσι στίχας ἀνδρῶν
101
ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
102
βῆ δὲ κατ' Οὐλύμποιο καρήνων ἀίξασα,
103
στῆ δ' ᾽Ιϑάκης ἐνὶ δήμῳ ἐπὶ προϑύροις ᾽Οδυσῆος,
104
οὐδοῦ ἐπ' αὐλείου, παλάμῃ δ' ἔχε χάλκεον ἔγχος,
105
εἰδομένη ξείνῳ, Ταϕίων ἡγήτορι, Μέντῃ.
106
εὗρε δ' ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειτα
107
πεσσοῖσι προπάροιϑε ϑυράων ϑυμὸν ἔτερπον,
108
ἥμενοι ἐν ῥινοῖσι βοῶν, ουἠς ἔκτανον αὐτοί.
109
κήρυκες δ' αὐτοῖσι καὶ ὀτρηροὶ ϑεράποντες
110
οἱ μὲν ἄρ' οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ,
111
οἱ δ' αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας
112
νίζον καὶ πρότιϑεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.
11

Line Group 11

113
τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος ϑεοειδής:
114
ἧστο γὰρ ἐν μνηστῆρσι ϕίλον τετιημένος ἦτορ,
115
ὀσσόμενος πατέρ' ἐσϑλὸν ἐνὶ ϕρεσίν, εἴ ποϑεν ἐλϑὼν
116
μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα ϑείη,
117
τιμὴν δ' αὐτὸς ἔχοι καὶ κτήμασιν οἷσιν ἀνάσσοι·
118
τὰ ϕρονέων, μνηστῆρσι μεϑήμενος, εἴσιδ' ᾽Αϑήνην.
119
βῆ δ' ἰϑὺς προϑύροιο, νεμεσσήϑη δ' ἐνὶ ϑυμῷ
120
ξεῖνον δηϑὰ ϑύρῃσιν ἐϕεστάμεν· ἐγγύϑι δὲ στὰς
121
χεῖρ' ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος,
122
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδα·
12

Line Group 12

123
"χαῖρε, ξεῖνε· παρ' ἄμμι ϕιλήσεαι· αὐτὰρ ἔπειτα
124
δείπνου πασσάμενος μυϑήσεαι ὅττεό σε χρή."
13

Line Group 13

125
ὣς εἰπὼν ἡγεῖϑ', ἡ δ' ἕσπετο Παλλὰς ᾽Αϑήνη.
126
οἱ δ' ὅτε δή ῥ' ἔντοσϑεν ἔσαν δόμου ὑψηλοῖο,
127
ἔγχος μέν ῥ' ἔστησε ϕέρων πρὸς κίονα μακρὴν
128
δουροδόκης ἔντοσϑεν ἐυξόου, ἔνϑά περ ἄλλα
129
ἔγχε' ᾽Οδυσσῆος ταλασίϕρονος ἵστατο πολλά,
130
αὐτὴν δ' ἐς ϑρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας
131
καλὸν, δαιδάλεον· ὑπὸ δὲ ϑρῆνυς ποσὶν ἦεν.
132
πὰρ δ' αὐτὸς κλισμὸν ϑέτο ποικίλον, ἔκτοϑεν ἄλλων
133
μνηστήρων, μὴ ξεῖνος ἀνιηϑεὶς ὀρυμαγδῷ
134
δείπνῳ ἀδήσειεν, ὑπερϕιάλοισι μετελϑών,
135
ἠδ' ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.
136
χέρνιβα δ' ἀμϕίπολος προχόῳ ἐπέχευε ϕέρουσα
137
καλῇ, χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
138
νίψασϑαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
139
σῖτον δ' αἰδοίη ταμίη παρέϑηκε ϕέρουσα,
140
εἴδατα πόλλ' ἐπιϑεῖσα, χαριζομένη παρεόντων·
141
δαιτρὸς δὲ κρειῶν πίνακας παρέϑηκεν ἀείρας
142
παντοίων, παρὰ δέ σϕι τίϑει χρύσεια κύπελλα·
143
κῆρυξ δ' αὐτοῖσιν ϑάμ' ἐπῴχετο οἰνοχοεύων.
14

Line Group 14

144
ἐς δ' ἦλϑον μνηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειτα
145
ἑξείης ἕζοντο κατὰ κλισμούς τε ϑρόνους τε,
146
τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
147
σῖτον δὲ δμῳαὶ παρενήνεον ἐν κανέοισι,
148
κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.
149
οἱ δ' ἐπ' ὀνείαϑ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
150
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο
151
μνηστῆρες, τοῖσιν μὲν ἐνὶ ϕρεσὶν ἄλλα μεμήλει,
152
μολπή τ' ὀρχηστύς τε· τὰ γάρ τ' ἀναϑήματα δαιτός.
153
κῆρυξ δ' ἐν χερσὶν κίϑαριν περικαλλέα ϑῆκε
154
Φημίῳ, ὅς ῥ' ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.
155
ἤτοι ὁ ϕορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν,
156
αὐτὰρ Τηλέμαχος προσέϕη γλαυκῶπιν ᾽Αϑήνην,
157
ἄγχι σχὼν κεϕαλήν, ἵνα μὴ πευϑοίαϑ' οἱ ἄλλοι·
15

Line Group 15

158
"ξεῖνε ϕίλ', ἦ καί μοι νεμεσήσεαι ὅττί κεν εἴπω;
159
τούτοισιν μὲν ταῦτα μέλει, κίϑαρις καὶ ἀοιδή,
160
ῥεῖ', ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν,
161
ἀνέρος, οὗ δή που λεύκ' ὀστέα πύϑεται ὄμβρῳ
162
κείμεν' ἐπ' ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει.
163
εἰ κεῖνόν γ' ᾽Ιϑάκην δὲ ἰδοίατο νοστήσαντα,
164
πάντές κ' ἀρησαίατ' ἐλαϕρότεροι πόδας εἶναι
165
ἢ ἀϕνειότεροι χρυσοῖό τε ἐσϑῆτός τε.
166
νῦν δ' ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐ δέ τις ἥμιν
167
ϑαλπωρή, εἴ πέρ τις ἐπιχϑονίων ἀνϑρώπων
168
ϕῇσιν ἐλεύσεσϑαι· τοῦ δ' ὤλετο νόστιμον ἦμαρ.
169
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
170
τίς, πόϑεν εἰς ἀνδρῶν; πόϑι τοι πόλις ἠδὲ τοκῆες...
171
ὁπποίης τ' ἐπὶ νηὸς ἀϕίκεο· πῶς δέ σε ναῦται
172
ἤγαγον εἰς ᾽Ιϑάκην; τίνες ἔμμεναι εὐχετόωντο;
173
οὐ μὲν γάρ τί σε πεζὸν ὀίομαι ἐνϑάδ' ἱκέσϑαι.
174
καί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄϕρ' ἔυ εἰδῶ,
175
ἠὲ νέον μεϑέπεις ἦ καὶ πατρώιός ἐσσι
176
ξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ
177
ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροϕος ἦν ἀνϑρώπων."
16

Line Group 16

178
τὸν δ' αὖτε προσέειπε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·
17

Line Group 17

179
"τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλ' ἀτρεκέως ἀγορεύσω.
180
Μέντης ᾽Αγχιάλοιο δαί:ϕρονος εὔχομαι εἶναι
181
υἱός, ἀτὰρ Ταϕίοισι ϕιληρέτμοισιν ἀνάσσω.
182
νῦν δ' ὧδε ξὺν νηὶ κατήλυϑον ἠδ' ἑτάροισι,
183
πλέων ἐπὶ οἴνοπα πόντον ἐπ' ἀλλοϑρόους ἀνϑρώπους,
184
ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δ' αἴϑωνα σίδηρον.
185
νηῦς δέ μοι ἧδ' ἕστηκεν ἐπ' ἀγροῦ νόσϕι πόληος,
186
ἐν λιμένι ῾Ρείϑρῳ, ὑπὸ Νηίῳ ὑλήεντι.
187
ξεῖνοι δ' ἀλλήλων πατρώιοι εὐχόμεϑ' εἶναι
188
ἐξ ἀρχῆς, εἴ πέρ τε γέροντ' εἴρηαι ἐπελϑὼν
189
Λαέρτην ἥρωα, τὸν οὐκέτι ϕασὶ πόλιν δὲ
190
ἔρχεσϑ', ἀλλ' ἀπάνευϑεν ἐπ' ἀγροῦ πήματα πάσχειν
191
γρηὶ σὺν ἀμϕιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε
192
παρτιϑεῖ, εὖτ' ἄν μιν κάματος κατὰ γυῖα λάβῃσιν
193
ἑρπύζοντ' ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο.
194
νῦν δ' ἦλϑον· δὴ γάρ μιν ἔϕαντ' ἐπιδήμιον εἶναι,
195
σὸν πατέρ'· ἀλλά νυ τόν γε ϑεοὶ βλάπτουσι κελεύϑου.
196
οὐ γάρ πω τέϑνηκεν ἐπὶ χϑονὶ δῖος ᾽Οδυσσεύς,
197
ἀλλ' ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ
198
νήσῳ ἐν ἀμϕιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν,
199
ἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσ' ἀέκοντα.
200
αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ ϑυμῷ
201
ἀϑάνατοι βάλλουσι καὶ ὡς τελέεσϑαι ὀίω,
202
οὔτέ τι μάντις ἐὼν οὔτ' οἰωνῶν σάϕα εἰδώς.
203
οὔ τοι ἔτι δηρόν γε ϕίλης ἀπὸ πατρίδος αἴης
204
ἔσσεται, οὐδ' εἴ πέρ τε σιδήρεα δέσματ' ἔχῃσι·
205
ϕράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν.
206
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
207
εἰ δὴ ἐξ αὐτοῖο τόσος παῖς εἰς ᾽Οδυσῆος.
208
αἰνῶς μὲν κεϕαλήν τε καὶ ὄμματα καλὰ ἔοικας
209
κείνῳ, ἐπεὶ ϑαμὰ τοῖον ἐμισγόμεϑ' ἀλλήλοισι,
210
πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνϑά περ ἄλλοι
211
᾽Αργείων οἱ ἄριστοι ἔβαν κοίλῃς ἐνὶ νηυσίν·
212
ἐκ τοῦ δ' οὔτ' ᾽Οδυσῆα ἐγὼν ἴδον οὔτ' ἐμὲ κεῖνος."
18

Line Group 18

213
τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
19

Line Group 19

214
"τοὶ γὰρ ἐγώ τοι, ξεῖνε, μάλ' ἀτρεκέως ἀγορεύσω.
215
μήτηρ μέν τέ μέ ϕησι τοῦ ἔμμεναι, αὐτὰρ ἔγωγε
216
οὐκ οἶδ'· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.
217
ὡς δὴ ἔγωγ' ὄϕελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς
218
ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἐπὶ γῆρας ἔτετμε.
219
νῦν δ', ὃς ἀποτμότατος γένετο ϑνητῶν ἀνϑρώπων,
220
τοῦ μ' ἔκ ϕασι γενέσϑαι, ἐπεὶ σύ με τοῦτ' ἐρεείνεις."
20

Line Group 20

221
τὸν δ' αὖτε προσέειπε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·
21

Line Group 21

222
"οὐ μέν τοι γενεήν γε ϑεοὶ νώνυμνον ὀπίσσω
223
ϑῆκαν, ἐπεὶ σέγε τοῖον ἐγείνατο Πηνελόπεια.
224
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
225
τίς δαίς, τίς δαὶ ὅμιλος ὅδ' ἔπλετο; τίπτε δέ σε χρεώ;
226
εἰλαπίνη ἦε γάμος... ἐπεὶ οὐκ ἔρανος τάδε γ' ἐστίν.
227
ὥς τέ μοι ὑβρίζοντες ὑπερϕιάλως δοκέουσι
228
δαίνυσϑαι κατὰ δῶμα. νεμεσσήσαιτό κεν ἀνὴρ
229
αἴσχεα πόλλ' ὁρόων, ὅς τις πινυτός γε μετέλϑοι."
22

Line Group 22

230
τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
23

Line Group 23

231
"ξεῖν', ἐπεὶ ἂρ δὴ ταῦτά μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς,
232
μέλλεν μέν ποτε οἶκος ὅδ' ἀϕνειὸς καὶ ἀμύμων
233
ἔμμεναι, ὄϕρ' ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν·
234
νῦν δ' ἑτέρως ἐβόλοντο ϑεοὶ κακὰ μητιόωντες,
235
οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντων
236
ἀνϑρώπων, ἐπεὶ οὔ κε ϑανόντί περ ὧδ' ἀκαχοίμην,
237
εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ
238
ἠὲ ϕίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.
239
τῶ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
240
ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατ' ὀπίσσω.
241
νῦν δέ μιν ἀκλειῶς ῞Αρπυιαι ἀνηρείψαντο·
242
οἴχετ' ἄιστος, ἄπυστος, ἐμοὶ δ' ὀδύνας τε γόους τε
243
κάλλιπεν. οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω
244
οἶον, ἐπεί νύ μοι ἄλλα ϑεοὶ κακὰ κήδε' ἔτευξαν·
245
ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
246
Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνϑῳ,
247
ἠδ' ὅσσοι κραναὴν ᾽Ιϑάκην κάτα κοιρανέουσι,
248
τόσσοι μητέρ' ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
249
ἡ δ' οὔτ' ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
250
ποιῆσαι δύναται· τοὶ δὲ ϕϑινύϑουσιν ἔδοντες
251
οἶκον ἐμόν· τάχα δή με διαραίσουσι καὶ αὐτόν."
24

Line Group 24

252
τὸν δ' ἐπαλαστήσασα προσηύδα Παλλὰς ᾽Αϑήνη·
25

Line Group 25

253
"ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου ᾽Οδυσῆος
254
δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐϕείη.
255
εἰ γὰρ νῦν ἐλϑὼν δόμου ἐν πρώτῃσι ϑύρῃσι
256
σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,
257
τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτ' ἐνόησα
258
οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε,
259
ἐξ ᾽Εϕύρης ἀνιόντα παρ' ῎Ιλου Μερμερίδαο ή
260
ᾤχετο γὰρ καὶ κεῖσε ϑοῆς ἐπὶ νηὸς ᾽Οδυσσεὺς
261
ϕάρμακον ἀνδροϕόνον διζήμενος, ὄϕρά οἱ εἴη
262
ἰοὺς χρίεσϑαι χαλκήρεας: ἀλλ' ὁ μὲν οὔ οἱ
263
δῶκεν, ἐπεί ῥα ϑεοὺς νεμεσίζετο αἰὲν ἐόντας,
264
ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός: ϕιλέεσκε γὰρ αἰνῶς ή·
265
τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν ᾽Οδυσσεύς:
266
πάντες κ' ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
267
ἀλλ' ἤτοι μὲν ταῦτα ϑεῶν ἐν γούνασι κεῖται,
268
ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί,
269
οἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ ϕράζεσϑαι ἄνωγα,
270
ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.
271
εἰ δ' ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύϑων·
272
αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας ᾽Αχαιοὺς
273
μῦϑον πέϕραδε πᾶσι, ϑεοὶ δ' ἐπὶ μάρτυροι ἔστων.
274
μνηστῆρας μὲν ἐπὶ σϕέτερα σκίδνασϑαι ἄνωχϑι,
275
μητέρα δ', εἴ οἱ ϑυμὸς ἐϕορμᾶται γαμέεσϑαι,
276
ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο·
277
οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
278
πολλὰ μάλ', ὅσσα ἔοικε ϕίλης ἐπὶ παιδὸς ἕπεσϑαι.
279
σοὶ δ' αὐτῷ πυκινῶς ὑποϑήσομαι, αἴ κε πίϑηαι·
280
νῆ' ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη,
281
ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
282
ἤν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃς
283
ἐκ Διός, ἥ τε μάλιστα ϕέρει κλέος ἀνϑρώποισι.
284
πρῶτα μὲν ἐς Πύλον ἐλϑὲ καὶ εἴρεο Νέστορα δῖον,
285
κεῖϑεν δὲ Σπάρτην δὲ παρὰ ξανϑὸν Μενέλαον·
286
ὃς γὰρ δεύτατος ἦλϑεν ᾽Αχαιῶν χαλκοχιτώνων.
287
εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς,
288
ἦ τ' ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν·
289
εἰ δέ κε τεϑνηῶτος ἀκούσῃς μηδ' ἔτ' ἐόντος,
290
νοστήσας δὴ ἔπειτα ϕίλην ἐς πατρίδα γαῖαν
291
σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεί:ξαι
292
πολλὰ μάλ', ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.
293
αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἕρξῃς,
294
ϕράζεσϑαι δὴ ἔπειτα κατὰ ϕρένα καὶ κατὰ ϑυμόν,
295
ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
296
κτείνῃς ἠὲ δόλῳ ἢ ἀμϕαδόν. οὐδέ τί σε χρὴ
297
νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσί.
298
ἦ οὐκ ἀίεις οἷον κλέος ἔλλαβε δῖος ᾽Ορέστης
299
πάντας ἐπ' ἀνϑρώπους, ἐπεὶ ἔκτανε πατροϕονῆα,
300
Αἴγισϑον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα;
301
καὶ σύ, ϕίλος, - μάλα γάρ σ' ὁρόω καλόν τε μέγαν τε-
302
ἄλκιμος ἔσσ', ἵνα τίς σε καὶ ὀψιγόνων ἔυ εἴπῃ.
303
αὐτὰρ ἐγὼν ἐπὶ νῆα ϑοὴν κατελεύσομαι ἤδη
304
ἠδ' ἑτάρους, οἵ που με μάλ' ἀσχαλόωσι μένοντες:
305
σοὶ δ' αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύϑων."
26

Line Group 26

306
τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
27

Line Group 27

307
"ξεῖν', ἤτοι μὲν ταῦτα ϕίλα ϕρονέων ἀγορεύεις,
308
ὥς τε πατὴρ ᾧ παιδί, καὶ οὔ ποτε λήσομαι αὐτῶν.
309
ἀλλ' ἄγε νῦν ἐπίμεινον ἐπειγόμενός περ ὁδοῖο,
310
ὄϕρα λοεσσάμενός τε τεταρπόμενός τε ϕίλον κῆρ,
311
δῶρον ἔχων ἐπὶ νῆα κίῃς, χαίρων ἐνὶ ϑυμῷ,
312
τιμῆεν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσται
313
ἐξ ἐμεῦ, οἷα ϕίλοι ξεῖνοι ξείνοισι διδοῦσι."
28

Line Group 28

314
τὸν δ' ἠμείβετ' ἔπειτα ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·
29

Line Group 29

315
"μή μ' ἔτι νῦν κατέρυκε λιλαιόμενόν περ ὁδοῖο.
316
δῶρον δ' ὅττί κέ μοι δοῦναι ϕίλον ἦτορ ἀνώγῃ,
317
αὖτις ἀνερχομένῳ δόμεναι οἶκον δὲ ϕέρεσϑαι,
318
καὶ μάλα καλὸν ἑλών· σοὶ δ' ἄξιον ἔσται ἀμοιβῆς."
30

Line Group 30

319
ἡ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη γλαυκῶπις ᾽Αϑήνη,
320
ὄρνις δ' ὣς ἀνόπαια διέπτατο· τῷ δ' ἐνὶ ϑυμῷ
321
ϑῆκε μένος καὶ ϑάρσος, ὑπέμνησέν τέ ἑ πατρὸς
322
μᾶλλον ἔτ' ἢ τὸ πάροιϑεν. ὁ δὲ ϕρεσὶν ᾗσι νοήσας
323
ϑάμβησεν κατὰ ϑυμόν· ὀίσατο γὰρ ϑεὸν εἶναι.
324
αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόϑεος ϕώς.
31

Line Group 31

325
τοῖσι δ' ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ
326
εἵατ' ἀκούοντες. ὁ δ' ᾽Αχαιῶν νόστον ἄειδε
327
λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς ᾽Αϑήνη.
328
τοῦ δ' ὑπερωιόϑεν ϕρεσὶ σύνϑετο ϑέσπιν ἀοιδὴν
329
κούρη ᾽Ικαρίοιο, περίϕρων Πηνελόπεια·
330
κλίμακα δ' ὑψηλὴν κατεβήσετο οἷο δόμοιο,
331
οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμϕίπολοι δύ' ἕποντο.
332
ἡ δ' ὅτε δὴ μνηστῆρας ἀϕίκετο δῖα γυναικῶν,
333
στῆ ῥα παρὰ σταϑμὸν τέγεος πύκα ποιητοῖο,
334
ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
335
ἀμϕίπολος δ' ἄρα οἱ κεδνὴ ἑκάτερϑε παρέστη.
336
δακρύσασα δ' ἔπειτα προσηύδα ϑεῖον ἀοιδόν·
32

Line Group 32

337
"Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν ϑελκτήρια οἶδας,
338
ἔργ' ἀνδρῶν τε ϑεῶν τε, τά τε κλείουσιν ἀοιδοί·
339
τῶν ἕν γέ σϕιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ
340
οἶνον πινόντων· ταύτης δ' ἀποπαύε' ἀοιδῆς
341
λυγρῆς, ἥ τέ μοι αἰὲν ἐνὶ στήϑεσσι ϕίλον κῆρ
342
τείρει, ἐπεί με μάλιστα καϑίκετο πένϑος ἄλαστον·
343
τοίην γὰρ κεϕαλὴν ποϑέω μεμνημένη αἰεὶ
344
ἀνδρός, τοῦ κλέος εὐρὺ καϑ' ῾Ελλάδα καὶ μέσον ῎Αργος."
33

Line Group 33

345
τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
34

Line Group 34

346
"μῆτερ ἐμή, τί τ' ἄρα ϕϑονέεις ἐρίηρον ἀοιδὸν
347
τέρπειν ὅππῃ οἱ νόος ὄρνυται; οὔ νύ τ' ἀοιδοὶ
348
αἴτιοι, ἀλλά ποϑι Ζεὺς αἴτιος, ὅς τε δίδωσιν
349
ἀνδράσιν ἀλϕηστῇσιν, ὅπως ἐϑέλῃσιν, ἑκάστῳ.
350
τούτῳ δ' οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν·
351
τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσ' ἄνϑρωποι,
352
ἥ τις ἀκουόντεσσι νεωτάτη ἀμϕιπέληται.
353
σοὶ δ' ἐπιτολμάτω κραδίη καὶ ϑυμὸς ἀκούειν·
354
οὐ γὰρ ᾽Οδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ
355
ἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι ϕῶτες ὄλοντο.
356
ἀλλ' εἰς οἶκον ἰοῦσα τὰ σ' αὐτῆς ἔργα κόμιζε,
357
ἱστόν τ' ἠλακάτην τε, καὶ ἀμϕιπόλοισι κέλευε
358
ἔργον ἐποίχεσϑαι. μῦϑος δ' ἄνδρεσσι μελήσει
359
πᾶσι, μάλιστα δ' ἐμοί· τοῦ γὰρ κράτος ἔστ' ἐνὶ οἴκῳ."
360
ἡ μὲν ϑαμβήσασα πάλιν οἶκον δὲ βεβήκει·
361
παιδὸς γὰρ μῦϑον πεπνυμένον ἔνϑετο ϑυμῷ.
362
ἐς δ' ὑπερῷ' ἀναβᾶσα σὺν ἀμϕιπόλοισι γυναιξὶ
363
κλαῖεν ἔπειτ' ᾽Οδυσῆα, ϕίλον πόσιν, ὄϕρά οἱ ὕπνον
364
ἡδὺν ἐπὶ βλεϕάροισι βάλε γλαυκῶπις ᾽Αϑήνη.
35

Line Group 35

365
μνηστῆρες δ' ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα·
366
πάντες δ' ἠρήσαντο παραὶ λεχέεσσι κλιϑῆναι.
367
τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύϑων·
36

Line Group 36

368
"μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες,
369
νῦν μὲν δαινύμενοι τερπώμεϑα, μὴ δὲ βοητὺς
370
ἔστω, ἐπεὶ τό γε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
371
τοιοῦδ', οἷος ὅδ' ἐστί, ϑεοῖς ἐναλίγκιος αὐδήν.
372
ἠῶϑεν δ' ἀγορὴν δὲ καϑεζώμεσϑα κιόντες
373
πάντες, ἵν' ὕμιν μῦϑον ἀπηλεγέως ἀποείπω,
374
ἐξιέναι μεγάρων· ἄλλας δ' ἀλεγύνετε δαῖτας
375
ὑμὰ κτήματ' ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους.
376
εἰ δ' ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινον
377
ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσϑαι,
378
κείρετ'· ἐγὼ δὲ ϑεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,
379
αἴ κέ ποϑι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσϑαι.
380
νήποινοί κεν ἔπειτα δόμων ἔντοσϑεν ὄλοισϑε."
381
ὣς ἔϕαϑ', οἱ δ' ἄρα πάντες ὀδὰξ ἐν χείλεσι ϕύντες
382
Τηλέμαχον ϑαύμαζον, ὃ ϑαρσαλέως ἀγόρευε.
383
τὸν δ' αὖτ' ᾽Αντίνοος προσέϕη, Εὐπείϑεος υἱός:
37

Line Group 37

384
"Τηλέμαχ', ἦ μάλα δή σε διδάσκουσιν ϑεοὶ αὐτοὶ
385
ὑψαγόρην τ' ἔμεναι καὶ ϑαρσαλέως ἀγορεύειν.
386
μὴ σέγ' ἐν ἀμϕιάλῳ ᾽Ιϑάκῃ βασιλῆα Κρονίων
387
ποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστι."
38

Line Group 38

388
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
39

Line Group 39

389
"᾽Αντίνο', εἴ πέρ μοι καὶ ἀγάσσεαι ὅττί κεν εἴπω,
390
καί κεν τοῦτ' ἐϑέλοιμι Διός γε διδόντος ἀρέσϑαι.
391
ἦ ϕῂς τοῦτο κάκιστον ἐν ἀνϑρώποισι τετύχϑαι;
392
οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν· αἶψά τέ οἱ δῶ
393
ἀϕνειὸν πέλεται καὶ τιμηέστερος αὐτός.
394
ἀλλ' ἤτοι βασιλῆες ᾽Αχαιῶν εἰσι καὶ ἄλλοι
395
πολλοὶ ἐν ἀμϕιάλῳ ᾽Ιϑάκῃ, νέοι ἠδὲ παλαιοί,
396
τῶν κέν τις τόδ' ἔχῃσιν, ἐπεὶ ϑάνε δῖος ᾽Οδυσσεύς:
397
αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομ' ἡμετέροιο
398
καὶ δμώων, οὕς μοι ληίσσατο δῖος ᾽Οδυσσεύς."
40

Line Group 40

399
τὸν δ' αὖτ' Εὐρύμαχος, Πολύβου παῖς, ἀντίον ηὔδα·
41

Line Group 41

400
"Τηλέμαχ', ἤτοι ταῦτα ϑεῶν ἐν γούνασι κεῖται,
401
ὅς τις ἐν ἀμϕιάλῳ ᾽Ιϑάκῃ βασιλεύσει ᾽Αχαιῶν·
402
κτήματα δ' αὐτὸς ἔχοις καὶ δώμασι σοῖσιν ἀνάσσοις.
403
μὴ γὰρ ὅ γ' ἔλϑοι ἀνήρ ὅς τίς σ' ἀέκοντα βίηϕι
404
κτήματ' ἀπορραίσει, ᾽Ιϑάκης ἔτι ναιετοώσης.
405
ἀλλ' ἐϑέλω σε, ϕέριστε, περὶ ξείνοιο ἐρέσϑαι,
406
ὁππόϑεν οὗτος ἀνήρ, ποίης δ' ἐξ εὔχεται εἶναι
407
γαίης... ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;
408
ἠέ τιν' ἀγγελίην πατρὸς ϕέρει ἐρχομένοιο,
409
ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδ' ἱκάνει;
410
οἷον ἀναί:ξας ἄϕαρ οἴχεται, οὐδ' ὑπέμεινε
411
γνώμεναι· οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει."
42

Line Group 42

412
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
43

Line Group 43

413
"Εὐρύμαχ', ἤτοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο·
414
οὔτ' οὖν ἀγγελίῃς ἔτι πείϑομαι, εἴ ποϑεν ἔλϑοι,
415
οὔτε ϑεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ
416
ἐς μέγαρον καλέσασα ϑεοπρόπον ἐξερέηται.
417
ξεῖνος δ' οὗτος ἐμὸς πατρώιος ἐκ Τάϕου ἐστί,
418
Μέντης δ' ᾽Αγχιάλοιο δαί:ϕρονος εὔχεται εἶναι
419
υἱός, ἀτὰρ Ταϕίοισι ϕιληρέτμοισιν ἀνάσσει."
44

Line Group 44

420
ὣς ϕάτο Τηλέμαχος, ϕρεσὶ δ' ἀϑανάτην ϑεὸν ἔγνω.
45

Line Group 45

421
οἱ δ' εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
422
τρεψάμενοι τέρποντο, μένον δ' ἐπὶ ἕσπερον ἐλϑεῖν.
423
τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλϑε·
424
δὴ τότε κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος.
425
Τηλέμαχος δ', ὅϑι οἱ ϑάλαμος περικαλλέος αὐλῆς
426
ὑψηλὸς δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ,
427
ἔνϑ' ἔβη εἰς εὐνὴν πολλὰ ϕρεσὶ μερμηρίζων.
428
τῷ δ' ἄρ' ἅμ' αἰϑομένας δαί:δας ϕέρε κέδν' εἰδυῖα
429
Εὐρύκλει', ῎Ωπος ϑυγάτηρ Πεισηνορίδαο,
430
τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσι
431
πρωϑήβην ἔτ' ἐοῦσαν, ἐεικοσάβοια δ' ἔδωκεν·
432
ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,
433
εὐνῇ δ' οὔ ποτ' ἔμικτο, χόλον δ' ἀλέεινε γυναικός:
434
ἥ οἱ ἅμ' αἰϑομένας δαί:δας ϕέρε, καί ἑ μάλιστα
435
δμῳάων ϕιλέεσκε, καὶ ἔτρεϕε τυτϑὸν ἐόντα.
436
ὤιξεν δὲ ϑύρας ϑαλάμου πύκα ποιητοῖο,
437
ἕζετο δ' ἐν λέκτρῳ, μαλακὸν δ' ἔκδυνε χιτῶνα·
438
καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.
439
ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα,
440
πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι,
441
βῆ ῥ' ἴμεν ἐκ ϑαλάμοιο, ϑύρην δ' ἐπέρυσσε κορώῃ
442
ἀργυρέῃ, ἐπὶ δὲ κληῖδ' ἐτάνυσσεν ἱμάντι.
443
ἔνϑ' ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ,
444
βούλευε ϕρεσὶν ᾗσιν ὁδόν τὴν πέϕραδ' ᾽Αϑήνη.

Chapter 2: ΟΔΥΣΣΕΙΑΣ Β

1

Line Group 1

1
῎Ημος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
2
ὤρνυτ' ἄρ' ἐξ εὐνῆϕιν ᾽Οδυσσῆος ϕίλος υἱὸς
3
εἵματα ἑσσάμενος, περὶ δὲ ξίϕος ὀξὺ ϑέτ' ὤμῳ,
4
ποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
5
βῆ δ' ἴμεν ἐκ ϑαλάμοιο ϑεῷ ἐναλίγκιος ἄντην.
6
αἶψα δὲ κηρύκεσσι λιγυϕϑόγγοισι κέλευσε
7
κηρύσσειν ἀγορὴν δὲ καρηκομόωντας ᾽Αχαιούς.
8
οἱ μὲν ἐκήρυσσον, τοὶ δ' ἠγείροντο μάλ' ὦκα.
9
αὐτὰρ ἐπεί ῥ' ἤγερϑεν ὁμηγερέες τ' ἐγένοντο,
10
βῆ ῥ' ἴμεν εἰς ἀγορήν, παλάμῃ δ' ἔχε χάλκεον ἔγχος,
11
οὐκ οἶος: ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
12
ϑεσπεσίην δ' ἄρα τῷ γε χάριν κατέχευεν ᾽Αϑήνη·
13
τὸν δ' ἄρα πάντες λαοὶ ἐπερχόμενον ϑηεῦντο.
14
ἕζετο δ' ἐν πατρὸς ϑώκῳ, εἶξαν δὲ γέροντες.
2

Line Group 2

15
τοῖσι δ' ἔπειϑ' ἥρως Αἰγύπτιος ἦρχ' ἀγορεύειν,
16
ὃς δὴ γήραιὴ κυϕὸς ἔην καὶ μυρία ᾔδη.
17
καὶ γὰρ τοῦ ϕίλος υἱὸς ἅμ' ἀντιϑέῳ ᾽Οδυσῆι
18
῎Ιλιον εἰς εὔπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν,
19
῎Αντιϕος αἰχμητής: τὸν δ' ἄγριος ἔκτανε Κύκλωψ
20
ἐν σπῆι γλαϕυρῷ, πύματον δ' ὡπλίσσατο δόρπον.
21
τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει,
22
Εὐρύνομος, δύο δ' αἰὲν ἔχον πατρώια ἔργα·
23
ἀλλ' οὐδ' ὧς τοῦ λήϑετ' ὀδυρόμενος καὶ ἀχεύων.
24
τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε·
3

Line Group 3

25
"κέκλυτε δὴ νῦν μευ, ᾽Ιϑακήσιοι, ὅττί κεν εἴπω.
26
οὔτέ ποϑ' ἡμετέρη ἀγορὴ γένετ' οὔτε ϑόωκος,
27
ἐξ οὗ ᾽Οδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί.
28
νῦν δὲ τίς ὧδ' ἤγειρε; τίνα χρειὼ τόσον ἵκει
29
ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν;
30
ἠέ τιν' ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο,
31
ἥν χ' ἥμιν σάϕα εἴποι, ὅτε πρότερός γε πύϑοιτο;
32
ἦέ τι δήμιον ἄλλο πιϕαύσκεται ἠδ' ἀγορεύει;
33
ἐσϑλός μοι δοκεῖ εἶναι, ὀνήμενος. εἴϑέ οἱ αὐτῷ
34
Ζεὺς ἀγαϑὸν τελέσειεν, ὅ τι ϕρεσὶν ᾗσι μενοινᾷ."
4

Line Group 4

35
ὣς ϕάτο, χαῖρε δὲ ϕήμῃ ᾽Οδυσσῆος ϕίλος υἱός.
36
οὐδ' ἄρ' ἔτι δὴν ἧστο, μενοίνησεν δ' ἀγορεύειν,
37
στῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ
38
κῆρυξ Πεισήνωρ, πεπνυμένα μήδεα εἰδώς.
39
πρῶτον ἔπειτα γέροντα καϑαπτόμενος προσέειπεν·
5

Line Group 5

40
"ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ - τάχα δ' εἴσεαι αὐτός -
41
ὃς λαὸν ἤγειρα· μάλιστα δέ μ' ἄλγος ἱκάνει.
42
οὔτέ τιν' ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο,
43
ἥν χ' ὕμιν σάϕα εἴπω, ὅτε πρότερός γε πυϑοίμην,
44
οὔτέ τι δήμιον ἄλλο πιϕαύσκομαι οὐδ' ἀγορεύω,
45
ἀλλ' ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὸν ἔμπεσεν οἴκῳ,
46
δοιά· τὸ μὲν πατέρ' ἐσϑλὸν ἀπώλεσα, ὅς ποτ' ἐν ὑμῖν
47
τοίσδεσσιν βασίλευε, πατὴρ δ' ὣς ἤπιος ἦεν·
48
νῦν δ' αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα
49
πάγχυ διαραίσει, βίοτον δ' ἀπὸ πάμπαν ὀλέσσει.
50
μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐϑελούσῃ,
51
τῶν ἀνδρῶν ϕίλοι υἷες οἳ ἐνϑάδε γ' εἰσὶν ἄριστοι,
52
οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσϑαι
53
᾽Ικαρίου, ὥς κ' αὐτὸς ἐεδνώσαιτο ϑύγατρα,
54
δοίη δ' ᾧ κ' ἐϑέλῃ καί οἱ κεχαρισμένος ἔλϑῃ.
55
οἱ δ' εἰς ἡμετέρου πωλεύμενοι ἤματα πάντα,
56
βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγας,
57
εἰλαπινάζουσιν πίνουσί τε αἴϑοπα οἶνον
58
μαψιδίως: τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπ' ἀνήρ,
59
οἷος ᾽Οδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
60
ἡμεῖς δ' οὔ νύ τι τοῖοι ἀμυνέμεν· ἦ καὶ ἔπειτα
61
λευγαλέοι τ' ἐσόμεσϑα καὶ οὐ δεδαηκότες ἀλκήν.
62
ἦ τ' ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη.
63
οὐ γὰρ ἔτ' ἀνσχετὰ ἔργα τετεύχαται, οὐδέ τι καλῶς
64
οἶκος ἐμὸς διόλωλε. νεμεσσήϑητε καὶ αὐτοί,
65
ἄλλους τ' αἰδέσϑητε περικτίονας ἀνϑρώπους,
66
οἳ περιναιετάουσι· ϑεῶν δ' ὑποδείσατε μῆνιν,
67
μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα.
68
λίσσομαι ἠμὲν Ζηνὸς ᾽Ολυμπίου ἠδὲ Θέμιστος,
69
ἥ τ' ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καϑίζει·
70
σχέσϑε, ϕίλοι, καί μ' οἶον ἐάσατε πένϑειὴ λυγρῷ
71
τείρεσϑ', εἰ μή που τι πατὴρ ἐμὸς, ἐσϑλὸς ᾽Οδυσσεὺς,
72
δυσμενέων κάκ' ἔρεξεν ἐυκνήμιδας ᾽Αχαιούς,
73
τῶν μ' ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες,
74
τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴη
75
ὑμέας ἐσϑέμεναι κειμήλιά τε πρόβασίν τε·
76
εἴ χ' ὑμεῖς γε ϕάγοιτε, τάχ' ἄν ποτε καὶ τίσις εἴη·
77
τόϕρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεϑα μύϑῳ
78
χρήματ' ἀπαιτίζοντες, ἕως κ' ἀπὸ πάντα δοϑείη.
79
νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε ϑυμῷ."
6

Line Group 6

80
ὣς ϕάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
81
δάκρυ' ἀναπρήσας: οἶκτος δ' ἕλε λαὸν ἅπαντα.
82
ἔνϑ' ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη
83
Τηλέμαχον μύϑοισιν ἀμείψασϑαι χαλεποῖσιν·
84
᾽Αντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε·
7

Line Group 7

85
"Τηλέμαχ' ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες
86
ἡμέας αἰσχύνων, ἐϑέλοις δέ κε μῶμον ἀνάψαι.
87
σοὶ δ' οὔ τι μνηστῆρες ᾽Αχαιῶν αἴτιοί εἰσιν,
88
ἀλλὰ ϕίλη μήτηρ, ἥ τοι περὶ κέρδεα οἶδεν.
89
ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δ' εἶσι τέταρτον,
90
ἐξ οὗ ἀτέμβει ϑυμὸν ἐνὶ στήϑεσσιν ᾽Αχαιῶν.
91
πάντας μέν ῥ' ἔλπει, καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,
92
ἀγγελίας προιὴεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
93
ἡ δὲ δόλον τόνδ' ἄλλον ἐνὶ ϕρεσὶ μερμήριξε·
94
στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕϕαινε,
95
λεπτὸν καὶ περίμετρον· ἄϕαρ δ' ἡμῖν μετέειπε·
96
κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ ϑάνε δῖος ᾽Οδυσσεύς,
97
μίμνετ' ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε ϕᾶρος
98
ἐκτελέσω - μή μοι μεταμώνια νήματ' ὄληται -
99
Λαέρτῃ ἥρωι ταϕήιον, εἰς ὅτε κέν μιν
100
μοῖρ' ὀλοὴ καϑέλῃσι τανηλεγέος ϑανάτοιο,
101
μή τίς μοι κατὰ δῆμον ᾽Αχαιιάδων νεμεσήσῃ,
102
αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας. '
103
ὣς ἔϕαϑ', ἡμῖν δ' αὖτ' ἐπεπείϑετο ϑυμὸς ἀγήνωρ.
104
ἔνϑα καὶ ἠματίη μὲν ὑϕαίνεσκεν μέγαν ἱστόν,
105
νύκτας δ' ἀλλύεσκεν, ἐπὴν δαί:δας παραϑεῖτο.
106
ὣς τρίετες μὲν ἔληϑε δόλῳ καὶ ἔπειϑεν ᾽Αχαιούς:
107
ἀλλ' ὅτε τέτρατον ἦλϑεν ἔτος καὶ ἐπήλυϑον ὧραι,
108
καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάϕα ᾔδη,
109
καὶ τήν γ' ἀλλύουσαν ἐϕεύρομεν ἀγλαὸν ἱστόν.
110
ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐϑέλουσ', ὑπ' ἀνάγκης.
111
σοὶ δ' ὧδε μνηστῆρες ὑποκρίνονται, ἵν' εἰδῇς
112
αὐτὸς σῷ ϑυμῷ, εἰδῶσι δὲ πάντες ᾽Αχαιοί·
113
μητέρα σὴν ἀπόπεμψον, ἄνωχϑι δέ μιν γαμέεσϑαι
114
τῷ ὅτεῴ τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ.
115
εἰ δ' ἔτ' ἀνιήσει γε πολὺν χρόνον υἷας ᾽Αχαιῶν,
116
τὰ ϕρονέουσ' ἀνὰ ϑυμόν ἅ οἱ πέρι δῶκεν ᾽Αϑήνη,
117
ἔργά τ' ἐπίστασϑαι περικαλλέα καὶ ϕρένας ἐσϑλὰς
118
κέρδεά ϑ', οἷ' οὔ πώ τιν' ἀκούομεν οὐδὲ παλαιῶν,
119
τάων αἳ πάρος ἦσαν ἐυπλοκαμῖδες ᾽Αχαιαί,
120
Τυρώ τ' ᾽Αλκμήνη τε ἐυστέϕανός τε Μυκήνη·
121
τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃ
122
ᾔδη· ἀτὰρ μὲν τοῦτό γ' ἐναίσιμον οὐκ ἐνόησε.
123
τόϕρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματ' ἔδονται,
124
ὄϕρά κε κείνη τοῦτον ἔχῃ νόον, ὅν τινά οἱ νῦν
125
ἐν στήϑεσσι τιϑεῖσι ϑεοί. μέγα μὲν κλέος αὐτῇ
126
ποιεῖτ', αὐτὰρ σοίγε ποϑὴ πολέος βιότοιο.
127
ἡμεῖς δ' οὔτ' ἐπὶ ἔργα πάρος γ' ἴμεν οὔτέ πῃ ἄλλῃ,
128
πρίν γ' αὐτὴν γήμασϑαι ᾽Αχαιῶν ᾧ κ' ἐϑέλῃσι."
129
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
8

Line Group 8

130
"᾽Αντίνο', οὔ πως ἐστι δόμων ἀέκουσαν ἀπῶσαι
131
ἥ μ' ἔτεχ', ἥ μ' ἔϑρεψε· πατὴρ δ' ἐμὸς ἄλλοϑι γαίης,
132
ζώει ὅ γ' ἦ τέϑνηκε· κακὸν δέ με πόλλ' ἀποτίνειν
133
᾽Ικαρίῳ, αἴ κ' αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω.
134
ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων
135
δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετ' 'Ερινῦς
136
οἴκου ἀπερχομένη· νέμεσις δέ μοι ἐξ ἀνϑρώπων
137
ἔσσεται· ὣς οὐ τοῦτον ἐγώ ποτε μῦϑον ἐνίψω.
138
ὑμέτερος δ' εἰ μὲν ϑυμὸς νεμεσίζεται αὐτῶν,
139
ἔξιτέ μοι μεγάρων, ἄλλας δ' ἀλεγύνετε δαῖτας
140
ὑμὰ κτήματ' ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους.
141
εἰ δ' ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινον
142
ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσϑαι,
143
κείρετ'· ἐγὼ δὲ ϑεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,
144
αἴ κέ ποϑι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσϑαι.
145
νήποινοί κεν ἔπειτα δόμων ἔντοσϑεν ὄλοισϑε."
9

Line Group 9

146
ὣς ϕάτο Τηλέμαχος: τῷ δ' αἰετὼ εὐρύοπα Ζεὺς
147
ὑψόϑεν ἐκ κορυϕῆς ὄρεος προέηκε πέτεσϑαι.
148
τὼ δ' ἕως μέν ῥ' ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο,
149
πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν·
150
ἀλλ' ὅτε δὴ μέσσην ἀγορὴν πολύϕημον ἱκέσϑην,
151
ἔνϑ' ἐπιδινηϑέντε τιναξάσϑην πτερὰ πυκνά,
152
ἐς δ' ἰδέτην πάντων κεϕαλάς, ὄσσοντο δ' ὄλεϑρον,
153
δρυψαμένω δ' ὀνύχεσσι παρειὰς ἀμϕί τε δειρὰς
154
δεξιὼ ἤιξαν διά τ' οἰκία καὶ πόλιν αὐτῶν.
155
ϑάμβησαν δ' ὄρνιϑας, ἐπεὶ ἴδον ὀϕϑαλμοῖσιν·
156
ὥρμηναν δ' ἀνὰ ϑυμὸν ἅ περ τελέεσϑαι ἔμελλον.
157
τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως ῾Αλιϑέρσης
158
Μαστορίδης: ὁ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο
159
ὄρνιϑας γνῶναι καὶ ἐναίσιμα μυϑήσασϑαι·
160
ὅ σϕιν ἐυϕρονέων ἀγορήσατο καὶ μετέειπε·
10

Line Group 10

161
"κέκλυτε δὴ νῦν μευ, ᾽Ιϑακήσιοι, ὅττί κεν εἴπω.
162
μνηστῆρσιν δὲ μάλιστα πιϕαυσκόμενος τάδε εἴρω·
163
τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται· οὐ γὰρ ᾽Οδυσσεὺς
164
δὴν ἀπάνευϑε ϕίλων ὧν ἔσσεται, ἀλλά που ἤδη
165
ἐγγὺς ἐὼν τοίσδεσσι ϕόνον καὶ κῆρα ϕυτεύει
166
πάντεσσιν. πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται,
167
οἳ νεμόμεσϑ' ᾽Ιϑάκην εὐδείελον. ἀλλὰ πολὺ πρὶν
168
ϕραζώμεσϑ' ὥς κεν καταπαύσομεν· οἱ δὲ καὶ αὐτοὶ
169
παυέσϑων· καὶ γάρ σϕιν ἄϕαρ τόδε λώιόν ἐστιν.
170
οὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλ' ἔυ εἰδώς:
171
καὶ γὰρ κείνῳ ϕημὶ τελευτηϑῆναι ἅπαντα
172
ὥς οἱ ἐμυϑεόμην, ὅτε ῎Ιλιον εἰσανέβαινον
173
᾽Αργεῖοι, μετὰ δέ σϕιν ἔβη πολύμητις ᾽Οδυσσεύς.
174
ϕῆν κακὰ πολλὰ παϑόντ', ὀλέσαντ' ἄπο πάντας ἑταίρους,
175
ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ
176
οἴκαδ' ἐλεύσεσϑαι· τάδε δὴ νῦν πάντα τελεῖται."
11

Line Group 11

177
τὸν δ' αὖτ' Εὐρύμαχος, Πολύβου παῖς, ἀντίον ηὔδα·
12

Line Group 12

178
"ὦ γέρον, εἰ δ' ἄγε δὴ μαντεύεο σοῖσι τέκεσσιν
179
οἴκαδ' ἰών, μή που τι κακὸν πάσχωσιν ὀπίσσω·
180
ταῦτα δ' ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσϑαι.
181
ὄρνιϑες δέ τε πολλοὶ ὑπ' αὐγὰς ἠελίοιο
182
ϕοιτῶσ', οὐ δέ τε πάντες ἐναίσιμοι· αὐτὰρ ᾽Οδυσσεὺς
183
ὤλετο τῆλ', ὡς καὶ σὺ καταϕϑίσϑαι σὺν ἐκείνῳ
184
ὤϕελες. οὐκ ἂν τόσσα ϑεοπροπέων ἀγόρευες,
185
οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδ' ἀνιείης,
186
σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν.
187
ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
188
αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς
189
παρϕάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν,
190
αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται,
192
σοὶ δέ, γέρον, ϑῳὴν ἐπιϑήσομεν, ἥν κ' ἐνὶ ϑυμῷ
193
τίνων ἀσχάλλῃς: χαλεπὸν δέ τοι ἔσσεται ἄλγος.
194
Τηλεμάχῳ δ' ἐν πᾶσιν ἐγὼν ὑποϑήσομαι αὐτός:
195
μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσϑαι·
196
οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
197
πολλὰ μάλ', ὅσσα ἔοικε ϕίλης ἐπὶ παιδὸς ἕπεσϑαι.
198
οὐ γὰρ πρὶν παύσεσϑαι ὀίομαι υἷας ᾽Αχαιῶν
199
μνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης,
200
οὔτ' οὖν Τηλέμαχον, μάλα περ πολύμυϑον ἐόντα·
201
οὔτε ϑεοπροπίης ἐμπαζόμεϑ', ἣν σύ, γεραιέ,
202
μυϑέαι ἀκράαντον, ἀπεχϑάνεαι δ' ἔτι μᾶλλον.
203
χρήματα δ' αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτ' ἶσα
204
ἔσσεται, ὄϕρά κεν ἥ γε διατρίβῃσιν ᾽Αχαιοὺς
205
ὃν γάμον. ἡμεῖς δ' αὖ ποτιδέγμενοι ἤματα πάντα
206
εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετ' ἄλλας
207
ἐρχόμεϑ', ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ."
13

Line Group 13

208
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
14

Line Group 14

209
"Εὐρύμαχ' ἠδὲ καὶ ἄλλοι ὅσοι μνηστῆρες ἀγαυοί,
210
ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδ' ἀγορεύω·
211
ἤδη γὰρ τὰ ἴσασι ϑεοὶ καὶ πάντες ᾽Αχαιοί.
212
ἀλλ' ἄγε μοι δότε νῆα ϑοὴν καὶ εἴκοσ' ἑταίρους,
213
οἵ κέ μοι ἔνϑα καὶ ἔνϑα διαπρήσσωσι κέλευϑον.
214
εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαϑόεντα,
215
νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
216
ἤν τίς μοι εἴπῃσι βροτῶν ἢ ὄσσαν ἀκούσω
217
ἐκ Διός, ἥ τε μάλιστα ϕέρει κλέος ἀνϑρώποισιν.
218
εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,
219
ἦ τ' ἂν τρυχόμενός περ ἔτι τλαίην ἐνιαυτόν·
220
εἰ δέ κε τεϑνηῶτος ἀκούσω μηδ' ἔτ' ἐόντος,
221
νοστήσας δὴ ἔπειτα ϕίλην ἐς πατρίδα γαῖαν
222
σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεί:ξω
223
πολλὰ μάλ', ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω."
15

Line Group 15

224
ἤτοι ὅ γ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο, τοῖσι δ' ἀνέστη
225
Μέντωρ, ὅς ῥ' ᾽Οδυσῆος ἀμύμονος ἦεν ἑταῖρος,
226
καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα,
227
πείϑεσϑαί τε γέροντι καὶ ἔμπεδα πάντα ϕυλάσσειν·
228
ὅ σϕιν ἐυϕρονέων ἀγορήσατο καὶ μετέειπε·
16

Line Group 16

229
"κέκλυτε δὴ νῦν μευ, ᾽Ιϑακήσιοι, ὅττί κεν εἴπω.
230
μή τις ἔτι πρόϕρων ἀγανὸς καὶ ἤπιος ἔστω
231
σκηπτοῦχος βασιλεύς, μηδὲ ϕρεσὶν αἴσιμα εἰδώς,
232
ἀλλ' αἰεὶ χαλεπός τ' εἴη καὶ αἴσυλα ῥέζοι,
233
ὡς οὔ τις μέμνηται ᾽Οδυσσῆος ϑείοιο
234
λαῶν, οἷσιν ἄνασσε, πατὴρ δ' ὣς ἤπιος ἦεν.
235
ἀλλ' ἤτοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω
236
ἕρδειν ἔργα βίαια κακορραϕίῃσι νόοιο·
237
σϕὰς γὰρ παρϑέμενοι κεϕαλὰς κατέδουσι βιαίως
238
οἶκον ᾽Οδυσσῆος, τὸν δ' οὐκέτι ϕασὶ νέεσϑαι.
239
νῦν δ' ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες
240
ἧσϑ' ἄνεῳ, ἀτὰρ οὔ τι καϑαπτόμενοι ἐπέεσσι
241
παύρους μνηστῆρας καταπαύετε πολλοὶ ἐόντες."
17

Line Group 17

242
τὸν δ' Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα·
18

Line Group 18

243
"Μέντορ ἀταρτηρέ, ϕρένας ἠλεέ, ποῖον ἔειπες
244
ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ
245
ἀνδράσι καὶ πλεόνεσσι μαχήσασϑαι περὶ δαιτί.
246
εἴ περ γάρ κ' ᾽Οδυσεὺς ᾽Ιϑακήσιος αὐτὸς ἐπελϑὼν
247
δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς
248
ἐξελάσαι μεγάροιο μενοινήσει' ἐνὶ ϑυμῷ,
249
οὔ κέν οἱ κεχάροιτο γυνή μάλα περ χατέουσα
250
ἐλϑόντ', ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι,
251
εἰ πλέονές οἱ ἕποιντο· σὺ δ' οὐ κατὰ μοῖραν ἔειπες.
252
ἀλλ' ἄγε, λαοὶ μὲν σκίδνασϑ' ἐπὶ ἔργα ἕκαστος,
253
τούτῳ δ' ὀτρυνέει Μέντωρ ὁδὸν ἠδ' ῾Αλιϑέρσης,
254
οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι.
255
ἀλλ' ὀίω, καὶ δηϑὰ καϑήμενος ἀγγελιάων
256
πεύσεται εἰν ᾽Ιϑάκῃ, τελέει δ' ὁδὸν οὔ ποτε ταύτην."
19

Line Group 19

257
ὣς ἄρ' ἐϕώνησεν, λῦσεν δ' ἀγορὴν αἰψηρήν.
258
οἱ μὲν ἄρ' ἐσκίδναντο ἑὰ πρὸς δώμαϑ' ἕκαστος,
259
μνηστῆρες δ' ἐς δώματ' ἴσαν ϑείου ᾽Οδυσῆος.
20

Line Group 20

260
Τηλέμαχος δ' ἀπάνευϑεν ἰὼν ἐπὶ ϑῖνα ϑαλάσσης,
261
χεῖρας νιψάμενος πολιῆς ἁλός, εὔχετ' ᾽Αϑήνῃ·
21

Line Group 21

262
"κλῦϑί μευ, ὃ χϑιζὸς ϑεὸς ἤλυϑες ἡμέτερον δῶ
263
καί μ' ἐν νηὶ κέλευσας ἐπ' ἠεροειδέα πόντον,
264
νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο,
265
ἔρχεσϑαι. τὰ δὲ πάντα διατρίβουσιν ᾽Αχαιοί,
266
μνηστῆρες δὲ μάλιστα, κακῶς ὑπερηνορέοντες."
22

Line Group 22

267
ὣς ἔϕατ' εὐχόμενος: σχεδόϑεν δέ οἱ ἦλϑεν ᾽Αϑήνη,
268
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν,
269
καί μιν ϕωνήσασ' ἔπεα πτερόεντα προσηύδα·
23

Line Group 23

270
"Τηλέμαχ', οὐδ' ὄπιϑεν κακὸς ἔσσεαι οὐδ' ἀνοήμων,
271
εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ,
272
οἷος κεῖνος ἔην τελέσαι ἔργόν τε ἔπος τε.
273
οὔ τοι ἔπειϑ' ἁλίη ὁδὸς ἔσσεται οὐδ' ἀτέλεστος.
274
εἰ δ' οὐ κείνου γ' ἐσσὶ γόνος καὶ Πηνελοπείης,
275
οὔ σε ἔπειτα ἔολπα τελευτήσειν ἃ μενοινᾷς.
276
παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται,
277
οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.
278
ἀλλ' ἐπεὶ οὐδ' ὄπιϑεν κακὸς ἔσσεαι οὐδ' ἀνοήμων,
279
οὐδέ σε πάγχύ γε μῆτις ᾽Οδυσσῆος προλέλοιπεν,
280
ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα.
281
τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε
282
ἀϕραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι·
283
οὐδέ τι ἴσασιν ϑάνατον καὶ κῆρα μέλαιναν,
284
ὃς δή σϕι σχεδόν ἐστιν, ἐπ' ἤματι πάντας ὀλέσϑαι.
285
σοὶ δ' ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἣν σὺ μενοινᾷς:
286
τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι,
287
ὅς τοι νῆα ϑοὴν στελέω καὶ ἅμ' ἕψομαι αὐτός.
288
ἀλλὰ σὺ μὲν πρὸς δώματ' ἰὼν μνηστῆρσιν ὁμίλει,
289
ὅπλισσόν τ' ἤια καὶ ἄγγεσιν ἄρσον ἅπαντα,
290
οἶνον ἐν ἀμϕιϕορεῦσι καὶ ἄλϕιτα, μυελὸν ἀνδρῶν,
291
δέρμασιν ἐν πυκινοῖσιν· ἐγὼ δ' ἀνὰ δῆμον ἑταίρους
292
αἶψ' ἐϑελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆες
293
πολλαὶ ἐν ἀμϕιάλῳ ᾽Ιϑάκῃ, νέαι ἠδὲ παλαιαί·
294
τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη,
295
ὦκα δ' ἐϕοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ."
24

Line Group 24

296
ὣς ϕάτ' ᾽Αϑηναίη, κούρη Διός: οὐδ' ἄρ' ἔτι δὴν
297
Τηλέμαχος παρέμιμνεν, ἐπεὶ ϑεοῦ ἔκλυεν αὐδήν.
298
βῆ δ' ἴμεναι πρὸς δῶμα, ϕίλον τετιημένος ἦτορ,
299
εὗρε δ' ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν
300
αἶγας ἀνιεμένους σιάλους ϑ' εὕοντας ἐν αὐλῇ.
301
᾽Αντίνοος δ' ἰϑὺς γελάσας κίε Τηλεμάχοιο,
302
ἔν τ' ἄρα οἱ ϕῦ χειρὶ ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζε·
25

Line Group 25

303
"Τηλέμαχ' ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι ἄλλο
304
ἐν στήϑεσσι κακὸν μελέτω ἔργόν τε ἔπος τε,
305
ἀλλά μοι ἐσϑιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ.
306
ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν ᾽Αχαιοί,
307
νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα ϑᾶσσον ἵκηαι
308
ἐς Πύλον ἠγαϑέην μετ' ἀγαυοῦ πατρὸς ἀκουήν."
26

Line Group 26

309
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
27

Line Group 27

310
"᾽Αντίνο', οὔ πως ἐστιν ὑπερϕιάλοισι μεϑ' ὑμῖν
311
δαίνυσϑαί τ' ἀκέοντα καὶ εὐϕραίνεσϑαι ἕκηλον.
312
ἦ οὐχ ἅλις ὡς τὸ πάροιϑεν ἐκείρετε πολλὰ καὶ ἐσϑλὰ
313
κτήματ' ἐμά, μνηστῆρες, ἐγὼ δ' ἔτι νήπιος ἦα;
314
νῦν δ' ὅτε δὴ μέγας εἰμί καὶ ἄλλων μῦϑον ἀκούων
315
πυνϑάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοϑι ϑυμός,
316
πειρήσω ὥς κ' ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω,
317
ἠὲ Πύλον δ' ἐλϑὼν ἢ αὐτοῦ τῷδ' ἐνὶ δήμῳ.
318
εἶμι μέν - οὐδ' ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω -
319
ἔμπορος: οὐ γὰρ νηὸς ἐπήβολος οὐδ' ἐρετάων
320
γίνομαι· ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι."
28

Line Group 28

321
ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατ' ᾽Αντινόοιο
322
ῥεῖα· μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.
323
οἱ δ' ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν·
324
ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
29

Line Group 29

325
"ἦ μάλα Τηλέμαχος ϕόνον ἥμιν μερμηρίζει.
326
ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαϑόεντος,
327
ἢ ὅ γε καὶ Σπάρτηϑεν, ἐπεί νύ περ ἵεται αἰνῶς:
328
ἠὲ καὶ εἰς ᾽Εϕύρην ἐϑέλει, πίειραν ἄρουραν,
329
ἐλϑεῖν, ὄϕρ' ἔνϑεν ϑυμοϕϑόρα ϕάρμακ' ἐνείκῃ,
330
ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ."
30

Line Group 30

331
ἄλλος δ' αὖτ' εἴπεσκε νέων ὑπερηνορεόντων·
31

Line Group 31

332
"τίς δ' οἶδ' εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς
333
τῆλε ϕίλων ἀπόληται ἀλώμενος ὥς περ ᾽Οδυσσεύς...
334
οὕτω κεν καὶ μᾶλλον ὀϕέλλειεν πόνον ἄμμι·
335
κτήματα γάρ κεν πάντα δασαίμεϑα, οἰκία δ' αὖτε
336
τούτου μητέρι δοῖμεν ἔχειν ἠδ' ὅς τις ὀπυίοι."
32

Line Group 32

337
ὣς ϕάν· ὁ δ' ὑψόροϕον ϑάλαμον κατεβήσετο πατρός,
338
εὐρύν, ὅϑι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο
339
ἐσϑής τ' ἐν χηλοῖσιν ἅλις τ' εὐῶδες ἔλαιον.
340
ἐν δὲ πίϑοι οἴνοιο παλαιοῦ ἡδυπότοιο
341
ἕστασαν, ἄκρητον ϑεῖον ποτὸν ἐντὸς ἔχοντες,
342
ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτ' ᾽Οδυσσεὺς
343
οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας.
344
κληισταὶ δ' ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι,
345
δικλίδες: ἐν δὲ γυνὴ ταμίη νύκτάς τε καὶ ἦμαρ
346
ἔσχ', ἣ πάντ' ἐϕύλασσε νόου πολυιὴδρείῃσιν,
347
Εὐρύκλει', ῎Ωπος ϑυγάτηρ Πεισηνορίδαο.
348
τὴν τότε Τηλέμαχος προσέϕη ϑάλαμον δὲ καλέσσας:
33

Line Group 33

349
"μαῖ', ἄγε δή μοι οἶνον ἐν ἀμϕιϕορεῦσιν ἄϕυσσον
350
ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ ϕυλάσσεις
351
κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποϑεν ἔλϑοι
352
Διογενὴς ᾽Οδυσεὺς ϑάνατον καὶ κῆρας ἀλύξας.
353
δώδεκα δ' ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας.
354
ἐν δέ μοι ἄλϕιτα χεῦον ἐυρραϕέεσσι δοροῖσιν·
355
εἴκοσι δ' ἔστω μέτρα μυληϕάτου ἀλϕίτου ἀκτῆς.
356
αὐτὴ δ' οἴη ἴσϑι· τὰ δ' ἁϑρόα πάντα τετύχϑω·
357
ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ
358
μήτηρ εἰς ὑπερῷ' ἀναβῇ κοίτου τε μέδηται.
359
εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαϑόεντα,
360
νόστον πευσόμενος πατρὸς ϕίλου, ἤν που ἀκούσω."
34

Line Group 34

361
ὣς ϕάτο, κώκυσεν δὲ ϕίλη τροϕὸς Εὐρύκλεια,
362
καί ῥ' ὀλοϕυρομένη ἔπεα πτερόεντα προσηύδα·
35

Line Group 35

363
"τίπτε δέ τοι, ϕίλε τέκνον, ἐνὶ ϕρεσὶ τοῦτο νόημα
364
ἔπλετο; πῇ δ' ἐϑέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν
365
μοῦνος ἐὼν ἀγαπητός... ὁ δ' ὤλετο τηλόϑι πάτρης
366
Διογενὴς ᾽Οδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ.
367
οἱ δέ τοι αὐτίκ' ἰόντι κακὰ ϕράσσονται ὀπίσσω,
368
ὥς κε δόλῳ ϕϑίῃς, τάδε δ' αὐτοὶ πάντα δάσονται.
369
ἀλλὰ μέν' αὖϑ' ἐπὶ σοῖσι καϑήμενος: οὐδέ τί σε χρὴ
370
πόντον ἐπ' ἀτρύγετον κακὰ πάσχειν οὐδ' ἀλάλησϑαι."
36

Line Group 36

371
τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
37

Line Group 37

372
"ϑάρσει, μαῖ', ἐπεὶ οὔ τοι ἄνευ ϑεοῦ ἧδέ γε βουλή.
373
ἀλλ' ὄμοσον μὴ μητρὶ ϕίλῃ τάδε μυϑήσεσϑαι,
374
πρίν γ' ὅτ' ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται,
375
ἢ αὐτὴν ποϑέσαι καὶ ἀϕορμηϑέντος ἀκοῦσαι,
376
ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ."
38

Line Group 38

377
ὣς ἄρ' ἔϕη, γρηὺ:ς δὲ ϑεῶν μέγαν ὅρκον ἀπώμνυ.
378
αὐτὰρ ἐπεί ῥ' ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
379
αὐτίκ' ἔπειτά οἱ οἶνον ἐν ἀμϕιϕορεῦσιν ἄϕυσσεν,
380
ἐν δέ οἱ ἄλϕιτα χεῦεν ἐυρραϕέεσσι δοροῖσι·
381
Τηλέμαχος δ' ἐς δώματ' ἰὼν μνηστῆρσιν ὁμίλει.
39

Line Group 39

382
ἔνϑ' αὖτ' ἄλλ' ἐνόησε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·
383
Τηλεμάχῳ εἰκυῖα κατὰ πτόλιν ᾤχετο πάντῃ,
384
καί ῥα ἑκάστῳ ϕωτὶ παρισταμένη ϕάτο μῦϑον,
385
ἑσπερίους δ' ἐπὶ νῆα ϑοὴν ἀγέρεσϑαι ἀνώγει.
386
ἡ δ' αὖτε Φρονίοιο Νοήμονα ϕαίδιμον υἱὸν
387
ᾔτεε νῆα ϑοήν· ὁ δέ οἱ πρόϕρων ὑπέδεκτο.
388
δύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
389
καὶ τότε νῆα ϑοὴν ἅλα δ' εἴρυσε, πάντα δ' ἐν αὐτῇ
390
ὅπλ' ἐτίϑει, τά τε νῆες ἐύσσελμοι ϕορέουσι.
391
στῆσε δ' ἐπ' ἐσχατιῇ λιμένος, περὶ δ' ἐσϑλοὶ ἑταῖροι
392
ἁϑρόοι ἠγερέϑοντο· ϑεὰ δ' ὤτρυνεν ἕκαστον.
40

Line Group 40

393
ἔνϑ' αὖτ' ἄλλ' ἐνόησε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·
394
βῆ ῥ' ἴμεναι πρὸς δώματ' ᾽Οδυσσῆος ϑείοιο·
395
ἔνϑα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε,
396
πλάζε δὲ πίνοντας, χειρῶν δ' ἔκβαλλε κύπελλα.
397
οἱ δ' εὕδειν ὤρνυντο κατὰ πτόλιν, οὐδ' ἄρ' ἔτι δὴν
398
εἵατ', ἐπεί σϕισιν ὕπνος ἐπὶ βλεϕάροισιν ἔπιπτεν.
399
αὐτὰρ Τηλέμαχον προσέϕη γλαυκῶπις ᾽Αϑήνη
400
ἐκπροκαλεσσαμένη μεγάρων εὐναιεταόντων,
401
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν·
41

Line Group 41

402
"Τηλέμαχ', ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι
403
εἵατ' ἐπήρετμοι, τὴν σὴν ποτιδέγμενοι ὁρμήν·
404
ἀλλ' ἴομεν, μὴ δηϑὰ διατρίβωμεν ὁδοῖο."
42

Line Group 42

405
ὣς ἄρα ϕωνήσασ' ἡγήσατο Παλλὰς ᾽Αϑήνη
406
καρπαλίμως: ὁ δ' ἔπειτα μετ' ἴχνια βαῖνε ϑεοῖο.
407
αὐτὰρ ἐπεί ῥ' ἐπὶ νῆα κατήλυϑον ἠδὲ ϑάλασσαν,
408
εὗρον ἔπειτ' ἐπὶ ϑινὶ καρηκομόωντας ἑταίρους.
409
τοῖσι δὲ καὶ μετέειϕ' ἱερὴ ἲς Τηλεμάχοιο·
43

Line Group 43

410
"δεῦτε, ϕίλοι, ἤια ϕερώμεϑα· πάντα γὰρ ἤδη
411
ἁϑρό' ἐνὶ μεγάρῳ· μήτηρ δ' ἐμὴ οὔ τι πέπυσται,
412
οὐδ' ἄλλαι δμῳαί, μία δ' οἴη μῦϑον ἄκουσεν."
44

Line Group 44

413
ὣς ἄρα ϕωνήσας ἡγήσατο, τοὶ δ' ἅμ' ἕποντο.
414
οἱ δ' ἄρα πάντα ϕέροντες ἐυσσέλμῳ ἐπὶ νηὶ
415
κάτϑεσαν, ὡς ἐκέλευσεν ᾽Οδυσσῆος ϕίλος υἱός.
416
ἂν δ' ἄρα Τηλέμαχος νηὸς βαῖν', ἦρχε δ' ᾽Αϑήνη,
417
νηὶ δ' ἐνὶ πρυμνῇ κατ' ἄρ' ἕζετο· ἄγχι δ' ἄρ' αὐτῆς
418
ἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσι' ἔλυσαν,
419
ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι κάϑιζον.
420
τοῖσιν δ' ἴκμενον οὖρον ἵει γλαυκῶπις ᾽Αϑήνη,
421
ἀκραῆ ζέϕυρον, κελάδοντ' ἐπὶ οἴνοπα πόντον.
422
Τηλέμαχος δ' ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
423
ὅπλων ἅπτεσϑαι· τοὶ δ' ὀτρύνοντος ἄκουσαν.
424
ἱστὸν δ' εἰλάτινον κοίλης ἔντοσϑε μεσόδμης
425
στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,
426
ἕλκον δ' ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν.
427
ἔπρησεν δ' ἄνεμος μέσον ἱστίον, ἀμϕὶ δὲ κῦμα
428
στείρῃ πορϕύρεον μεγάλ' ἴαχε νηὸς ἰούσης:
429
ἡ δ' ἔϑεεν κατὰ κῦμα διαπρήσσουσα κέλευϑον.
430
δησάμενοι δ' ἄρα ὅπλα ϑοὴν ἀνὰ νῆα μέλαιναν
431
στήσαντο κρητῆρας ἐπιστεϕέας οἴνοιο,
432
λεῖβον δ' ἀϑανάτοισι ϑεοῖς αἰειγενέτῃσιν,
433
ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ.
45

Line Group 45

434
παννυχίη μέν ῥ' ἥ γε καὶ ἠῶ πεῖρε κέλευϑον.

Chapter 3: ΟΔΥΣΣΕΙΑΣ Γ

1

Line Group 1

1
᾽Ηέλιος δ' ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην,
2
οὐρανὸν ἐς πολύχαλκον, ἵν' ἀϑανάτοισι ϕαείνοι
3
καὶ ϑνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·
4
οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεϑρον,
5
ἷξον· τοὶ δ' ἐπὶ ϑινὶ ϑαλάσσης ἱερὰ ῥέζον,
6
ταύρους παμμέλανας, ἐνοσίχϑονι κυανοχαίτῃ.
7
ἐννέα δ' ἕδραι ἔσαν, πεντακόσιοι δ' ἐν ἑκάστῃ
8
εἵατο, καὶ προύχοντο ἑκάστοϑι ἐννέα ταύρους.
9
εὖϑ' οἱ σπλάγχνα πάσαντο, ϑεῷ δ' ἐπὶ μηρί' ἔκηαν,
10
οἱ δ' ἰϑὺς κάταγον, τοὶ δ' ἱστία νηὸς ἐίσης
11
στεῖλαν ἀείραντες, τὴν δ' ὥρμισαν, ἐκ δ' ἔβαν αὐτοί·
12
ἐκ δ' ἄρα Τηλέμαχος νηὸς βαῖν', ἦρχε δ' ᾽Αϑήνη.
13
τὸν προτέρη προσέειπε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·
2

Line Group 2

14
"Τηλέμαχ', οὐ μέν σε χρὴ ἔτ' αἰδοῦς, οὐδ' ἠβαιόν·
15
τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄϕρα πύϑηαι
16
πατρός, ὅπου κύϑε γαῖα καὶ ὅν τινα πότμον ἐπέσπεν.
17
ἀλλ' ἄγε νῦν ἰϑὺς κίε Νέστορος ἱπποδάμοιο·
18
εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήϑεσσι κέκευϑε.
19
λίσσεσϑαι δέ μιν αὐτόν, ὅπως νημερτέα εἴπῃ.
20
ψεῦδος δ' οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστί."
3

Line Group 3

21
τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
4

Line Group 4

22
"Μέντορ, πῶς ταρ ἴω, πῶς ταρ προσπτύξομαι αὐτόν;
23
οὐδέ τί πω μύϑοισι πεπείρημαι πυκινοῖσιν·
24
αἰδὼς δ' αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσϑαι."
5

Line Group 5

25
τὸν δ' αὖτε προσέειπε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·
6

Line Group 6

26
"Τηλέμαχ', ἄλλα μὲν αὐτὸς ἐνὶ ϕρεσὶ σῇσι νοήσεις,
27
ἄλλα δὲ καὶ δαίμων ὑποϑήσεται· οὐ γὰρ ὀίω
28
οὔ σε ϑεῶν ἀέκητι γενέσϑαί τε τραϕέμεν τε."
7

Line Group 7

29
ὣς ἄρα ϕωνήσασ' ἡγήσατο Παλλὰς ᾽Αϑήνη
30
καρπαλίμως: ὁ δ' ἔπειτα μετ' ἴχνια βαῖνε ϑεοῖο.
31
ἷξον δ' ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας,
32
ἔνϑ' ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμϕὶ δ' ἑταῖροι
33
δαῖτ' ἐντυνόμενοι κρέα τ' ὤπτων ἄλλά τ' ἔπειρον.
34
οἱ δ' ὡς οὖν ξείνους ἴδον, ἁϑρόοι ἦλϑον ἅπαντες,
35
χερσίν τ' ἠσπάζοντο καὶ ἑδριάασϑαι ἄνωγον.
36
πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύϑεν ἐλϑὼν
37
ἀμϕοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ
38
κώεσιν ἐν μαλακοῖσιν, ἐπὶ ψαμάϑοις ἁλίῃσι,
39
πάρ τε κασιγνήτῳ Θρασυμήδειὴ καὶ πατέρι ᾧ·
40
δῶκε δ' ἄρα σπλάγχνων μοίρας, ἐν δ' οἶνον ἔχευε
41
χρυσείῳ δέπαιὴ· δειδισκόμενος δὲ προσηύδα
42
Παλλάδ' ᾽Αϑηναίην, κούρην Διὸς αἰγιόχοιο·
8

Line Group 8

43
"εὔχεο νῦν, ὦ ξεῖνε, Ποσειδάωνι ἄνακτι·
44
τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες.
45
αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ ϑέμις ἐστί,
46
δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου
47
σπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀϑανάτοισιν
48
εὔχεσϑαι· πάντες δὲ ϑεῶν χατέουσ' ἄνϑρωποι.
49
ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δ' ἐμοὶ αὐτῷ·
50
τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον."
9

Line Group 9

51
ὣς εἰπὼν ἐν χερσὶ τίϑει δέπας ἡδέος οἴνου·
52
χαῖρε δ' ᾽Αϑηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ,
53
οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον.
54
αὐτίκα δ' εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι·
10

Line Group 10

55
"κλῦϑι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρῃς
56
ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα.
57
Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε,
58
αὐτὰρ ἔπειτ' ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν
59
σύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης.
60
δὸς δ' ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσϑαι,
61
οὕνεκα δεῦρ' ἱκόμεσϑα ϑοῇ σὺν νηὶ μελαίνῃ."
11

Line Group 11

62
ὣς ἄρ' ἔπειτ' ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα·
63
δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμϕικύπελλον.
64
ὣς δ' αὕτως ἠρᾶτο ᾽Οδυσσῆος ϕίλος υἱός.
65
οἱ δ' ἐπεὶ ὤπτησαν κρέ' ὑπέρτερα καὶ ἐρύσαντο,
66
μοίρας δασσάμενοι δαίνυντ' ἐρικυδέα δαῖτα.
67
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
68
τοῖς ἄρα μύϑων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
12

Line Group 12

69
"νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἐρέσϑαι
70
ξείνους, οἵ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς.
71
ὦ ξεῖνοι, τίνες ἐστέ; πόϑεν πλεῖϑ' ὑγρὰ κέλευϑα;
72
ἤ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησϑε,
73
οἷά τε ληιστῆρες, ὑπεὶρ ἅλα, τοί τ' ἀλόωνται
74
ψυχὰς παρϑέμενοι, κακὸν ἀλλοδαποῖσι ϕέροντες..."
13

Line Group 13

75
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα
76
ϑαρσήσας: αὐτὴ γὰρ ἐνὶ ϕρεσὶ ϑάρσος ᾽Αϑήνη
77
ϑῆχ', ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο·
14

Line Group 14

79
"ὦ Νέστορ Νηληιάδη, μέγα κῦδος ᾽Αχαιῶν,
80
εἴρεαι ὁππόϑεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω.
81
ἡμεῖς ἐξ ᾽Ιϑάκης ῾Υπονηίου εἰλήλουϑμεν·
82
πρῆξις δ' ἧδ' ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω.
83
πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω,
84
δίου ᾽Οδυσσῆος ταλασίϕρονος, ὅν ποτέ ϕασι
85
σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι.
86
ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιζον,
87
πευϑόμεϑ', ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέϑρῳ,
88
κείνου δ' αὖ καὶ ὄλεϑρον ἀπευϑέα ϑῆκε Κρονίων.
89
οὐ γάρ τις δύναται σάϕα εἰπέμεν ὁππόϑ' ὄλωλεν,
90
εἴ ϑ' ὅ γ' ἐπ' ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν,
91
εἴ τε καὶ ἐν πελάγει μετὰ κύμασιν ᾽Αμϕιτρίτης.
92
τοὔνεκα νῦν τὰ σὰ γούναϑ' ἱκάνομαι, αἴ κ' ἐϑέλῃσϑα
93
κείνου λυγρὸν ὄλεϑρον ἐνισπεῖν, εἴ που ὄπωπας
94
ὀϕϑαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦϑον ἄκουσας
95
πλαζομένου· πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
96
μὴ δέ τί μ' αἰδόμενος μειλίσσεο μηδ' ἐλεαίρων,
97
ἀλλ' εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
98
λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσϑλὸς ᾽Οδυσσεύς,
99
ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
100
δήμῳ ἔνι Τρώων, ὅϑι πάσχετε πήματ' ᾽Αχαιοί·
101
τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες."
15

Line Group 15

102
τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
16

Line Group 16

103
"ὦ ϕίλ', ἐπεί μ' ἔμνησας ὀιζύος, ἣν ἐν ἐκείνῳ
104
δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες ᾽Αχαιῶν,
105
ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπ' ἠεροειδέα πόντον
106
πλαζόμενοι κατὰ ληίδ', ὅπῃ ἄρξειεν ᾽Αχιλλεύς,
107
ἠδ' ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος
108
μαρνάμεϑ'· ἔνϑα δ' ἔπειτα κατέκταϑεν ὅσσοι ἄριστοι.
109
ἔνϑα μὲν Αἴας κεῖται ᾽Αρήιος, ἔνϑα δ' ᾽Αχιλλεύς,
110
ἔνϑα δὲ Πάτροκλος, ϑεόϕιν μήστωρ ἀτάλαντος,
111
ἔνϑα δ' ἐμὸς ϕίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων,
112
᾽Αντίλοχος, πέρι μὲν ϑείειν ταχὺς ἠδὲ μαχητής:
113
ἄλλά τε πόλλ' ἐπὶ τοῖς πάϑομεν κακά· τίς κεν ἐκεῖνα
114
πάντά γε μυϑήσαιτο καταϑνητῶν ἀνϑρώπων;
115
οὐδ' εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων
116
ἐξερέοις ὅσα κεῖϑι πάϑον κακὰ δῖοι ᾽Αχαιοί·
117
πρίν κεν ἀνιηϑεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.
118
εἰνάετες γάρ σϕιν κακὰ ῥάπτομεν ἀμϕιέποντες
119
παντοίοισι δόλοισι, μόγις δ' ἐτέλεσσε Κρονίων.
120
ἔνϑ' οὔ τίς ποτε μῆτιν ὁμοιωϑήμεναι ἄντην
121
ἤϑελ', ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος ᾽Οδυσσεὺς
122
παντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε
123
κείνου ἔκγονός ἐσσι· σέβας μ' ἔχει εἰσορόωντα.
124
ἤτοι γὰρ μῦϑοί γε ἐοικότες, οὐδέ κε ϕαίης
125
ἄνδρα νεώτερον ὧδε ἐοικότα μυϑήσασϑαι.
126
ἔνϑ' ἤτοι εἵως μὲν ἐγὼ καὶ δῖος ᾽Οδυσσεὺς
127
οὔτέ ποτ' εἰν ἀγορῇ δίχ' ἐβάζομεν οὔτ' ἐνὶ βουλῇ,
128
ἀλλ' ἕνα ϑυμὸν ἔχοντε νόῳ καὶ ἐπίϕρονι βουλῇ
129
ϕραζόμεϑ' ᾽Αργείοισιν ὅπως ὄχ' ἄριστα γένοιτο.
130
αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
131
βῆμεν δ' ἐν νήεσσι, ϑεὸς δ' ἐκέδασσεν ᾽Αχαιούς,
132
καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ ϕρεσὶ μήδετο νόστον
133
᾽Αργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι
134
πάντες ἔσαν· τῶ σϕεων πολέες κακὸν οἶτον ἐπέσπον
135
μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης,
136
ἥ τ' ἔριν ᾽Ατρείδῃσι μετ' ἀμϕοτέροισιν ἔϑηκε.
137
τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας ᾽Αχαιούς,
138
μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα ή
139
οἱ δ' ἦλϑον οἴνῳ βεβαρηότες υἷες ᾽Αχαιῶν ή,
140
μῦϑον μυϑείσϑην, τοῦ εἵνεκα λαὸν ἄγειραν.
141
ἔνϑ' ἤτοι Μενέλαος ἀνώγει πάντας ᾽Αχαιοὺς
142
νόστου μιμνήσκεσϑαι ἐπ' εὐρέα νῶτα ϑαλάσσης,
143
οὐ δ' ᾽Αγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥα
144
λαὸν ἐρυκακέειν, ῥέξαί ϑ' ἱερὰς ἑκατόμβας,
145
ὡς τὸν ᾽Αϑηναίης δεινὸν χόλον ἐξακέσαιτο,
146
νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσϑαι ἔμελλεν·
147
οὐ γάρ τ' αἶψα ϑεῶν τρέπεται νόος αἰὲν ἐόντων.
148
ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν
149
ἕστασαν· οἱ δ' ἀνόρουσαν ἐυκνήμιδες ᾽Αχαιοὶ
150
ἠχῇ ϑεσπεσίῃ, δίχα δέ σϕισιν ἥνδανε βουλή.
151
νύκτα μὲν ἀέσαμεν χαλεπὰ ϕρεσὶν ὁρμαίνοντες
152
ἀλλήλοις: ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο·
153
ἠῶϑεν δ' οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖαν
154
κτήματά τ' ἐντιϑέμεσϑα βαϑυζώνους τε γυναῖκας:
155
ἡμίσεες δ' ἄρα λαοὶ ἐρητύοντο μένοντες
156
αὖϑι παρ' ᾽Ατρείδῃ ᾽Αγαμέμνονι, ποιμένι λαῶν·
157
ἡμίσεες δ' ἀναβάντες ἐλαύνομεν. αἱ δὲ μάλ' ὦκα
158
ἔπλεον, ἐστόρεσεν δὲ ϑεὸς μεγακήτεα πόντον.
159
ἐς Τένεδον δ' ἐλϑόντες ἐρέξαμεν ἱρὰ ϑεοῖσιν,
160
οἴκαδε ἱέμενοι· Ζεὺς δ' οὔ πω μήδετο νόστον,
161
σχέτλιος, ὅς ῥ' ἔριν ὦρσε κακὴν ἔπι δεύτερον αὖτις.
162
οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμϕιελίσσας
163
ἀμϕ' ᾽Οδυσῆα ἄνακτα δαί:ϕρονα, ποικιλομήτην,
164
αὖτις ἐπ' ᾽Ατρείδῃ ᾽Αγαμέμνονι ἦρα ϕέροντες:
165
αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἔποντο,
166
ϕεῦγον, ἐπεὶ γίνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων.
167
ϕεῦγε δὲ Τυδέος υἱὸς 'Αρήιος, ὦρσε δ' ἑταίρους.
168
ὀψὲ δὲ δὴ μετὰ νῶι κίε ξανϑὸς Μενέλαος,
169
ἐν Λέσβῳ δ' ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας,
170
ἢ καϑύπερϑε Χίοιο νεοίμεϑα παιπαλοέσσης,
171
νήσου ἐπὶ Ψυρίης, αὐτὴν ἐπ' ἀριστέρ' ἔχοντες,
172
ἦ ὑπένερϑε Χίοιο, παρ' ἠνεμόεντα Μίμαντα.
173
ἠ/τέομεν δὲ ϑεὸν ϕῆναι τέρας: αὐτὰρ ὅ γ' ἥμιν
174
δεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαν
175
τέμνειν, ὄϕρα τάχιστα ὑπ' ἐκ κακότητα ϕύγοιμεν.
176
ὦρτο δ' ἐπὶ λιγὺς οὖρος ἀήμεναι· αἱ δὲ μάλ' ὦκα
177
ἰχϑυόεντα κέλευϑα διέδραμον, ἐς δὲ Γεραιστὸν
178
ἐννύχιαι κατάγοντο· Ποσειδάωνι δὲ ταύρων
179
πόλλ' ἐπὶ μῆρ' ἔϑεμεν, πέλαγος μέγα μετρήσαντες.
180
τέτρατον ἦμαρ ἔην, ὅτ' ἐν ῎Αργειὴ νῆας ἐίσας
181
Τυδείδεω ἕταροι Διομήδεος ἱπποδάμοιο
182
ἵστασαν· αὐτὰρ ἔγωγε Πύλον δ' ἔχον, οὐδέ ποτ' ἔσβη
183
οὖρος, ἐπεὶ δὴ πρῶτα ϑεὸς προέηκεν ἀῆναι.
184
ὣς ἦλϑον, ϕίλε τέκνον, ἀπευϑής, οὐδέ τι οἶδα
185
κείνων, οἵ τ' ἐσάωϑεν ᾽Αχαιῶν οἵ τ' ἀπόλοντο.
186
ὅσσα δ' ἐνὶ μεγάροισι καϑήμενος ἡμετέροισι
187
πεύϑομαι, ἣ ϑέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω.
188
εὖ μὲν Μυρμιδόνας ϕάσ' ἐλϑέμεν ἐγχεσιμώρους,
189
ουἠς ἄγ' ᾽Αχιλλῆος μεγαϑύμου ϕαίδιμος υἱός,
190
εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν.
191
πάντας δ' ᾽Ιδομενεὺς Κρήτην εἰσήγαγ' ἑταίρους,
192
οἳ ϕύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τιν' ἀπηύρα.
193
᾽Ατρείδην δὲ καὶ αὐτοὶ ἀκούετε νόσϕιν ἐόντες,
194
ὥς τ' ἦλϑ' ὥς τ' Αἴγισϑος ἐμήσατο λυγρὸν ὄλεϑρον.
195
ἀλλ' ἤτοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν,
196
ὡς ἀγαϑὸν καὶ παῖδα καταϕϑιμένοιο λιπέσϑαι
197
ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροϕονῆα,
198
Αἴγισϑον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
199
καὶ σύ, ϕίλος, - μάλα γάρ σ' ὁρόω καλόν τε μέγαν τε -
200
ἄλκιμος ἔσσ', ἵνα τίς σε καὶ ὀψιγόνων ἔυ εἴπῃ."
201
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
17

Line Group 17

202
"ὦ Νέστορ Νηληιάδη, μέγα κῦδος ᾽Αχαιῶν,
203
καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ ᾽Αχαιοὶ
204
οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισιν ἀοιδήν.
205
αἲ γὰρ ἐμοὶ τοσσῆνδε ϑεοὶ δύναμιν περιϑεῖεν,
206
τίσασϑαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς,
207
οἵ τέ μοι ὑβρίζοντες ἀτάσϑαλα μηχανόωνται.
208
ἀλλ' οὔ μοι τοιοῦτον ἐπέκλωσαν ϑεοὶ ὄλβον,
209
πατρί τ' ἐμῷ καὶ ἐμοί· νῦν δὲ χρὴ τετλάμεν ἔμπης."
18

Line Group 18

210
τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
19

Line Group 19

211
"ὦ ϕίλ', ἐπεὶ δὴ ταῦτά μ' ἀνέμνησας καὶ ἔειπες,
212
ϕασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς
213
ἐν μεγάροις, ἀέκητι σέϑεν, κακὰ μηχανάασϑαι.
214
εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέγε λαοὶ
215
ἐχϑαίρουσ' ἀνὰ δῆμον, ἐπισπόμενοι ϑεοῦ ὀμϕῇ.
216
τίς δ' οἶδ' εἴ κέ ποτέ σϕι βίας ἀποτίσεται ἐλϑών,
217
ἢ ὅ γε μοῦνος ἐὼν ἢ καὶ σύμπαντες ᾽Αχαιοί;
218
εἰ γάρ σ' ὣς ἐϑέλοι ϕιλέειν γλαυκῶπις ᾽Αϑήνη
219
ὡς τότ' ᾽Οδυσσῆος περικήδετο κυδαλίμοιο
220
δήμῳ ἔνι Τρώων, ὅϑι πάσχομεν ἄλγε' ᾽Αχαιοί ή
221
οὐ γάρ πω ἴδον ὧδε ϑεοὺς ἀναϕανδὰ ϕιλεῦντας
222
ὡς κείνῳ ἀναϕανδὰ παρίστατο Παλλὰς ᾽Αϑήνη ή,
223
εἴ σ' οὕτως ἐϑέλοι ϕιλέειν κήδοιτό τε ϑυμῷ,
224
τῶ κέν τις κείνων γε καὶ ἐκλελάϑοιτο γάμοιο."
20

Line Group 20

225
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
21

Line Group 21

226
"ὦ γέρον, οὔ πως τοῦτο ἔπος τελέεσϑαι ὀίω·
227
λίην γὰρ μέγα εἶπας: ἄγη μ' ἔχει. οὐκ ἂν ἔμοιγε
228
ἐλπομένῳ τὰ γένοιτ', οὐδ' εἰ ϑεοὶ ὣς ἐϑέλοιεν."
22

Line Group 22

229
τὸν δ' αὖτε προσέειπε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·
23

Line Group 23

230
"Τηλέμαχε, ποῖόν σε ἔπος ϕύγεν ἕρκος ὀδόντων.
231
ῥεῖα ϑεός γ' ἐϑέλων καὶ τηλόϑεν ἄνδρα σαώσαι.
232
βουλοίμην δ' ἂν ἔγωγε καὶ ἄλγεα πολλὰ μογήσας
233
οἴκαδέ τ' ἐλϑέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσϑαι
234
ἢ ἐλϑὼν ἀπολέσϑαι ἐϕέστιος, ὡς ᾽Αγαμέμνων
235
ὤλεϑ' ὑπ' Αἰγίσϑοιο δόλῳ καὶ ἧς ἀλόχοιο.
236
ἀλλ' ἤτοι ϑάνατον μὲν ὁμοίιον οὐδὲ ϑεοί περ
237
καὶ ϕίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ
238
μοῖρ' ὀλοὴ καϑέλῃσι τανηλεγέος ϑανάτοιο."
24

Line Group 24

239
τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
25

Line Group 25

240
"Μέντορ, μηκέτι ταῦτα λεγώμεϑα κηδόμενοί περ·
241
κείνῳ δ' οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη
242
ϕράσσαντ' ἀϑάνατοι ϑάνατον καὶ κῆρα μέλαιναν.
243
νῦν δ' ἐϑέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἔρεσϑαι
244
Νέστορ', ἐπεὶ περίοιδε δίκας ἠδὲ ϕρόνιν ἄλλων·
245
τρὶς γὰρ δή μίν ϕασιν ἀνάξασϑαι γένε' ἀνδρῶν,
246
ὥς τέ μοι ἀϑάνατος ἰνδάλλεται εἰσοράασϑαι.
247
ὦ Νέστορ Νηληιάδη, σὺ δ' ἀληϑὲς ἐνίσπες:
248
πῶς ἔϑαν' ᾽Ατρείδης εὐρυκρείων ᾽Αγαμέμνων;
249
ποῦ Μενέλαος ἔην; τίνα δ' αὐτῷ μήσατ' ὄλεϑρον
250
Αἴγισϑος δολόμητις... ἐπεὶ κτάνε πολλὸν ἀρείω.
251
ἦ οὐκ ῎Αργεος ἦεν ᾽Αχαιικοῦ, ἀλλά πῃ ἄλλῃ
252
πλάζετ' ἐπ' ἀνϑρώπους, ὁ δὲ ϑαρσήσας κατέπεϕνε;"
26

Line Group 26

253
τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
27

Line Group 27

254
"τοὶ γὰρ ἐγώ τοι, τέκνον, ἀληϑέα πάντ' ἀγορεύσω.
255
ἤτοι μὲν τόδε καὐτὸς ὀίεαι, ὥς κεν ἐτύχϑη,
256
εἰ ζωόν γ' Αἴγισϑον ἐνὶ μεγάροισιν ἔτετμεν
257
᾽Ατρείδης Τροίηϑεν ἰών, ξανϑὸς Μενέλαος:
258
τῶ κέ οἱ οὐδὲ ϑανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν,
259
ἀλλ' ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν
260
κείμενον ἐν πεδίῳ ἑκὰς [Αργεος, οὐδὲ κέ τίς μιν
261
κλαῦσεν ᾽Αχαιιάδων· μάλα γὰρ μέγα μήσατο ἔργον.
262
ἡμεῖς μὲν γὰρ κεῖϑι πολέας τελέοντες ἀέϑλους
263
ἥμεϑ'· ὁ δ' εὔκηλος μυχῷ ῎Αργεος ἱπποβότοιο
264
πόλλ' ᾽Αγαμεμνονέην ἄλοχον ϑέλγεσκ' ἐπέεσσιν.
265
ἡ δ' ἤτοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικές,
266
δῖα Κλυταιμνήστρη· ϕρεσὶ γὰρ κέχρητ' ἀγαϑῇσι.
267
πὰρ δ' ἄρ' ἔην καὶ ἀοιδὸς ἀνήρ, ᾧ πόλλ' ἐπέτελλεν
268
᾽Ατρείδης Τροίην δὲ κιὼν εἴρυσϑαι ἄκοιτιν.
269
ἀλλ' ὅτε δή μιν μοῖρα ϑεῶν ἐπέδησε δαμῆναι,
270
δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην
271
κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσϑαι,
272
τὴν δ' ἐϑέλων ἐϑέλουσαν ἀνήγαγεν ὅν δὲ δόμον δέ.
273
πολλὰ δὲ μηρί' ἔκηε ϑεῶν ἱεροῖς ἐπὶ βωμοῖς,
274
πολλὰ δ' ἀγάλματ' ἀνῆψεν, ὑϕάσματά τε χρυσόν τε,
275
ἐκτελέσας μέγα ἔργον, ὃ οὔ ποτε ἔλπετο ϑυμῷ.
276
ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηϑεν ἰόντες,
277
᾽Ατρείδης καὶ ἐγώ, ϕίλα εἰδότες ἀλλήλοισιν·
278
ἀλλ' ὅτε Σούνιον ἱρὸν ἀϕικόμεϑ', ἄκρον ᾽Αϑηνέων,
279
ἔνϑα κυβερνήτην Μενελάου Φοῖβος ᾽Απόλλων
280
οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεϕνε,
281
πηδάλιον μετὰ χερσὶ ϑεούσης νηὸς ἔχοντα,
282
Φρόντιν ᾽Ονητορίδην, ὃς ἐκαίνυτο ϕῦλ' ἀνϑρώπων
283
νῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.
284
ὣς ὁ μὲν ἔνϑα κατέσχετ' ἐπειγόμενός περ ὁδοῖο,
285
ὄϕρ' ἕταρον ϑάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν.
286
ἀλλ' ὅτε δὴ καὶ κεῖνος, ἰὼν ἐπὶ οἴνοπα πόντον
287
ἐν νηυσὶ γλαϕυρῇσι, Μαλειάων ὄρος αἰπὺ
288
ἷξε ϑέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
289
ἐϕράσατο, λιγέων δ' ἀνέμων ἐπ' ἀυτμένα χεῦε
290
κύματά τε τροϕόεντα πελώρια, ἶσα ὄρεσσιν.
291
ἔνϑα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν,
292
ἧχι Κύδωνες ἔναιον ᾽Ιαρδάνου ἀμϕὶ ῥέεϑρα.
293
ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη
294
ἐσχατιῇ Γόρτυνος, ἐν ἠεροειδέι πόντῳ,
295
ἔνϑα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠϑεῖ,
296
ἐς Φαιστόν, μικρὸς δὲ λίϑος μέγα κῦμ' ἀποέργει.
297
αἱ μὲν ἄρ' ἔνϑ' ἦλϑον, σπουδῇ δ' ἤλυξαν ὄλεϑρον
298
ἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξαν
299
κύματ'· ἀτὰρ τὰς πέντε νέας κυανοπρῳρείους
300
Αἰγύπτῳ ἐπέλασσε ϕέρων ἄνεμός τε καὶ ὕδωρ.
301
ὣς ὁ μὲν ἔνϑα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων
302
ἠλᾶτο ξὺν νηυσὶ κατ' ἀλλοϑρόους ἀνϑρώπους:
303
τόϕρα δὲ ταῦτ' Αἴγισϑος ἐμήσατο οἴκοϑι λυγρά,
306
ἑπτάετες δ' ἤνασσε πολυχρύσοιο Μυκήνης,
304
κτείνας ᾽Ατρείδην, δέδμητο δὲ λαὸς ὑπ' αὐτῷ·
306
τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυϑε δῖος ᾽Ορέστης
307
ἂψ ἀπ' ᾽Αϑηνάων, κατὰ δ' ἔκτανε πατροϕονῆα,
308
Αἴγισϑον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
309
ἤτοι ὁ τὸν κτείνας δαίνυ τάϕον ᾽Αργείοισι
310
μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσϑοιο·
311
αὐτῆμαρ δέ οἱ ἦλϑε βοὴν ἀγαϑὸς Μενέλαος,
312
πολλὰ κτήματ' ἄγων, ὅσα οἱ νέες ἄχϑος ἄειραν.
313
καὶ σύ, ϕίλος, μὴ δηϑὰ δόμων ἄπο τῆλ' ἀλάλησο,
314
κτήματά τε προλιπὼν ἄνδράς τ' ἐν σοῖσι δόμοισιν
315
οὕτω ὑπερϕιάλους, μή τοι κατὰ πάντα ϕάγωσι
316
κτήματα δασσάμενοι, σὺ δὲ τηυὴσίην ὁδὸν ἔλϑῃς.
317
ἀλλ' ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα
318
ἐλϑεῖν· κεῖνος γὰρ νέον ἄλλοϑεν εἰλήλουϑεν,
319
ἐκ τῶν ἀνϑρώπων ὅϑεν οὐκ ἔλποιτό γε ϑυμῷ
320
ἐλϑέμεν, ὅν τινα πρῶτον ἀποσϕήλωσιν ἄελλαι
321
ἐς πέλαγος μέγα τοῖον, ὅϑεν τέ περ οὐδ' οἰωνοὶ
322
αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε.
323
ἀλλ' ἴϑι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν·
324
εἰ δ' ἐϑέλεις πεζός, πάρα τοι δίϕρός τε καὶ ἵπποι,
325
πὰρ δέ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονται
326
ἐς Λακεδαίμονα δῖαν, ὅϑι ξανϑὸς Μενέλαος.
327
λίσσεσϑαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ.
328
ψεῦδος δ' οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν."
28

Line Group 28

329
ὣς ἔϕατ', ἠέλιος δ' ἄρ' ἔδυ καὶ ἐπὶ κνέϕας ἦλϑε.
330
τοῖσι δὲ καὶ μετέειπε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·
29

Line Group 29

331
"ὦ γέρον, ἤτοι ταῦτα κατὰ μοῖραν κατέλεξας:
332
ἀλλ' ἄγε τάμνετε μὲν γλώσσας, κεράασϑε δὲ οἶνον,
333
ὄϕρα Ποσειδάωνι καὶ ἄλλοις ἀϑανάτοισι
334
σπείσαντες κοίτοιο μεδώμεϑα· τοῖο γὰρ ὥρη.
335
ἤδη γὰρ ϕάος οἴχεϑ' ὑπὸ ζόϕον, οὐδὲ ἔοικε
336
δηϑὰ ϑεῶν ἐν δαιτὶ ϑαασσέμεν, ἀλλὰ νέεσϑαι."
30

Line Group 30

337
ἦ ῥα Διὸς ϑυγάτηρ, οἱ δ' ἔκλυον αὐδησάσης.
338
τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
339
κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
340
νώμησαν δ' ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι·
341
γλώσσας δ' ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δ' ἐπέλειβον.
342
αὐτὰρ ἐπεὶ σπεῖσάν τε πίον ϑ' ὅσον ἤϑελε ϑυμός,
343
δὴ τότ' ᾽Αϑηναίη καὶ Τηλέμαχος ϑεοειδὴς
344
ἄμϕω ἱέσϑην κοίλην ἐπὶ νῆα νέεσϑαι.
345
Νέστωρ δ' αὖ κατέρυκε καϑαπτόμενος ἐπέεσσι·
31

Line Group 31

346
"Ζεὺς τό γ' ἀλεξήσειε καὶ ἀϑάνατοι ϑεοὶ ἄλλοι,
347
ὡς ὑμεῖς παρ' ἐμεῖο ϑοὴν ἐπὶ νῆα κίοιτε
348
ὥς τέ τευ ἢ παρὰ πάμπαν ἀνείμονος ἠὲ πενιχροῦ,
349
ᾧ οὔ τι χλαῖναι καὶ ῥήγεα πόλλ' ἐνὶ οἴκῳ,
350
οὔτ' αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν.
351
αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά.
352
οὔ ϑην δὴ τοῦδ' ἀνδρὸς ᾽Οδυσσῆος ϕίλος υἱὸς
353
νηὸς ἐπ' ἰκριόϕιν καταλέξεται, ὄϕρ' ἂν ἔγωγε
354
ζώω, ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται,
355
ξείνους ξεινίζειν, ὅς τίς κ' ἐμὰ δώμαϑ' ἵκηται."
32

Line Group 32

356
τὸν δ' αὖτε προσέειπε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·
33

Line Group 33

357
"εὖ δὴ ταῦτά γ' ἔϕησϑα, γέρον ϕίλε· σοὶ δὲ ἔοικε
358
Τηλέμαχον πείϑεσϑαι, ἐπεὶ πολὺ κάλλιον οὕτως.
359
ἀλλ' οὗτος μὲν νῦν σοι ἅμ' ἕψεται, ὄϕρά κεν εὕδῃ
360
σοῖσιν ἐνὶ μεγάροισιν· ἐγὼ δ' ἐπὶ νῆα μέλαιναν
361
εἶμ', ἵνα ϑαρσύνω ϑ' ἑτάρους εἴπω τε ἕκαστα.
362
οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι·
363
οἱ δ' ἄλλοι ϕιλότητι νεώτεροι ἄνδρες ἕπονται,
364
πάντες ὁμηλικίη μεγαϑύμου Τηλεμάχοιο.
365
ἔνϑά κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ
366
νῦν· ἀτὰρ ἠῶϑεν μετὰ Καύκωνας μεγαϑύμους
367
εἶμ', ἔνϑα χρεῖός μοι ὀϕέλλεται, οὔ τι νέον γε
368
οὐδ' ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
369
πέμψον σὺν δίϕρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους,
370
οἵ τοι ἐλαϕρότατοι ϑείειν καὶ κάρτος ἄριστοι."
34

Line Group 34

371
ὣς ἄρα ϕωνήσασ' ἀπέβη γλαυκῶπις ᾽Αϑήνη
372
ϕήνῃ εἰδομένη· ϑάμβος δ' ἕλε πάντας ἰδόντας.
373
ϑαύμαζεν δ' ὁ γεραιός, ὅπως ἴδεν ὀϕϑαλμοῖσι·
374
Τηλεμάχου δ' ἕλε χεῖρα, ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζεν·
35

Line Group 35

375
"ὦ ϕίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσϑαι,
376
εἰ δή τοι νέῳ ὧδε ϑεοὶ πομπῆες ἕπονται.
377
οὐ μὲν γάρ τις ὅδ' ἄλλος ᾽Ολύμπια δώματ' ἐχόντων,
378
ἀλλὰ Διὸς ϑυγάτηρ, κυδίστη Τριτογένεια,
379
ἥ τοι καὶ πατέρ' ἐσϑλὸν ἐν ᾽Αργείοισιν ἐτίμα.
380
ἀλλά, ἄνασσ', ἵληϑι, δίδωϑι δέ μοι κλέος ἐσϑλόν,
381
αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι·
382
σοὶ δ' αὖ ἐγὼ ῥέξω βοῦν ἤνιν εὐρυμέτωπον,
383
ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·
384
τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας."
36

Line Group 36

385
ὣς ἔϕατ' εὐχόμενος, τοῦ δ' ἔκλυε Παλλὰς ᾽Αϑήνη.
386
τοῖσιν δ' ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ,
387
υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά.
388
ἀλλ' ὅτε δώμαϑ' ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος,
389
ἑξείης ἕζοντο κατὰ κλισμούς τε ϑρόνους τε,
390
τοῖς δ' ὁ γέρων ἐλϑοῦσιν ἀνὰ κρητῆρα κέρασσεν
391
οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ
392
ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε·
393
τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δ' ᾽Αϑήνῃ
394
εὔχετ' ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο.
37

Line Group 37

395
αὐτὰρ ἐπεὶ σπεῖσάν τε πίον ϑ' ὅσον ἤϑελε ϑυμός,
396
οἱ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος,
397
τὸν δ' αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ,
398
Τηλέμαχον, ϕίλον υἱὸν ᾽Οδυσσῆος ϑείοιο,
399
τρητοῖς ἐν λεχέεσσιν, ὑπ' αἰϑούσῃ ἐριδούπῳ,
400
πὰρ δ' ἄρ' ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν,
401
ὅς οἱ ἔτ' ἠίϑεος παίδων ἦν ἐν μεγάροισιν.
402
αὐτὸς δ' αὖτε καϑεῦδε μυχῷ δόμου ὑψηλοῖο,
403
τῷ δ' ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
38

Line Group 38

404
ἦμος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
405
ὤρνυτ' ἄρ' ἐξ εὐνῆϕι Γερήνιος ἱππότα Νέστωρ,
406
ἐκ δ' ἐλϑὼν κατ' ἄρ' ἕζετ' ἐπὶ ξεστοῖσι λίϑοισιν,
407
οἵ οἱ ἔσαν προπάροιϑε ϑυράων ὑψηλάων
408
λευκοί, ἀποστίλβοντες ἀλείϕατος: οἷς ἔπι μὲν πρὶν
409
Νηλεὺς ἵζεσκεν, ϑεόϕιν μήστωρ ἀτάλαντος:
410
ἀλλ' ὁ μὲν ἤδη κηρὶ δαμεὶς ῎Αιδος δὲ βεβήκει,
411
Νέστωρ αὖ τότ' ἐϕῖζε Γερήνιος, οὖρος ᾽Αχαιῶν,
412
σκῆπτρον ἔχων. περὶ δ' υἷες ἀολλέες ἠγερέϑοντο
413
ἐκ ϑαλάμων ἐλϑόντες, ᾽Εχέϕρων τε Στρατίος τε
414
Περσεύς τ' ῎Αρητός τε καὶ ἀντίϑεος Θρασυμήδης.
415
τοῖσι δ' ἔπειϑ' ἕκτος Πεισίστρατος ἤλυϑεν ἥρως,
416
πὰρ δ' ἄρα Τηλέμαχον ϑεοείκελον εἷσαν ἄγοντες.
417
τοῖσι δὲ μύϑων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
39

Line Group 39

418
"καρπαλίμως μοι, τέκνα ϕίλα, κρηήνατ' ἐέλδωρ,
419
ὄϕρ' ἤτοι πρώτιστα ϑεῶν ἱλάσσομ' ᾽Αϑήνην,
420
ἥ μοι ἐναργὴς ἦλϑε ϑεοῦ ἐς δαῖτα ϑάλειαν.
421
ἀλλ' ἄγ' ὁ μὲν πεδίον δ' ἐπὶ βοῦν ἴτω, ὄϕρα τάχιστα
422
ἔλϑῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ·
423
εἷς δ' ἐπὶ Τηλεμάχου μεγαϑύμου νῆα μέλαιναν
424
πάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύ' οἴους:
425
εἷς δ' αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσϑω
426
ἐλϑεῖν, ὄϕρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ.
427
οἱ δ' ἄλλοι μένετ' αὐτοῦ ἀολλέες, εἴπατε δ' εἴσω
428
δμῳῇσιν κατὰ δώματ' ἀγακλυτὰ δαῖτα πένεσϑαι,
429
ἕδρας τε ξύλα τ' ἀμϕὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ."
40

Line Group 40

430
ὣς ἔϕαϑ', οἱ δ' ἄρα πάντες ἐποίπνυον. ἦλϑε μὲν ἂρ βοῦς
431
ἐκ πεδίου, ἦλϑον δὲ ϑοῆς παρὰ νηὸς ἐίσης
432
Τηλεμάχου ἕταροι μεγαλήτορος, ἦλϑε δὲ χαλκεὺς
433
ὅπλ' ἐν χερσὶν ἔχων χαλκήια, πείρατα τέχνης,
434
ἄκμονά τε σϕῦράν τ' εὐποίητόν τε πυράγρην,
435
οἷσίν τε χρυσὸν εἰργάζετο· ἦλϑε δ' ᾽Αϑήνη
436
ἱρῶν ἀντιόωσα. γέρων δ' ἱππηλάτα Νέστωρ
437
χρυσὸν ἔδωχ'· ὁ δ' ἔπειτα βοὸς κέρασιν περίχευεν
438
ἀσκήσας, ἵν' ἄγαλμα ϑεὰ κεχάροιτο ἰδοῦσα.
439
βοῦν δ' ἀγέτην κεράων Στρατίος καὶ δῖος ᾽Εχέϕρων.
440
χέρνιβα δέ σϕ' ῎Αρητος ἐν ἀνϑεμόεντι λέβητι
441
ἤλυϑεν ἐκ ϑαλάμοιο ϕέρων, ἑτέρῃ δ' ἔχεν οὔλας
442
ἐν κανέῳ. πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης
443
ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο, βοῦν ἐπικόψων.
444
Περσεὺς δ' ἀμνίον εἶχε· γέρων δ' ἱππηλάτα Νέστωρ
445
χέρνιβά τ' οὐλοχύτας τε κατήρχετο, πολλὰ δ' ᾽Αϑήνῃ
446
εὔχετ' ἀπαρχόμενος, κεϕαλῆς τρίχας ἐν πυρὶ βάλλων.
41

Line Group 41

447
αὐτὰρ ἐπεί ῥ' εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
448
αὐτίκα Νέστορος υἱός, ὑπέρϑυμος Θρασυμήδης,
449
ἤλασεν ἄγχι στάς: πέλεκυς δ' ἀπέκοψε τένοντας
450
αὐχενίους, λῦσεν δὲ βοὸς μένος: αἱ δ' ὀλόλυξαν
451
ϑυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις
452
Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο ϑυγατρῶν.
453
οἱ μὲν ἔπειτ' ἀνελόντες ἀπὸ χϑονὸς εὐρυοδείης
454
ἔσχον· ἀτὰρ σϕάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν.
455
τῆς δ' ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δ' ὀστέα ϑυμός,
456
αἶψ' ἄρα μιν διέχευαν, ἄϕαρ δ' ἐκ μηρία τάμνον
457
πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν
458
δίπτυχα ποιήσαντες, ἐπ' αὐτῶν δ' ὠμοϑέτησαν.
459
καῖε δ' ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δ' αἴϑοπα οἶνον
460
λεῖβε· νέοι δὲ παρ' αὐτὸν ἔχον πεμπώβολα χερσίν.
461
αὐτὰρ ἐπεὶ κατὰ μῆρ' ἐκάη καὶ σπλάγχνα πάσαντο,
462
μίστυλλόν τ' ἄρα τἆλλα καὶ ἀμϕ' ὀβελοῖσιν ἔπειραν,
463
ὤπτων δ' ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.
42

Line Group 42

464
τόϕρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη,
465
Νέστορος ὁπλοτάτη ϑυγάτηρ Νηληιάδαο.
466
αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπ' ἐλαίῳ,
467
ἀμϕὶ δέ μιν ϕᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα,
468
ἔκ ῥ' ἀσαμίνϑου βῆ δέμας ἀϑανάτοισιν ὁμοῖος:
469
πὰρ δ' ὅ γε Νέστορ' ἰὼν κατ' ἄρ' ἕζετο, ποιμένα λαῶν.
43

Line Group 43

470
οἱ δ' ἐπεὶ ὤπτησαν κρέ' ὑπέρτερα καὶ ἐρύσαντο,
471
δαίνυνϑ' ἑζόμενοι· ἐπὶ δ' ἀνέρες ἐσϑλοὶ ὄροντο
472
οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.
473
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
474
τοῖσι δὲ μύϑων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
44

Line Group 44

475
"παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους
476
ζεύξαϑ' ὑϕ' ἅρματ' ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο."
45

Line Group 45

477
ὣς ἔϕαϑ', οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίϑοντο,
478
καρπαλίμως δ' ἔζευξαν ὑϕ' ἅρμασιν ὠκέας ἵππους.
479
ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔϑηκεν
480
ὄψά τε, οἷα ἔδουσι Διοτρεϕέες βασιλῆες.
481
ἂν δ' ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίϕρον·
482
πὰρ δ' ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν,
483
ἐς δίϕρόν τ' ἀνέβαινε καὶ ἡνία λάζετο χερσί,
484
μάστιξεν δ' ἐλάαν, τὼ δ' οὐκ ἄκοντε πετέσϑην
485
ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεϑρον.
486
οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμϕὶς ἔχοντες.
487
δύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
488
ἐς Φηρὰς δ' ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
489
υἱέος ᾽Ορτιλόχοιο, τὸν ᾽Αλϕειὸς τέκε παῖδα.
490
ἔνϑα δὲ νύκτ' ἄεσαν, ὁ δ' ἄρα ξεινήια δῶκεν.
46

Line Group 46

491
ἦμος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
492
ἵππους τε ζεύγνυντ' ἀνά ϑ' ἅρματα ποικίλ' ἔβαινον·
494
μάστιξεν δ' ἐλάαν, τὼ δ' οὐκ ἄκοντε πετέσϑην.
495
ἷξον δ' ἐς πεδίον πυρηϕόρον, ἔνϑα δ' ἔπειτα
496
ἦνον ὁδόν· τοῖον γὰρ ὑπέκϕερον ὠκέες ἵπποι.
497
δύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.

Chapter 4: ΟΔΥΣΣΕΙΑΣ Δ

1

Line Group 1

1
Οἱ δ' ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν,
2
πρὸς δ' ἄρα δώματ' ἔλων Μενελάου κυδαλίμοιο.
3
τὸν δ' εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν
4
υἱέος ἠδὲ ϑυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ.
5
τὴν μὲν ᾽Αχιλλῆος ῥηξήνορος υἱέι πέμπεν·
6
ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε
7
δωσέμεναι, τοῖσιν δὲ ϑεοὶ γάμον ἐξετέλειον.
8
τὴν ἄρ' ὅ γ' ἔνϑ' ἵπποισι καὶ ἅρμασι πέμπε νέεσϑαι
9
Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν.
10
υἱέι δὲ Σπάρτηϑεν ᾽Αλέκτορος ἤγετο κούρην,
11
ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένϑης
12
ἐκ δούλης: ῾Ελένῃ δὲ ϑεοὶ γόνον οὐκέτ' ἔϕαινον,
13
ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδ' ἐρατεινήν,
14
῾Ερμιόνην, ἣ εἶδος ἔχε χρυσῆς ᾽Αϕροδίτης.
2

Line Group 2

15
ὣς οἱ μὲν δαίνυντο καϑ' ὑψερεϕὲς μέγα δῶμα
16
γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο,
17
τερπόμενοι· μετὰ δέ σϕιν ἐμέλπετο ϑεῖος ἀοιδὸς
18
ϕορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατ' αὐτούς,
19
μολπῆς ἐξάρχοντος, ἐδίνευον κατὰ μέσσους.
20
τὼ δ' αὖτ' ἐν προϑύροισι δόμων αὐτώ τε καὶ ἵππω,
21
Τηλέμαχός ϑ' ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός,
22
στῆσαν. ὁ δὲ προμολὼν ἴδετο κρείων ᾽Ετεωνεύς,
23
ὀτρηρὸς ϑεράπων Μενελάου κυδαλίμοιο·
24
βῆ δ' ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν,
25
ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
3

Line Group 3

26
"ξείνω δή τινε τώδε, Διοτρεϕὲς ὦ Μενέλαε,
27
ἄνδρε δύω, γενεῇ δὲ Διὸς μεγάλοιο ἔικτον.
28
ἀλλ' εἴπ' ἤ σϕωιν καταλύσομεν ὠκέας ἵππους,
29
ἦ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε ϕιλήσῃ."
4

Line Group 4

30
τὸν δὲ μέγ' ὀχϑήσας προσέϕη ξανϑὸς Μενέλαος:
5

Line Group 5

31
"οὐ μὲν νήπιος ἦσϑα, Βοηϑοίδη ᾽Ετεωνεῦ,
32
τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πάις ὣς νήπια βάζεις.
33
ἦ μὲν δὴ νῶι ξεινήια πολλὰ ϕαγόντε
34
ἄλλων ἀνϑρώπων δεῦρ' ἱκόμεϑ', αἴ κέ ποϑι Ζεὺς
35
ἐξοπίσω περ παύσῃ ὀιζύος. ἀλλὰ λύ' ἵππους
36
ξείνων, ἐς δ' αὐτοὺς προτέρω ἄγε ϑοινηϑῆναι."
6

Line Group 6

37
ὣς ϕάϑ', ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δ' ἄλλους
38
ὀτρηροὺς ϑεράποντας ἅμα σπέσϑαι ἑοῖ αὐτῷ.
39
οἱ δ' ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,
40
καὶ τοὺς μὲν κατέδησαν ἐϕ' ἱππείῃσι κάπῃσι,
41
πὰρ δ' ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν,
42
ἅρματα δ' ἔκλιναν πρὸς ἐνώπια παμϕανόωντα,
43
αὐτοὺς δ' εἰσῆγον ϑεῖον δόμον. οἱ δὲ ἰδόντες
44
ϑαύμαζον κατὰ δῶμα Διοτρεϕέος βασιλῆος:
45
ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
46
δῶμα καϑ' ὑψερεϕὲς Μενελάου κυδαλίμοιο.
47
αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀϕϑαλμοῖσιν,
48
ἔς ῥ' ἀσαμίνϑους βάντες ἐυξέστας λούσαντο.
49
τοὺς δ' ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
50
ἀμϕὶ δ' ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
51
ἔς ῥα ϑρόνους ἕζοντο παρ' ᾽Ατρείδην Μενέλαον.
52
χέρνιβα δ' ἀμϕίπολος προχόῳ ἐπέχευε ϕέρουσα
53
καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
54
νίψασϑαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
55
σῖτον δ' αἰδοίη ταμίη παρέϑηκε ϕέρουσα,
56
εἴδατα πόλλ' ἐπιϑεῖσα, χαριζομένη παρεόντων.
57
δαιτρὸς δὲ κρειῶν πίνακας παρέϑηκεν ἀείρας
58
παντοίων, παρὰ δέ σϕι τίϑει χρύσεια κύπελλα.
59
τὼ καὶ δεικνύμενος προσέϕη ξανϑὸς Μενέλαος:
7

Line Group 7

60
"σίτου ϑ' ἅπτεσϑον καὶ χαίρετον. αὐτὰρ ἔπειτα
61
δείπνου πασσαμένω εἰρησόμεϑ' οἵ τινές ἐστον
62
ἀνδρῶν· οὐ γὰρ σϕῳ῍ν γε γένος ἀπόλωλε τοκήων,
63
ἀλλ' ἀνδρῶν γένος ἐστὲ Διοτρεϕέων βασιλήων
64
σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν."
65
ὣς ϕάτο, καί σϕιν νῶτα βοὸς παρὰ πίονα ϑῆκεν
66
ὄπτ' ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρϑεσαν αὐτῷ.
67
οἱ δ' ἐπ' ὀνείαϑ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
68
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
69
δὴ τότε Τηλέμαχος προσεϕώνεε Νέστορος υἱόν,
70
ἄγχι σχὼν κεϕαλήν, ἵνα μὴ πευϑοίαϑ' οἱ ἄλλοι·
8

Line Group 8

71
"ϕράζεο, Νεστορίδη, τῷ ἐμῷ κεχαρισμένε ϑυμῷ,
72
χαλκοῦ τε στεροπὴν κατὰ δώματα ἠχήεντα
73
χρυσοῦ τ' ἠλέκτρου τε καὶ ἀργύρου ἠδ' ἐλέϕαντος.
74
Ζηνός που τοιῆδέ γ' ᾽Ολυμπίου ἔνδοϑεν αὐλή,
75
ὅσσα τάδ' ἄσπετα πολλά· σέβας μ' ἔχει εἰσορόωντα."
9

Line Group 9

76
τοῦ δ' ἀγορεύοντος ξύνετο ξανϑὸς Μενέλαος,
77
καί σϕεας ϕωνήσας ἔπεα πτερόεντα προσηύδα·
10

Line Group 10

78
"τέκνα ϕίλ', ἤτοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι·
79
ἀϑάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ' ἔασιν·
80
ἀνδρῶν δ' ἤ κέν τίς μοι ἐρίσσεται ἠὲ καὶ οὐκί
81
κτήμασιν. ἦ γὰρ πολλὰ παϑὼν καὶ πόλλ' ἐπαληϑεὶς
82
ἠγαγόμην ἐν νηυσὶ, καὶ ὀγδοάτῳ ἔτει ἦλϑον,
83
Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληϑείς,
84
Αἰϑίοπάς ϑ' ἱκόμην καὶ Σιδονίους καὶ ᾽Ερεμβοὺς
85
καὶ Λιβύην, ἵνα τ' ἄρνες ἄϕαρ κεραοὶ τελέϑουσι.
86
τρὶς γὰρ τίκτει μῆλα τελεσϕόρον εἰς ἐνιαυτόν.
87
ἔνϑα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτέ τι ποιμὴν
88
τυροῦ καὶ κρειῶν, οὐδὲ γλυκεροῖο γάλακτος,
89
ἀλλ' αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα ϑῆσϑαι.
90
εἷος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον ξυναγείρων
91
ἠλώμην, τείως μοι ἀδελϕεὸν ἄλλος ἔπεϕνε
92
λάϑρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο·
93
ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.
94
καὶ πατέρων τάδε μέλλετ' ἀκουέμεν, οἵ τινες ὔμμιν
95
εἰσίν, ήἐπεὶ μάλα πολλὰ πάϑον, καὶ ἀπώλεσα οἶκον
96
εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσϑλά.
97
ὧν ὄϕελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν
98
ναίειν, οἱ δ' ἄνδρες σόοι ἔμμεναι, οἳ τότ' ὄλοντο
99
Τροίῃ ἐν εὐρείῃ, ἑκὰς ῎Αργεος ἱπποβότοιο.
100
ἀλλ' ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων
101
πολλάκις ἐν μεγάροισι καϑήμενος ἡμετέροισιν
102
ἄλλοτε μέν τε γόῳ ϕρένα τέρπομαι, ἄλλοτε δ' αὖτε
103
παύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.
104
τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,
105
ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχϑαίρει καὶ ἐδωδὴν
106
μνωομένῳ, ἐπεὶ οὔ τις ᾽Αχαιῶν τόσσ' ἐμόγησεν
107
ὅσσ' ᾽Οδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δ' ἄρ' ἔμελλεν
108
αὐτῷ κήδε' ἔσεσϑαι, ἐμοὶ δ' ἄχος αἰὲν ἄλαστον
109
κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν,
110
ζώει ὅ γ' ἦ τέϑνηκεν. ὀδύρονταί νύ που αὐτὸν
111
Λαέρτης ϑ' ὁ γέρων καὶ ἐχέϕρων Πηνελόπεια
112
Τηλέμαχός ϑ', ὃν ἔλειπε νέον γεγαῶτ' ἐνὶ οἴκῳ."
11

Line Group 11

113
ὣς ϕάτο, τῷ δ' ἄρα πατρὸς ὑϕ' ἵμερον ὦρσε γόοιο·
114
δάκρυ δ' ἀπὸ βλεϕάρων χαμάδις βάλε πατρὸς ἀκούσας,
115
χλαῖναν πορϕυρέην ἄντ' ὀϕϑαλμοῖιν ἀνασχὼν
116
ἀμϕοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,
117
μερμήριξε δ' ἔπειτα κατὰ ϕρένα καὶ κατὰ ϑυμόν,
118
ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησϑῆναι,
119
ἦ πρῶτ' ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
12

Line Group 12

120
εἷος ὁ ταῦϑ' ὥρμαινε κατὰ ϕρένα καὶ κατὰ ϑυμόν,
121
ἐκ δ' ῾Ελένη ϑαλάμοιο ϑυώδεος ὑψορόϕοιο
122
ἤλυϑεν, ᾽Αρτέμιδι χρυσηλακάτῳ εἰκυῖα.
123
τῇ δ' ἄρ' ἅμ' ᾽Αδρήστη κλισίην εὔτυκτον ἔϑηκεν,
124
᾽Αλκίππη δὲ τάπητα ϕέρεν μαλακοῦ ἐρίοιο,
125
Φυλὼ δ' ἀργύρεον τάλαρον ϕέρε, τόν οἱ ἔδωκεν
126
᾽Αλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναι' ἐνὶ Θήβῃς
127
Αἰγυπτίῃς, ὅϑι πλεῖστα δόμοις ἐν κτήματα κεῖται·
128
ὃς Μενελάῳ δῶκε δύ' ἀργυρέας ἀσαμίνϑους,
129
δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.
130
χωρὶς δ' αὖϑ' ῾Ελένῃ ἄλοχος πόρε κάλλιμα δῶρα·
131
χρυσῆν τ' ἠλακάτην τάλαρόν ϑ' ὑπόκυκλον ὄπασσεν
132
ἀργύρεον, χρυσῷ δ' ἐπὶ χείλεα κεκράαντο.
133
τόν ῥά οἱ ἀμϕίπολος Φυλὼ παρέϑηκε ϕέρουσα
134
νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπ' αὐτῷ
135
ἠλακάτη τετάνυστο ἰοδνεϕὲς εἶρος ἔχουσα.
136
ἕζετο δ' ἐν κλισμῷ, ὑπὸ δὲ ϑρῆνυς ποσὶν ἦεν.
137
αὐτίκα δ' ἥ γ' ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα·
13

Line Group 13

138
"ἴδμεν δή, Μενέλαε Διοτρεϕές, οἵ τινες οἷδε
139
ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;
140
ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με ϑυμός.
141
οὐ γάρ πώ τινά ϕημι ἐοικότα ὧδε ἰδέσϑαι
142
οὔτ' ἄνδρ' οὔτε γυναῖκα - σέβας μ' ἔχει εἰσορόωσαν -
143
ὡς ὅδ' ᾽Οδυσσῆος μεγαλήτορος υἷι ἔοικε,
144
Τηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτ' ἐνὶ οἴκῳ
145
κεῖνος ἀνήρ, ὅτ' ἐμεῖο κυνώπιδος εἵνεκ' ᾽Αχαιοὶ
146
ἤλϑεϑ' ὑπὸ Τροίην, πόλεμον ϑρασὺν ὁρμαίνοντες."
14

Line Group 14

147
τὴν δ' ἀπαμειβόμενος προσέϕη ξανϑὸς Μενέλαος:
15

Line Group 15

148
"οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις:
149
κείνου γὰρ τοιοῖδε πόδες τοιαῖδέ τε χεῖρες
150
ὀϕϑαλμῶν τε βολαὶ κεϕαλή τ' ἐϕύπερϑέ τε χαῖται.
151
καὶ νῦν ἤτοι ἐγὼ μεμνημένος ἀμϕ' ᾽Οδυσῆι
152
μυϑεόμην, ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν
153
ἀμϕ' ἐμοί, αὐτὰρ ὁ πυκνὸν ὑπ' ὀϕρύσι δάκρυον εἶβε,
154
χλαῖναν πορϕυρέην ἄντ' ὀϕϑαλμοῖιν ἀνασχών."
16

Line Group 16

155
τὸν δ' αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·
17

Line Group 17

156
"᾽Ατρείδη Μενέλαε Διοτρεϕές, ὄρχαμε λαῶν,
157
κείνου μέν τοι ὅδ' υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις:
158
ἀλλὰ σαόϕρων ἐστί, νεμεσσᾶται δ' ἐνὶ ϑυμῷ
159
ὧδ' ἐλϑὼν τὸ πρῶτον ἐπεσβολίας ἀναϕαίνειν
160
ἄντα σέϑεν, τοῦ νῶι ϑεοῦ ὣς τερπόμεϑ' αὐδῇ.
161
αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ
162
τῷ ἅμα πομπὸν ἕπεσϑαι· ἐέλδετο γάρ σε ἰδέσϑαι,
163
ὄϕρά οἱ ἤ τι ἔπος ὑποϑήσεαι ἠέ τι ἔργον.
164
πολλὰ γὰρ ἄλγε' ἔχει πατρὸς παῖς οἰχομένοιο
165
ἐν μεγάροις, ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν,
166
ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι
167
εἴσ', οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα."
18

Line Group 18

168
τὸν δ' ἀπαμειβόμενος προσέϕη ξανϑὸς Μενέλαος:
19

Line Group 19

169
"ὢ πόποι, ἦ μάλα δὴ ϕίλου ἀνέρος υἱὸς ἐμὸν δῶ
170
ἵκεϑ', ὃς εἵνεκ' ἐμεῖο πολέας ἐμόγησεν ἀέϑλους:
171
καί μιν ἔϕην ἐλϑόντα ϕιλησέμεν ἔξοχα πάντων
172
᾽Αργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε
173
νηυσὶ ϑοῇσι γενέσϑαι ᾽Ολύμπιος εὐρύοπα Ζεύς.
174
καί κέ οἱ ῎Αργειὴ νάσσα πόλιν καὶ δώματ' ἔτευξα,
175
ἐξ ᾽Ιϑάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκειὴ ᾧ
176
καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας
177
αἳ περιναιετάουσιν, ἀνάσσονται δ' ἐμοὶ αὐτῷ.
178
καί κε ϑάμ' ἐνϑάδ' ἐόντες ἐμισγόμεϑ'· οὐδέ κεν ἡμέας
179
ἄλλο διέκρινεν ϕιλέοντέ τε τερπομένω τε,
180
πρίν γ' ὅτε δὴ ϑανάτοιο μέλαν νέϕος ἀμϕεκάλυψεν.
181
ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσϑαι ϑεὸς αὐτός,
182
ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔϑηκεν."
20

Line Group 20

183
ὣς ϕάτο, τοῖσι δὲ πᾶσιν ὑϕ' ἵμερον ὦρσε γόοιο.
184
κλαῖε μὲν ᾽Αργείη ῾Ελένη, Διὸς ἐκγεγαυῖα,
185
κλαῖε δὲ Τηλέμαχός τε καὶ ᾽Ατρείδης Μενέλαος:
186
οὐδ' ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε·
187
μνήσατο γὰρ κατὰ ϑυμὸν ἀμύμονος ᾽Αντιλόχοιο,
188
τόν ῥ' ᾽Ηοῦς ἔκτεινε ϕαεινῆς ἀγλαὸς υἱός:
189
τοῦ ὅ γ' ἐπιμνησϑεὶς ἔπεα πτερόεντ' ἀγόρευεν·
21

Line Group 21

190
"᾽Ατρείδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι
191
Νέστωρ ϕάσχ' ὁ γέρων, ὅτ' ἐπιμνησαίμεϑα σεῖο
192
οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν,
193
καὶ νῦν, εἴ τί που ἐστι, πίϑοιό μοι· οὐ γὰρ ἔγωγε
194
τέρπομ' ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ᾽Ηὼς
195
ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν
196
κλαίειν ὅς κε ϑάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.
197
τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσι,
198
κείρασϑαί τε κόμην βαλέειν τ' ἀπὸ δάκρυ παρειῶν.
199
καὶ γὰρ ἐμὸς τέϑνηκεν ἀδελϕεός, οὔ τι κάκιστος
200
᾽Αργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἔγωγε
201
ἤντησ' οὐδὲ ἴδον· περὶ δ' ἄλλων ϕασὶ γενέσϑαι
202
᾽Αντίλοχον, περὶ μὲν ϑείειν ταχὺν ἠδὲ μαχητήν."
22

Line Group 22

203
τὸν δ' ἀπαμειβόμενος προσέϕη ξανϑὸς Μενέλαος:
23

Line Group 23

204
"ὦ ϕίλ', ἐπεὶ τόσα εἶπας ὅσ' ἂν πεπνυμένος ἀνὴρ
205
εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη·
206
τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις.
207
ῥεῖα δ' ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίων
208
ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,
209
ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα,
210
αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,
211
υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.
212
ἡμεῖς δὲ κλαυϑμὸν μὲν ἐάσομεν ὃς πρὶν ἐτύχϑη,
213
δόρπου δ' ἐξαῦτις μνησώμεϑα, χερσὶ δ' ἐϕ' ὕδωρ
214
χευάντων. μῦϑοι δὲ καὶ ἠῶϑέν περ ἔσονται
215
Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν."
24

Line Group 24

216
ὣς ἔϕατ', ᾽Ασϕαλίων δ' ἄρ' ὕδωρ ἐπὶ χεῖρας ἔχευεν,
217
ὀτρηρὸς ϑεράπων Μενελάου κυδαλίμοιο.
218
οἱ δ' ἐπ' ὀνείαϑ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
25

Line Group 25

219
ἔνϑ' αὖτ' ἄλλ' ἐνόησ' ῾Ελένη Διὸς ἐκγεγαυῖα·
220
αὐτίκ' ἄρ' εἰς οἶνον βάλε ϕάρμακον, ἔνϑεν ἔπινον,
221
νηπενϑές τ' ἄχολόν τε, κακῶν ἐπίληϑον ἁπάντων.
222
ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη,
223
οὔ κεν ἐϕημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,
224
οὐδ' εἴ οἱ κατατεϑναίη μήτηρ τε πατήρ τε,
225
οὐδ' εἴ οἱ προπάροιϑεν ἀδελϕεὸν ἢ ϕίλον υἱὸν
226
χαλκῷ δηιόῳεν, ὁ δ' ὀϕϑαλμοῖσιν ὁρῷτο.
227
τοῖα Διὸς ϑυγάτηρ ἔχε ϕάρμακα μητιόεντα,
228
ἐσϑλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις
229
Αἰγυπτίη, τῇ πλεῖστα ϕέρει ζείδωρος ἄρουρα
230
ϕάρμακα, πολλὰ μὲν ἐσϑλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά·
231
ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων
232
ἀνϑρώπων· ἦ γὰρ Παιήονός εἰσι γενέϑλης.
233
αὐτὰρ ἐπεί ῥ' ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,
234
ἐξαῦτις μύϑοισιν ἀμειβομένη προσέειπεν·
26

Line Group 26

235
"᾽Ατρείδη Μενέλαε Διοτρεϕὲς ἠδὲ καὶ οἷδε
236
ἀνδρῶν ἐσϑλῶν παῖδες - ἀτὰρ ϑεὸς ἄλλοτε ἄλλῳ
237
Ζεὺς ἀγαϑόν τε κακόν τε διδοῖ· δύναται γὰρ ἅπαντα ή,
238
ἤτοι νῦν δαίνυσϑε καϑήμενοι ἐν μεγάροισι
239
καὶ μύϑοις τέρπεσϑε· ἐοικότα γὰρ καταλέξω.
240
πάντα μὲν οὐκ ἂν ἐγὼ μυϑήσομαι οὐδ' ὀνομήνω,
241
ὅσσοι ᾽Οδυσσῆος ταλασίϕρονός εἰσιν ἄεϑλοι·
242
ἀλλ' οἷον τόδ' ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
243
δήμῳ ἔνι Τρώων, ὅϑι πάσχετε πήματ' ᾽Αχαιοί.
244
αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,
245
σπεῖρα κάκ' ἀμϕ' ὤμοισι βαλών, οἰκῆι ἐοικὼς
246
ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν·
247
ἄλλῳ δ' αὐτὸν ϕωτὶ κατακρύπτων ἤισκε,
248
δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν ᾽Αχαιῶν.
249
τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δ' ἀβάκησαν
250
πάντες: ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα,
251
καί μιν ἀνηρώτων· ὁ δὲ κερδοσύνῃ ἀλέεινεν.
252
ἀλλ' ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,
253
ἀμϕὶ δὲ εἵματα ἕσσα, καὶ ὤμοσα καρτερὸν ὅρκον
254
μή μὲν πρὶν ᾽Οδυσῆα μετὰ Τρώεσσ' ἀναϕῆναι
255
πρίν γε τὸν ἐς νῆάς τε ϑοὰς κλισίας τ' ἀϕικέσϑαι,
256
καὶ τότε δή μοι πάντα νόον κατέλεξεν ᾽Αχαιῶν.
257
πολλοὺς δὲ Τρώων κτείνας ταναήκειὴ χαλκῷ
258
ἦλϑε μετ' ᾽Αργείους, κατὰ δὲ ϕρόνιν ἤγαγε πολλήν.
259
ἔνϑ' ἄλλαι Τρῳαὶ λίγ' ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρ
260
χαῖρ, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νεέσϑαι
261
ἂψ οἶκον δ', ἄτην δὲ μετέστενον, ἣν ᾽Αϕροδίτη
262
δῶχ', ὅτε μ' ἤγαγε κεῖσε ϕίλης ἀπὸ πατρίδος αἴης,
263
παῖδά τ' ἐμὴν νοσϕισσαμένην ϑάλαμόν τε πόσιν τε
264
οὔ τευ δευόμενον, οὔτ' ἂρ ϕρένας οὔτέ τι εἶδος."
27

Line Group 27

265
τὴν δ' ἀπαμειβόμενος προσέϕη ξανϑὸς Μενέλαος:
28

Line Group 28

266
"ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες.
267
ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε
268
ἀνδρῶν ἡρώων, πολλὴν δ' ἐπελήλυϑα γαῖαν·
269
ἀλλ' οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀϕϑαλμοῖσιν
270
οἷον ᾽Οδυσσῆος ταλασίϕρονος ἔσκε ϕίλον κῆρ.
271
οἷον καὶ τόδ' ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
272
ἵππῳ ἔνι ξεστῷ, ἵν' ἐνήμεϑα πάντες ἄριστοι
273
᾽Αργείων Τρώεσσι ϕόνον καὶ κῆρα ϕέροντες.
274
ἦλϑες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σ' ἔμελλε
275
δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι·
276
καί τοι Δηίϕοβος ϑεοείκελος ἕσπετ' ἰούσῃ.
277
τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμϕαϕόωσα,
278
ἐκ δ' ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,
279
πάντων ᾽Αργείων ϕωνὴν ἴσκουσ' ἀλόχοισιν.
280
αὐτὰρ ἐγὼ καὶ Τυδείδης καὶ δῖος ᾽Οδυσσεὺς
281
ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας.
282
νῶι μὲν ἀμϕοτέρω μενεήναμεν ὁρμηϑέντε
283
ἢ ἐξελϑέμεναι ἢ ἔνδοϑεν αἶψ' ὑπακοῦσαι·
284
ἀλλ' ᾽Οδυσεὺς κατέρυκε καὶ ἔσχεϑεν ἱεμένω περ.
285
ἔνϑ' ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες ᾽Αχαιῶν,
286
῎Αντικλος δὲ σέγ' οἶος ἀμείψασϑαι ἐπέεσσιν
287
ἤϑελεν· ἀλλ' ᾽Οδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζε
288
νωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας ᾽Αχαιούς,
289
τόϕρα δ' ἔχ' ὄϕρά σε νόσϕιν ἀπήγαγε Παλλὰς ᾽Αϑήνη."
290
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
29

Line Group 29

291
"᾽Ατρείδη Μενέλαε Διοτρεϕές, ὄρχαμε λαῶν,
292
ἄλγιον· οὐ γάρ οἵ τι τάδ' ἤρκεσε λυγρὸν ὄλεϑρον,
293
οὐδ' εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοϑεν ἦεν.
294
ἀλλ' ἄγετ' εἰς εὐνὴν τράπεϑ' ἥμεας, ὄϕρα καὶ ἤδη
295
ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεϑα κοιμηϑέντες."
30

Line Group 30

296
ὣς ἔϕατ', ᾽Αργείη δ' ῾Ελένη δμῳῇσι κέλευσε
297
δέμνι' ὑπ' αἰϑούσῃ ϑέμεναι, καὶ ῥήγεα καλὰ
298
πορϕύρε' ἐμβαλέειν, στορέσαι τ' ἐϕύπερϑε τάπητας,
299
χλαίνας τ' ἐνϑέμεναι οὔλας καϑύπερϑεν ἕσασϑαι.
300
αἱ δ' ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,
301
δέμνια δὲ στόρεσαν· ἐκ δὲ ξείνους ἄγε κῆρυξ.
302
οἱ μὲν ἄρ' ἐν προδόμῳ δόμου αὐτόϑι κοιμήσαντο,
303
Τηλέμαχός ϑ' ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός:
304
᾽Ατρείδης δὲ καϑεῦδε μυχῷ δόμου ὑψηλοῖο,
305
πὰρ δ' ῾Ελένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.
31

Line Group 31

306
ἦμος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
307
ὤρνυτ' ἄρ' ἐξ εὐνῆϕι βοὴν ἀγαϑὸς Μενέλαος
308
εἵματα ἑσσάμενος, περὶ δὲ ξίϕος ὀξὺ ϑέτ' ὤμῳ,
309
ποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
310
βῆ δ' ἴμεν ἐκ ϑαλάμοιο ϑεῷ ἐναλίγκιος ἄντην,
311
Τηλεμάχῳ δὲ πάριζεν ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζε·
32

Line Group 32

312
"τίπτε δέ σε χρειὼ δεῦρ' ἤγαγε, Τηλέμαχ' ἥρως,
313
ἐς Λακεδαίμονα δῖαν, ἐπ' εὐρέα νῶτα ϑαλάσσης...
314
δήμιον ἦ ἴδιον; τὸ δέ μοι νημερτὲς ἐνίσπες."
33

Line Group 33

315
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
34

Line Group 34

316
"᾽Ατρείδη Μενέλαε Διοτρεϕές, ὄρχαμε λαῶν,
317
ἤλυϑον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.
318
ἐσϑίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα,
319
δυσμενέων δ' ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ
320
μῆλ' ἁδινὰ σϕάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς,
321
μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.
322
τοὔνεκα νῦν τὰ σὰ γούναϑ' ἱκάνομαι, αἴ κ' ἐϑέλῃσϑα
323
κείνου λυγρὸν ὄλεϑρον ἐνισπεῖν, εἴ που ὄπωπας
324
ὀϕϑαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦϑον ἄκουσας
325
πλαζομένου· περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
326
μηδέ τί μ' αἰδόμενος μειλίσσεο μηδ' ἐλεαίρων,
327
ἀλλ' εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
328
λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσϑλὸς ᾽Οδυσσεύς,
329
ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
330
δήμῳ ἔνι Τρώων, ὅϑι πάσχετε πήματ' ᾽Αχαιοί·
331
τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες."
35

Line Group 35

332
τὸν δὲ μέγ' ὀχϑήσας προσέϕη ξανϑὸς Μενέλαος:
36

Line Group 36

333
"ὢ πόποι, ἦ μάλα δὴ κρατερόϕρονος ἀνδρὸς ἐν εὐνῇ
334
ἤϑελον εὐνηϑῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες.
335
ὡς δ' ὁπότ' ἐν ξυλόχῳ ἔλαϕος κρατεροῖο λέοντος
336
νεβροὺς κοιμήσασα νεηγενέας γαλαϑηνοὺς
337
κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
338
βοσκομένη, ὁ δ' ἔπειτα ἑὴν εἰσήλυϑεν εὐνήν,
339
ἀμϕοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐϕῆκεν,
340
ὣς ᾽Οδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐϕήσει.
341
αἲ γάρ, Ζεῦ τε πάτερ καὶ ᾽Αϑηναίη καὶ ῎Απολλον,
342
τοῖος ἐὼν οἷός ποτ' ἐυκτιμένῃ ἐνὶ Λέσβῳ
343
ἐξ ἔριδος Φιλομηλείδῃ ἐπάλαισεν ἀναστάς,
344
κὰδ δ' ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες ᾽Αχαιοί,
345
τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν ᾽Οδυσσεύς:
346
πάντές κ' ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
347
ταῦτα δ' ἅ μ' εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἔγωγε
348
ἄλλα παρ' ἐξ εἴποιμι παρακλιδὸν, οὐδ' ἀπατήσω·
349
ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
350
τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδ' ἐπικεύσω.
37

Line Group 37

351
Αἰγύπτῳ μ' ἔτι δεῦρο ϑεοὶ μεμαῶτα νέεσϑαι
352
ἔσχον, ἐπεὶ οὔ σϕιν ἔρεξα τεληέσσας ἑκατόμβας.
353
οἱ δ' αἰεὶ βούλοντο ϑεοὶ μεμνῆσϑαι ἐϕετμέων.
354
νῆσος ἔπειτά τίς ἐστι πολυκλύστῳ ἐνὶ πόντῳ
355
Αἰγύπτου προπάροιϑε, Φάρον δέ ἑ κικλήσκουσι,
356
τόσσον ἄνευϑ' ὅσσόν τε πανημερίη γλαϕυρὴ νηῦς
357
ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισϑεν·
358
ἐν δὲ λιμὴν εὔορμος, ὅϑεν τ' ἀπὸ νῆας ἐίσας
359
ἐς πόντον βάλλουσιν, ἀϕυσσάμενοι μέλαν ὕδωρ.
360
ἔνϑά μ' ἐείκοσιν ἤματ' ἔχον ϑεοί, οὐδέ ποτ' οὖροι
361
πνείοντες ϕαίνονϑ' ἁλιαέες, οἵ ῥά τε νηῶν
362
πομπῆες γίνονται ἐπ' εὐρέα νῶτα ϑαλάσσης.
363
καί νύ κεν ἤια πάντα κατέϕϑιτο καὶ μένος ἀνδρῶν,
364
εἰ μή τίς με ϑεῶν ὀλοϕύρατο καί μ' ἐλέησε,
365
Πρωτέος ἰϕϑίμου ϑυγάτηρ, ἁλίοιο γέροντος,
366
Εἰδοϑέη· τῇ γάρ ῥα μάλιστά γε ϑυμὸν ὄρινα·
367
ἥ μ' οἴῳ ἔρροντι συνήντετο νόσϕιν ἑταίρων·
368
αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχϑυάασκον
369
γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός.
370
ἡ δ' ἐμεῦ ἄγχι στᾶσα ἔπος ϕάτο ϕώνησέν τε·
371
῍νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ χαλίϕρων,
372
ἦε ἑκὼν μεϑίεις καὶ τέρπεαι ἄλγεα πάσχων;
373
ὡς δὴ δήϑ' ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ
374
εὑρέμεναι δύνασαι, μινύϑει δέ τοι ἦτορ ἑταίρων. '
375
ὣς ἔϕατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
376
῍ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι ϑεάων,
377
ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλω
378
ἀϑανάτους ἀλιτέσϑαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.
379
ἀλλὰ σύ πέρ μοι εἰπέ - ϑεοὶ δέ τε πάντα ἴσασιν -
380
ὅς τίς μ' ἀϑανάτων πεδάᾳ καὶ ἔδησε κελεύϑου,
381
νόστόν ϑ', ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχϑυόεντα. '
382
ὣς ἐϕάμην, ἡ δ' αὐτίκ' ἀμείβετο δῖα ϑεάων·
383
῍τοὶ γὰρ ἐγώ τοι, ξεῖνε, μάλ' ἀτρεκέως ἀγορεύσω.
384
πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτής,
385
ἀϑάνατος, Πρωτεὺς Αἰγύπτιος, ὅς τε ϑαλάσσης
386
πάσης βένϑεα οἶδε, Ποσειδάωνος ὑποδμώς:
387
τὸν δέ τ' ἐμόν ϕασιν πατέρ' ἔμμεναι ἠδὲ τεκέσϑαι.
388
τόν γ' εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσϑαι,
389
ὥς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύϑου
390
νόστόν ϑ', ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχϑυόεντα.
391
καὶ δέ κέ τοι εἴπῃσι, Διοτρεϕές, αἴ κ' ἐϑέλῃσϑα,
392
ὅττί τοι ἐν μεγάροισι κακόν τ' ἀγαϑόν τε τέτυκται,
393
οἰχομένοιο σέϑεν δολιχὴν ὁδὸν ἀργαλέην τε. '
394
ὣς ἔϕατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
395
῍αὐτὴ νῦν ϕράζευ σὺ λόχον ϑείοιο γέροντος,
396
μή πως με προιὴδὼν ἠὲ προδαεὶς ἀλέηται·
397
ἀργαλέος γάρ τ' ἐστὶ ϑεὸς βροτῷ ἀνδρὶ δαμῆναι. '
398
ὣς ἐϕάμην, ἡ δ' αὐτίκ' ἀμείβετο δῖα ϑεάων·
399
῍τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλ' ἀτρεκέως ἀγορεύσω.
400
ἦμος δ' ἠέλιος μέσον οὐρανὸν ἀμϕιβεβήκῃ,
401
τῆμος ἄρ' ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς
402
πνοιῇ ὕπο ζεϕύροιο, μελαίνῃ ϕρικὶ καλυϕϑείς,
403
ἐκ δ' ἐλϑὼν κοιμᾶται ὑπὸ σπέσσι γλαϕυροῖσιν·
404
ἀμϕὶ δέ μιν ϕῶκαι, νέποδες καλῆς ἁλοσύδνης,
405
ἁϑρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι,
406
πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενϑέος ὀδμήν.
407
ἔνϑά σ' ἐγὼν ἀγαγοῦσα ἅμ' ἠοῖ ϕαινομένηϕιν
408
εὐνάσω ἑξείης: σὺ δ' ἔυ κρίνασϑαι ἑταίρους
409
τρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι.
410
πάντα δέ τοι ἐρέω ὀλοϕώια τοῖο γέροντος.
411
ϕώκας μέν τοι πρῶτον ἀριϑμήσει καὶ ἔπεισιν·
412
αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται,
413
λέξεται ἐν μέσσῃσι, νομεὺς ὣς πώεσι μήλων.
414
τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηϑέντα ἴδησϑε,
415
καὶ τότ' ἔπειϑ' ὕμιν μελέτω κάρτός τε βίη τε,
416
αὖϑι δ' ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι.
417
πάντα δὲ γινόμενος πειρήσεται, ὅσσ' ἐπὶ γαῖαν
418
ἑρπετὰ γίνονται καὶ ὕδωρ καὶ ϑεσπιδαὲς πῦρ·
419
ὑμεῖς δ' ἀστεμϕέως ἐχέμεν μᾶλλόν τε πιέζειν.
420
ἀλλ' ὅτε κεν δή σ' αὐτὸς ἀνείρηται ἐπέεσσι,
421
τοῖος ἐὼν οἷόν κε κατευνηϑέντα ἴδησϑε,
422
καὶ τότε δὴ σχέσϑαί τε βίης λῦσαί τε γέροντα,
423
ἥρως, εἴρεσϑαι δέ, ϑεῶν ὅς τίς σε χαλέπτει,
424
νόστόν ϑ', ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχϑυόεντα. '
425
ὣς εἰποῦσ' ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
426
αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅϑ' ἕστασαν ἐν ψαμάϑοισιν,
427
ἤια· πολλὰ δέ μοι κραδίη πόρϕυρε κιόντι.
428
αὐτὰρ ἐπεί ῥ' ἐπὶ νῆα κατήλυϑον ἠδὲ ϑάλασσαν,
429
δόρπον ἄρ' ὁπλισάμεσϑ', ἐπί τ' ἤλυϑεν ἀμβροσίη νύξ·
430
δὴ τότε κοιμήϑημεν ἐπὶ ῥηγμῖνι ϑαλάσσης.
431
ἦμος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
432
καὶ τότε δὴ παρὰ ϑῖνα ϑαλάσσης εὐρυπόροιο
433
ἤια, πολλὰ ϑεοὺς γουνούμενος: αὐτὰρ ἑταίρους
434
τρεῖς ἄγον, οἷσι μάλιστα πεποίϑεα πᾶσαν ἐπ' ἰϑύν.
435
τόϕρα δ' ἄρ' ἥ γ' ὑποδῦσα ϑαλάσσης εὐρέα κόλπον
436
τέσσαρα ϕωκάων ἐκ πόντου δέρματ' ἔνεικε·
437
πάντα δ' ἔσαν νεόδαρτα· ήδόλον δ' ἐπεμήδετο πατρί.
438
εὐνὰς δ' ἐν ψαμάϑοισι διαγλάψασ' ἁλίῃσιν
439
ἧστο μένουσ'· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλϑομεν αὐτῆς:
440
ἑξείης δ' εὔνησε, βάλεν δ' ἐπὶ δέρμα ἑκάστῳ.
441
ἔνϑά κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶς
442
ϕωκάων ἁλιοτρεϕέων ὀλοώτατος ὀδμή·
443
τίς γάρ κ' εἰναλίῳ παρὰ κήτειὴ κοιμηϑείη;
444
ἀλλ' αὐτὴ ἐσάωσε καὶ ἐϕράσατο μέγ' ὄνειαρ·
445
ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ ϑῆκε ϕέρουσα
446
ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.
447
πᾶσαν δ' ἠοίην μένομεν τετληότι ϑυμῷ·
448
ϕῶκαι δ' ἐξ ἁλὸς ἦλϑον ἀολλέες. αἱ μὲν ἔπειτα
449
ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι ϑαλάσσης:
450
ἔνδιος δ' ὁ γέρων ἦλϑ' ἐξ ἁλός, εὗρε δὲ ϕώκας
451
ζατρεϕέας, πάσας δ' ἄρ' ἐπῴχετο, λέκτο δ' ἀριϑμόν.
452
ἐν δ' ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι ϑυμῷ
453
ὠίσϑη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός.
454
ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεϑ', ἀμϕὶ δὲ χεῖρας
455
βάλλομεν· οὐδ' ὁ γέρων δολίης ἐπελήϑετο τέχνης,
456
ἀλλ' ἤτοι πρώτιστα λέων γένετ' ἠυγένειος,
457
αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς:
458
γίνετο δ' ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον.
459
ἡμεῖς δ' ἀστεμϕέως ἔχομεν τετληότι ϑυμῷ.
460
ἀλλ' ὅτε δή ῥ' ἀνίαζ' ὁ γέρων ὀλοϕώια εἰδώς,
461
καὶ τότε δή μ' ἐπέεσσιν ἀνειρόμενος προσέειπε·
462
῍τίς νύ τοι, ᾽Ατρέος υἱέ, ϑεῶν συμϕράσσατο βουλάς,
463
ὄϕρά μ' ἕλοις ἀέκοντα λοχησάμενος... τέο σε χρή; '
464
ὣς ἔϕατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
465
῍οἶσϑα, γέρον, - τί με ταῦτα παρατροπέων ἐρεείνεις... -
466
ὡς δὴ δήϑ' ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρ
467
εὑρέμεναι δύναμαι, μινύϑει δέ μοι ἔνδοϑεν ἦτορ.
468
ἀλλὰ σύ πέρ μοι εἰπέ - ϑεοὶ δέ τε πάντα ἴσασιν -,
469
ὅς τίς μ' ἀϑανάτων πεδάᾳ καὶ ἔδησε κελεύϑου,
470
νόστόν ϑ', ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχϑυόεντα. '
471
ὣς ἐϕάμην, ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπεν·
472
῍ἀλλὰ μάλ' ὤϕελλες Διί τ' ἄλλοισίν τε ϑεοῖσι
473
ῥέξας ἱερὰ κάλ' ἀναβαινέμεν, ὄϕρα τάχιστα
474
σὴν ἐς πατρίδ' ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον.
475
οὐ γάρ τοι πρὶν μοῖρα ϕίλους τ' ἰδέειν καὶ ἱκέσϑαι
476
οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν,
477
πρίν γ' ὅτ' ἂν Αἰγύπτοιο, Διιπετέος ποταμοῖο,
478
αὖτις ὕδωρ ἔλϑῃς, ῥέξῃς ϑ' ἱερὰς ἑκατόμβας
479
ἀϑανάτοισι ϑεοῖσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσι·
480
καὶ τότε τοι δώσουσιν ὁδὸν ϑεοί ἣν σὺ μενοινᾷς. '
481
ὣς ἔϕατ', αὐτὰρ ἔμοιγε κατεκλάσϑη ϕίλον ἦτορ,
482
οὕνεκά μ' αὖτις ἄνωγεν ἐπ' ἠεροειδέα πόντον
483
Αἴγυπτον δ' ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε.
484
ἀλλὰ καὶ ὧς μύϑοισιν ἀμειβόμενος προσέειπον·
485
῍ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ κελεύεις.
486
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
487
ἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλϑον ᾽Αχαιοὶ
488
ουἠς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηϑεν ἰόντες,
489
ἦέ τις ὤλετ' ὀλέϑρῳ ἀδευκέι ἧς ἐπὶ νηὸς
490
ἠὲ ϕίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν. '
491
ὣς ἐϕάμην, ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπεν·
492
῍᾽Ατρείδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴ
493
ἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον· οὐδέ σέ ϕημι
494
δὴν ἄκλαυτον ἔσεσϑαι, ἐπεί κ' εὖ πάντα πύϑηαι.
495
πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο·
496
ἀρχοὶ δ' αὖ δύο μοῦνοι ᾽Αχαιῶν χαλκοχιτώνων
497
ἐν νόστῳ ἀπόλοντο· μάχῃ δέ τε καὶ σὺ παρῆσϑα.
498
εἷς δ' ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.
499
Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι.
500
Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσε
501
πέτρῃσιν μεγάλῃσι, καὶ ἐξεσάωσε ϑαλάσσης:
502
καί νύ κεν ἔκϕυγε κῆρα καὶ ἐχϑόμενός περ ᾽Αϑήνῃ,
503
εἰ μὴ ὑπερϕίαλον ἔπος ἔκβαλε καὶ μέγ' ἀάσϑη·
504
ϕῆ ῥ' ἀέκητι ϑεῶν ϕυγέειν μέγα λαῖτμα ϑαλάσσης.
505
τοῦ δὲ Ποσειδάων μεγάλ' ἔκλυεν αὐδήσαντος:
506
αὐτίκ' ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν
507
ἤλασε Γυραίην πέτρην, ἀπὸ δ' ἔσχισεν αὐτήν·
508
καὶ τὸ μὲν αὐτόϑι μεῖνε, τὸ δὲ τρύϕος ἔμπεσε πόντῳ,
509
τῷ ῥ' Αἴας τὸ πρῶτον ἐϕεζόμενος μέγ' ἀάσϑη·
510
τὸν δ' ἐϕόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.
511
ὣς ὁ μὲν ἔνϑ' ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.
512
σὸς δέ που ἔκϕυγε κῆρας ἀδελϕεὸς ἠδ' ὑπάλυξεν
513
ἐν νηυσὶ γλαϕυρῇσι· σάωσε δὲ πότνια ῞Ηρη.
514
ἀλλ' ὅτε δὴ τάχ' ἔμελλε Μαλειάων ὄρος αἰπὺ
515
ἵξεσϑαι, τότε δή μιν ἀναρπάξασα ϑύελλα
516
πόντον ἐπ' ἰχϑυόεντα ϕέρεν βαρέα στενάχοντα.
519
ἀλλ' ὅτε δὴ καὶ κεῖϑεν ἐϕαίνετο νόστος ἀπήμων,
520
ἂψ δὲ ϑεοὶ οὖρον στρέψαν, καὶ οἴκαδ' ἵκοντο
517
ἀγροῦ ἐπ' ἐσχατιήν, ὅϑι δώματα ναῖε Θυέστης
518
τὸ πρίν, ἀτὰρ τότ' ἔναιε Θυεστιάδης Αἴγισϑος,
521
ἤτοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης,
522
καὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δ' ἀπ' αὐτοῦ
523
δάκρυα ϑερμὰ χέοντ', ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.
524
τὸν δ' ἄρ' ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καϑεῖσεν
525
Αἴγισϑος δολόμητις ἄγων, ὑπὸ δ' ἔσχετο μισϑὸν
526
χρυσοῦ δοιὰ τάλαντα· ϕύλασσε δ' ὅ γ' εἰς ἐνιαυτόν,
527
μή ἑ λάϑοι παριών, μνήσαιτο δὲ ϑούριδος ἀλκῆς.
528
βῆ δ' ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.
529
αὐτίκα δ' Αἴγισϑος δολίην ἐϕράσσατο τέχνην·
530
κρινάμενος κατὰ δῆμον ἐείκοσι ϕῶτας ἀρίστους
531
εἷσε λόχον, ἑτέρωϑι δ' ἀνώγει δαῖτα πένεσϑαι.
532
αὐτὰρ ὁ βῆ καλέων ᾽Αγαμέμνονα, ποιμένα λαῶν,
533
ἵπποισιν καὶ ὄχεσϕιν, ἀεικέα μερμηρίζων.
534
τὸν δ' οὐκ εἰδότ' ὄλεϑρον ἀνήγαγε, καὶ κατέπεϕνε
535
δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ ϕάτνῃ.
536
οὐδέ τις ᾽Ατρείδεω ἑτάρων λίπεϑ' οἵ οἱ ἕποντο,
537
οὐδέ τις Αἰγίσϑου, ἀλλ' ἔκταϑεν ἐν μεγάροισιν. '
38

Line Group 38

538
ὣς ἔϕατ', αὐτὰρ ἔμοιγε κατεκλάσϑη ϕίλον ἦτορ·
539
κλαῖον δ' ἐν ψαμάϑοισι καϑήμενος, οὐδέ νύ μοι κῆρ
540
ἤϑελ' ἔτι ζώειν καὶ ὁρᾶν ϕάος ἠελίοιο.
541
αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσϑην,
542
δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής:
543
῍μηκέτι, ᾽Ατρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς οὕτω
544
κλαῖ', ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν· ἀλλὰ τάχιστα
545
πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι.
546
ἢ γάρ μιν ζωόν γε κιχήσεαι, ἤ καὶ ᾽Ορέστης
547
κτεῖνεν ὑποϕϑάμενος: σὺ δέ κεν τάϕου ἀντιβολήσαις. '
548
ὣς ἔϕατ', αὐτὰρ ἐμοὶ κραδίη καὶ ϑυμὸς ἀγήνωρ
549
αὖτις ἐνὶ στήϑεσσι καὶ ἀχνυμένῳ περ ἰάνϑη,
550
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδων·
551
῍τούτους μὲν δὴ οἶδα· σὺ δὲ τρίτον ἄνδρ' ὀνόμαζε,
552
ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ
553
ἠὲ ϑανών· ἐϑέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι. '
554
ὣς ἐϕάμην, ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπεν·
555
῍υἱὸς Λαέρτεω, ᾽Ιϑάκῃ ἔνι οἰκία ναίων·
556
τὸν δ' ἴδον ἐν νήσῳ ϑαλερὸν κατὰ δάκρυ χέοντα,
557
Νύμϕης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
558
ἴσχει· ὁ δ' οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσϑαι·
559
οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
560
οἵ κέν μιν πέμποιεν ἐπ' εὐρέα νῶτα ϑαλάσσης.
561
σοὶ δ' οὐ ϑέσϕατόν ἐστι, Διοτρεϕὲς ὦ Μενέλαε,
562
῎Αργει ἐν ἱπποβότῳ ϑανέειν καὶ πότμον ἐπισπεῖν,
563
ἀλλά σ' ἐς ᾽Ηλύσιον πεδίον καὶ πείρατα γαίης
564
ἀϑάνατοι πέμψουσιν, ὅϑι ξανϑὸς ῾Ραδάμανϑυς,
565
τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνϑρώποισιν·
566
οὐ νιϕετός, οὔτ' ἂρ χειμὼν πολὺς οὔτέ ποτ' ὄμβρος,
567
ἀλλ' αἰεὶ Ζεϕύροιο λιγὺ πνείοντας ἀήτας
568
᾽Ωκεανὸς ἀνίησιν ἀναψύχειν ἀνϑρώπους,
569
οὕνεκ' ἔχεις ῾Ελένην καί σϕιν γαμβρὸς Διός ἐσσι. '
570
ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
571
αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμ' ἀντιϑέοις ἑτάροισιν
572
ἤια, πολλὰ δέ μοι κραδίη πόρϕυρε κιόντι.
573
αὐτὰρ ἐπεί ῥ' ἐπὶ νῆα κατήλϑομεν ἠδὲ ϑάλασσαν,
574
δόρπόν ϑ' ὁπλισάμεσϑ', ἐπί τ' ἤλυϑεν ἀμβροσίη νύξ·
575
δὴ τότε κοιμήϑημεν ἐπὶ ῥηγμῖνι ϑαλάσσης.
576
ἦμος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
577
νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
578
ἐν δ' ἱστοὺς τιϑέμεσϑα καὶ ἱστία νηυσὶν ἐίσῃς:
579
ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι κάϑιζον·
580
ἑξῆς δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
581
ἂψ δ' εἰς Αἰγύπτοιο, Διιπετέος ποταμοῖο,
582
στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.
583
αὐτὰρ ἐπεὶ κατέπαυσα ϑεῶν χόλον αἰὲν ἐόντων,
584
χεῦ' ᾽Αγαμέμνονι τύμβον, ἵν' ἄσβεστον κλέος εἴη.
585
ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον
586
ἀϑάνατοι, τοί μ' ὦκα ϕίλην ἐς πατρίδ' ἔπεμψαν.
587
ἀλλ' ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,
588
ὄϕρά κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται·
589
καὶ τότε σ' εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα
590
τρεῖς ἵππους καὶ δίϕρον ἐύξοον· αὐτὰρ ἔπειτα
591
δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσϑα ϑεοῖσιν
592
ἀϑανάτοις ἐμέϑεν μεμνημένος ἤματα πάντα."
39

Line Group 39

593
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
40

Line Group 40

594
"᾽Ατρείδη, μὴ δή με πολὺν χρόνον ἐνϑάδ' ἔρυκε.
595
καὶ γάρ κ' εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοίγ' ἀνεχοίμην
596
ἥμενος, οὐδέ κέ μ' οἴκου ἕλοι πόϑος οὐδὲ τοκήων·
597
αἰνῶς γὰρ μύϑοισιν ἔπεσσί τε σοῖσιν ἀκούων
598
τέρπομαι. ἀλλ' ἤδη μοι ἀνιάζουσιν ἑταῖροι
599
ἐν Πύλῳ ἠγαϑέῃ· σὺ δέ με χρόνον ἐνϑάδ' ἐρύκεις.
600
δῶρον δ' ὅττί κέ μοι δοίης, κειμήλιον ἔστω·
601
ἵππους δ' εἰς ᾽Ιϑάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ
602
ἐνϑάδε λείψω ἄγαλμα· σὺ γὰρ πεδίοιο ἀνάσσεις
603
εὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον
604
πυροί τε ζειαί τε ἰδ' εὐρυϕυὲς κρῖ λευκόν.
605
ἐν δ' ᾽Ιϑάκῃ οὔτ' ἂρ δρόμοι εὐρέες οὔτέ τι λειμών·
606
αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.
607
οὐ γάρ τις νήσων ἱππήλατος οὐδ' εὐλείμων,
608
αἵ ϑ' ἁλὶ κεκλίαται· ᾽Ιϑάκη δέ τε καὶ περὶ πασέων."
41

Line Group 41

609
ὣς ϕάτο, μείδησεν δὲ βοὴν ἀγαϑὸς Μενέλαος,
610
χειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζεν·
42

Line Group 42

611
"αἵματός εἰς ἀγαϑοῖο, ϕίλον τέκος, οἷ' ἀγορεύεις.
612
τοὶ γὰρ ἐγώ τοι ταῦτα μεταστήσω· δύναμαι γάρ.
613
δώρων δ', ὅσσ' ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
614
δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι.
615
δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ
616
ἔστιν ἅπας, χρυσῷ δ' ἐπὶ χείλεα κεκράανται·
617
ἔργον δ' ῾Ηϕαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως,
618
Σιδονίων βασιλεύς, ὅϑ' ἑὸς δόμος ἀμϕεκάλυψε
619
κεῖσ' ἐμὲ νοστήσαντα· τεὶ:ν δ' ἐϑέλω τόδ' ὀπάσσαι."
43

Line Group 43

620
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
621
δαιτυμόνες δ' ἐς δώματ' ἴσαν ϑείου βασιλῆος.
622
οἱ δ' ἦγον μὲν μῆλα, ϕέρον δ' εὐήνορα οἶνον·
623
σῖτον δέ σϕ' ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.
624
ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο,
625
μνηστῆρες δὲ πάροιϑεν ᾽Οδυσσῆος μεγάροιο
626
δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες,
627
ἐν τυκτῷ δαπέδῳ, ὅϑι περ πάρος, ὕβριν ἔχοντες.
628
᾽Αντίνοος δὲ καϑῆστο καὶ Εὐρύμαχος ϑεοειδής,
629
ἀρχοὶ μνηστήρων, ἀρετῇ δ' ἔσαν ἔξοχ' ἄριστοι.
630
τοῖς δ' υἱὸς Φρονίοιο Νοήμων ἐγγύϑεν ἐλϑὼν
631
᾽Αντίνοον μύϑοισιν ἀνειρόμενος προσέειπεν·
44

Line Group 44

632
"᾽Αντίνο', ἦ ῥά τι ἴδμεν ἐνὶ ϕρεσὶν, ἦε καὶ οὐκί,
633
ὁππότε Τηλέμαχος νεῖτ' ἐκ Πύλου ἠμαϑόεντος...
634
νῆά μοι οἴχετ' ἄγων· ἐμὲ δὲ χρεὼ γίνεται αὐτῆς
635
῎Ηλιδ' ἐς εὐρύχορον διαβήμεναι, ἔνϑά μοι ἵπποι
636
δώδεκα ϑήλειαι, ὑπὸ δ' ἡμίονοι ταλαεργοὶ
637
ἀδμῆτες: τῶν κέν τιν' ἐλασσάμενος δαμασαίμην."
45

Line Group 45

638
ὣς ἔϕαϑ', οἱ δ' ἀνὰ ϑυμὸν ἐϑάμβεον· οὐ γὰρ ἔϕαντο
639
ἐς Πύλον οἴχεσϑαι Νηλήιον, ἀλλά που αὐτοῦ
640
ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ.
641
τὸν δ' αὖτ' ᾽Αντίνοος προσέϕη, Εὐπείϑεος υἱός:
46

Line Group 46

642
"νημερτές μοι ἔνισπε· πότ' ᾤχετο καὶ τίνες αὐτῷ
643
κοῦροι ἕποντ'; ᾽Ιϑάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦ
644
ϑῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι.
645
καί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄϕρ' ἔυ εἰδῶ,
646
ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,
647
ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύϑῳ."
47

Line Group 47

648
τὸν δ' υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα·
48

Line Group 48

649
"αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος,
650
ὁππότ' ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα ϑυμῷ
651
αἰτίζῃ; χαλεπόν κεν ἀνήνασϑαι δόσιν εἴη.
652
κοῦροι δ' οἳ κατὰ δῆμον ἀριστεύουσι μεϑ' ἡμέας,
653
οἵ οἱ ἕποντ'· ἐν δ' ἀρχὸν ἐγὼ βαίνοντα νόησα
654
Μέντορα ἠὲ ϑεόν, τῷ δ' αὐτῷ πάντα ἐῴκει.
655
ἀλλὰ τὸ ϑαυμάζω· ἴδον ἐνϑάδε Μέντορα δῖον
656
χϑιζὸν ὑπηοῖον· τότε δ' ἔμβη νηὶ Πύλον δέ."
49

Line Group 49

657
ὣς ἄρα ϕωνήσας ἀπέβη πρὸς δώματα πατρός,
658
τοῖσιν δ' ἀμϕοτέροισιν ἀγάσσατο ϑυμὸς ἀγήνωρ.
659
μνηστῆρας δ' ἄμυδις κάϑισαν καὶ παῦσαν ἀέϑλων.
660
τοῖσιν δ' ᾽Αντίνοος μετέϕη, Εὐπείϑεος υἱός,
661
ἀχνύμενος: μένεος δὲ μέγα ϕρένες ἀμϕιμέλαιναι
662
πίμπλαντ', ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην·
663
"ὢ πόποι, ἦ μέγα ἔργον ὑπερϕιάλως ἐτελέσϑη
664
Τηλεμάχῳ ὁδὸς ἧδε· ϕάμεν δέ οἱ οὐ τελέεσϑαι.
665
ἐκ τοσσῶνδ' ἀέκητι νέος παῖς οἴχεται αὕτως,
666
νῆα ἐρυσσάμενος κρίνας τ' ἀνὰ δῆμον ἀρίστους.
667
ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷ
668
Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσϑαι.
669
ἀλλ' ἄγε μοι δότε νῆα ϑοὴν καὶ εἴκοσ' ἑταίρους,
670
ὄϕρά μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ ϕυλάξω
671
ἐν πορϑμῷ ᾽Ιϑάκης τε Σάμοιό τε παιπαλοέσσης,
672
ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός."
50

Line Group 50

673
ὣς ἔϕαϑ', οἱ δ' ἄρα πάντες ἐπῄνεον ἠδὲ κέλευον·
674
αὐτίκ' ἔπειτ' ἀνστάντες ἔβαν δόμον εἰς ᾽Οδυσῆος.
675
οὐδ' ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος
676
μύϑων, ουἠς μνηστῆρες ἐνὶ ϕρεσὶ βυσσοδόμευον·
677
κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύϑετο βουλὰς
678
αὐλῆς ἐκτὸς ἐών· οἱ δ' ἔνδοϑι μῆτιν ὕϕαινον.
679
βῆ δ' ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ·
680
τὸν δὲ κατ' οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·
51

Line Group 51

681
"κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;
682
ἦ εἰπέμεναι δμῳῇσιν ᾽Οδυσσῆος ϑείοιο
683
ἔργων παύσασϑαι, σϕίσι δ' αὐτοῖς δαῖτα πένεσϑαι;
684
μὴ μνηστεύσαντες μηδ' ἄλλοϑ' ὁμιλήσαντες
685
ὕστατα καὶ πύματα νῦν ἐνϑάδε δειπνήσειαν.
686
οἳ ϑάμ' ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,
687
κτῆσιν Τηλεμάχοιο δαί:ϕρονος: οὐδέ τι πατρῶν
688
ὑμετέρων τὸ πρόσϑεν ἀκούετε, παῖδες ἐόντες,
689
οἷος ᾽Οδυσσεὺς ἔσκε μεϑ' ὑμετέροισι τοκεῦσιν,
690
οὔτέ τινα ῥέξας ἐξαίσιον οὔτέ τι εἰπὼν
691
ἐν δήμῳ· ἥ τ' ἐστὶ δίκη ϑείων βασιλήων·
692
ἄλλόν κ' ἐχϑαίρῃσι βροτῶν, ἄλλόν κε ϕιλοίη.
693
κεῖνος δ' οὔ ποτε πάμπαν ἀτάσϑαλον ἄνδρα ἐώργει·
694
ἀλλ' ὁ μὲν ὑμέτερος ϑυμὸς καὶ ἀεικέα ἔργα
695
ϕαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισϑ' εὐεργέων."
52

Line Group 52

696
τὴν δ' αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς:
53

Line Group 53

697
"αἳ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη.
698
ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο
699
μνηστῆρες ϕράζονται, ὃ μὴ τελέσειε Κρονίων.
700
Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ
701
οἴκαδε νισσόμενον· ὁ δ' ἔβη μετὰ πατρὸς ἀκουὴν
702
ἐς Πύλον ἠγαϑέην ἠδ' ἐς Λακεδαίμονα δῖαν."
54

Line Group 54

703
ὣς ϕάτο, τῆς δ' αὐτοῦ λύτο γούνατα καὶ ϕίλον ἦτορ,
704
δὴν δέ μιν ἀμϕασίη ἐπέων λάβε· τὼ δέ οἱ ὄσσε
705
δακρυόϕι πλῆσϑεν, ϑαλερὴ δέ οἱ ἔσχετο ϕωνή.
706
ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·
55

Line Group 55

707
"κῆρυξ, τίπτε δέ μοι πάις οἴχεται; οὐδέ τί μιν χρεὼ
708
νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ ϑ' ἁλὸς ἵπποι
709
ἀνδράσι γίνονται, περόωσι δὲ πουλὺν ἐϕ' ὑγρήν.
710
ἦ ἵνα μηδ' ὄνομ' αὐτοῦ ἐν ἀνϑρώποισι λίπηται;"
56

Line Group 56

711
τὴν δ' ἠμείβετ' ἔπειτα Μέδων πεπνυμένα εἰδώς:
57

Line Group 57

712
"οὐκ οἶδ' ἤ τίς μιν ϑεὸς ὤρορεν, ἦε καὶ αὐτοῦ
713
ϑυμὸς ἐϕωρμήϑη ἴμεν ἐς Πύλον, ὄϕρα πύϑηται
714
πατρὸς ἑοῦ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν."
58

Line Group 58

715
ὣς ἄρα ϕωνήσας ἀπέβη κατὰ δῶμ' ᾽Οδυσῆος.
716
τὴν δ' ἄχος ἀμϕεχύϑη ϑυμοϕϑόρον, οὐδ' ἄρ' ἔτ' ἔτλη
717
δίϕρῳ ἐϕέζεσϑαι πολλῶν κατὰ οἶκον ἐόντων,
718
ἀλλ' ἄρ' ἐπ' οὐδοῦ ἷζε πολυκμήτου ϑαλάμοιο
719
οἴκτρ' ὀλοϕυρομένη· περὶ δὲ δμῳαὶ μινύριζον
720
πᾶσαι, ὅσαι κατὰ δώματ' ἔσαν νέαι ἠδὲ παλαιαί.
721
τῇς δ' ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια·
59

Line Group 59

722
"κλῦτε, ϕίλαι· περὶ γάρ μοι ᾽Ολύμπιος ἄλγε' ἔδωκεν
723
ἐκ πασέων, ὅσσαί μοι ὁμοῦ τράϕεν ἠδὲ γένοντο,
724
ἣ πρὶν μὲν πόσιν ἐσϑλὸν ἀπώλεσα ϑυμολέοντα,
725
παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
726
ἐσϑλόν, τοῦ κλέος εὐρὺ καϑ' ῾Ελλάδα καὶ μέσον ῎Αργος.
727
νῦν αὖ παῖδ' ἀγαπητὸν ἀνηρείψαντο ϑύελλαι
728
ἀκλέα ἐκ μεγάρων, οὐδ' ὁρμηϑέντος ἄκουσα.
729
σχέτλιαι, οὐδ' ὑμεῖς περ ἐνὶ ϕρεσὶ ϑέσϑε ἑκάστη
730
ἐκ λεχέων μ' ἀνεγεῖραι, ἐπιστάμεναι σάϕα ϑυμῷ,
731
ὁππότε κεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.
732
εἰ γὰρ ἐγὼ πυϑόμην ταύτην ὁδὸν ὁρμαίνοντα,
733
τῶ κε μάλ' ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο
734
ἤ κέ με τεϑνηυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν.
735
ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα,
736
δμῶ' ἐμόν, ὅν μοι ἔδωκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
737
καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄϕρα τάχιστα
738
Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,
739
εἰ δή που τινα κεῖνος ἐνὶ ϕρεσὶ μῆτιν ὑϕήνας
740
ἐξελϑὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν
741
ὃν καὶ ᾽Οδυσσῆος ϕϑῖσαι γόνον ἀντιϑέοιο."
60

Line Group 60

742
τὴν δ' αὖτε προσέειπε ϕίλη τροϕὸς Εὐρύκλεια·
61

Line Group 61

743
"νύμϕα ϕίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ
744
ἢ ἔα ἐν μεγάρῳ· μῦϑον δέ τοι οὐκ ἐπικεύσω.
745
ᾔδε' ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσ' ἐκέλευσε,
746
σῖτον καὶ μέϑυ ἡδύ· ἐμεῦ δ' ἕλετο μέγαν ὅρκον
747
μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσϑαι
748
ἤ σ' αὐτὴν ποϑέσαι καὶ ἀϕορμηϑέντος ἀκοῦσαι,
749
ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.
750
ἀλλ' ὑδρηναμένη, καϑαρὰ χροὶ: εἵμαϑ' ἑλοῦσα,
751
εἰς ὑπερῷ' ἀναβᾶσα σὺν ἀμϕιπόλοισι γυναιξὶν
752
εὔχε' ᾽Αϑηναίῃ, κούρῃ Διὸς αἰγιόχοιο·
753
ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ ϑανάτοιο σαώσαι.
754
μηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀίω
755
πάγχυ ϑεοῖς μακάρεσσι γονὴν ᾽Αρκεισιάδαο
756
ἔχϑεσϑ', ἀλλ' ἔτι που τις ἐπέσσεται ὅς κεν ἔχῃσι
757
δώματά ϑ' ὑψερεϕέα καὶ ἀπόπροϑι πίονας ἀγρούς."
62

Line Group 62

758
ὣς ϕάτο, τῆς δ' εὔνησε γόον, σχέϑε δ' ὄσσε γόοιο.
759
ἡ δ' ὑδρηναμένη, καϑαρὰ χροὶ: εἵμαϑ' ἑλοῦσα,
760
εἰς ὑπερῷ' ἀνέβαινε σὺν ἀμϕιπόλοισι γυναιξίν,
761
ἐν δ' ἔϑετ' οὐλοχύτας κανέῳ, ἠρᾶτο δ' ᾽Αϑήνῃ·
63

Line Group 63

762
"κλῦϑί μευ, αἰγιόχοιο Διὸς τέκος, ᾽Ατρυτώνη·
763
εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν ᾽Οδυσσεὺς
764
ἢ βοὸς ἢ ὄιος κατὰ πίονα μηρί' ἔκηε,
765
τῶν νῦν μοι μνῆσαι, καί μοι ϕίλον υἷα σάωσον,
766
μνηστῆρας δ' ἀπάλαλκε κακῶς ὑπερηνορέοντας."
64

Line Group 64

767
ὣς εἰποῦσ' ὀλόλυξε, ϑεὰ δέ οἱ ἔκλυεν ἀρῆς.
768
μνηστῆρες δ' ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα·
769
ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
65

Line Group 65

770
"ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια
771
ἀρτύει, οὐδέ τι οἶδεν ὅ οἱ ϕόνος υἷι τέτυκται."
66

Line Group 66

772
ὣς ἄρα τις εἴπεσκε, τὰ δ' οὐκ ἴσαν ὡς ἐτέτυκτο.
773
τοῖσιν δ' ᾽Αντίνοος ἀγορήσατο καὶ μετέειπε·
67

Line Group 67

774
"δαιμόνιοι, μύϑους μὲν ὑπερϕιάλους ἀλέασϑε
775
πάντας ὁμῶς, μή που τις ἀπαγγείλῃσι καὶ εἴσω.
776
ἀλλ' ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν
777
μῦϑον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ ϕρεσὶν ἤραρεν ἥμιν."
68

Line Group 68

778
ὣς εἰπὼν ἐκρίνατ' ἐείκοσι ϕῶτας ἀρίστους,
779
βὰν δ' ἰέναι ἐπὶ νῆα ϑοὴν καὶ ϑῖνα ϑαλάσσης.
780
νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένϑος δὲ ἔρυσσαν,
781
ἐν δ' ἱστόν τ' ἐτίϑεντο καὶ ἱστία νηὶ μελαίνῃ,
782
ἠρτύναντο δ' ἐρετμὰ τροποῖς ἐν δερματίνοισι,
783
πάντα κατὰ μοῖραν· ἀνά ϑ' ἱστία λευκὰ πέτασσαν·
784
τεύχεα δέ σϕιν ἔνεικαν ὑπέρϑυμοι ϑεράποντες.
785
ὑψοῦ δ' ἐν νοτίῳ τήν γ' ὥρμισαν, ἐκ δ' ἔβαν αὐτοί·
786
ἔνϑα δὲ δόρπον ἕλοντο, μένον δ' ἐπὶ ἕσπερον ἐλϑεῖν.
69

Line Group 69

787
ἡ δ' ὑπερωίῳ αὖϑι περίϕρων Πηνελόπεια
788
κεῖτ' ἄρ' ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,
789
ὁρμαίνουσ' ἤ οἱ ϑάνατον ϕύγοι υἱὸς ἀμύμων,
790
ἦ ὅ γ' ὑπὸ μνηστῆρσιν ὑπερϕιάλοισι δαμείη.
791
ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ
792
δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,
793
τόσσά μιν ὁρμαίνουσαν ἐπήλυϑε νήδυμος ὕπνος:
794
εὗδε δ' ἀνακλινϑεῖσα, λύϑεν δέ οἱ ἅψεα πάντα.
70

Line Group 70

795
ἔνϑ' αὖτ' ἄλλ' ἐνόησε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη.
796
εἴδωλον ποίησε, δέμας δ' ἤικτο γυναικί,
797
᾽Ιϕϑίμῃ, κούρῃ μεγαλήτορος ᾽Ικαρίοιο,
798
τὴν Εὔμηλος ὄπυιε, Φερῇς ἔνι οἰκία ναίων.
799
πέμπε δέ μιν πρὸς δώματ' ᾽Οδυσσῆος ϑείοιο,
800
εἵως Πηνελόπειαν ὀδυρομένην, γοόωσαν,
801
παύσειε κλαυϑμοῖο γόοιό τε δακρυόεντος.
802
ἐς ϑάλαμον δ' εἰσῆλϑε παρὰ κληῖδος ἱμάντα,
803
στῆ δ' ἄρ' ὑπὲρ κεϕαλῆς, καί μιν πρὸς μῦϑον ἔειπεν·
71

Line Group 71

804
"εὕδεις, Πηνελόπεια, ϕίλον τετιημένη ἦτορ;
805
οὐ μέν σ' οὐδὲ ἐῶσι ϑεοὶ ῥεῖα ζώοντες
806
κλαίειν οὐδ' ἀκάχησϑαι, ἐπεί ῥ' ἔτι νόστιμός ἐστι
807
σὸς παῖς: οὐ μὲν γάρ τι ϑεοῖς ἀλιτήμενός ἐστι."
808
τὴν δ' ἠμείβετ' ἔπειτα περίϕρων Πηνελόπεια,
809
ἡδὺ μάλα κνώσσουσ' ἐν ὀνειρείῃσι πύλῃσι·
72

Line Group 72

810
"τίπτε, κασιγνήτη, δεῦρ' ἤλυϑες... οὔ τι πάρος γε
811
πωλέ', ἐπεὶ μάλα πολλὸν ἀπόπροϑι δώματα ναίεις.
812
καί με κέλεαι παύσασϑαι ὀιζύος ἠδ' ὀδυνάων
813
πολλέων, αἵ μ' ἐρέϑουσι κατὰ ϕρένα καὶ κατὰ ϑυμόν·
814
ἣ πρὶν μὲν πόσιν ἐσϑλὸν ἀπώλεσα ϑυμολέοντα,
815
παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
816
ἐσϑλόν, τοῦ κλέος εὐρὺ καϑ' ῾Ελλάδα καὶ μέσον ῎Αργος.
817
νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,
818
νήπιος, οὔτε πόνων εὖ εἰδὼς οὔτ' ἀγοράων.
819
τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου.
820
τοῦ δ' ἀμϕιτρομέω καὶ δείδια μή τι πάϑῃσιν,
821
ἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵν' οἴχεται, ἢ ἐνὶ πόντῳ·
822
δυσμενέες γὰρ πολλοὶ ἐπ' αὐτῷ μηχανόωνται,
823
ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσϑαι."
73

Line Group 73

824
τὴν δ' ἀπαμειβόμενον προσέϕη εἴδωλον ἀμαυρόν·
74

Line Group 74

825
"ϑάρσει, μηδέ τι πάγχυ μετὰ ϕρεσὶ δείδιϑι λίην·
826
τοίη γάρ οἱ πομπὸς ἅμ' ἔρχεται, ἥν τε καὶ ἄλλοι
827
ἀνέρες ἠρήσαντο παρεστάμεναι - δύναται γάρ -,
828
Παλλὰς ᾽Αϑηναίη· σὲ δ' ὀδυρομένην ἐλεαίρει·
829
ἣ νῦν με προέηκε τεὶ:ν τάδε μυϑήσασϑαι."
75

Line Group 75

830
τὴν δ' αὖτε προσέειπε περίϕρων Πηνελόπεια·
76

Line Group 76

831
"εἰ μὲν δὴ ϑεός ἐσσι ϑεοῖό τε ἔκλυες αὐδήν,
832
εἰ δ' ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον,
833
ἤ που ἔτι ζώει καὶ ὁρᾷ ϕάος ἠελίοιο,
834
ἦ ἤδη τέϑνηκε καὶ εἰν ᾽Αίδαο δόμοισι."
77

Line Group 77

835
τὴν δ' ἀπαμειβόμενον προσέϕη εἴδωλον ἀμαυρόν·
78

Line Group 78

836
"οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,
837
ζώει ὅ γ' ἦ τέϑνηκε· κακὸν δ' ἀνεμώλια βάζειν."
79

Line Group 79

838
ὣς εἰπὸν σταϑμοῖο παρὰ κληῖδα λιάσϑη
839
ἐς πνοιὰς ἀνέμων· ἡ δ' ἐξ ὕπνου ἀνόρουσε
840
κούρη ᾽Ικαρίοιο· ϕίλον δέ οἱ ἦτορ ἰάνϑη,
841
ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.
842
μνηστῆρες δ' ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευϑα,
843
Τηλεμάχῳ ϕόνον αἰπὺν ἐνὶ ϕρεσὶν ὁρμαίνοντες.
844
ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα,
845
μεσσηγὺς ᾽Ιϑάκης τε Σάμοιό τε παιπαλοέσσης,
846
᾽Αστερίς, οὐ μεγάλη· λιμένες δ' ἔνι ναύλοχοι αὐτῇ
847
ἀμϕίδυμοι· τῇ τόν γε μένον λοχόωντες ᾽Αχαιοί.

Chapter 5: ΟΔΥΣΣΕΙΑΣ Ε

1

Line Group 1

1
᾽Ηὼς δ' ἐκ λεχέων παρ' ἀγαυοῦ Τιϑωνοῖο
2
ὤρνυϑ', ἵν' ἀϑανάτοισι ϕόως ϕέροι ἠδὲ βροτοῖσιν·
3
οἱ δὲ ϑεοὶ ϑῶκον δὲ καϑίζανον, ἐν δ' ἄρα τοῖσι
4
Ζεὺς ὑψιβρεμέτης, οὗ τε κράτος ἐστὶ μέγιστον.
5
τοῖσι δ' ᾽Αϑηναίη λέγε κήδεα πόλλ' ᾽Οδυσῆος
6
μνησαμένη· μέλε γάρ οἱ ἐὼν ἐν δώμασι Νύμϕης:
2

Line Group 2

7
"Ζεῦ πάτερ ἠδ' ἄλλοι μάκαρες ϑεοὶ αἰὲν ἐόντες,
8
μή τις ἔτι πρόϕρων ἀγανὸς καὶ ἤπιος ἔστω
9
σκηπτοῦχος βασιλεύς, μηδὲ ϕρεσὶν αἴσιμα εἰδώς,
10
ἀλλ' αἰεὶ χαλεπός τ' εἴη καὶ αἴσυλα ῥέζοι,
11
ὡς οὔ τις μέμνηται ᾽Οδυσσῆος ϑείοιο
12
λαῶν οἷσιν ἄνασσε, πατὴρ δ' ὣς ἤπιος ἦεν.
13
ἀλλ' ὁ μὲν ἐν νήσῳ κεῖται κρατέρ' ἄλγεα πάσχων,
14
Νύμϕης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
15
ἴσχει· ὁ δ' οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσϑαι·
16
οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
17
οἵ κέν μιν πέμποιεν ἐπ' εὐρέα νῶτα ϑαλάσσης.
18
νῦν αὖ παῖδ' ἀγαπητὸν ἀποκτεῖναι μεμάασιν
19
οἴκαδε νισσόμενον· ὁ δ' ἔβη μετὰ πατρὸς ἀκουὴν
20
ἐς Πύλον ἠγαϑέην ἠδ' ἐς Λακεδαίμονα δῖαν."
3

Line Group 3

21
τὴν δ' ἀπαμειβόμενος προσέϕη νεϕεληγερέτα Ζεύς:
4

Line Group 4

22
"τέκνον ἐμόν, ποῖόν σε ἔπος ϕύγεν ἕρκος ὀδόντων·
23
οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
24
ὡς ἤτοι κείνους ᾽Οδυσεὺς ἀποτίσεται ἐλϑών;
25
Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως - δύνασαι γάρ -,
26
ὥς κε μάλ' ἀσκηϑὴς ἣν πατρίδα γαῖαν ἵκηται,
27
μνηστῆρες δ' ἐν νηὶ παλιμπετὲς ἀπονέωνται."
5

Line Group 5

28
ἦ ῥα, καὶ ῾Ερμείαν, υἱὸν ϕίλον, ἀντίον ηὔδα·
6

Line Group 6

29
"῾Ερμεία· σὺ γὰρ αὖτε τά τ' ἄλλά περ ἄγγελός ἐσσι·
30
Νύμϕῃ ἐυπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν,
31
νόστον ᾽Οδυσσῆος ταλασίϕρονος, ὥς κε νέηται
32
οὔτε ϑεῶν πομπῇ οὔτε ϑνητῶν ἀνϑρώπων·
33
ἀλλ' ὅ γ' ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων
34
ἤματί κ' εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο,
35
Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίϑεοι γεγάασιν,
36
οἵ κέν μιν περὶ κῆρι ϑεὸν ὣς τιμήσουσι,
37
πέμψουσιν δ' ἐν νηὶ ϕίλην ἐς πατρίδα γαῖαν,
38
χαλκόν τε χρυσόν τε ἅλις ἐσϑῆτά τε δόντες,
39
πόλλ', ὅσ' ἂν οὐδέ ποτε Τροίης ἐξήρατ' ᾽Οδυσσεύς,
40
εἴ περ ἀπήμων ἦλϑε, λαχὼν ἀπὸ ληίδος αἶσαν.
41
ὣς γάρ οἱ μοῖρ' ἐστὶ ϕίλους τ' ἰδέειν καὶ ἱκέσϑαι
42
οἶκον ἐς ὑψόροϕον καὶ ἑὴν ἐς πατρίδα γαῖαν."
7

Line Group 7

43
ὣς ἔϕατ', οὐδ' ἀπίϑησε διάκτορος ᾽Αργειϕόντης.
44
αὐτίκ' ἔπειϑ' ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
45
ἀμβρόσια, χρύσεια, τά μιν ϕέρον ἠμὲν ἐϕ' ὑγρὴν
46
ἠδ' ἐπ' ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο.
47
εἵλετο δὲ ῥάβδον, τῇ τ' ἀνδρῶν ὄμματα ϑέλγει
48
ὧν ἐϑέλει, τοὺς δ' αὖτε καὶ ὑπνώοντας ἐγείρει·
49
τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ᾽Αργειϕόντης.
50
Πιερίην δ' ἐπιβὰς ἐξ αἰϑέρος ἔμπεσε πόντῳ·
51
σεύατ' ἔπειτ' ἐπὶ κῦμα λάρῳ ὄρνιϑι ἐοικώς,
52
ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο
53
ἰχϑῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ·
54
τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν ῾Ερμῆς.
55
ἀλλ' ὅτε δὴ τὴν νῆσον ἀϕίκετο τηλόϑ' ἐοῦσαν,
56
ἔνϑ' ἐκ πόντου βὰς ἰοειδέος ἤπειρον δὲ
57
ἤιεν, ὄϕρα μέγα σπέος ἵκετο, τῷ ἔνι Νύμϕη
58
ναῖεν ἐυπλόκαμος: τὴν δ' ἔνδοϑι τέτμεν ἐοῦσαν.
59
πῦρ μὲν ἐπ' ἐσχαρόϕιν μέγα καίετο, τηλόσε δ' ὀδμὴ
60
κέδρου τ' εὐκεάτοιο ϑύου τ' ἀνὰ νῆσον ὀδώδει
61
δαιομένων· ἡ δ' ἔνδον ἀοιδιάουσ' ὀπὶ καλῇ,
62
ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδ' ὕϕαινεν.
63
ὕλη δὲ σπέος ἀμϕὶ πεϕύκει τηλεϑόωσα,
64
κλήϑρη τ' αἴγειρός τε καὶ εὐώδης κυπάρισσος:
65
ἔνϑα δέ τ' ὄρνιϑες τανυσίπτεροι εὐνάζοντο,
66
σκῶπές τ' ἴρηκές τε τανύγλωσσοί τε κορῶναι
67
εἰνάλιαι, τῇσίν τε ϑαλάσσια ἔργα μέμηλεν.
68
ἡ δ' αὐτοῦ τετάνυστο περὶ σπείους γλαϕυροῖο
69
ἡμερὶς ἡβώωσα, τεϑήλει δὲ σταϕυλῇσι·
70
κρῆναι δ' ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ,
71
πλησίαι ἀλλήλων, τετραμμέναι ἄλλυδις ἄλλη·
72
ἀμϕὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου
73
ϑήλεον. ἔνϑά κ' ἔπειτα καὶ ἀϑάνατός περ ἐπελϑὼν
74
ϑηήσαιτο ἰδὼν καὶ τερϕϑείη ϕρεσὶν ᾗσιν.
75
ἔνϑα στὰς ϑηεῖτο διάκτορος ᾽Αργειϕόντης.
76
αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ ϑηήσατο ϑυμῷ,
77
αὐτίκ' ἄρ' εἰς εὐρὺ σπέος ἤλυϑεν· οὐδέ μιν ἄντην
78
ἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα ϑεάων·
79
οὐ γάρ τ' ἀγνῶτες ϑεοὶ ἀλλήλοισι πέλονται
80
ἀϑάνατοι, οὐδ' εἴ τις ἀπόπροϑι δώματα ναίει.
81
οὐ δ' ἄρ' ᾽Οδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν,
82
ἀλλ' ὅ γ' ἐπ' ἀκτῆς κλαῖε καϑήμενος, ἔνϑα πάρος περ,
83
δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι ϑυμὸν ἐρέχϑων
84
πόντον ἐπ' ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
85
῾Ερμείαν δ' ἐρέεινε Καλυψώ, δῖα ϑεάων,
86
ἐν ϑρόνῳ ἱδρύσασα ϕαεινῷ, σιγαλόεντι·
8

Line Group 8

87
"τίπτέ μοι, ῾Ερμεία χρυσόρραπι, εἰλήλουϑας
88
αἰδοῖός τε ϕίλος τε; πάρος γε μὲν οὔ τι ϑαμίζεις.
89
αὔδα ὅ τι ϕρονέεις: τελέσαι δέ με ϑυμὸς ἄνωγεν,
90
εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν."
9

Line Group 9

92
ὣς ἄρα ϕωνήσασα ϑεὰ παρέϑηκε τράπεζαν
93
ἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυϑρόν·
94
αὐτὰρ ὁ πῖνε καὶ ἦσϑε διάκτορος ᾽Αργειϕόντης.
95
αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε ϑυμὸν ἐδωδῇ,
96
καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
10

Line Group 10

97
"εἰρωτᾷς μ' ἐλϑόντα ϑεὰ ϑεόν· αὐτὰρ ἐγώ τοι
98
νημερτέως τὸν μῦϑον ἐνισπήσω· κέλεαι γάρ.
99
Ζεὺς ἔμεγ' ἠνώγει δεῦρ' ἐλϑέμεν οὐκ ἐϑέλοντα·
100
τίς δ' ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ
101
ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε ϑεοῖσιν
102
ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας.
103
ἀλλὰ μάλ' οὔ πως ἐστι Διὸς νόον αἰγιόχοιο
104
οὔτε παρ' ἐξ ἐλϑεῖν ἄλλον ϑεὸν οὔϑ' ἁλιῶσαι.
105
ϕησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων,
106
τῶν ἀνδρῶν οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο
107
εἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν
108
οἴκαδ'· ἀτὰρ ἐν νόστῳ ᾽Αϑηναίην ἀλίτοντο,
109
ἥ σϕιν ἐπῶρσ' ἄνεμόν τε κακὸν καὶ κύματα μακρά.
110
ἔνϑ' ἄλλοι μὲν πάντες ἀπέϕϑιϑεν ἐσϑλοὶ ἑταῖροι,
111
τὸν δ' ἄρα δεῦρ' ἄνεμός τε ϕέρων καὶ κῦμα πέλασσε.
112
τὸν νῦν σ' ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα·
113
οὐ γάρ οἱ τῇδ' αἶσα ϕίλων ἄπο νόσϕιν ὀλέσϑαι,
114
ἀλλ' ἔτι οἱ μοῖρ' ἐστὶ ϕίλους τ' ἰδέειν καὶ ἱκέσϑαι
115
οἶκον ἐς ὑψόροϕον καὶ ἑὴν ἐς πατρίδα γαῖαν."
11

Line Group 11

116
ὣς ϕάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα ϑεάων,
117
καί μιν ϕωνήσασ' ἔπεα πτερόεντα προσηύδα·
12

Line Group 12

118
"σχέτλιοί ἐστε, ϑεοί, ζηλήμονες ἔξοχον ἄλλων,
119
οἵ τε ϑεαῖς ἀγάασϑε παρ' ἀνδράσιν εὐνάζεσϑαι
120
ἀμϕαδίην, ἤν τίς τε ϕίλον ποιήσετ' ἀκοίτην.
121
ὣς μὲν ὅτ' ᾽Ωρίων' ἕλετο ῥοδοδάκτυλος ᾽Ηώς,
122
τόϕρά οἱ ἠγάασϑε ϑεοὶ ῥεῖα ζώοντες,
123
ἕως μιν ἐν ᾽Ορτυγίῃ χρυσόϑρονος ῎Αρτεμις ἁγνὴ
124
οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεϕνεν.
125
ὣς δ' ὁπότ' ᾽Ιασίωνι ἐυπλόκαμος Δημήτηρ
126
ᾧ ϑυμῷ εἴξασα μίγη ϕιλότητι καὶ εὐνῇ
127
νειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστος
128
Ζεύς, ὅς μιν κατέπεϕνε βαλὼν ἀργῆτι κεραυνῷ.
129
ὣς δ' αὖ νῦν μοι ἄγασϑε, ϑεοί, βροτὸν ἄνδρα παρεῖναι.
130
τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα
131
οἶον, ἐπεί οἱ νῆα ϑοὴν ἀργῆτι κεραυνῷ
132
Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
133
ἔνϑ' ἄλλοι μὲν πάντες ἀπέϕϑιϑεν ἐσϑλοὶ ἑταῖροι,
134
τὸν δ' ἄρα δεῦρ' ἄνεμός τε ϕέρων καὶ κῦμα πέλασσε.
135
τὸν μὲν ἐγὼ ϕίλεόν τε καὶ ἔτρεϕον, ἠδὲ ἔϕασκον
136
ϑήσειν ἀϑάνατον καὶ ἀγήρων ἤματα πάντα.
137
ἀλλ' ἐπεὶ οὔ πως ἐστι Διὸς νόον αἰγιόχοιο
138
οὔτε παρ' ἐξ ἐλϑεῖν ἄλλον ϑεὸν οὔϑ' ἁλιῶσαι,
139
ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει,
140
πόντον ἐπ' ἀτρύγετον. πέμψω δέ μιν οὔ πῃ ἔγωγε·
141
οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
142
οἵ κέν μιν πέμποιεν ἐπ' εὐρέα νῶτα ϑαλάσσης.
143
αὐτάρ οἱ πρόϕρων ὑποϑήσομαι, οὐδ' ἐπικεύσω,
144
ὥς κε μάλ' ἀσκηϑὴς ἣν πατρίδα γαῖαν ἵκηται."
13

Line Group 13

145
τὴν δ' αὖτε προσέειπε διάκτορος ᾽Αργειϕόντης:
14

Line Group 14

146
"οὕτω νῦν ἀπόπεμπε, Διὸς δ' ἐποπίζεο μῆνιν,
147
μή πως τοι μετόπισϑε κοτεσσάμενος χαλεπήνῃ."
15

Line Group 15

148
ὣς ἄρα ϕωνήσας ἀπέβη κρατὺς ᾽Αργειϕόντης:
149
ἡ δ' ἐπ' ᾽Οδυσσῆα μεγαλήτορα πότνια Νύμϕη
150
ἤι', ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.
151
τὸν δ' ἄρ' ἐπ' ἀκτῆς εὗρε καϑήμενον· οὐδέ ποτ' ὄσσε
152
δακρυόϕιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν
153
νόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε Νύμϕη.
154
ἀλλ' ἤτοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ
155
ἐν σπέσσι γλαϕυροῖσι παρ' οὐκ ἐϑέλων ἐϑελούσῃ,
156
ἤματα δ' ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καϑίζων
157
δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι ϑυμὸν ἐρέχϑων
158
πόντον ἐπ' ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
159
ἀγχοῦ δ' ἱσταμένη προσεϕώνεε δῖα ϑεάων·
16

Line Group 16

160
"κάμμορε, μή μοι ἔτ' ἐνϑάδ' ὀδύρεο, μηδέ τοι αἰὼν
161
ϕϑινέτω· ἤδη γάρ σε μάλα πρόϕρασσ' ἀποπέμψω.
162
ἀλλ' ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ
163
εὐρεῖαν σχεδίην· ἀτὰρ ἴκρια πῆξαι ἐπ' αὐτῆς
164
ὑψοῦ, ὥς σε ϕέρῃσιν ἐπ' ἠεροειδέα πόντον.
165
αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυϑρὸν
166
ἐνϑήσω μενοεικέ', ἅ κέν τοι λιμὸν ἐρύκοι,
167
εἵματά τ' ἀμϕιέσω· πέμψω δέ τοι οὖρον ὄπισϑεν,
168
ὥς κε μάλ' ἀσκηϑὴς σὴν πατρίδα γαῖαν ἵκηαι,
169
αἴ κε ϑεοί γ' ἐϑέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
170
οἵ μευ ϕέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε."
17

Line Group 17

171
ὣς ϕάτο, ῥίγησεν δὲ πολύτλας δῖος ᾽Οδυσσεύς,
172
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδα·
18

Line Group 18

173
"ἄλλό τι δὴ σύ, ϑεά, τόδε μήδεαι οὐδέ τι πομπήν,
174
ἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα ϑαλάσσης,
175
δεινόν τ' ἀργαλέον τε· τὸ δ' οὐδ' ἐπὶ νῆες ἐῖσαι
176
ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ.
177
οὐ δ' ἂν ἐγὼν ἀέκητι σέϑεν σχεδίης ἐπιβαίην,
178
εἰ μή μοι τλαίης γε, ϑεά, μέγαν ὅρκον ὀμόσσαι
179
μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο."
19

Line Group 19

180
ὣς ϕάτο, μείδησεν δὲ Καλυψώ, δῖα ϑεάων,
181
χειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζεν·
20

Line Group 20

182
"ἦ δὴ ἀλιτρός γ' ἐσσὶ καὶ οὐκ ἀποϕώλια εἰδώς,
183
οἷον δὴ τὸν μῦϑον ἐπεϕράσϑης ἀγορεῦσαι.
184
ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερϑε
185
καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος
186
ὅρκος δεινότατός τε πέλει μακάρεσσι ϑεοῖσι,
187
μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
188
ἀλλὰ τὰ μὲν νοέω καὶ ϕράσσομαι, ἅσσ' ἂν ἐμοί περ
189
αὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι·
190
καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇ
191
ϑυμὸς ἐνὶ στήϑεσσι σιδήρεος, ἀλλ' ἐλεήμων."
21

Line Group 21

192
ὣς ἄρα ϕωνήσασ' ἡγήσατο δῖα ϑεάων
193
καρπαλίμως: ὁ δ' ἔπειτα μετ' ἴχνια βαῖνε ϑεοῖο.
194
ἷξον δὲ σπεῖος γλαϕυρὸν ϑεὸς ἠδὲ καὶ ἀνήρ,
195
καί ῥ' ὁ μὲν ἔνϑα καϑέζετ' ἐπὶ ϑρόνου ἔνϑεν ἀνέστη
196
῾Ερμείας, Νύμϕη δὲ τίϑει πάρα πᾶσαν ἐδωδήν,
197
ἔσϑειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν·
198
αὐτὴ δ' ἀντίον ἷζεν ᾽Οδυσσῆος ϑείοιο,
199
τῇ δὲ παρ' ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔϑηκαν.
200
οἱ δ' ἐπ' ὀνείαϑ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
201
αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος,
202
τοῖς ἄρα μύϑων ἦρχε Καλυψώ, δῖα ϑεάων·
22

Line Group 22

203
"Διογενὲς Λαερτιάδη, πολυμήχαν' ᾽Οδυσσεῦ,
204
οὕτω δὴ οἶκον δὲ ϕίλην ἐς πατρίδα γαῖαν
205
αὐτίκα νῦν ἐϑέλεις ἰέναι; σὺ δὲ χαῖρε καὶ ἔμπης.
206
εἴ γε μὲν εἰδείης σῇσι ϕρεσίν ὅσσά τοι αἶσα
207
κήδε' ἀναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἱκέσϑαι,
208
ἐνϑάδε κ' αὖϑι μένων σὺν ἐμοὶ τόδε δῶμα ϕυλάσσοις
209
ἀϑάνατός τ' εἴης, ἱμειρόμενός περ ἰδέσϑαι
210
σὴν ἄλοχον, τῆς τ' αἰὲν ἐέλδεαι ἤματα πάντα.
211
οὐ μέν ϑην κείνης γε χερείων εὔχομαι εἶναι,
212
οὐ δέμας οὐδὲ ϕυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικε
213
ϑνητὰς ἀϑανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν."
23

Line Group 23

214
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
24

Line Group 24

215
"πότνα ϑεά, μή μοι τόδε χώεο· οἶδα καὶ αὐτὸς
216
πάντα μάλ', οὕνεκα σεῖο περίϕρων Πηνελόπεια
217
εἶδος ἀκιδνοτέρη μέγεϑός τ' εἰς ἄντα ἰδέσϑαι·
218
ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δ' ἀϑάνατος καὶ ἀγήρως.
219
ἀλλὰ καὶ ὧς ἐϑέλω καὶ ἐέλδομαι ἤματα πάντα
220
οἴκαδέ τ' ἐλϑέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσϑαι.
221
εἰ δ' αὖ τις ῥαίῃσι ϑεῶν ἐνὶ οἴνοπι πόντῳ,
222
τλήσομαι ἐν στήϑεσσιν ἔχων ταλαπενϑέα ϑυμόν·
223
ἤδη γὰρ μάλα πολλὰ πάϑον καὶ πολλὰ μόγησα
224
κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσϑω."
25

Line Group 25

225
ὣς ἔϕατ', ἠέλιος δ' ἄρ' ἔδυ καὶ ἐπὶ κνέϕας ἦλϑεν·
226
ἐλϑόντες δ' ἄρα τώ γε μυχῷ σπείους γλαϕυροῖο
227
τερπέσϑην ϕιλότητι, παρ' ἀλλήλοισι μένοντες.
26

Line Group 26

228
ἦμος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
229
αὐτίχ' ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτ' ᾽Οδυσσεύς,
230
αὐτὴ δ' ἀργύϕεον ϕᾶρος μέγα ἕννυτο Νύμϕη,
231
λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετ' ἰξυῖ
232
καλὴν, χρυσείην, κεϕαλῇ δ' ἐϕύπερϑε καλύπτρην·
233
καὶ τότ' ᾽Οδυσσῆι μεγαλήτορι μήδετο πομπήν.
234
δῶκε μέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι,
235
χάλκεον, ἀμϕοτέρωϑεν ἀκαχμένον· αὐτὰρ ἐν αὐτῷ
236
στειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός:
237
δῶκε δ' ἔπειτα σκέπαρνον ἐύξοον· ἦρχε δ' ὁδοῖο
238
νήσου ἐπ' ἐσχατιήν, ὅϑι δένδρεα μακρὰ πεϕύκει,
239
κλήϑρη τ' αἴγειρός τ', ἐλάτη τ' ἦν οὐρανομήκης,
240
αὗα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαϕρῶς.
241
αὐτὰρ ἐπεὶ δὴ δεῖξ' ὅϑι δένδρεα μακρὰ πεϕύκει,
242
ἡ μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα ϑεάων,
243
αὐτὰρ ὁ τάμνετο δοῦρα· ϑοῶς δέ οἱ ἤνυτο ἔργον.
244
εἴκοσι δ' ἔκβαλε πάντα, πελέκκησεν δ' ἄρα χαλκῷ,
245
ξέσσε δ' ἐπισταμένως καὶ ἐπὶ στάϑμην ἴϑυνε.
246
τόϕρα δ' ἔνεικε τέρετρα Καλυψώ, δῖα ϑεάων·
247
τέτρηνεν δ' ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισι,
248
γόμϕοισιν δ' ἄρα τήν γε καὶ ἁρμονιῃ῍σιν ἄρασσεν.
249
ὅσσόν τίς τ' ἔδαϕος νηὸς τορνώσεται ἀνὴρ
250
ϕορτίδος εὐρείης, εὖ εἰδὼς τεκτοσυνάων,
251
τόσσον ἐπ' εὐρεῖαν σχεδίην ποιήσατ' ᾽Οδυσσεύς.
252
ἴκρια δὲ στήσας, ἀραρὼν ϑαμέσι σταμίνεσσι,
253
ποίει· ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα.
254
ἐν δ' ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ·
255
πρὸς δ' ἄρα πηδάλιον ποιήσατο, ὄϕρ' ἰϑύνοι.
256
ϕράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυί:νῃσι
257
κύματος εἶλαρ ἔμεν· πολλὴν δ' ἐπεχεύατο ὕλην.
258
τόϕρα δὲ ϕάρε' ἔνεικε Καλυψώ, δῖα ϑεάων,
259
ἱστία ποιήσασϑαι· ὁ δ' εὖ τεχνήσατο καὶ τά.
260
ἐν δ' ὑπέρας τε κάλους τε πόδας τ' ἐνέδησεν ἐν αὐτῇ,
261
μοχλοῖσιν δ' ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν.
27

Line Group 27

262
τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα·
263
τῷ δ' ἄρα πέμπτῳ πέμπ' ἀπὸ νήσου δῖα Καλυψώ,
264
εἵματά τ' ἀμϕιέσασα ϑυώδεα καὶ λούσασα.
265
ἐν δέ οἱ ἀσκὸν ἔϑηκε ϑεὰ μέλανος οἴνοιο
266
τὸν ἕτερον, ἕτερον δ' ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα
267
κωρύκῳ· ἐν δέ οἱ ὄψα τίϑει μενοεικέα πολλά·
268
οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
269
γηϑόσυνος δ' οὔρῳ πέτασ' ἱστία δῖος ᾽Οδυσσεύς.
270
αὐτὰρ ὁ πηδαλίῳ ἰϑύνετο τεχνηέντως
271
ἥμενος: οὐδέ οἱ ὕπνος ἐπὶ βλεϕάροισιν ἔπιπτε
272
Πληιάδας τ' ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην
273
῎Αρκτόν ϑ', ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν,
274
ἥ τ' αὐτοῦ στρέϕεται καί τ' ᾽Ωρίωνα δοκεύει,
275
οἴη δ' ἄμμορός ἐστι λοετρῶν ᾽Ωκεανοῖο·
276
τὴν γὰρ δή μιν ἄνωγε Καλυψώ, δῖα ϑεάων,
277
ποντοπορευέμεναι ἐπ' ἀριστερὰ χειρὸς ἔχοντα.
278
ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων,
279
ὀκτωκαιδεκάτῃ δὲ ϕάνη ὄρεα σκιόεντα
280
γαίης Φαιήκων, ὅϑι τ' ἄγχιστον πέλεν αὐτῷ·
281
εἴσατο δ' ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ.
28

Line Group 28

282
τὸν δ' ἐξ Αἰϑιόπων ἀνιὼν κρείων ἐνοσίχϑων
283
τηλόϑεν ἐκ Σολύμων ὀρέων ἴδεν· εἴσατο γάρ οἱ
284
πόντον ἐπιπλείων. ὁ δ' ἐχώσατο κηρόϑι μᾶλλον,
285
κινήσας δὲ κάρη προτὶ ὃν μυϑήσατο ϑυμόν·
29

Line Group 29

286
"ὢ πόποι, ἦ μάλα δὴ μετεβούλευσαν ϑεοὶ ἄλλως
287
ἀμϕ' ᾽Οδυσῆι ἐμεῖο μετ' Αἰϑιόπεσσιν ἐόντος:
288
καὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνϑά οἱ αἶσα
289
ἐκϕυγέειν μέγα πεῖραρ ὀιζύος, ἥ μιν ἱκάνει·
290
ἀλλ' ἔτι μέν μίν ϕημι ἅδην ἐλάαν κακότητος."
30

Line Group 30

291
ὣς εἰπὼν σύναγεν νεϕέλας, ἐτάραξε δὲ πόντον
292
χερσὶ τρίαιναν ἑλών· πάσας δ' ὀρόϑυνεν ἀέλλας
293
παντοίων ἀνέμων, σὺν δὲ νεϕέεσσι κάλυψε
294
γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δ' οὐρανόϑεν νύξ.
295
σὺν δ' Εὖρός τε Νότος τε πέσον Ζέϕυρός τε δυσαὴς
296
καὶ Βορέης αἰϑρηγενέτης, μέγα κῦμα κυλίνδων.
297
καὶ τότ' ᾽Οδυσσῆος λύτο γούνατα καὶ ϕίλον ἦτορ,
298
ὀχϑήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα ϑυμόν·
31

Line Group 31

299
"ὤμοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται;
300
δείδω μὴ δὴ πάντα ϑεὰ νημερτέα εἶπεν,
301
ἥ μ' ἔϕατ' ἐν πόντῳ, πρὶν πατρίδα γαῖαν ἱκέσϑαι,
302
ἄλγε' ἀναπλήσειν· τάδε δὴ νῦν πάντα τελεῖται,
303
οἵοισιν νεϕέεσσι περιστέϕει οὐρανὸν εὐρὺν
304
Ζεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δ' ἄελλαι
305
παντοίων ἀνέμων· νῦν μοι σῶς αἰπὺς ὄλεϑρος.
306
τρισμάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότ' ὄλοντο
307
Τροίῃ ἐν εὐρείῃ, χάριν ᾽Ατρείδῃσι ϕέροντες.
308
ὡς δὴ ἔγωγ' ὄϕελον ϑανέειν καὶ πότμον ἐπισπεῖν
309
ἤματι τῷ, ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα
310
Τρῶες ἐπέρριψαν περὶ Πηλείωνι ϑανόντι.
311
τῶ κ' ἔλαχον κτερέων, καί μευ κλέος ἦγον ᾽Αχαιοί·
312
νῦν δέ με λευγαλέῳ ϑανάτῳ εἵμαρτο ἁλῶναι."
32

Line Group 32

313
ὣς ἄρα μιν εἰπόντ' ἔλασεν μέγα κῦμα κατ' ἄκρης,
314
δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε.
315
τῆλε δ' ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲ
316
ἐκ χειρῶν προέηκε· μέσον δέ οἱ ἱστὸν ἔαξε
317
δεινὴ μισγομένων ἀνέμων ἐλϑοῦσα ϑύελλα,
318
τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ.
319
τὸν δ' ἄρ' ὑπόβρυχα ϑῆκε πολὺν χρόνον, οὐδὲ δυνάσϑη
320
αἶψα μάλ' ἀνσχεϑέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς:
321
εἵματα γάρ ῥ' ἐβάρυνε, τά οἱ πόρε δῖα Καλυψώ.
322
ὀψὲ δὲ δή ῥ' ἀνέδυ, στόματος δ' ἐξέπτυσεν ἅλμην
323
πικρήν, ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν.
324
ἀλλ' οὐδ' ὧς σχεδίης ἐπελήϑετο τειρόμενός περ,
325
ἀλλὰ μεϑορμηϑεὶς ἐνὶ κύμασιν ἐλλάβετ' αὐτῆς,
326
ἐν μέσσῃ δὲ κάϑιζε τέλος ϑανάτου ἀλεείνων.
327
τὴν δ' ἐϕόρει μέγα κῦμα κατὰ ῥόον ἔνϑα καὶ ἔνϑα.
328
ὡς δ' ὅτ' ὀπωρινὸς Βορέης ϕορέῃσιν ἀκάνϑας
329
ἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται,
330
ὣς τὴν ἂμ πέλαγος ἄνεμοι ϕέρον ἔνϑα καὶ ἔνϑα·
331
ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε ϕέρεσϑαι,
332
ἄλλοτε δ' αὖτ' Εὖρος Ζεϕύρῳ εἴξασκε διώκειν.
33

Line Group 33

333
τὸν δὲ ἴδεν Κάδμου ϑυγάτηρ, καλλίσϕυρος ᾽Ινώ,
334
Λευκοϑέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,
335
νῦν δ' ἁλὸς ἐν πελάγεσσι ϑεῶν ἐξέμμορε τιμῆς.
336
ἥ ῥ' ᾽Οδυσῆ' ἐλέησεν ἀλώμενον, ἄλγε' ἔχοντα·
337
αἰϑυίῃ δ' εἰκυῖα ποτῇ ἀνεδύσετο λίμνης,
338
ἷζε δ' ἐπὶ σχεδίης καί μιν πρὸς μῦϑον ἔειπε·
34

Line Group 34

339
"κάμμορε, τίπτέ τοι ὧδε Ποσειδάων ἐνοσίχϑων
340
ὠδύσατ' ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ ϕυτεύει;
341
οὐ μὲν δή σε καταϕϑίσει, μάλα περ μενεαίνων.
342
ἀλλὰ μάλ' ὧδ' ἕρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·
343
εἵματα ταῦτ' ἀποδὺς σχεδίην ἀνέμοισι ϕέρεσϑαι
344
κάλλιπ', ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου
345
γαίης Φαιήκων, ὅϑι τοι μοῖρ' ἐστὶν ἀλύξαι.
346
τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι
347
ἄμβροτον· οὐδέ τί τοι παϑέειν δέος οὐδ' ἀπολέσϑαι.
348
αὐτὰρ ἐπὴν χείρεσσιν ἐϕάψεαι ἠπείροιο,
349
ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον
350
πολλὸν ἀπ' ἠπείρου, αὐτὸς δ' ἀπὸ νόσϕι τραπέσϑαι."
35

Line Group 35

351
ὣς ἄρα ϕωνήσασα ϑεὰ κρήδεμνον ἔδωκεν,
352
αὐτὴ δ' ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα
353
αἰϑυίῃ εἰκυῖα· μέλαν δέ ἑ κῦμα κάλυψεν.
354
αὐτὰρ ὁ μερμήριξε πολύτλας δῖος ᾽Οδυσσεύς,
355
ὀχϑήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα ϑυμόν·
36

Line Group 36

356
"ὤμοι ἐγώ, μή τίς μοι ὑϕαίνῃσιν δόλον αὖτε
357
ἀϑανάτων, ὅτε με σχεδίης ἀποβῆναι ἀνώγει.
358
ἀλλὰ μάλ' οὔ πω πείσομ', ἐπεὶ ἑκὰς ὀϕϑαλμοῖσι
359
γαῖαν ἐγὼν ἰδόμην, ὅϑι μοι ϕάτο ϕύξιμον εἶναι.
360
ἀλλὰ μάλ' ὧδ' ἕρξω, δοκέει δέ μοι εἶναι ἄριστον·
361
ὄϕρ' ἂν μέν κεν δούρατ' ἐν ἁρμονιῃ῍σιν ἀρήρῃ,
362
τόϕρ' αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων·
363
αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ,
364
νήξομ', ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον."
37

Line Group 37

365
εἷος ὁ ταῦϑ' ὥρμαινε κατὰ ϕρένα καὶ κατὰ ϑυμόν,
366
ὦρσε δ' ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχϑων,
367
δεινόν τ' ἀργαλέον τε, κατηρεϕές, ἤλασε δ' αὐτόν.
368
ὡς δ' ἄνεμος ζαὴς ᾔων ϑημῶνα τινάξῃ
369
καρϕαλέων, τὰ μὲν ἄρ τε διεσκέδασ' ἄλλυδις ἄλλῃ,
370
ὣς τῆς δούρατα μακρὰ διεσκέδασ'. αὐτὰρ ᾽Οδυσσεὺς
371
ἀμϕ' ἑνὶ δούρατι βαῖνε, κέληϑ' ὡς ἵππον ἐλαύνων,
372
εἵματα δ' ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ.
373
αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν,
374
αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας,
375
νηχέμεναι μεμαώς. ἴδε δὲ κρείων ἐνοσίχϑων,
376
κινήσας δὲ κάρη προτὶ ὃν μυϑήσατο ϑυμόν·
38

Line Group 38

377
"οὕτω νῦν κακὰ πολλὰ παϑὼν ἀλόω κατὰ πόντον,
378
εἰς ὅ κεν ἀνϑρώποισι Διοτρεϕέεσσι μιγήῃς:
379
ἀλλ' οὐδ' ὧς σε ἔολπα ὀνόσσεσϑαι κακότητος."
39

Line Group 39

380
ὣς ἄρα ϕωνήσας ἵμασεν καλλίτριχας ἵππους,
381
ἵκετο δ' εἰς Αἰγάς, ὅϑι οἱ κλυτὰ δώματ' ἔασιν.
40

Line Group 40

382
αὐτὰρ ᾽Αϑηναίη, κούρη Διός, ἄλλ' ἐνόησεν·
383
ἤτοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύϑους,
384
παύσασϑαι δ' ἐκέλευσε καὶ εὐνηϑῆναι ἅπαντας:
385
ὦρσε δ' ἐπὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματ' ἔαξεν,
386
ἕως ὃ γε Φαιήκεσσι ϕιληρέτμοισι μιγείη
387
Διογενὴς ᾽Οδυσεύς, ϑάνατον καὶ κῆρας ἀλύξας.
41

Line Group 41

388
ἔνϑα δύω νύκτας δύο τ' ἤματα κύματι πηγῷ
389
πλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετ' ὄλεϑρον.
390
ἀλλ' ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσ' ᾽Ηώς,
391
καὶ τότ' ἔπειτ' ἄνεμος μὲν ἐπαύσατο, ἡ δὲ γαλήνη
392
ἔπλετο νηνεμίη· ὁ δ' ἄρα σχεδὸν εἴσιδε γαῖαν
393
ὀξὺ μάλα προιὴδών, μεγάλου ὑπὸ κύματος ἀρϑείς.
394
ὡς δ' ὅτ' ἂν ἀσπάσιος βίοτος παίδεσσι ϕανήῃ
395
πατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρ' ἄλγεα πάσχων,
396
δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων,
397
ἀσπάσιον δ' ἄρα τόν γε ϑεοὶ κακότητος ἔλυσαν,
398
ὣς ᾽Οδυσῆ' ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη,
399
νῆχε δ' ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.
400
ἀλλ' ὅτε τόσσον ἀπῆν, ὅσσόν τε γέγωνε βοήσας,
401
καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι ϑαλάσσης ή
402
ῥόχϑει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο
403
δεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνϑ' ἁλὸς ἄχνῃ·
404
οὐ γὰρ ἔσαν λιμένες νηῶν ὄχοι, οὐδ' ἐπιωγαί,
405
ἀλλ' ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε ή,
406
καὶ τότ' ᾽Οδυσσῆος λύτο γούνατα καὶ ϕίλον ἦτορ,
407
ὀχϑήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα ϑυμόν·
42

Line Group 42

408
"ὤμοι, ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσϑαι
409
Ζεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρασσα,
410
ἔκβασις οὔ πῃ ϕαίνεϑ' ἁλὸς πολιοῖο ϑύραζε·
411
ἔκτοσϑεν μὲν γὰρ πάγοι ὀξέες, ἀμϕὶ δὲ κῦμα
412
βέβρυχεν ῥόϑιον, λισσὴ δ' ἀναδέδρομε πέτρη,
413
ἀγχιβαϑὴς δὲ ϑάλασσα, καὶ οὔ πως ἐστι πόδεσσι
414
στήμεναι ἀμϕοτέροισι καὶ ἐκϕυγέειν κακότητα·
415
μή πως μ' ἐκβαίνοντα βάλῃ λίϑακι προτὶ πέτρῃ
416
κῦμα μέγ' ἁρπάξαν· μελέη δέ μοι ἔσσεται ὁρμή.
417
εἰ δέ κ' ἔτι προτέρω παρανήξομαι, ἤν που ἐϕεύρω
418
ἠιόνας τε παραπλῆγας λιμένας τε ϑαλάσσης,
419
δείδω μή μ' ἐξαῦτις ἀναρπάξασα ϑύελλα
420
πόντον ἐπ' ἰχϑυόεντα ϕέρῃ βαρέα στενάχοντα,
421
ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων
422
ἐξ ἁλός, οἷά τε πολλὰ τρέϕει κλυτὸς ᾽Αμϕιτρίτη·
423
οἶδα γὰρ ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος."
43

Line Group 43

424
εἷος ὁ ταῦϑ' ὥρμαινε κατὰ ϕρένα καὶ κατὰ ϑυμόν,
425
τόϕρα δέ μιν μέγα κῦμα ϕέρε τρηχεῖαν ἐπ' ἀκτήν.
426
ἔνϑά κ' ἀπὸ ῥινοὺς δρύϕϑη, σὺν δ' ὀστέ' ἀράχϑη,
427
εἰ μὴ ἐπὶ ϕρεσὶ ϑῆκε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·
428
ἀμϕοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης,
429
τῆς ἔχετο στενάχων, εἵως μέγα κῦμα παρῆλϑε.
430
καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόϑιον δέ μιν αὖτις
431
πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.
432
ὡς δ' ὅτε πουλύποδος ϑαλάμης ἐξελκομένοιο
433
πρὸς κοτυληδονόϕιν πυκιναὶ λάιγγες ἔχονται,
434
ὣς τοῦ πρὸς πέτρῃσι ϑρασειάων ἀπὸ χειρῶν
435
ῥινοὶ ἀπέδρυϕϑεν· τὸν δὲ μέγα κῦμα κάλυψεν.
436
ἔνϑά κε δὴ δύστηνος ὑπέρμορον ὤλετ' ᾽Οδυσσεύς,
437
εἰ μὴ ἐπιϕροσύνην δῶκε γλαυκῶπις ᾽Αϑήνη.
438
κύματος ἐξαναδύς, τά τ' ἐρεύγεται ἤπειρον δέ,
439
νῆχε παρ' ἐξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐϕεύροι
440
ἠιόνας τε παραπλῆγας λιμένας τε ϑαλάσσης.
441
ἀλλ' ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο
442
ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος,
443
λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.
444
ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ ϑυμόν·
44

Line Group 44

445
"κλῦϑι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σ' ἱκάνω,
446
ϕεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.
447
αἰδοῖος μέν τ' ἐστὶ καὶ ἀϑανάτοισι ϑεοῖσιν
448
ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν
449
σόν τε ῥόον σά τε γούναϑ' ἱκάνω πολλὰ μογήσας.
450
ἀλλ' ἐλέαιρε, ἄναξ· ἱκέτης δέ τοι εὔχομαι εἶναι."
45

Line Group 45

451
ὣς ϕάϑ', ὁ δ' αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα,
452
πρόσϑε δέ οἱ ποίησε γαλήνην, τὸν δὲ σάωσεν
453
ἐς ποταμοῦ προχοάς: ὁ δ' ἄρ' ἄμϕω γούνατ' ἔκαμψε
454
χεῖράς τε στιβαράς: ἁλὶ γὰρ δέδμητο ϕίλον κῆρ.
455
ᾤδεε δὲ χρόα πάντα, ϑάλασσα δὲ κήκιε πολλὴ
456
ἂν στόμα τε ῥῖνάς ϑ'· ὁ δ' ἄρ' ἄπνευστος καὶ ἄναυδος
457
κεῖτ' ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.
458
ἀλλ' ὅτε δή ῥ' ἄμπνυτο καὶ ἐς ϕρένα ϑυμὸς ἀγέρϑη,
459
καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε ϑεοῖο.
460
καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεϑῆκεν,
461
ἂψ δ' ἔϕερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δ' ἄρ' ᾽Ινὼ
462
δέξατο χερσὶ ϕίλῃσιν· ὁ δ' ἐκ ποταμοῖο λιασϑεὶς
463
σχοίνῳ ὑπεκλίνϑη, κύσε δὲ ζείδωρον ἄρουραν.
464
ὀχϑήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα ϑυμόν·
46

Line Group 46

465
"ὤμοι ἐγώ, τί πάϑω; τί νύ μοι μήκιστα γένηται;
466
εἰ μέν κ' ἐν ποταμῷ δυσκηδέα νύκτα ϕυλάσσω,
467
μή μ' ἄμυδις στίβη τε κακὴ καὶ ϑῆλυς ἐέρση
468
ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαϕηότα ϑυμόν·
469
αὔρη δ' ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶϑι πρό.
470
εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην
471
ϑάμνοις ἐν πυκινοῖσι καταδράϑω, εἴ με μεϑήῃ
472
ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλϑῃ,
473
δείδω μὴ ϑήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι."
47

Line Group 47

474
ὣς ἄρα οἱ ϕρονέοντι δοάσσατο κέρδιον εἶναι·
475
βῆ ῥ' ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρεν
476
ἐν περιϕαινομένῳ· δοιοὺς δ' ἄρ' ὑπήλυϑε ϑάμνους,
477
ἐξ ὁμόϑεν πεϕυῶτας: ὁ μὲν ϕυλίης, ὁ δ' ἐλαίης.
478
τοὺς μὲν ἄρ' οὔτ' ἀνέμων διάει μένος ὑγρὸν ἀέντων,
479
οὔτέ ποτ' ἠέλιος ϕαέϑων ἀκτῖσιν ἔβαλλεν,
480
οὔτ' ὄμβρος περάασκε διαμπερές: ὣς ἄρα πυκνοὶ
481
ἀλλήλοισιν ἔϕυν ἐπαμοιβαδίς: ουἠς ὑπ' ᾽Οδυσσεὺς
482
δύσετ'. ἄϕαρ δ' εὐνὴν ἐπαμήσατο χερσὶ ϕίλῃσιν
483
εὐρεῖαν· ϕύλλων γὰρ ἔην χύσις ἤλιϑα πολλή,
484
ὅσσόν τ' ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσϑαι
485
ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι.
486
τὴν μὲν ἰδὼν γήϑησε πολύτλας δῖος ᾽Οδυσσεύς,
487
ἐν δ' ἄρα μέσσῃ λέκτο, χύσιν δ' ἐπεχεύατο ϕύλλων.
488
ὡς δ' ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ
489
ἀγροῦ ἐπ' ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι,
490
σπέρμα πυρὸς σώζων, ἵνα μή ποϑεν ἄλλοϑεν αὕῃ,
491
ὣς ᾽Οδυσεὺς ϕύλλοισι καλύψατο· τῷ δ' ἄρ' ᾽Αϑήνη
492
ὕπνον ἐπ' ὄμμασι χεῦ', ἵνα μιν παύσειε τάχιστα
493
δυσπονέος καμάτοιο, ϕίλα βλέϕαρ' ἀμϕικαλύψας.

Chapter 6: ΟΔΥΣΣΕΙΑΣ Ζ

1

Line Group 1

1
῝Ως ὁ μὲν ἔνϑα καϑεῦδε πολύτλας δῖος ᾽Οδυσσεὺς
2
ὕπνῳ καὶ καμάτῳ ἀρημένος: αὐτὰρ ᾽Αϑήνη
3
βῆ ῥ' ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε,
4
οἳ πρὶν μέν ποτ' ἔναιον ἐν εὐρυχόρῳ ῾Υπερείῃ,
5
ἀγχοῦ Κυκλώπων, ἀνδρῶν ὑπερηνορεόντων,
6
οἵ σϕεας σινέσκοντο, βίηϕι δὲ ϕέρτεροι ἦσαν.
7
ἔνϑεν ἀναστήσας ἄγε Ναυσίϑοος ϑεοειδής,
8
εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλϕηστάων,
9
ἀμϕὶ δὲ τεῖχος ἔλασσε πόλει καὶ ἐδείματο οἴκους
10
καὶ νηοὺς ποίησε ϑεῶν καὶ ἐδάσσατ' ἀρούρας.
11
ἀλλ' ὁ μὲν ἤδη κηρὶ δαμεὶς ῎Αιδος δὲ βεβήκει,
12
᾽Αλκίνοος δὲ τότ' ἦρχε, ϑεῶν ἄπο μήδεα εἰδώς.
13
τοῦ μὲν ἔβη πρὸς δῶμα ϑεὰ γλαυκῶπις ᾽Αϑήνη,
14
νόστον ᾽Οδυσσῆι μεγαλήτορι μητιόωσα.
15
βῆ δ' ἴμεν ἐς ϑάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη
16
κοιμᾶτ' ἀϑανάτῃσι ϕυὴν καὶ εἶδος ὁμοίη,
17
Ναυσικάα, ϑυγάτηρ μεγαλήτορος ᾽Αλκινόοιο,
18
πὰρ δὲ δύ' ἀμϕίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,
19
σταϑμοῖιν ἑκάτερϑε· ϑύραι δ' ἐπέκειντο ϕαειναί.
20
ἡ δ' ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,
21
στῆ δ' ἄρ' ὑπὲρ κεϕαλῆς καί μιν πρὸς μῦϑον ἔειπεν,
22
εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος,
23
ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ ϑυμῷ.
24
τῇ μιν ἐεισαμένη προσέϕη γλαυκῶπις ᾽Αϑήνη·
2

Line Group 2

25
"Ναυσικάα, τί νύ σ' ὧδε μεϑήμονα γείνατο μήτηρ;
26
εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,
27
σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν
28
ἕννυσϑαι, τὰ δὲ τοῖσι παρασχεῖν οἵ κέ σ' ἄγωνται·
29
ἐκ γάρ τοι τούτων ϕάτις ἀνϑρώπους ἀναβαίνει
30
ἐσϑλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.
31
ἀλλ' ἴομεν πλυνέουσαι ἅμ' ἠοῖ ϕαινομένηϕι·
32
καί τοι ἐγὼ συνέριϑος ἅμ' ἕψομαι, ὄϕρα τάχιστα
33
ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρϑένος ἔσσεαι·
34
ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον
35
πάντων Φαιήκων, ὅϑι τοι γένος ἐστὶ καὶ αὐτῇ.
36
ἀλλ' ἄγ' ἐπότρυνον πατέρα κλυτὸν ἠῶϑι πρὸ
37
ἡμιόνους καὶ ἄμαξαν ἐϕοπλίσαι, ἥ κεν ἄγῃσι
38
ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.
39
καὶ δὲ σοὶ ὧδ' αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν
40
ἔρχεσϑαι· πολλὸν γὰρ ἄπο πλυνοί εἰσι πόληος."
3

Line Group 3

41
ἡ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη γλαυκῶπις ᾽Αϑήνη
42
Οὔλυμπον δ', ὅϑι ϕασὶ ϑεῶν ἕδος ἀσϕαλὲς αἰεὶ
43
ἔμμεναι· οὔτ' ἀνέμοισι τινάσσεται οὔτέ ποτ' ὄμβρῳ
44
δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλ' αἴϑρη
45
πέπταται ἀνέϕελος, λευκὴ δ' ἐπιδέδρομεν αἴγλη·
46
τῷ ἔνι τέρπονται μάκαρες ϑεοὶ ἤματα πάντα.
47
ἔνϑ' ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέϕραδε κούρῃ.
4

Line Group 4

48
αὐτίκα δ' ᾽Ηὼς ἦλϑεν ἐύϑρονος, ἥ μιν ἔγειρε
49
Ναυσικάαν εὔπεπλον· ἄϕαρ δ' ἀπεϑαύμασ' ὄνειρον,
50
βῆ δ' ἴμεναι διὰ δώμαϑ', ἵν' ἀγγείλειε τοκεῦσι,
51
πατρὶ ϕίλῳ καὶ μητρί· κιχήσατο δ' ἔνδον ἐόντας.
52
ἡ μὲν ἐπ' ἐσχάρῃ ἧστο σὺν ἀμϕιπόλοισι γυναιξίν,
53
ἠλάκατα στρωϕῶσ' ἁλιπόρϕυρα· τῷ δὲ ϑύραζε
54
ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας
55
ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.
56
ἡ δὲ μάλ' ἄγχι στᾶσα ϕίλον πατέρα προσέειπε·
5

Line Group 5

57
"πάππα ϕίλ', οὐκ ἂν δή μοι ἐϕοπλίσσειας ἀπήνην
58
ὑψηλὴν εὔκυκλον, ἵνα κλυτὰ εἵματ' ἄγωμαι
59
ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;
60
καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα
61
βουλὰς βουλεύειν καϑαρὰ χροὶ: εἵματ' ἔχοντα.
62
πέντε δέ τοι ϕίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν,
63
οἱ δύ' ὀπυίοντες, τρεῖς δ' ἠίϑεοι ϑαλέϑοντες:
64
οἱ δ' αἰεὶ ἐϑέλουσι νεόπλυτα εἵματ' ἔχοντες
65
ἐς χορὸν ἔρχεσϑαι· τὰ δ' ἐμῇ ϕρενὶ πάντα μέμηλεν."
6

Line Group 6

66
ὣς ἔϕατ'· αἴδετο γὰρ ϑαλερὸν γάμον ἐξονομῆναι
67
πατρὶ ϕίλῳ· ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύϑῳ·
7

Line Group 7

68
"οὔτέ τοι ἡμιόνων ϕϑονέω, τέκος, οὔτέ τευ ἄλλου.
69
ἔρχευ· ἀτάρ τοι δμῶες ἐϕοπλίσσουσιν ἀπήνην
70
ὑψηλὴν εὔκυκλον, ὑπερτερίῃ ἀραρυῖαν."
8

Line Group 8

71
ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δὲ πίϑοντο.
72
οἱ μὲν ἄρ' ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείην
73
ὅπλεον, ἡμιόνους ϑ' ὕπαγον ζεῦξάν ϑ' ὑπ' ἀπήνῃ·
74
κούρη δ' ἐκ ϑαλάμοιο ϕέρεν ἐσϑῆτα ϕαεινήν.
75
καὶ τὴν μὲν κατέϑηκεν ἐυξέστῳ ἐπ' ἀπήνῃ,
76
μήτηρ δ' ἐν κίστῃ ἐτίϑει μενοεικέ' ἐδωδὴν
77
παντοίην, ἐν δ' ὄψα τίϑει, ἐν δ' οἶνον ἔχευεν
78
ἀσκῷ ἐν αἰγείῳ - κούρη δ' ἐπεβήσετ' ἀπήνης -,
79
δῶκεν δὲ χρυσέῃ ἐν ληκύϑῳ ὑγρὸν ἔλαιον,
80
εἵως χυτλώσαιτο σὺν ἀμϕιπόλοισι γυναιξίν.
81
ἡ δ' ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,
82
μάστιξεν δ' ἐλάαν· καναχὴ δ' ἦν ἡμιόνοιιν·
83
αἱ δ' ἄμοτον τανύοντο, ϕέρον δ' ἐσϑῆτα καὶ αὐτήν,
84
οὐκ οἴην· ἅμα τῇ γε καὶ ἀμϕίπολοι κίον ἄλλαι.
9

Line Group 9

85
αἱ δ' ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέ' ἵκοντο,
86
ἔνϑ' ἤτοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δ' ὕδωρ
87
καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καϑῆραι,
88
ἔνϑ' αἵ γ' ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.
89
καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα
90
τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δ' ἀπ' ἀπήνης
91
εἵματα χερσὶν ἕλοντο καὶ ἐσϕόρεον μέλαν ὕδωρ,
92
στεῖβον δ' ἐν βόϑροισι ϑοῶς ἔριδα προϕέρουσαι.
93
αὐτὰρ ἐπεὶ πλῦνάν τε κάϑηράν τε ῥύπα πάντα,
94
ἑξείης πέτασαν παρὰ ϑῖν' ἁλός, ἧχι μάλιστα
95
λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε ϑάλασσα.
96
αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπ' ἐλαίῳ
97
δεῖπνον ἔπειϑ' εἵλοντο παρ' ὄχϑῃσιν ποταμοῖο,
98
εἵματα δ' ἠελίοιο μένον τερσήμεναι αὐγῇ.
99
αὐτὰρ ἐπεὶ σίτου τάρϕϑεν δμῳαί τε καὶ αὐτή,
100
σϕαίρῃ ταῖδ' ἄρ' ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι·
101
τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.
102
οἵη δ' ῎Αρτεμις εἶσι κατ' οὔρεος ἰοχέαιρα,
103
ἢ κατὰ Τηυ?γετον περιμήκετον ἢ ᾽Ερύμανϑον,
104
τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάϕοισι·
105
τῇ δέ ϑ' ἅμα Νύμϕαι, κοῦραι Διὸς αἰγιόχοιο,
106
ἀγρονόμοι παίζουσι· γέγηϑε δέ τε ϕρένα Λητώ·
107
πασάων δ' ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,
108
ῥεῖά τ' ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι·
109
ὣς ἥ γ' ἀμϕιπόλοισι μετέπρεπε παρϑένος ἀδμής.
10

Line Group 10

110
ἀλλ' ὅτε δὴ ἄρ' ἔμελλε πάλιν οἶκον δὲ νέεσϑαι
111
ζεύξασ' ἡμιόνους πτύξασά τε εἵματα καλά,
112
ἔνϑ' αὖτ' ἄλλ' ἐνόησε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη,
113
ὡς ᾽Οδυσεὺς ἔγροιτο, ἴδοι τ' εὐώπιδα κούρην
114
ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.
115
σϕαῖραν ἔπειτ' ἔρριψε μετ' ἀμϕίπολον βασίλεια·
116
ἀμϕιπόλου μὲν ἅμαρτε, βαϑείῃ δ' ἔμβαλε δίνῃ,
117
αἱ δ' ἐπὶ μακρὸν ἄυσαν· ὁ δ' ἔγρετο δῖος ᾽Οδυσσεύς,
118
ἑζόμενος δ' ὥρμαινε κατὰ ϕρένα καὶ κατὰ ϑυμόν·
11

Line Group 11

119
"ὤμοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
120
ἦ ῥ' οἵ γ' ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
121
ἦε ϕιλόξεινοι καί σϕιν νόος ἐστὶ ϑεουδής...
122
ὥς τέ με κουράων ἀμϕήλυϑε ϑῆλυς ἀυτή,
123
Νυμϕάων, αἳ ἔχουσ' ὀρέων αἰπεινὰ κάρηνα
124
καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα·
125
ἦ νύ που ἀνϑρώπων εἰμὶ σχεδὸν αὐδηέντων.
126
ἀλλ' ἄγ' ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι."
12

Line Group 12

127
ὣς εἰπὼν ϑάμνων ὑπεδύσετο δῖος ᾽Οδυσσεύς,
128
ἐκ πυκινῆς δ' ὕλης πτόρϑον κλάσε χειρὶ παχείῃ
129
ϕύλλων, ὡς ῥύσαιτο περὶ χροὶ: μήδεα ϕωτός.
130
βῆ δ' ἴμεν ὥς τε λέων ὀρεσίτροϕος, ἀλκὶ πεποιϑώς,
131
ὅς τ' εἶσ' ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε
132
δαίεται· αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσιν
133
ἠὲ μετ' ἀγροτέρας ἐλάϕους: κέλεται δέ ἑ γαστὴρ
134
μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλϑεῖν·
135
ὣς ᾽Οδυσεὺς κούρῃσιν ἐυὴπλοκάμοισιν ἔμελλε
136
μίξεσϑαι γυμνός περ ἐών· χρειὼ γὰρ ἵκανε.
137
σμερδαλέος δ' αὐτῇσι ϕάνη κεκακωμένος ἅλμῃ,
138
τρέσσαν δ' ἄλλυδις ἄλλη ἐπ' ἠιόνας προυχούσας:
139
οἴη δ' ᾽Αλκινόου ϑυγάτηρ μένε· τῇ γὰρ ᾽Αϑήνη
140
ϑάρσος ἐνὶ ϕρεσὶ ϑῆκε καὶ ἐκ δέος εἵλετο γυίων.
141
στῆ δ' ἄντα σχομένη· ὁ δὲ μερμήριξεν ᾽Οδυσσεύς,
142
ἢ γούνων λίσσοιτο λαβὼν εὐώπιδα κούρην,
143
ἦ αὕτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι
144
λίσσοιτ', εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.
145
ὣς ἄρα οἱ ϕρονέοντι δοάσσατο κέρδιον εἶναι,
146
λίσσεσϑαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,
147
μή οἱ γοῦνα λαβόντι χολώσαιτο ϕρένα κούρη.
148
αὐτίκα μειλίχιον καὶ κερδαλέον ϕάτο μῦϑον·
13

Line Group 13

149
"γουνοῦμαί σε, ἄνασσα· ϑεός νύ τις ἦ βροτός ἐσσι;
150
εἰ μέν τις ϑεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
151
᾽Αρτέμιδί σε ἔγωγε, Διὸς κούρῃ μεγάλοιο,
152
εἶδός τε μέγεϑός τε ϕυήν τ' ἄγχιστα ἐίσκω·
153
εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χϑονὶ ναιετάουσι,
154
τρισμάκαρες μὲν σοίγε πατὴρ καὶ πότνια μήτηρ,
155
τρισμάκαρες δὲ κασίγνητοι· μάλα που σϕισι ϑυμὸς
156
αἰὲν ἐυϕροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο,
157
λευσσόντων τοιόνδε ϑάλος χορὸν εἰσοιχνεῦσαν.
158
κεῖνος δ' αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,
159
ὅς κέ σ' ἐέδνοισι βρίσας οἶκον δ' ἀγάγηται.
160
οὐ γάρ πω τοιοῦτον ἐγὼν ἴδον ὀϕϑαλμοῖσιν,
161
οὔτ' ἄνδρ' οὔτε γυναῖκα· σέβας μ' ἔχει εἰσορόωντα.
162
Δήλῳ δή ποτε τοῖον ᾽Απόλλωνος παρὰ βωμῷ
163
ϕοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα -
164
ἦλϑον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός,
165
τὴν ὁδόν, ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδε' ἔσεσϑαι -·
166
ὣς δ' αὕτως καὶ κεῖνο ἰδὼν ἐτεϑήπεα ϑυμῷ
167
δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυϑεν ἐκ δόρυ γαίης,
168
ὡς σέ, γύναι, ἄγαμαί τε τέϑηπά τε, δείδιά δ' αἰνῶς
169
γούνων ἅψασϑαι· χαλεπὸν δέ με πένϑος ἱκάνει.
170
χϑιζὸς ἐεικοστῷ ϕύγον ἤματι οἴνοπα πόντον·
171
τόϕρα δέ μ' αἰεὶ κῦμα ϕόρει κραιπναί τε ϑύελλαι
172
νήσου ἀπ' ᾽Ωγυγίης: νῦν δ' ἐνϑάδε κάμβαλε δαίμων,
173
ὄϕρά τί που καὶ τῇδε πάϑω κακόν· οὐ γὰρ ὀίω
174
παύσεσϑ', ἀλλ' ἔτι πολλὰ ϑεοὶ τελέουσι πάροιϑεν.
175
ἀλλά, ἄνασσ', ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσας
176
ἐς πρώτην ἱκόμην, τῶν δ' ἄλλων οὔ τινα οἶδα
177
ἀνϑρώπων, οἳ τῆνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
178
ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμϕιβαλέσϑαι,
179
εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνϑάδ' ἰοῦσα.
180
σοὶ δὲ ϑεοὶ τόσα δοῖεν ὅσα ϕρεσὶ σῇσι μενοινᾷς,
181
ἄνδρά τε καὶ οἶκον, καὶ ὁμοϕροσύνην ὀπάσειαν
182
ἐσϑλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,
183
ἢ ὅϑ' ὁμοϕρονέοντε νοήμασιν οἶκον ἔχητον
184
ἀνὴρ ἠδὲ γυνή· πόλλ' ἄλγεα δυσμενέεσσι,
185
χάρματα δ' εὐμενέτῃσι· μάλιστα δέ τ' ἔκλυον αὐτοί."
14

Line Group 14

186
τὸν δ' αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα·
15

Line Group 15

187
"ξεῖν', ἐπεὶ οὔτε κακῷ οὔτ' ἄϕρονι ϕωτὶ ἔοικας -
188
Ζεὺς δ' αὐτὸς νέμει ὄλβον ᾽Ολύμπιος ἀνϑρώποισιν,
189
ἐσϑλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐϑέλῃσιν, ἑκάστῳ·
190
καί που σοὶ τάδ' ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης -·
191
νῦν δ', ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις,
192
οὔτ' οὖν ἐσϑῆτος δευήσεαι οὔτέ τευ ἄλλου,
193
ὧν ἐπέοιχ' ἱκέτην ταλαπείριον ἀντιάσαντα.
194
ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν.
195
Φαίηκες μὲν τῆνδε πόλιν καὶ γαῖαν ἔχουσιν,
196
εἰμὶ δ' ἐγὼ ϑυγάτηρ μεγαλήτορος ᾽Αλκινόοιο,
197
τοῦ δ' ἐκ Φαιήκων ἔχεται κάρτός τε βίη τε."
16

Line Group 16

198
ἦ ῥα, καὶ ἀμϕιπόλοισιν ἐυπλοκάμοισι κέλευσε·
17

Line Group 17

199
"στῆτέ μοι ἀμϕίπολοι· πόσε ϕεύγετε ϕῶτα ἰδοῦσαι;
200
ἦ μή που τινα δυσμενέων ϕάσϑ' ἔμμεναι ἀνδρῶν;
201
οὐκ ἔσϑ' οὗτος ἀνὴρ διερὸς βροτὸς: οὐδὲ γένηται,
202
ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται
203
δηιοτῆτα ϕέρων· μάλα γὰρ ϕίλοι ἀϑανάτοισιν.
204
οἰκέομεν δ' ἀπάνευϑε πολυκλύστῳ ἐνὶ πόντῳ,
205
ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.
206
ἀλλ' ὅδε τις δύστηνος ἀλώμενος ἐνϑάδ' ἱκάνει,
207
τον νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
208
ξεῖνοί τε πτωχοί τε, δόσις δ' ὀλίγη τε ϕίλη τε.
209
ἀλλὰ δότ', ἀμϕίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,
210
λούσατέ τ' ἐν ποταμῷ, ὅϑ' ἐπὶ σκέπας ἔστ' ἀνέμοιο."
18

Line Group 18

211
ὣς ἔϕαϑ', αἱ δ' ἔστάν τε καὶ ἀλλήλῃσι κέλευσαν,
212
κὰδ δ' ἄρ' ᾽Οδυσσῆ' εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσε
213
Ναυσικάα, ϑυγάτηρ μεγαλήτορος ᾽Αλκινόοιο·
214
πὰρ δ' ἄρα οἱ ϕᾶρός τε χιτῶνά τε εἵματ' ἔϑηκαν,
215
δῶκαν δὲ χρυσέῃ ἐν ληκύϑῳ ὑγρὸν ἔλαιον,
216
ἤνωγον δ' ἄρα μιν λοῦσϑαι ποταμοῖο ῥοῇσι.
217
δή ῥα τότ' ἀμϕιπόλοισι μετηύδα δῖος ᾽Οδυσσεύς:
19

Line Group 19

218
"ἀμϕίπολοι, στῆϑ' οὕτω ἀπόπροϑεν, ὄϕρ' ἐγὼ αὐτὸς
219
ἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμϕὶ δ' ἐλαίῳ
220
χρίσομαι· ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιϕή.
221
ἄντην δ' οὐκ ἂν ἔγωγε λοέσσομαι· αἰδέομαι γὰρ
222
γυμνοῦσϑαι κούρῃσιν ἐυπλοκάμοισι μετελϑών."
20

Line Group 20

223
ὣς ἔϕαϑ', αἱ δ' ἀπάνευϑεν ἴσαν, εἶπον δ' ἄρα κούρῃ.
224
αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος ᾽Οδυσσεὺς
225
ἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους:
226
ἐκ κεϕαλῆς δ' ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.
227
αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπ' ἄλειψεν,
228
ἀμϕὶ δὲ εἵματα ἕσσαϑ' ἅ οἱ πόρε παρϑένος ἀδμής,
229
τὸν μὲν ᾽Αϑηναίη ϑῆκεν, Διὸς ἐκγεγαυῖα,
230
μείζονά τ' εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος
231
οὔλας ἧκε κόμας, ὑακινϑίνῳ ἄνϑει ὁμοίας.
232
ὡς δ' ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
233
ἴδρις, ὃν ῞Ηϕαιστος δέδαεν καὶ Παλλὰς ᾽Αϑήνη
234
τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,
235
ὣς ἄρα τῷ κατέχευε χάριν κεϕαλῇ τε καὶ ὤμοις.
236
ἕζετ' ἔπειτ' ἀπάνευϑε κιὼν ἐπὶ ϑῖνα ϑαλάσσης,
237
κάλλειὴ καὶ χάρισι στίλβων· ϑηεῖτο δὲ κούρη.
238
δή ῥα τότ' ἀμϕιπόλοισιν ἐυπλοκάμοισι μετηύδα·
21

Line Group 21

239
"κλῦτέ μευ, ἀμϕίπολοι λευκώλενοι, ὄϕρά τι εἴπω.
240
οὐ πάντων ἀέκητι ϑεῶν, οἳ ῎Ολυμπον ἔχουσι,
241
Φαιήκεσσ' ὅδ' ἀνὴρ ἐπιμίξεται ἀντιϑέοισι·
242
πρόσϑεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατ' εἶναι,
243
νῦν δὲ ϑεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
244
αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη
245
ἐνϑάδε ναιετάων, καί οἱ ἅδοι αὐτόϑι μίμνειν.
246
ἀλλὰ δότ', ἀμϕίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε."
22

Line Group 22

247
ὣς ἔϕαϑ', αἱ δ' ἄρα τῆς μάλα μὲν κλύον ἠδὲ πίϑοντο,
248
πὰρ δ' ἄρ' ᾽Οδυσσῆι ἔϑεσαν βρῶσίν τε πόσιν τε.
249
ἤτοι ὁ πῖνε καὶ ἦσϑε πολύτλας δῖος ᾽Οδυσσεὺς
250
ἁρπαλέως: δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.
23

Line Group 23

251
αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλ' ἐνόησεν·
252
εἵματ' ἄρα πτύξασα τίϑει καλῆς ἐπ' ἀπήνης,
253
ζεῦξεν δ' ἡμιόνους κρατερώνυχας, ἂν δ' ἔβη αὐτή.
254
ὤτρυνεν δ' ᾽Οδυσῆα ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζεν·
24

Line Group 24

255
"ὄρσεο δὴ νῦν, ξεῖνε, πόλιν δ' ἴμεν, ὄϕρά σε πέμψω
256
πατρὸς ἐμοῦ πρὸς δῶμα δαί:ϕρονος, ἔνϑά σέ ϕημι
257
πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.
258
ἀλλὰ μάλ' ὧδ' ἕρδειν - δοκέεις δέ μοι οὐκ ἀπινύσσειν -·
259
ὄϕρ' ἂν μέν κ' ἀγροὺς ἴομεν καὶ ἔργ' ἀνϑρώπων,
260
τόϕρα σὺν ἀμϕιπόλοισι μεϑ' ἡμιόνους καὶ ἄμαξαν
261
καρπαλίμως ἔρχεσϑαι· ἐγὼ δ' ὁδὸν ἡγεμονεύσω.
262
αὐτὰρ ἐπὴν πόλιος ἐπιβείομεν, ἣν πέρι πύργος
263
ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερϑε πόληος,
264
λεπτὴ δ' εἰσίϑμη· νῆες δ' ὁδὸν ἀμϕιέλισσαι
265
εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.
266
ἔνϑα δέ τέ σϕ' ἀγορὴ, καλὸν Ποσιδήιον ἀμϕίς,
267
ῥυτοῖσιν λάεσσι κατωρυχέεσσ' ἀραρυῖα.
268
ἔνϑα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,
269
πείσματα καὶ σπεῖρα, καὶ ἀποξύουσιν ἐρετμά.
270
οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ ϕαρέτρη,
271
ἀλλ' ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,
272
ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι ϑάλασσαν.
273
τῶν ἀλεείνω ϕῆμιν ἀδευκέα, μή τις ὀπίσσω
274
μωμεύῃ· μάλα δ' εἰσὶν ὑπερϕίαλοι κατὰ δῆμον.
275
καί νύ τις ὧδ' εἴπῃσι κακώτερος ἀντιβολήσας:
276
'τίς δ' ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε
277
ξεῖνος... ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.
278
ἦ τινά που πλαγχϑέντα κομίσσατο ἧς ἀπὸ νηὸς
279
ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύϑεν εἰσίν·
280
ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος ϑεὸς ἦλϑεν
281
οὐρανόϑεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.
282
βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν
283
ἄλλοϑεν· ἦ γὰρ τοῦσδέ γ' ἀτιμάζει κατὰ δῆμον
284
Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσϑλοί.'
285
ὣς ἐρέουσιν, ἐμοὶ δέ κ' ὀνείδεα ταῦτα γένοιτο.
286
καὶ δ' ἄλλῃ νεμεσῶ ἥ τις τοιαῦτά γε ῥέζοι,
287
ἥ τ' ἀέκητι ϕίλων πατρὸς καὶ μητρὸς ἐόντων
288
ἀνδράσι μίσγηται πρίν γ' ἀμϕάδιον γάμον ἐλϑεῖν.
289
ξεῖνε, σὺ δ' ὦκ' ἐμέϑεν ξυνίει ἔπος, ὄϕρα τάχιστα
290
πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.
291
δήεις ἀγλαὸν ἄλσος ᾽Αϑήνης ἄγχι κελεύϑου
292
αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμϕὶ δὲ λειμών·
293
ἔνϑα δὲ πατρὸς ἐμοῦ τέμενος τεϑαλυῖά τ' ἀλωή,
294
τόσσον ἀπὸ πτόλιος ὅσσόν τε γέγωνε βοήσας:
295
ἔνϑα καϑεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς
296
ἄστυ δὲ ἔλϑωμεν καὶ ἱκώμεϑα δώματα πατρός.
297
αὐτὰρ ἐπὴν ἥμεας ἔλπῃ ποτὶ δώματ' ἀϕῖχϑαι,
298
καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν, ἠδ' ἐρέεσϑαι
299
δώματα πατρὸς ἐμοῦ μεγαλήτορος ᾽Αλκινόοιο.
300
ῥεῖα δ' ἀρίγνωτ' ἐστί, καὶ ἂν πάις ἡγήσαιτο
301
νήπιος: οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται
302
δώματα Φαιήκων, οἷος δόμος ᾽Αλκινόοιο
303
ἥρωος. ἀλλ' ὁπότ' ἄν σε δόμοι κεκύϑωσι καὶ αὐλή,
304
ὦκα μάλα μεγάροιο διελϑέμεν, ὄϕρ' ἂν ἵκηαι
305
μητέρ' ἐμήν. ἡ δ' ἧσται ἐπ' ἐσχάρῃ ἐν πυρὸς αὐγῇ,
306
ἠλάκατα στρωϕῶσ' ἁλιπόρϕυρα, ϑαῦμα ἰδέσϑαι,
307
κίονι κεκλιμένη· δμῳαὶ δέ οἱ εἵατ' ὄπισϑεν.
308
ἔνϑα δὲ πατρὸς ἐμοῖο ϑρόνος ποτικέκλιται αὐτῇ,
309
τῷ ὅ γε οἰνοποτάζει ἐϕήμενος ἀϑάνατος ὥς.
310
τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας
311
βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι
312
χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόϑεν ἐσσί."
25

Line Group 25

316
ὣς ἄρα ϕωνήσασ' ἵμασεν μάστιγι ϕαεινῇ
317
ἡμιόνους: αἱ δ' ὦκα λίπον ποταμοῖο ῥέεϑρα.
318
αἱ δ' εὖ μὲν τρώχων, εὖ δὲ πλίσσοντο πόδεσσιν·
319
ἡ δὲ μάλ' ἡνιόχευεν, ὅπως ἅμ' ἑποίατο πεζοὶ
320
ἀμϕίπολοί τ' ᾽Οδυσεύς τε· νόῳ δ' ἐπέβαλλεν ἱμάσϑλην.
321
δύσετό τ' ἠέλιος, καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο
322
ἱρὸν ᾽Αϑηναίης, ἵν' ἄρ' ἕζετο δῖος ᾽Οδυσσεύς.
323
αὐτίκ' ἔπειτ' ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·
26

Line Group 26

324
"κλῦϑί μευ, αἰγιόχοιο Διὸς τέκος, ᾽Ατρυτώνη·
325
νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτ' ἄκουσας
326
ῥαιομένου, ὅτε μ' ἔρραιε κλυτὸς ἐννοσίγαιος.
327
δός μ' ἐς Φαίηκας ϕίλον ἐλϑεῖν ἠδ' ἐλεεινόν."
27

Line Group 27

328
ὣς ἔϕατ' εὐχόμενος, τοῦ δὲ κλύε Παλλὰς ᾽Αϑήνη.
329
αὐτῷ δ' οὔ πω ϕαίνετ' ἐναντίη· αἴδετο γάρ ῥα
330
πατροκασίγνητον· ὁ δ' ἐπιζαϕελῶς μενέαινεν
331
ἀντιϑέῳ ᾽Οδυσῆι πάρος ἣν γαῖαν ἱκέσϑαι.

Chapter 7: ΟΔΥΣΣΕΙΑΣ Η

1

Line Group 1

1
῝Ως ὁ μὲν ἔνϑ' ἠρᾶτο πολύτλας δῖος ᾽Οδυσσεύς,
2
κούρην δὲ προτὶ ἄστυ ϕέρεν μένος ἡμιόνοιιν.
3
ἡ δ' ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαϑ' ἵκανε,
4
στῆσεν ἄρ' ἐν προϑύροισι· κασίγνητοι δέ μιν ἀμϕὶς
5
ἵσταντ' ἀϑανάτοις ἐναλίγκιοι, οἵ ῥ' ὑπ' ἀπήνης
6
ἡμιόνους ἔλυον ἐσϑῆτά τε ἔσϕερον εἴσω.
7
αὐτὴ δ' ἐς ϑάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρ
8
γρηὺ:ς ᾽Απειραίη, ϑαλαμηπόλος Εὐρυμέδουσα,
9
τήν ποτ' ᾽Απείρηϑεν νέες ἤγαγον ἀμϕιέλισσαι·
10
᾽Αλκινόῳ δ' αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσι
11
Φαιήκεσσιν ἄνασσε, ϑεοῦ δ' ὣς δῆμος ἄκουεν·
12
ἣ τρέϕε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.
13
ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.
2

Line Group 2

14
καὶ τότ' ᾽Οδυσσεὺς ὦρτο πόλιν δ' ἴμεν· ἀμϕὶ δ' ᾽Αϑήνη
15
πολλὴν ἠέρα χεῦε ϕίλα ϕρονέουσ' ᾽Οδυσῆι,
16
μή τις Φαιήκων μεγαϑύμων ἀντιβολήσας
17
κερτομέοι τ' ἐπέεσσι καὶ ἐξερέοιϑ' ὅτις εἴη.
18
ἀλλ' ὅτε δὴ ἄρ' ἔμελλε πόλιν δύσεσϑαι ἐραννήν,
19
ἔνϑά οἱ ἀντεβόλησε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη
20
παρϑενικῇ εἰκυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.
21
στῆ δὲ πρόσϑ' αὐτοῦ· ὁ δ' ἀνείρετο δῖος ᾽Οδυσσεύς:
3

Line Group 3

22
"ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο
23
᾽Αλκινόου, ὃς τοῖσδε μετ' ἀνϑρώποισιν ἀνάσσει;
24
καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνϑάδ' ἱκάνω
25
τηλόϑεν ἐξ ἀπίης γαίης: τῶ οὔ τινα οἶδα
26
ἀνϑρώπων, οἳ τῆνδε πόλιν καὶ γαῖαν ἔχουσι."
4

Line Group 4

27
τὸν δ' αὖτε προσέειπε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·
5

Line Group 5

28
"τοὶ γὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον ὅν με κελεύεις
29
δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύϑι ναίει.
30
ἀλλ' ἴϑι σιγῇ τοῖον - ἐγὼ δ' ὁδὸν ἡγεμονεύσω -
31
μηδέ τιν' ἀνϑρώπων προτιόσσεο μηδ' ἐρέεινε.
32
οὐ γὰρ ξείνους οἵ γε μάλ' ἀνϑρώπους ἀνέχονται,
33
οὐδ' ἀγαπαζόμενοι ϕιλέουσ' ὅς κ' ἄλλοϑεν ἔλϑῃ.
34
νηυσὶ ϑοῇσιν τοί γε πεποιϑότες ὠκείῃσι
35
λαῖτμα μέγ' ἐκπερόωσιν, ἐπεί σϕισι δῶκ' ἐνοσίχϑων·
36
τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα."
6

Line Group 6

37
ὣς ἄρα ϕωνήσασ' ἡγήσατο Παλλὰς ᾽Αϑήνη
38
καρπαλίμως: ὁ δ' ἔπειτα μετ' ἴχνια βαῖνε ϑεοῖο.
39
τὸν δ' ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν
40
ἐρχόμενον κατὰ ἄστυ διὰ σϕέας: οὐ γὰρ ᾽Αϑήνη
41
εἴα ἐυπλόκαμος, δεινὴ ϑεός, ἥ ῥά οἱ ἀχλὺν
42
ϑεσπεσίην κατέχευε ϕίλα ϕρονέουσ' ἐνὶ ϑυμῷ.
43
ϑαύμαζεν δ' ᾽Οδυσεὺς λιμένας καὶ νῆας ἐίσας
44
αὐτῶν ϑ' ἡρώων ἀγορὰς καὶ τείχεα μακρά
45
ὑψηλά, σκολόπεσσιν ἀρηρότα, ϑαῦμα ἰδέσϑαι.
46
ἀλλ' ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαϑ' ἵκοντο,
47
τοῖσι δὲ μύϑων ἦρχε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·
7

Line Group 7

48
"οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις
49
πεϕραδέμεν· δήεις δὲ Διοτρεϕέας βασιλῆας
50
δαίτην δαινυμένους: σὺ δ' ἔσω κίε μηδέ τι ϑυμῷ
51
τάρβει· ϑαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων
52
ἔργοισιν τελέϑει, εἰ καί ποϑεν ἄλλοϑεν ἔλϑοι.
53
δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·
54
᾽Αρήτη δ' ὄνομ' ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων
55
τῶν αὐτῶν οἵ περ τέκον ᾽Αλκίνοον βασιλῆα.
56
Ναυσίϑοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχϑων
57
γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,
58
ὁπλοτάτη ϑυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,
59
ὅς ποϑ' ὑπερϑύμοισι Γιγάντεσσιν βασίλευεν.
60
ἀλλ' ὁ μὲν ὤλεσε λαὸν ἀτάσϑαλον, ὤλετο δ' αὐτός,
61
τῇ δὲ Ποσειδάων ἐμίγη, καὶ ἐγείνατο παῖδα
62
Ναυσίϑοον μεγάϑυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·
63
Ναυσίϑοος δ' ἔτεκεν ῾Ρηξήνορά τ' ᾽Αλκίνοόν τε.
64
τὸν μὲν ἄκουρον ἐόντα βάλ' ἀργυρότοξος ᾽Απόλλων
65
νυμϕίον, ἐν μεγάρῳ μίαν οἴην παῖδα λιπόντα
66
᾽Αρήτην· τὴν δ' ᾽Αλκίνοος ποιήσατ' ἄκοιτιν,
67
καί μιν ἔτισ' ὡς οὔ τις ἐπὶ χϑονὶ τίεται ἄλλη,
68
ὅσσαι νῦν γε γυναῖκες ὑπ' ἀνδράσιν οἶκον ἔχουσιν.
69
ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν
70
ἔκ τε ϕίλων παίδων ἔκ τ' αὐτοῦ ᾽Αλκινόοιο
71
καὶ λαῶν, οἵ μίν ῥα ϑεὸν ὣς εἰσορόωντες
72
δειδέχαται μύϑοισιν, ὅτε στείχῃσ' ἀνὰ ἄστυ.
73
οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσϑλοῦ·
74
οἷσί τ' ἔυ ϕρονέῃσι, καὶ ἀνδράσι νείκεα λύει.
75
εἴ κέν τοι κείνη γε ϕίλα ϕρονέῃσ' ἐνὶ ϑυμῷ,
76
ἐλπωρή τοι ἔπειτα ϕίλους τ' ἰδέειν καὶ ἱκέσϑαι
77
οἶκον ἐς ὑψόροϕον καὶ σὴν ἐς πατρίδα γαῖαν."
8

Line Group 8

78
ὣς ἄρα ϕωνήσασ' ἀπέβη γλαυκῶπις ᾽Αϑήνη
79
πόντον ἐπ' ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,
80
ἵκετο δ' ἐς Μαραϑῶνα καὶ εὐρυάγυιαν ᾽Αϑήνην,
81
δῦνε δ' ᾽Ερεχϑῆος πυκινὸν δόμον. αὐτὰρ ᾽Οδυσσεὺς
82
᾽Αλκινόου πρὸς δώματ' ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ
83
ὥρμαιν' ἱσταμένῳ πρὶν χάλκεον οὐδὸν ἱκέσϑαι.
84
ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
85
δῶμα καϑ' ὑψερεϕὲς μεγαλήτορος ᾽Αλκινόοιο.
86
χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατ' ἔνϑα καὶ ἔνϑα,
87
ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ ϑριγκὸς κυάνοιο·
88
χρύσειαι δὲ ϑύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·
89
ἀργύρεοι δὲ σταϑμοὶ ἐν οὐδῷ χαλκέῳ ἔσταν,
90
ἀργύρεον δ' ἐϕ' ὑπερϑύριον, χρυσέη δὲ κορώνη.
91
χρύσειοι δ' ἑκάτερϑε καὶ ἀργύρεοι κύνες ἦσαν,
92
ουἠς ῞Ηϕαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι
93
δῶμα ϕυλασσέμεναι μεγαλήτορος ᾽Αλκινόοιο,
94
ἀϑανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.
95
ἐν δὲ ϑρόνοι περὶ τοῖχον ἐρηρέδατ' ἔνϑα καὶ ἔνϑα,
96
ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνϑ' ἐνὶ πέπλοι
97
λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν.
98
ἔνϑα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο
99
πίνοντες καὶ ἔδοντες: ἐπηετανὸν γὰρ ἔχεσκον.
100
χρύσειοι δ' ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν
101
ἕστασαν αἰϑομένας δαί:δας μετὰ χερσὶν ἔχοντες,
102
ϕαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.
103
πεντήκοντα δέ οἱ δμῳαὶ κατὰ δῶμα γυναῖκες
104
αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν,
105
αἱ δ' ἱστοὺς ὑϕόωσι καὶ ἠλάκατα στρωϕῶσιν
106
ἥμεναι, οἷά τε ϕύλλα μακεδνῆς αἰγείροιο·
107
καιροσέων δ' ὀϑονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.
108
ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν
109
νῆα ϑοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες
110
ἱστὸν τεχνῆσσαι· περὶ γάρ σϕισι δῶκεν ᾽Αϑήνη
111
ἔργά τ' ἐπίστασϑαι περικαλλέα καὶ ϕρένας ἐσϑλάς.
112
ἔκτοσϑεν δ' αὐλῆς μέγας ὄρχατος ἄγχι ϑυράων
113
τετράγυος: περὶ δ' ἕρκος ἐλήλαται ἀμϕοτέρωϑεν.
114
ἔνϑα δὲ δένδρεα μακρὰ πεϕύκασι τηλεϑόωντα,
115
ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
116
συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεϑόωσαι.
117
τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδ' ἀπολείπει
118
χείματος οὐδὲ ϑέρευς, ἐπετήσιος: ἀλλὰ μάλ' αἰεὶ
119
ζεϕυρίη πνείουσα τὰ μὲν ϕύει, ἄλλα δὲ πέσσει.
120
ὄγχνη ἐπ' ὄγχνῃ γηράσκει, μῆλον δ' ἐπὶ μήλῳ,
121
αὐτὰρ ἐπὶ σταϕυλῇ σταϕυλή, σῦκον δ' ἐπὶ σύκῳ.
122
ἔνϑα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,
123
τῆς ἕτερον μέν ϑειλόπεδον λευρῷ ἐνὶ χώρῳ
124
τέρσεται ἠελίῳ, ἑτέρας δ' ἄρα τε τρυγόωσιν,
125
ἄλλας δὲ τραπέουσι· πάροιϑε δέ τ' ὄμϕακές εἰσιν
126
ἄνϑος ἀϕιεῖσαι, ἕτεραι δ' ὑποπερκάζουσιν.
127
ἔνϑα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον
128
παντοῖαι πεϕύασιν, ἐπηετανὸν γανόωσαι.
129
ἐν δὲ δύω κρῆναι, ἡ μέν τ' ἀνὰ κῆπον ἅπαντα
130
σκίδναται, ἡ δ' ἑτέρωϑεν ὑπ' αὐλῆς οὐδὸν ἵησι
131
πρὸς δόμον ὑψηλόν, ὅϑεν ὑδρεύοντο πολῖται.
132
τοῖ' ἄρ' ἐν ᾽Αλκινόοιο ϑεῶν ἔσαν ἀγλαὰ δῶρα.
9

Line Group 9

133
ἔνϑα στὰς ϑηεῖτο πολύτλας δῖος ᾽Οδυσσεύς.
134
αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ ϑηήσατο ϑυμῷ,
135
καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.
136
εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας
137
σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ᾽Αργειϕόντῃ,
138
ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.
139
αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος ᾽Οδυσσεὺς,
140
πολλὴν ἠέρ' ἔχων, ἥν οἱ περίχευεν ᾽Αϑήνη,
141
ὄϕρ' ἵκετ' ᾽Αρήτην τε καὶ ᾽Αλκίνοον βασιλῆα.
142
ἀμϕὶ δ' ἄρ' ᾽Αρήτης βάλε γούνασι χεῖρας ᾽Οδυσσεύς,
143
καὶ τότε δή ῥ' αὐτοῖο πάλιν χύτο ϑέσϕατος ἀήρ.
144
οἱ δ' ἄνεῳ ἐγένοντο δόμον κάτα ϕῶτα ἰδόντες,
145
ϑαύμαζον δ' ὁρόωντες: ὁ δὲ λιτάνευεν ᾽Οδυσσεύς:
10

Line Group 10

146
"᾽Αρήτη, ϑύγατερ ῾Ρηξήνορος ἀντιϑέοιο,
147
σόν τε πόσιν σά τε γούναϑ' ἱκάνω πολλὰ μογήσας,
148
τοῦσδέ τε δαιτυμόνας, τοῖσιν ϑεοὶ ὄλβια δοῖεν,
149
ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος
150
κτήματ' ἐνὶ μεγάροισι γέρας ϑ' ὅ τι δῆμος ἔδωκεν.
151
αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδ' ἱκέσϑαι
152
ϑᾶσσον, ἐπεὶ δὴ δηϑὰ ϕίλων ἄπο πήματα πάσχω."
11

Line Group 11

153
ὣς εἰπὼν κατ' ἄρ' ἕζετ' ἐπ' ἐσχάρῃ ἐν κονίῃσι
154
πὰρ πυρί· οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
155
ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως ᾽Εχένηος,
156
ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν
157
καὶ μύϑοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς:
158
ὅ σϕιν ἐυϕρονέων ἀγορήσατο καὶ μετέειπεν·
12

Line Group 12

159
"᾽Αλκίνο', οὐ μέν τοι τόδε κάλλιον οὐδὲ ἔοικε,
160
ξεῖνον μὲν χαμαὶ ἧσϑαι ἐπ' ἐσχάρῃ ἐν κονίῃσιν·
161
οἷδε δὲ σὸν μῦϑον ποτιδέγμενοι ἰσχανόωνται.
162
ἀλλ' ἄγε δὴ ξεῖνον μὲν ἐπὶ ϑρόνου ἀργυροήλου
163
εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον
164
οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ
165
σπείσομεν, ὅς ϑ' ἱκέτῃσιν ἅμ' αἰδοίοισιν ὀπηδεῖ·
166
δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων."
13

Line Group 13

167
αὐτὰρ ἐπεὶ τό γ' ἄκουσ' ἱερὸν μένος ᾽Αλκινόοιο,
168
χειρὸς ἑλὼν ᾽Οδυσῆα δαί:ϕρονα ποικιλομήτην
169
ὦρσεν ἀπ' ἐσχαρόϕιν καὶ ἐπὶ ϑρόνου εἷσε ϕαεινοῦ,
170
υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,
171
ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν ϕιλέεσκε.
172
χέρνιβα δ' ἀμϕίπολος προχόῳ ἐπέχευε ϕέρουσα
173
καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
174
νίψασϑαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
175
σῖτον δ' αἰδοίη ταμίη παρέϑηκε ϕέρουσα,
176
εἴδατα πόλλ' ἐπιϑεῖσα, χαριζομένη παρεόντων.
177
αὐτὰρ ὁ πῖνε καὶ ἦσϑε πολύτλας δῖος ᾽Οδυσσεύς:
178
καὶ τότε κήρυκα προσέϕη μένος ᾽Αλκινόοιο·
14

Line Group 14

179
"Ποντόνοε, κρητῆρα κερασσάμενος μέϑυ νεῖμον
180
πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ
181
σπείσομεν, ὅς ϑ' ἱκέτῃσιν ἅμ' αἰδοίοισιν ὀπηδεῖ."
15

Line Group 15

182
ὣς ϕάτο, Ποντόνοος δὲ μελίϕρονα οἶνον ἐκίρνα,
183
νώμησεν δ' ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.
184
αὐτὰρ ἐπεὶ σπεῖσάν τε πίον ϑ' ὅσον ἤϑελε ϑυμός,
185
τοῖσιν δ' ᾽Αλκίνοος ἀγορήσατο καὶ μετέειπε·
16

Line Group 16

186
"κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
187
ὄϕρ' εἴπω τά με ϑυμὸς ἐνὶ στήϑεσσι κελεύει.
188
νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδ' ἰόντες:
189
ἠῶϑεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες
190
ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ ϑεοῖσι
191
ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς
192
μνησόμεϑ', ὥς χ' ὁ ξεῖνος ἄνευϑε πόνου καὶ ἀνίης
193
πομπῇ ὑϕ' ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται
194
χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόϑεν ἐστί,
195
μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάϑῃσι
196
πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνϑα δ' ἔπειτα
197
πείσεται ἅσσά οἱ Αἶσα κατὰ Κλῶϑές τε βαρεῖαι
198
γεινομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.
199
εἰ δέ τις ἀϑανάτων γε κατ' οὐρανοῦ εἰλήλουϑεν,
200
ἄλλό τι δὴ τόδ' ἔπειτα ϑεοὶ περιμηχανόωνται.
201
αἰεὶ γὰρ τὸ πάρος γε ϑεοὶ ϕαίνονται ἐναργεῖς
202
ἡμῖν, εὖϑ' ἕρδωμεν ἀγακλειτὰς ἑκατόμβας,
203
δαίνυνταί τε παρ' ἄμμι καϑήμενοι ἔνϑά περ ἡμεῖς.
204
εἰ δ' ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,
205
οὔ τι κατακρύπτουσιν, ἐπεί σϕισιν ἐγγύϑεν εἰμὲν
206
ὥς περ Κύκλωπές τε καὶ ἄγρια ϕῦλα Γιγάντων."
17

Line Group 17

207
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
18

Line Group 18

208
"᾽Αλκίνο', ἄλλό τί τοι μελέτω ϕρεσίν· οὐ γὰρ ἔγωγε
209
ἀϑανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
210
οὐ δέμας οὐδὲ ϕυήν, ἀλλὰ ϑνητοῖσι βροτοῖσιν·
211
οὕς τινας ὑμεῖς ἴστε μάλιστ' ὀχέοντας ὀιζὺν
212
ἀνϑρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην.
213
καὶ δ' ἔτι κεν καὶ πλείον' ἐγὼ κακὰ μυϑησαίμην,
214
ὅσσά γε δὴ ξύμπαντα ϑεῶν ἰότητι μόγησα.
215
ἀλλ' ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ·
216
οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο
217
ἔπλετο, ἥ τ' ἐκέλευσεν ἕο μνήσασϑαι ἀνάγκῃ
218
καὶ μάλα τειρόμενον καὶ ἐνὶ ϕρεσὶ πένϑος ἔχοντα,
219
ὡς καὶ ἐγὼ πένϑος μὲν ἔχω ϕρεσίν, ἡ δὲ μάλ' αἰεὶ
220
ἐσϑέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων
221
ληϑάνει ὅσσ' ἔπαϑον, καὶ ἐνιπλησϑῆναι ἀνώγει.
222
ὑμεῖς δ' ὀτρύνεσϑαι ἅμ' ἠοῖ ϕαινομένηϕιν,
223
ὥς κ' ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης
224
καί περ πολλὰ παϑόντα· ἰδόντά με καὶ λίποι αἰὼν
225
κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεϕὲς μέγα δῶμα."
19

Line Group 19

226
ὣς ἔϕαϑ', οἱ δ' ἄρα πάντες ἐπῄνεον ἠδὲ κέλευον
227
πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
228
αὐτὰρ ἐπεὶ σπεῖσάν τε πίον ϑ' ὅσον ἤϑελε ϑυμός,
229
οἱ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος,
230
αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος ᾽Οδυσσεύς,
231
πὰρ δέ οἱ ᾽Αρήτη τε καὶ ᾽Αλκίνοος ϑεοειδὴς
232
ἥσϑην· ἀμϕίπολοι δ' ἀπεκόσμεον ἔντεα δαιτός.
233
τοῖσιν δ' ᾽Αρήτη λευκώλενος ἤρχετο μύϑων·
234
ἔγνω γὰρ ϕᾶρός τε χιτῶνά τε εἵματ' ἰδοῦσα
235
καλά, τά ῥ' αὐτὴ τεῦξε σὺν ἀμϕιπόλοισι γυναιξί·
236
καί μιν ϕωνήσασ' ἔπεα πτερόεντα προσηύδα·
20

Line Group 20

237
"ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
238
τίς, πόϑεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματ' ἔδωκεν;
239
οὐ δὴ ϕῂς ἐπὶ πόντον ἀλώμενος ἐνϑάδ' ἱκέσϑαι;"
21

Line Group 21

240
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
22

Line Group 22

241
"ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι
242
κήδε', ἐπεί μοι πολλὰ δόσαν ϑεοὶ Οὐρανίωνες:
243
τοῦτο δέ τοι ἐρέω ὅ μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς.
244
᾽Ωγυγίη τις νῆσος ἀπόπροϑεν εἰν ἁλὶ κεῖται,
245
ἔνϑα μὲν ῎Ατλαντος ϑυγάτηρ, δολόεσσα Καλυψώ,
246
ναίει ἐυπλόκαμος, δεινὴ ϑεός: οὐδέ τις αὐτῇ
247
μίσγεται οὔτε ϑεῶν οὔτε ϑνητῶν ἀνϑρώπων.
248
ἀλλ' ἐμὲ τὸν δύστηνον ἐϕέστιον ἤγαγε δαίμων
249
οἶον, ἐπεί μοι νῆα ϑοὴν ἀργῆτι κεραυνῷ
250
Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
251
ἔνϑ' ἄλλοι μὲν πάντες ἀπέϕϑιϑεν ἐσϑλοὶ ἑταῖροι,
252
αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμϕιελίσσης
253
ἐννῆμαρ ϕερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
254
νῆσον ἐς ᾽Ωγυγίην πέλασαν ϑεοί, ἔνϑα Καλυψὼ
255
ναίει ἐυπλόκαμος, δεινὴ ϑεός, ἥ με λαβοῦσα
256
ἐνδυκέως ἐϕίλει τε καὶ ἔτρεϕεν ἠδὲ ἔϕασκε
257
ϑήσειν ἀϑάνατον καὶ ἀγήρων ἤματα πάντα·
258
ἀλλ' ἐμὸν οὔ ποτε ϑυμὸν ἐνὶ στήϑεσσιν ἔπειϑεν.
259
ἔνϑα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δ' αἰεὶ
260
δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·
261
ἀλλ' ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλϑε,
262
καὶ τότε δή μ' ἐκέλευσεν ἐποτρύνουσα νέεσϑαι
263
Ζηνὸς ὑπ' ἀγγελίης, ἢ καὶ νόος ἐτράπετ' αὐτῆς.
264
πέμπε δ' ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δ' ἔδωκε,
265
σῖτον καὶ μέϑυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,
266
οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
267
ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,
268
ὀκτωκαιδεκάτῃ δὲ ϕάνη ὄρεα σκιόεντα
269
γαίης ὑμετέρης, γήϑησε δέ μοι ϕίλον ἦτορ
270
δυσμόρῳ· ἦ γὰρ μέλλον ἔτι ξυνέσεσϑαι ὀιζυῖ
271
πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχϑων,
272
ὅς μοι ἐϕορμήσας ἀνέμους κατέδησε κέλευϑον,
273
ὤρινεν δὲ ϑάλασσαν ἀϑέσϕατον, οὐδέ τι κῦμα
274
εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα ϕέρεσϑαι.
275
τὴν μὲν ἔπειτα ϑύελλα διεσκέδασ'· αὐτὰρ ἔγωγε
276
νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄϕρά με γαίῃ
277
ὑμετέρῃ ἐπέλασσε ϕέρων ἄνεμός τε καὶ ὕδωρ.
278
ἔνϑά κέ μ' ἐκβαίνοντα βιήσατο κῦμ' ἐπὶ χέρσου,
279
πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ·
280
ἀλλ' ἀναχασσάμενος νῆχον πάλιν, εἷος ἐπῆλϑον
281
ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,
282
λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.
283
ἐκ δ' ἔπεσον ϑυμηγερέων, ἐπὶ δ' ἀμβροσίη νὺξ
284
ἤλυϑ'· ἐγὼ δ' ἀπάνευϑε Διιπετέος ποταμοῖο
285
ἐκβὰς ἐν ϑάμνοισι κατέδραϑον, ἀμϕὶ δὲ ϕύλλα
286
ἠϕυσάμην· ὕπνον δὲ ϑεὸς κατ' ἀπείρονα χεῦεν.
287
ἔνϑα μὲν ἐν ϕύλλοισι, ϕίλον τετιημένος ἦτορ,
288
εὗδον παννύχιος καὶ ἐπ' ἠῶ καὶ μέσον ἦμαρ·
289
δείλετό τ' ἠέλιος, καί με γλυκὺς ὕπνος ἀνῆκεν.
290
ἀμϕιπόλους δ' ἐπὶ ϑινὶ τεῆς ἐνόησα ϑυγατρὸς
291
παιζούσας, ἐν δ' αὐτὴ ἔην εἰκυῖα ϑεῇσι.
292
τὴν ἱκέτευσ'· ἡ δ' οὔ τι νοήματος ἤμβροτεν ἐσϑλοῦ,
293
ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα
294
ἑρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀϕραδέουσιν.
295
ἥ μοι σῖτον δῶκεν ἅλις ἠδ' αἴϑοπα οἶνον,
296
καὶ λοῦσ' ἐν ποταμῷ καί μοι τάδε εἵματ' ἔδωκε.
297
ταῦτά τοι ἀχνύμενός περ ἀληϑείην κατέλεξα."
23

Line Group 23

298
τὸν δ' αὖτ' ᾽Αλκίνοος ἀπαμείβετο ϕώνησέν τε·
24

Line Group 24

299
"ξεῖν', ἤτοι μὲν τοῦτό γ' ἐναίσιμον οὐκ ἐνόησε
300
παῖς ἐμή, οὕνεκά σ' οὔ τι μετ' ἀμϕιπόλοισι γυναιξὶν
301
ἦγεν ἐς ἡμετέρου· σὺ δ' ἄρα πρώτην ἱκέτευσας."
25

Line Group 25

302
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
26

Line Group 26

303
"ἥρως, μή μοι τοὔνεκ' ἀμύμονα νείκεε κούρην·
304
ἡ μὲν γάρ μ' ἐκέλευε σὺν ἀμϕιπόλοισιν ἕπεσϑαι,
305
ἀλλ' ἐγὼ οὐκ ἔϑελον δείσας αἰσχυνόμενός τε,
306
μή πως καὶ σοὶ ϑυμὸς ἐπισκύσσαιτο ἰδόντι·
307
δύσζηλοι γάρ τ' εἰμὲν ἐπὶ χϑονὶ ϕῦλ' ἀνϑρώπων."
27

Line Group 27

308
τὸν δ' αὖτ' ᾽Αλκίνοος ἀπαμείβετο ϕώνησέν τε·
28

Line Group 28

309
"ξεῖν', οὔ μοι τοιοῦτον ἐνὶ στήϑεσσι ϕίλον κῆρ
310
μαψιδίως κεχολῶσϑαι· ἀμείνω δ' αἴσιμα πάντα.
311
αἲ γάρ, Ζεῦ τε πάτερ καὶ ᾽Αϑηναίη καὶ ῎Απολλον,
312
τοῖος ἐὼν οἷός ἐσσι, τά τε ϕρονέων ἅ τ' ἐγώ περ,
313
παῖδά τ' ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσϑαι
314
αὖϑι μένων· οἶκον δέ κ' ἐγὼ καὶ κτήματα δοίην,
315
εἴ κ' ἐϑέλων γε μένοις: ἀέκοντα δέ σ' οὔ τις ἐρύξει
316
Φαιήκων· μὴ τοῦτο ϕίλον Διὶ πατρὶ γένοιτο.
317
πομπὴν δ' ἐς τόδ' ἐγὼ τεκμαίρομαι, ὄϕρ' ἔυ εἰδῇς,
318
αὔριον ἔς: τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ
319
λέξεαι, οἱ δ' ἐλόωσι γαλήνην, ὄϕρ' ἂν ἵκηαι
320
πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ που τοι ϕίλον ἐστίν,
321
εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστ' Εὐβοίης,
322
τὴν περ τηλοτάτω ϕάσ' ἔμμεναι οἵ μιν ἴδοντο
323
λαῶν ἡμετέρων, ὅτε τε ξανϑὸν ῾Ραδάμανϑυν
324
ἦγον ἐποψόμενον Τιτυόν, Γαιήιον υἱόν.
325
καὶ μὲν οἱ ἔνϑ' ἦλϑον, καὶ ἄτερ καμάτοιο τέλεσσαν
326
ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδ' ὀπίσσω.
327
εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ ϕρεσίν, ὅσσον ἄρισται
328
νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ."
29

Line Group 29

329
ὣς ϕάτο, γήϑησεν δὲ πολύτλας δῖος ᾽Οδυσσεύς,
330
εὐχόμενος δ' ἄρα εἶπεν ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζε·
30

Line Group 30

331
"Ζεῦ πάτερ, αἴϑ' ὅσα εἶπε τελευτήσειεν ἅπαντα
332
᾽Αλκίνοος: τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν
333
ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδ' ἱκοίμην."
31

Line Group 31

334
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
335
κέκλετο δ' ᾽Αρήτη λευκώλενος ἀμϕιπόλοισι
336
δέμνι' ὑπ' αἰϑούσῃ ϑέμεναι καὶ ῥήγεα καλὰ
337
πορϕύρε' ἐμβαλέειν στορέσαι τ' ἐϕύπερϑε τάπητας,
338
χλαίνας τ' ἐνϑέμεναι οὔλας καϑύπερϑεν ἕσασϑαι.
339
αἱ δ' ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι·
340
αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
341
ὤτρυνον ᾽Οδυσῆα παριστάμεναι ἐπέεσσιν·
32

Line Group 32

342
"ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή."
33

Line Group 33

343
ὣς ϕάν· τῷ δ' ἀσπαστὸν ἐείσατο κοιμηϑῆναι.
344
ὣς ὁ μὲν ἔνϑα καϑεῦδε πολύτλας δῖος ᾽Οδυσσεὺς
345
τρητοῖσ' ἐν λεχέεσσιν ὑπ' αἰϑούσῃ ἐριδούπῳ·
346
᾽Αλκίνοος δ' ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,
347
πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.

Chapter 8: ΟΔΥΣΣΕΙΑΣ Θ

1

Line Group 1

1
῎Ημος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
2
ὤρνυτ' ἄρ' ἐξ εὐνῆς ἱερὸν μένος ᾽Αλκινόοιο,
3
ἂν δ' ἄρα Διογενὴς ὦρτο πτολίπορϑος ᾽Οδυσσεύς.
4
τοῖσιν δ' ἡγεμόνευ' ἱερὸν μένος ᾽Αλκινόοιο
5
Φαιήκων ἀγορήν δ', ἥ σϕιν παρὰ νηυσὶ τέτυκτο.
6
ἐλϑόντες δὲ κάϑιζον ἐπὶ ξεστοῖσι λίϑοισι
7
πλησίον· ἡ δ' ἀνὰ ἄστυ μετῴχετο Παλλὰς ᾽Αϑήνη
8
εἰδομένη κήρυκι δαί:ϕρονος ᾽Αλκινόοιο,
9
νόστον ᾽Οδυσσῆιὴ μεγαλήτορι μητιόωσα,
10
καί ῥα ἑκάστῳ ϕωτὶ παρισταμένη ϕάτο μῦϑον·
2

Line Group 2

11
"δεῦτ' ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
12
εἰς ἀγορὴν ἰέναι, ὄϕρα ξείνοιο πύϑησϑε,
13
ὃς νέον ᾽Αλκινόοιο δαί:ϕρονος ἵκετο δῶμα
14
πόντον ἐπιπλαγχϑείς, δέμας ἀϑανάτοισιν ὁμοῖος."
3

Line Group 3

15
ὣς εἰποῦσ' ὤτρυνε μένος καὶ ϑυμὸν ἑκάστου.
16
καρπαλίμως δ' ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι
17
ἀγρομένων· πολλοὶ δ' ἄρ' ἐϑηήσαντο ἰδόντες
18
υἱὸν Λαέρταο δαί:ϕρονα. τῷ δ' ἄρ' ᾽Αϑήνη
19
ϑεσπεσίην κατέχευε χάριν κεϕαλῇ τε καὶ ὤμοις
20
καί μιν μακρότερον καὶ πάσσονα ϑῆκεν ἰδέσϑαι,
21
ὥς κεν Φαιήκεσσι ϕίλος πάντεσσι γένοιτο
22
δεινός τ' αἰδοῖός τε, καὶ ἐκτελέσειεν ἀέϑλους
23
πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντ' ᾽Οδυσῆος.
24
αὐτὰρ ἐπεί ῥ' ἤγερϑεν ὁμηγερέες τ' ἐγένοντο,
25
τοῖσιν δ' ᾽Αλκίνοος ἀγορήσατο καὶ μετέειπε·
4

Line Group 4

26
"κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
27
ὄϕρ' εἴπω, τά με ϑυμὸς ἐνὶ στήϑεσσι κελεύει.
28
ξεῖνος ὅδ', οὐκ οἶδ' ὅς τις, ἀλώμενος ἵκετ' ἐμὸν δῶ,
29
ἠὲ πρὸς ἠοίων ἦ ἑσπερίων ἀνϑρώπων·
30
πομπὴν δ' ὀτρύνει καὶ λίσσεται ἔμπεδον εἶναι.
31
ἡμεῖς δ', ὡς τὸ πάρος περ, ἐποτρυνώμεϑα πομπήν·
32
οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κ' ἐμὰ δώμαϑ' ἵκηται,
33
ἐνϑάδ' ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.
34
ἀλλ' ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν
35
πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα
36
κρινάσϑων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι.
37
δησάμενοι δ' εὖ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ
38
ἔκβητ'· αὐτὰρ ἔπειτα ϑοὴν ἀλεγύνετε δαῖτα
39
ἡμέτερόνδ' ἐλϑόντες: ἐγὼ δ' ἐὺ: πᾶσι παρέξω.
40
κούροισιν μὲν ταῦτ' ἐπιτέλλομαι· αὐτὰρ οἱ ἄλλοι
41
σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ
42
ἔρχεσϑ', ὄϕρα ξεῖνον ἐνὶ μεγάροισι ϕιλέωμεν·
43
μηδέ τις ἀρνείσϑω. καλέσασϑε δὲ ϑεῖον ἀοιδόν,
44
Δημόδοκον· τῷ γάρ ῥα ϑεὸς περὶ δῶκεν ἀοιδὴν
45
τέρπειν, ὅππῃ ϑυμὸς ἐποτρύνῃσιν ἀείδειν."
5

Line Group 5

46
ὣς ἄρα ϕωνήσας ἡγήσατο, τοὶ δ' ἅμ' ἕποντο
47
σκηπτοῦχοι· κῆρυξ δὲ μετῴχετο ϑεῖον ἀοιδόν.
48
κούρω δὲ κρινϑέντε δύω καὶ πεντήκοντα
49
βήτην, ὡς ἐκέλευσ', ἐπὶ ϑῖν' ἁλὸς ἀτρυγέτοιο.
50
αὐτὰρ ἐπεί ῥ' ἐπὶ νῆα κατήλυϑον ἠδὲ ϑάλασσαν,
51
νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένϑοσδε ἔρυσσαν,
52
ἐν δ' ἱστόν τ' ἐτίϑεντο καὶ ἱστία νηὶ: μελαίνῃ,
53
ἠρτύναντο δ' ἐρετμὰ τροποῖσ' ἐν δερματίνοισι
54
πάντα κατὰ μοῖραν· ἀνὰ δ' ἱστία λευκὰ πέτασσαν.
55
ὑψοῦ δ' ἐν νοτίῳ τήν γ' ὥρμισαν· αὐτὰρ ἔπειτα
56
βάν ῥ' ἴμεν ᾽Αλκινόοιο δαί:ϕρονος ἐς μέγα δῶμα.
57
πλῆντο δ' ἄρ' αἴϑουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν
59
τοῖσιν δ' ᾽Αλκίνοος δυοκαίδεκα μῆλ' ἱέρευσεν,
60
ὀκτὼ δ' ἀργιόδοντας ὕας, δύο δ' εἰλίποδας βοῦς:
61
τοὺς δέρον ἀμϕί ϑ' ἕπον, τετύκοντό τε δαῖτ' ἐρατεινήν.
6

Line Group 6

62
κῆρυξ δ' ἐγγύϑεν ἦλϑεν ἄγων ἐρίηρον ἀοιδόν,
63
τὸν περὶ Μοῦσ' ἐϕίλησε, δίδου δ' ἀγαϑόν τε κακόν τε·
64
ὀϕϑαλμῶν μὲν ἄμερσε, δίδου δ' ἡδεῖαν ἀοιδήν.
65
τῷ δ' ἄρα Ποντόνοος ϑῆκε ϑρόνον ἀργυρόηλον
66
μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας:
67
κὰδ δ' ἐκ πασσαλόϕι κρέμασεν ϕόρμιγγα λίγειαν
68
αὐτοῦ ὑπὲρ κεϕαλῆς καὶ ἐπέϕραδε χερσὶν ἑλέσϑαι
69
κῆρυξ· πὰρ δ' ἐτίϑει κάνεον καλήν τε τράπεζαν,
70
πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε ϑυμὸς ἀνώγοι.
71
οἱ δ' ἐπ' ὀνείαϑ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
72
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
73
Μοῦσ' ἄρ' ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,
74
οἴμης, τῆς τότ' ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε,
75
νεῖκος ᾽Οδυσσῆος καὶ Πηλεί:δεω ᾽Αχιλῆος,
76
ὥς ποτε δηρίσαντο ϑεῶν ἐν δαιτὶ ϑαλείῃ
77
ἐκπάγλοισ' ἐπέεσσιν, ἄναξ δ' ἀνδρῶν ᾽Αγαμέμνων
78
χαῖρε νόῳ, ὅ τ' ἄριστοι ᾽Αχαιῶν δηριόωντο.
79
ὣς γάρ οἱ χρείων μυϑήσατο Φοῖβος ᾽Απόλλων
80
Πυϑοῖ ἐν ἠγαϑέῃ, ὅϑ' ὑπέρβη λάιὴνον οὐδὸν
81
χρησόμενος: τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ
82
Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.
7

Line Group 7

83
ταῦτ' ἄρ' ἀοιδὸς ἄειδε περικλυτός: αὐτὰρ ᾽Οδυσσεὺς
84
πορϕύρεον μέγα ϕᾶρος ἑλὼν χερσὶ στιβαρῇσι
85
κὰκ κεϕαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα·
86
αἴδετο γὰρ Φαίηκας ὑπ' ὀϕρύσι δάκρυα λείβων.
87
ἦτοι ὅτε λήξειεν ἀείδων ϑεῖος ἀοιδός,
88
δάκρυ' ὀμορξάμενος κεϕαλῆς ἄπο ϕᾶρος ἕλεσκε
89
καὶ δέπας ἀμϕικύπελλον ἑλὼν σπείσασκε ϑεοῖσιν·
90
αὐτὰρ ὅτ' ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν
91
Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντ' ἐπέεσσιν,
92
ἂψ ᾽Οδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.
93
ἔνϑ' ἄλλους μὲν πάντας ἐλάνϑανε δάκρυα λείβων,
94
᾽Αλκίνοος δέ μιν οἶος ἐπεϕράσατ' ἠδὲ νόησεν
95
ἥμενος ἄγχ' αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
96
αἶψα δὲ Φαιήκεσσι ϕιληρέτμοισι μετηύδα·
8

Line Group 8

97
"κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες:
98
ἤδη μὲν δαιτὸς κεκορήμεϑα ϑυμὸν ἐί:σης
99
ϕόρμιγγός ϑ', ἣ δαιτὶ συνήορός ἐστι ϑαλείη
100
νῦν δ' ἐξέλϑωμεν καὶ ἀέϑλων πειρηϑῶμεν
101
πάντων, ὥς χ' ὁ ξεῖνος ἐνίσπῃ οἷσι ϕίλοισιν,
102
οἴκαδε νοστήσας, ὅσσον περιγινόμεϑ' ἄλλων
103
πύξ τε παλαισμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν."
9

Line Group 9

104
ὣς ἄρα ϕωνήσας ἡγήσατο, τοὶ δ' ἅμ' ἕποντο.
105
κὰδ δ' ἐκ πασσαλόϕι κρέμασεν ϕόρμιγγα λίγειαν,
106
Δημοδόκου δ' ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο
107
κῆρυξ· ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι
108
Φαιήκων οἱ ἄριστοι, ἀέϑλια ϑαυμανέοντες.
109
βὰν δ' ἴμεν εἰς ἀγορήν, ἅμα δ' ἕσπετο πουλὺς ὅμιλος
110
μυρίοι· ἂν δ' ἵσταντο νέοι πολλοί τε καὶ ἐσϑλοί.
111
ὦρτο μὲν ᾽Ακρόνεώς τε καὶ ᾽Ωκύαλος καὶ ᾽Ελατρεὺς
112
Ναυτεύς τε Πρυμνεύς τε καὶ ᾽Αγχίαλος καὶ ᾽Ερετμεὺς
113
Ποντεύς τε Πρῳρεύς τε, Θόων ᾽Αναβησίνεώς τε
114
᾽Αμϕίαλός ϑ', υἱὸς Πολυνήου Τεκτονίδαο·
115
ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος ῎Αρηιὴ,
116
Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
117
πάντων Φαιήκων μετ' ἀμύμονα Λαοδάμαντα.
118
ἂν δ' ἔσταν τρεῖς παῖδες ἀμύμονος ᾽Αλκινόοιο,
119
Λαοδάμας ϑ' ῞Αλιός τε καὶ ἀντίϑεος Κλυτόνηος.
120
οἱ δ' ἤτοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι·
121
τοῖσι δ' ἀπὸ νύσσης τέτατο δρόμος: οἱ δ' ἅμα πάντες
122
καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο.
123
τῶν δὲ ϑέειν ὄχ' ἄριστος ἔην Κλυτόνηος ἀμύμων·
124
ὅσσον τ' ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιὴν,
125
τόσσον ὑπεκπροϑέων λαοὺς ἵκεϑ', οἱ δ' ἐλίποντο.
126
οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·
127
τῇ δ' αὖτ' Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.
128
ἅλματι δ' ᾽Αμϕίαλος πάντων προϕερέστατος ἦεν·
129
δίσκῳ δ' αὖ πάντων πολὺ ϕέρτατος ἦεν ᾽Ελατρεύς,
130
πὺξ δ' αὖ Λαοδάμας, ἀγαϑὸς πάιὴς ᾽Αλκινόοιο.
10

Line Group 10

131
αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρϕϑησαν ϕρέν' ἀέϑλοις,
132
τοῖσ' ἄρα Λαοδάμας μετέϕη, πάιὴς ᾽Αλκινόοιο·
11

Line Group 11

133
"δεῦτε, ϕίλοι, τὸν ξεῖνον ἐρώμεϑα, εἴ τιν' ἄεϑλον
134
οἶδέ τε καὶ δεδάηκε· ϕυήν γε μὲν οὐ κακός ἐστι,
135
μηρούς τε κνήμας τε καὶ ἄμϕω χεῖρας ὕπερϑεν
136
αὐχένα τε στιβαρὸν μέγα τε σϑένος: οὐδέ τι ἥβης
137
δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν.
138
οὐ γὰρ ἔγωγέ τί ϕημι κακώτερον ἄλλο ϑαλάσσης
139
ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη."
12

Line Group 12

140
τὸν δ' αὖτ' Εὐρύαλος ἀπαμείβετο ϕώνησέν τε·
13

Line Group 13

141
"Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.
142
αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέϕραδε μῦϑον."
143
αὐτὰρ ἐπεὶ τό γ' ἄκουσ' ἀγαϑὸς πάιὴς ᾽Αλκινόοιο,
144
στῆ ῥ' ἐς μέσσον ἰὼν καὶ ᾽Οδυσσῆα προσέειπε·
14

Line Group 14

145
"δεῦρ' ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέϑλων,
146
εἴ τινά που δεδάηκας: ἔοικε δέ σ' ἴδμεν ἀέϑλους.
147
οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος, ὄϕρα κεν ᾖσιν,
148
ἢ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.
149
ἀλλ' ἄγε πείρησαι, σκέδασον δ' ἀπὸ κήδεα ϑυμοῦ·
150
σοὶ δ' ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη
151
νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι."
15

Line Group 15

152
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
16

Line Group 16

153
"Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες...
154
κήδεά μοι καὶ μᾶλλον ἐνὶ ϕρεσὶν ἤ περ ἄεϑλοι,
155
ὃς πρὶν μὲν μάλα πολλὰ πάϑον καὶ πολλὰ μόγησα,
156
νῦν δὲ μεϑ' ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων
157
ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον."
17

Line Group 17

158
τὸν δ' αὖτ' Εὐρύαλος ἀπαμείβετο νείκεσέ τ' ἄντην·
18

Line Group 18

159
"οὐ γάρ σ' οὐδέ, ξεῖνε, δαήμονι ϕωτὶ ἐί:σκω
160
ἄϑλων, οἷά τε πολλὰ μετ' ἀνϑρώποισι πέλονται,
161
ἀλλὰ τῷ, ὅς ϑ' ἅμα νηὶ: πολυκλήιὴδι ϑαμίζων,
162
ἀρχὸς ναυτάων, οἵ τε πρηκτῆρες ἔασι,
163
ϕόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων
164
κερδέων ϑ' ἁρπαλέων· οὐδ' ἀϑλητῆρι ἔοικας."
19

Line Group 19

165
τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέϕη πολύμητις ᾽Οδυσσεύς:
20

Line Group 20

166
"ξεῖν', οὐ καλὸν ἔειπες: ἀτασϑάλῳ ἀνδρὶ ἔοικας.
167
οὕτως οὐ πάντεσσι ϑεοὶ χαρίεντα διδοῦσιν
168
ἀνδράσιν, οὔτε ϕυὴν οὔτ' ἂρ ϕρένας οὔτ' ἀγορητύν.
169
ἄλλος μὲν γὰρ εἶδος ἀκιδνότερος πέλει ἀνήρ,
170
ἀλλὰ ϑεὸς μορϕὴν ἔπεσι στέϕει, οἱ δέ τ' ἐς αὐτὸν
171
τερπόμενοι λεύσσουσιν· ὁ δ' ἀσϕαλέως ἀγορεύει
172
αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,
173
ἐρχόμενον δ' ἀνὰ ἄστυ ϑεὸν ὣς εἰσορόωσιν.
174
ἄλλος δ' αὖ εἶδος μὲν ἀλίγκιος ἀϑανάτοισιν,
175
ἀλλ' οὔ οἱ χάρις ἀμϕὶ περιστέϕεται ἐπέεσσιν,
176
ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως
177
οὐδὲ ϑεὸς τεύξειε, νόον δ' ἀποϕώλιός ἐσσι.
178
ὤρινάς μοι ϑυμὸν ἐνὶ στήϑεσσι ϕίλοισιν
179
εἰπὼν οὐ κατὰ κόσμον· ἐγὼ δ' οὐ νῆιὴς ἀέϑλων,
180
ὡς σύγε μυϑεῖαι, ἀλλ' ἐν πρώτοισιν ὀί:ω
181
ἔμμεναι, ὄϕρ' ἥβῃ τε πεποίϑεα χερσί τ' ἐμῇσι.
182
νῦν δ' ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην,
183
ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.
184
ἀλλὰ καὶ ὧς, κακὰ πολλὰ παϑών, πειρήσομ' ἀέϑλων·
185
ϑυμοδακὴς γὰρ μῦϑος: ἐπώτρυνας δέ με εἰπών."
21

Line Group 21

186
ἦ ῥα, καὶ αὐτῷ ϕάρει ἀναί:ξας λάβε δίσκον
187
μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ
188
ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.
189
τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός:
190
βόμβησεν δὲ λίϑος: κατὰ δὲ πτῆξαν ποτὶ γαίῃ
191
Φαίηκες δολιχήρετμοι, ναυσικλυτοὶ ἄνδρες,
192
λᾶος ὑπὸ ῥιπῆς: ὁ δ' ὑπέρπτατο σήματα πάντων
193
ῥίμϕα ϑέων ἀπὸ χειρός. ἔϑηκε δὲ τέρματ' ᾽Αϑήνη
194
ἀνδρὶ δέμας εἰκυῖα, ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζε·
22

Line Group 22

195
"καί κ' ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα
196
ἀμϕαϕόων· ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,
197
ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ ϑάρσει τόνδε γ' ἄεϑλον·
198
οὔ τις Φαιήκων τόν γ' ἵξεται οὐδ' ὑπερήσει."
23

Line Group 23

199
ὣς ϕάτο, γήϑησεν δὲ πολύτλας δῖος ᾽Οδυσσεύς,
200
χαίρων οὕνεχ' ἑταῖρον ἐνηέα λεῦσσ' ἐν ἀγῶνι.
201
καὶ τότε κουϕότερον μετεϕώνεε Φαιήκεσσι·
24

Line Group 24

202
"τοῦτον νῦν ἀϕίκεσϑε, νέοι· τάχα δ' ὕστερον ἄλλον
203
ἥσειν ἢ τοσσοῦτον ὀί:ομαι ἢ ἔτι μάσσον.
204
τῶν δ' ἄλλων ὅτινα κραδίη ϑυμός τε κελεύει,
205
δεῦρ' ἄγε πειρηϑήτω, ἐπεί μ' ἐχολώσατε λίην,
206
ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,
207
πάντων Φαιήκων πλήν γ' αὐτοῦ Λαοδάμαντος.
208
ξεῖνος γάρ μοι ὅδ' ἐστί· τίς ἂν ϕιλέοντι μάχοιτο;
209
ἄϕρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,
210
ὅς τις ξεινοδόκῳ ἔριδα προϕέρηται ἀέϑλων
211
δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δ' αὐτοῦ πάντα κολούει.
212
τῶν δ' ἄλλων οὔ πέρ τιν' ἀναίνομαι οὐδ' ἀϑερίζω,
213
ἀλλ' ἐϑέλω ἴδμεν καὶ πειρηϑήμεναι ἄντην.
214
πάντα γὰρ οὐ κακός εἰμι, μετ' ἀνδράσιν ὅσσοι ἄεϑλοι·
215
εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμϕαϕάασϑαι·
216
πρῶτός κ' ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ
217
ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι
218
ἄγχι παρασταῖεν καὶ τοξαζοίατο ϕωτῶν.
219
οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ
220
δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεϑ' ᾽Αχαιοί.
221
τῶν δ' ἄλλων ἐμέ ϕημι πολὺ προϕερέστερον εἶναι,
222
ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χϑονὶ σῖτον ἔδοντες.
223
ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐϑελήσω,
224
οὔϑ' ῾Ηρακλῆιὴ οὔτ' Εὐρύτῳ Οἰχαλιῆιὴ,
225
οἵ ῥα καὶ ἀϑανάτοισιν ἐρίζεσκον περὶ τόξων.
226
τῶ ῥα καὶ αἶψ' ἔϑανεν μέγας Εὔρυτος, οὐδ' ἐπὶ γῆρας
227
ἵκετ' ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ ᾽Απόλλων
228
ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσϑαι.
229
δουρὶ δ' ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.
230
οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλϑῃ
231
Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσϑην
232
κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα
233
ἦεν ἐπηετανός: τῶ μοι ϕίλα γυῖα λέλυνται."
25

Line Group 25

234
ὣς ἔϕαϑ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
235
᾽Αλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε·
26

Line Group 26

236
"ξεῖν', ἐπεὶ οὐκ ἀχάριστα μεϑ' ἡμῖν ταῦτ' ἀγορεύεις,
237
ἀλλ' ἐϑέλεις ἀρετὴν σὴν ϕαινέμεν, ἥ τοι ὀπηδεῖ,
238
χωόμενος, ὅτι σ' οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς
239
νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο
240
ὅς τις ἐπίσταιτο ᾗσι ϕρεσὶν ἄρτια βάζειν·
241
ἀλλ' ἄγε νῦν ἐμέϑεν ξυνίει ἔπος, ὄϕρα καὶ ἄλλῳ
242
εἴπῃς ἡρώων, ὅτε κεν σοῖσ' ἐν μεγάροισι
243
δαινύῃ παρὰ σῇ τ' ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,
244
ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν
245
Ζεὺς ἐπὶ ἔργα τίϑησι διαμπερὲς ἐξ ἔτι πατρῶν.
246
οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,
247
ἀλλὰ ποσὶ κραιπνῶς ϑέομεν καὶ νηυσὶν ἄριστοι,
248
αἰεὶ δ' ἡμῖν δαίς τε ϕίλη κίϑαρίς τε χοροί τε
249
εἵματά τ' ἐξημοιβὰ λοετρά τε ϑερμὰ καὶ εὐναί.
250
ἀλλ' ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,
251
παίσατε, ὥς χ' ὁ ξεῖνος ἐνίσπῃ οἷσι ϕίλοισιν,
252
οἴκαδε νοστήσας, ὅσσον περιγινόμεϑ' ἄλλων
253
ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.
254
Δημοδόκῳ δέ τις αἶψα κιὼν ϕόρμιγγα λίγειαν
255
οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν."
27

Line Group 27

256
ὣς ἔϕατ' ᾽Αλκίνοος ϑεοείκελος, ὦρτο δὲ κῆρυξ
257
οἴσων ϕόρμιγγα γλαϕυρὴν δόμου ἐκ βασιλῆος.
258
αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν,
259
δήμιοι, οἳ κατ' ἀγῶνα ἐὺ: πρήσσεσκον ἕκαστα,
260
λείηναν δὲ χορόν, καλὸν δ' εὔρυναν ἀγῶνα.
261
κῆρυξ δ' ἐγγύϑεν ἦλϑε ϕέρων ϕόρμιγγα λίγειαν
262
Δημοδόκῳ· ὁ δ' ἔπειτα κί' ἐς μέσον· ἀμϕὶ δὲ κοῦροι
263
πρωϑῆβαι ἵσταντο, δαήμονες ὀρχηϑμοῖο,
264
πέπληγον δὲ χορὸν ϑεῖον ποσίν. αὐτὰρ ᾽Οδυσσεὺς
265
μαρμαρυγὰς ϑηεῖτο ποδῶν, ϑαύμαζε δὲ ϑυμῷ.
28

Line Group 28

266
αὐτὰρ ὁ ϕορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν
267
ἀμϕ' ῎Αρεος ϕιλότητος ἐυὴστεϕάνου τ' ᾽Αϕροδίτης,
268
ὡς τὰ πρῶτ' ἐμίγησαν ἐν ῾Ηϕαίστοιο δόμοισι
269
λάϑρῃ· πολλὰ δ' ἔδωκε, λέχος δ' ᾔσχυνε καὶ εὐνὴν
270
῾Ηϕαίστοιο ἄνακτος: ἄϕαρ δέ οἱ ἄγγελος ἦλϑεν
271
῞Ηλιος, ὅ σϕ' ἐνόησε μιγαζομένους ϕιλότητι.
272
῞Ηϕαιστος δ' ὡς οὖν ϑυμαλγέα μῦϑον ἄκουσε,
273
βῆ ῥ' ἴμεν ἐς χαλκεῶνα, κακὰ ϕρεσὶ βυσσοδομεύων·
274
ἐν δ' ἔϑετ' ἀκμοϑέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς
275
ἀρρήκτους ἀλύτους, ὄϕρ' ἔμπεδον αὖϑι μένοιεν.
276
αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος ῎Αρει,
277
βῆ ῥ' ἴμεν ἐς ϑάλαμον, ὅϑι οἱ ϕίλα δέμνι' ἔκειτο,
278
ἀμϕὶ δ' ἄρ' ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ·
279
πολλὰ δὲ καὶ καϑύπερϑε μελαϑρόϕιν ἐξεκέχυντο,
280
ἠύτ' ἀράχνια λεπτά· τά γ' οὔ κέ τις οὐδὲ ἴδοιτο,
281
οὐδὲ ϑεῶν μακάρων· περὶ γὰρ δολόεντα τέτυκτο.
282
αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,
283
εἴσατ' ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεϑρον,
284
ἥ οἱ γαιάων πολὺ ϕιλτάτη ἐστὶν ἁπασέων.
285
οὐδ' ἀλαὸς σκοπιὴν εἶχε χρυσήνιος ῎Αρης,
286
ὡς ἴδεν ῞Ηϕαιστον κλυτοτέχνην νόσϕι κιόντα·
287
βῆ δ' ἴμεναι πρὸς δῶμα περικλυτοῦ ῾Ηϕαίστοιο,
288
ἰσχανόων ϕιλότητος ἐυστεϕάνου Κυϑερείης.
289
ἡ δὲ νέον παρὰ πατρὸς ἐρισϑενέος Κρονίωνος
290
ἐρχομένη κατ' ἄρ' ἕζεϑ'· ὁ δ' εἴσω δώματος ᾔει,
291
ἔν τ' ἄρα οἱ ϕῦ χειρὶ ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζε·
29

Line Group 29

292
"δεῦρο, ϕίλη, λέκτρον δέ· τραπείομεν εὐνηϑέντε·
293
οὐ γὰρ ἔϑ' ῞Ηϕαιστος μεταδήμιος, ἀλλά που ἤδη
294
οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοϕώνους."
30

Line Group 30

295
ὣς ϕάτο, τῇ δ' ἀσπαστὸν ἐείσατο κοιμηϑῆναι.
296
τὼ δ' ἐς δέμνια βάντε κατέδραϑον· ἀμϕὶ δὲ δεσμοὶ
297
τεχνήεντες ἔχυντο πολύϕρονος ῾Ηϕαίστοιο,
298
οὐδέ τι κινῆσαι μελέων ἦν οὐδ' ἀναεῖραι.
299
καὶ τότε δὴ γίνωσκον, ὅ τ' οὐκέτι ϕυκτὰ πέλοντο.
300
ἀγχίμολον δέ σϕ' ἦλϑε περικλυτὸς ἀμϕιγυήεις,
301
αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσϑαι·
302
᾽Ηέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦϑον.
304
ἔστη δ' ἐν προϑύροισι, χόλος δέ μιν ἄγριος ᾕρει·
305
σμερδαλέον δ' ἐβόησε, γέγωνέ τε πᾶσι ϑεοῖσι·
31

Line Group 31

306
"Ζεῦ πάτερ ἠδ' ἄλλοι μάκαρες ϑεοὶ αἰὲν ἐόντες,
307
δεῦϑ', ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησϑε,
308
ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς ϑυγάτηρ ᾽Αϕροδίτη
309
αἰὲν ἀτιμάζει, ϕιλέει δ' ἀίδηλον ῎Αρηα,
310
οὕνεχ' ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἔγωγε
311
ἠπεδανὸς γενόμην· ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,
312
ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασϑαι ὄϕελλον.
313
ἀλλ' ὄψεσϑ' ἵνα τώ γε καϑεύδετον ἐν ϕιλότητι,
314
εἰς ἐμὰ δέμνια βάντες: ἐγὼ δ' ὁρόων ἀκάχημαι.
315
οὐ μέν σϕεας ἔτ' ἔολπα μίνυνϑά γε κειέμεν οὕτω,
316
καὶ μάλα περ ϕιλέοντε· τάχ' οὐκ ἐϑελήσετον ἄμϕω
317
εὕδειν· ἀλλά σϕωε δόλος καὶ δεσμὸς ἐρύξει,
318
εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,
319
ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,
320
οὕνεκά οἱ καλὴ ϑυγάτηρ, ἀτὰρ οὐκ ἐχέϑυμος."
32

Line Group 32

321
ὣς ἔϕαϑ', οἱ δ' ἀγέροντο ϑεοὶ ποτὶ χαλκοβατὲς δῶ·
322
ἦλϑε Ποσειδάων γαιήοχος, ἦλϑ' ἐριούνης
323
῾Ερμείας, ἦλϑεν δὲ ἄναξ ἑκάεργος ᾽Απόλλων.
324
ϑηλύτεραι δὲ ϑεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.
325
ἔσταν δ' ἐν προϑύροισι ϑεοί, δωτῆρες ἑάων·
326
ἄσβεστος δ' ἄρ' ἐνῶρτο γέλως μακάρεσσι ϑεοῖσι
327
τέχνας εἰσορόωσι πολύϕρονος ῾Ηϕαίστοιο.
328
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
33

Line Group 33

329
"οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν,
330
ὡς καὶ νῦν ῞Ηϕαιστος ἐὼν βραδὺς εἷλεν ῎Αρηα,
331
ὠκύτατόν περ ἐόντα ϑεῶν, οἳ ῎Ολυμπον ἔχουσι,
332
χωλὸς ἐών, τέχνῃσι· τὸ καὶ μοιχάγρι' ὀϕέλλει."
34

Line Group 34

333
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
334
῾Ερμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς, ᾽Απόλλων·
35

Line Group 35

335
"῾Ερμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων,
336
ἦ ῥά κεν ἐν δεσμοῖσ' ἐϑέλοις κρατεροῖσι πιεσϑεὶς
337
εὕδειν ἐν λέκτροισι παρὰ χρυσῇ ᾽Αϕροδίτῃ;"
36

Line Group 36

338
τὸν δ' ἠμείβετ' ἔπειτα διάκτορος ᾽Αργειὴϕόντης:
37

Line Group 37

339
"αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλ' ῎Απολλον.
340
δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμϕὶς ἔχοιεν,
341
ὑμεῖς δ' εἰσορόῳτε ϑεοὶ πᾶσαί τε ϑέαιναι,
342
αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσῇ ᾽Αϕροδίτῃ."
38

Line Group 38

343
ὣς ἔϕατ', ἐν δὲ γέλως ὦρτ' ἀϑανάτοισι ϑεοῖσιν.
344
οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δ' αἰεὶ
345
῞Ηϕαιστον κλυτοεργόν, ὅπως λύσειεν ῎Αρηα·
346
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδα·
39

Line Group 39

347
"λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις,
348
τίσειν αἴσιμα πάντα μετ' ἀϑανάτοισι ϑεοῖσι·"
40

Line Group 40

349
τὸν δ' αὖτε προσέειπε περικλυτὸς ἀμϕιγυήεις:
41

Line Group 41

350
"μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε·
351
δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασϑαι.
352
πῶς ἂν ἐγώ σε δέοιμι μετ' ἀϑανάτοισι ϑεοῖσιν,
353
εἴ κεν ῎Αρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας..."
42

Line Group 42

354
τὸν δ' αὖτε προσέειπε Ποσειδάων ἐνοσίχϑων·
43

Line Group 43

355
"῞Ηϕαιστ', εἴ περ γάρ κεν ῎Αρης χρεῖος ὑπαλύξας
356
οἴχηται ϕεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω."
44

Line Group 44

357
τὸν δ' ἠμείβετ' ἔπειτα περικλυτὸς ἀμϕιγυήεις:
45

Line Group 45

358
"οὐκ ἔστ' οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασϑαι."
46

Line Group 46

359
ὣς εἰπὼν δεσμὸν ἀνίει μένος ῾Ηϕαίστοιο.
360
τὼ δ' ἐπεὶ ἐκ δεσμοῖο λύϑεν, κρατεροῦ περ ἐόντος,
361
αὐτίκ' ἀναί:ξαντε ὁ μὲν Θρῄκην δὲ βεβήκει,
362
ἡ δ' ἄρα Κύπρον ἵκανε ϕιλομμειδὴς ᾽Αϕροδίτη,
363
ἐς Πάϕον, ἔνϑα τέ οἱ τέμενος βωμός τε ϑυήεις.
364
ἔνϑα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
365
ἀμβρότῳ, οἷα ϑεοὺς ἐπενήνοϑεν αἰὲν ἐόντας,
366
ἀμϕὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, ϑαῦμα ἰδέσϑαι.
47

Line Group 47

367
ταῦτ' ἄρ' ἀοιδὸς ἄειδε περικλυτός: αὐτὰρ ᾽Οδυσσεὺς
368
τέρπετ' ἐνὶ ϕρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι
369
Φαίηκες δολιχήρετμοι, ναυσικλυτοὶ ἄνδρες.
48

Line Group 48

370
᾽Αλκίνοος δ' ῞Αλιον καὶ Λαοδάμαντα κέλευσε
371
μουνὰξ ὀρχήσασϑαι, ἐπεί σϕισιν οὔ τις ἔριζεν.
372
οἱ δ' ἐπεὶ οὖν σϕαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,
373
πορϕυρέην, τήν σϕιν Πόλυβος ποίησε δαί:ϕρων,
374
τὴν ἕτερος ῥίπτασκε ποτὶ νέϕεα σκιόεντα
375
ἰδνωϑεὶς ὀπίσω· ὁ δ' ἀπὸ χϑονὸς ὑψόσ' ἀερϑεὶς
376
ῥηιδίως μεϑέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσϑαι.
377
αὐτὰρ ἐπεὶ δὴ σϕαίρῃ ἀν' ἰϑὺν πειρήσαντο,
378
ὀρχείσϑην δὴ ἔπειτα ποτὶ χϑονὶ πουλυβοτείρῃ
379
ταρϕέ' ἀμειβομένω· κοῦροι δ' ἐπελήκεον ἄλλοι
380
ἑστεῶτες κατ' ἀγῶνα, πολὺς δ' ὑπὸ κόμπος ὀρώρει.
381
δὴ τότ' ἄρ' ᾽Αλκίνοον προσεϕώνεε δῖος ᾽Οδυσσεύς:
49

Line Group 49

382
"᾽Αλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
383
ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους,
384
ἠδ' ἄρ' ἑτοῖμα τέτυκτο· σέβας μ' ἔχει εἰσορόωντα."
50

Line Group 50

385
ὣς ϕάτο, γήϑησεν δ' ἱερὸν μένος ᾽Αλκινόοιο,
386
αἶψα δὲ Φαιήκεσσι ϕιληρέτμοισι μετηύδα·
51

Line Group 51

387
"κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες:
388
ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.
389
ἀλλ' ἄγε οἱ δῶμεν ξεινήιον, ὡς ἐπιεικές.
390
δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες
391
ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δ' ἐγὼ αὐτός:
392
τῶν οἱ ἕκαστος ϕᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα
393
καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.
394
αἶψα δὲ πάντα ϕέρωμεν ἀολλέα, ὄϕρ' ἐνὶ χερσὶ
395
ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ ϑυμῷ.
396
Εὐρύαλος δέ ἑ αὐτὸν ἀρεσσάσϑω ἐπέεσσι
397
καὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν."
52

Line Group 52

398
ὣς ἔϕαϑ', οἱ δ' ἄρα πάντες ἐπῄνεον ἠδ' ἐκέλευον,
399
δῶρα δ' ἄρ' οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
400
τὸν δ' αὖτ' Εὐρύαλος ἀπαμείβετο ϕώνησέν τε·
53

Line Group 53

401
"᾽Αλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
402
τοὶ γὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.
403
δώσω οἱ τόδ' ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη
404
ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέϕαντος
405
ἀμϕιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται."
54

Line Group 54

406
ὣς εἰπὼν ἐν χερσὶ τίϑει ξίϕος ἀργυρόηλον,
407
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδα·
55

Line Group 55

408
"χαῖρε, πάτερ ὦ ξεῖνε· ἔπος δ' εἴ περ τι βέβακται
409
δεινόν, ἄϕαρ τὸ ϕέροιεν ἀναρπάξασαι ἄελλαι.
410
σοὶ δὲ ϑεοὶ ἄλοχόν τ' ἰδέειν καὶ πατρίδ' ἱκέσϑαι
411
δοῖεν, ἐπεὶ δὴ δηϑὰ ϕίλων ἄπο πήματα πάσχεις."
56

Line Group 56

412
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
57

Line Group 57

413
"καὶ σύ, ϕίλος, μάλα χαῖρε, ϑεοὶ δέ τοι ὄλβια δοῖεν·
414
μηδέ τί τοι ξίϕεός γε ποϑὴ μετόπισϑε γένοιτο
415
τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν."
58

Line Group 58

416
ἦ ῥα, καὶ ἀμϕ' ὤμοισι ϑέτο ξίϕος ἀργυρόηλον.
417
δύσετό τ' ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.
418
καὶ τά γ' ἐς ᾽Αλκινόοιο ϕέρον κήρυκες ἀγαυοί·
419
δεξάμενοι δ' ἄρα παῖδες ἀμύμονος ᾽Αλκινόοιο
420
μητρὶ παρ' αἰδοίῃ ἔϑεσαν περικαλλέα δῶρα.
421
τοῖσιν δ' ἡγεμόνευ' ἱερὸν μένος ᾽Αλκινόοιο,
422
ἐλϑόντες δὲ καϑῖζον ἐν ὑψηλοῖσι ϑρόνοισι.
423
δή ῥα τότ' ᾽Αρήτην προσέϕη μένος ᾽Αλκινόοιο·
59

Line Group 59

424
"δεῦρο, γύναι, ϕέρε χηλὸν ἀριπρεπέ', ἥ τις ἀρίστη·
425
ἐν δ' αὐτὴ ϑὲς ϕᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα.
426
ἀμϕὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, ϑέρμετε δ' ὕδωρ,
427
ὄϕρα λοεσσάμενός τε ἰδών τ' εὖ κείμενα πάντα
428
δῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνϑάδ' ἔνεικαν,
429
δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων.
430
καί οἱ ἐγὼ τόδ' ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω,
431
χρύσεον, ὄϕρ' ἐμέϑεν μεμνημένος ἤματα πάντα
432
σπένδῃ ἐνὶ μεγάρῳ Διί τ' ἄλλοισίν τε ϑεοῖσιν."
60

Line Group 60

433
ὣς ἔϕατ', ᾽Αρήτη δὲ μετὰ δμῳῇσιν ἔειπεν
434
ἀμϕὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα.
435
αἱ δὲ λοετροχόον τρίποδ' ἵστασαν ἐν πυρὶ κηλέῳ,
436
ἐν δ' ἄρ' ὕδωρ ἔχεον, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι.
437
γάστρην μὲν τρίποδος πῦρ ἄμϕεπε, ϑέρμετο δ' ὕδωρ·
438
τόϕρα δ' ἄρ' ᾽Αρήτη ξείνῳ περικαλλέα χηλὸν
439
ἐξέϕερεν ϑαλάμοιο, τίϑει δ' ἐνὶ κάλλιμα δῶρα,
440
ἐσϑῆτα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν·
441
ἐν δ' αὐτὴ ϕᾶρος ϑῆκεν καλόν τε χιτῶνα,
442
καί μιν ϕωνήσασ' ἔπεα πτερόεντα προσηύδα·
61

Line Group 61

443
"αὐτὸς νῦν ἴδε πῶμα, ϑοῶς δ' ἐπὶ δεσμὸν ἴηλον,
444
μή τίς τοι καϑ' ὁδὸν δηλήσεται, ὁππότ' ἂν αὖτε
445
εὕδῃσϑα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ: μελαίνῃ."
62

Line Group 62

446
αὐτὰρ ἐπεὶ τό γ' ἄκουσε πολύτλας δῖος ᾽Οδυσσεύς,
447
αὐτίκ' ἐπήρτυε πῶμα, ϑοῶς δ' ἐπὶ δεσμὸν ἴηλε
448
ποικίλον, ὅν ποτέ μιν δέδαε ϕρεσὶ πότνια Κίρκη.
449
αὐτόδιον δ' ἄρα μιν ταμίη λούσασϑαι ἀνώγει
450
ἔς ῥ' ἀσάμινϑον βάνϑ'· ὁ δ' ἄρ' ἀσπασίως ἴδε ϑυμῷ
451
ϑερμὰ λοέτρ', ἐπεὶ οὔ τι κομιζόμενός γε ϑάμιζεν,
452
ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο·
453
τόϕρα δέ οἱ κομιδή γε ϑεῷ ὣς ἔμπεδος ἦεν.
454
τὸν δ' ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
455
ἀμϕὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα,
456
ἔκ ῥ' ἀσαμίνϑου βὰς ἄνδρας μέτα οἰνοποτῆρας
457
ἤιε. Ναυσικάα δὲ ϑεῶν ἄπο κάλλος ἔχουσα
458
στῆ ῥα παρὰ σταϑμὸν τέγεος πύκα ποιητοῖο,
459
ϑαύμαζεν δ' ᾽Οδυσῆα ἐν ὀϕϑαλμοῖσιν ὁρῶσα,
460
καί μιν ϕωνήσασ' ἔπεα πτερόεντα προσηύδα·
63

Line Group 63

461
"χαῖρε, ξεῖν', ἵνα καί ποτ' ἐὼν ἐν πατρίδι γαίῃ
462
μνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγρι' ὀϕέλλεις."
64

Line Group 64

463
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
65

Line Group 65

464
"Ναυσικάα, ϑύγατερ μεγαλήτορος ᾽Αλκινόοιο,
465
οὕτω νῦν Ζεὺς ϑείη, ἐρίγδουπος πόσις ῞Ηρης,
466
οἴκαδέ τ' ἐλϑέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσϑαι.
467
τῶ κέν τοι καὶ κεῖϑι ϑεῷ ὣς εὐχετοῴμην
468
αἰεὶ ἤματα πάντα· σὺ γάρ μ' ἐβιώσαο, κούρη."
66

Line Group 66

469
ἦ ῥα καὶ ἐς ϑρόνον ἷζε παρ' ᾽Αλκίνοον βασιλῆα.
470
οἱ δ' ἤδη μοίρας τε νέμον κερόωντό τε οἶνον.
471
κῆρυξ δ' ἐγγύϑεν ἦλϑεν ἄγων ἐρίηρον ἀοιδόν,
472
Δημόδοκον λαοῖσι τετιμένον· εἷσε δ' ἄρ' αὐτὸν
473
μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.
474
δὴ τότε κήρυκα προσέϕη πολύμητις ᾽Οδυσσεύς,
475
νώτου ἀπὸ πρὸ ταμών ή ἐπὶ δὲ πλεῖον ἐλέλειπτο ή
476
ἀργιόδοντος ὑός, ϑαλερὴ δ' ἦν ἀμϕὶς ἀλοιϕή·
67

Line Group 67

477
"κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄϕρα ϕάγῃσι,
478
Δημοδόκῳ, καί μιν προσπτύξομαι, ἀχνύμενός περ·
479
πᾶσι γὰρ ἀνϑρώποισιν ἐπιχϑονίοισιν ἀοιδοὶ
480
τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκ' ἄρα σϕέας
481
οἴμας Μοῦσ' ἐδίδαξε, ϕίλησε δὲ ϕῦλον ἀοιδῶν."
68

Line Group 68

482
ὣς ἄρ' ἔϕη, κῆρυξ δὲ ϕέρων ἐν χερσὶν ἔϑηκεν
483
ἥρῳ Δημοδόκῳ· ὁ δ' ἐδέξατο, χαῖρε δὲ ϑυμῷ.
484
οἱ δ' ἐπ' ὀνείαϑ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
485
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
486
δὴ τότε Δημόδοκον προσέϕη πολύμητις ᾽Οδυσσεύς:
69

Line Group 69

487
"Δημόδοκ', ἔξοχα δή σε βροτῶν αἰνίζομ' ἁπάντων.
488
ἢ σέγε Μοῦσ' ἐδίδαξε, Διὸς παῖς, ἢ σέγ' ᾽Απόλλων·
489
λίην γὰρ κατὰ κόσμον ᾽Αχαιῶν οἶτον ἀείδεις,
490
ὅσσ' ἕρξαν τ' ἔπαϑόν τε καὶ ὅσσ' ἐμόγησαν ᾽Αχαιοί,
491
ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας.
492
ἀλλ' ἄγε δὴ μετάβηϑι καὶ ἵππου κόσμον ἄεισον
493
δουρατέου, τὸν ᾽Επειὸς ἐποίησεν σὺν ᾽Αϑήνῃ,
494
ὅν ποτ' ἐς ἀκρόπολιν δόλῳ ἤγαγε δῖος ᾽Οδυσσεὺς,
495
ἀνδρῶν ἐμπλήσας οἳ ῥ' ῎Ιλιον ἐξαλάπαξαν.
496
αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,
497
αὐτίκ' ἐγὼ πᾶσιν μυϑήσομαι ἀνϑρώποισιν
498
ὡς ἄρα τοι πρόϕρων ϑεὸς ὤπασε ϑέσπιν ἀοιδήν."
70

Line Group 70

499
ὣς ϕάϑ', ὁ δ' ὁρμηϑεὶς ϑεοῦ ἤρχετο, ϕαῖνε δ' ἀοιδήν,
500
ἔνϑεν ἑλών ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν
501
βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες,
502
᾽Αργεῖοι, τοὶ δ' ἤδη ἀγακλυτὸν ἀμϕ' ᾽Οδυσῆα
503
εἵατ' ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ·
504
αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.
505
ὣς ὁ μὲν ἑστήκει, τοὶ δ' ἄκριτα πόλλ' ἀγόρευον
506
ἥμενοι ἀμϕ' αὐτόν· τρίχα δέ σϕισιν ἥνδανε βουλή,
507
ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,
508
ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπ' ἄκρης,
509
ἢ ἐάαν μέγ' ἄγαλμα ϑεῶν ϑελκτήριον εἶναι,
510
τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσϑαι ἔμελλεν·
511
αἶσα γὰρ ἦν ἀπολέσϑαι, ἐπὴν πόλις ἀμϕικαλύψῃ
512
δουράτεον μέγαν ἵππον, ὅϑ' εἵατο πάντες ἄριστοι
513
᾽Αργεῖοι Τρώεσσι ϕόνον καὶ κῆρα ϕέροντες.
514
ἤειδεν δ' ὡς ἄστυ διέπραϑον υἷες ᾽Αχαιῶν
515
ἱππόϑεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες.
516
ἄλλον δ' ἄλλῃ ἄειδε πόλιν κεραιὴζέμεν αἰπήν,
517
αὐτὰρ ᾽Οδυσσῆα προτὶ δώματα Δηιὴϕόβοιο
518
βήμεναι, ἠυ?τ' ῎Αρηα, σὺν ἀντιϑέῳ Μενελάῳ.
519
κεῖϑι δὴ αἰνότατον πόλεμον ϕάτο τολμήσαντα
520
νικῆσαι καὶ ἔπειτα διὰ μεγάϑυμον ᾽Αϑήνην.
71

Line Group 71

521
ταῦτ' ἄρ' ἀοιδὸς ἄειδε περικλυτός: αὐτὰρ ᾽Οδυσσεὺς
522
τήκετο, δάκρυ δ' ἔδευεν ὑπὸ βλεϕάροισι παρειάς.
523
ὡς δὲ γυνὴ κλαίῃσι ϕίλον πόσιν ἀμϕιπεσοῦσα,
524
ὅς τε ἑῆς πρόσϑεν πόλιος λαῶν τε πέσῃσιν,
525
ἄστειὴ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ·
526
ἡ μὲν τὸν ϑνῄσκοντα καὶ ἀσπαίροντ' ἐσιδοῦσα
527
ἀμϕ' αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τ' ὄπισϑε
528
κόπτοντες δούρεσσι μετάϕρενον ἠδὲ καὶ ὤμους
529
εἴρερον εἰσανάγουσι, πόνον τ' ἐχέμεν καὶ ὀιζύν·
530
τῆς δ' ἐλεεινοτάτῳ ἄχειὴ ϕϑινύϑουσι παρειαί·
531
ὣς ᾽Οδυσεὺς ἐλεεινὸν ὑπ' ὀϕρύσι δάκρυον εἶβεν.
532
ἔνϑ' ἄλλους μὲν πάντας ἐλάνϑανε δάκρυα λείβων,
533
᾽Αλκίνοος δέ μιν οἶος ἐπεϕράσατ' ἠδ' ἐνόησεν
534
ἥμενος ἄγχ' αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
535
αἶψα δὲ Φαιήκεσσι ϕιληρέτμοισι μετηύδα·
72

Line Group 72

536
"κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
537
Δημόδοκος δ' ἤδη σχεϑέτω ϕόρμιγγα λίγειαν·
538
οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδ' ἀείδει.
539
ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε ϑεῖος ἀοιδός,
540
ἐκ τοῦδ' οὔ πω παύσατ' ὀιζυροῖο γόοιο
541
ὁ ξεῖνος: μάλα πού μιν ἄχος ϕρένας ἀμϕιβέβηκεν.
542
ἀλλ' ἄγ' ὁ μὲν σχεϑέτω, ἵν' ὁμῶς τερπώμεϑα πάντες,
543
ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτω῎·
544
εἵνεκα γὰρ ξείνοιο τάδ' αἰδοίοιο τέτυκται,
545
πομπὴ καὶ ϕίλα δῶρα, τὰ οἱ δίδομεν ϕιλέοντες.
546
ἀντὶ κασιγνήτου ξεῖνός ϑ' ἱκέτης τε τέτυκται
547
ἀνέρι, ὅς τ' ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.
548
τῶ νῦν μηδὲ σὺ κεῦϑε νοήμασι κερδαλέοισιν
549
ὅττι κέ σ' εἴρωμαι· ϕάσϑαι δέ σε κάλλιόν ἐστιν.
550
εἴπ' ὄνομ' ὅττι σε κεῖϑι κάλεον μήτηρ τε πατήρ τε,
551
ἄλλοι ϑ' οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.
552
οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστ' ἀνϑρώπων,
553
οὐ κακὸς οὐδὲ μὲν ἐσϑλός, ἐπὴν τὰ πρῶτα γένηται,
554
ἀλλ' ἐπὶ πᾶσι τίϑενται, ἐπεί κε τέκωσι, τοκῆες.
555
εἰπὲ δέ μοι γαῖάν τε τεὴν δῆμόν τε πόλιν τε,
556
ὄϕρα σε τῇ πέμπωσι τιτυσκόμεναι ϕρεσὶ νῆες.
557
οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,
558
οὐδέ τι πηδάλι' ἐστί, τά τ' ἄλλαι νῆες ἔχουσιν·
559
ἀλλ' αὐταὶ ἴσασι νοήματα καὶ ϕρένας ἀνδρῶν,
560
καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς
561
ἀνϑρώπων, καὶ λαῖτμα τάχισϑ' ἁλὸς ἐκπερόωσιν
562
ἠέρι καὶ νεϕέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σϕιν
563
οὔτε τι πημανϑῆναι ἔπι δέος οὔτ' ἀπολέσϑαι.
564
ἀλλὰ τόδ' ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα
565
Ναυσιϑόου, ὃς ἔϕασκε Ποσειδάων' ἀγάσεσϑαι
566
ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
567
ϕῆ ποτε Φαιήκων ἀνδρῶν εὐεργέα νῆα
568
ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ
569
ῥαισέσϑαι, μέγα δ' ἧμιν ὄρος πόλει ἀμϕικαλύψειν.
570
ὣς ἀγόρευ' ὁ γέρων· τὰ δέ κεν ϑεὸς ἢ τελέσειεν,
571
ἤ κ' ἀτέλεστ' εἴη, ὥς οἱ ϕίλον ἔπλετο ϑυμῷ.
572
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
573
ὅππῃ ἀπεπλάγχϑης τε καὶ ἅς τινας ἵκεο χώρας
574
ἀνϑρώπων, αὐτούς τε πόλιάς τ' ἐυναιεταώσας,
575
ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
576
οἵ τε ϕιλόξεινοι καί σϕιν νόος ἐστὶ ϑεουδής.
577
εἰπὲ δ' ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοϑι ϑυμῷ
578
᾽Αργείων Δαναῶν ἠδ' ᾽Ιλίου οἶτον ἀκούων.
579
τὸν δὲ ϑεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δ' ὄλεϑρον
580
ἀνϑρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή.
581
ἦ τίς τοι καὶ πηὸς ἀπέϕϑιτο ᾽Ιλιόϑι πρό
582
ἐσϑλὸς ἐών, γαμβρὸς ἢ πενϑερός... οἵ τε μάλιστα
583
κήδιστοι τελέϑουσι μεϑ' αἷμά τε καὶ γένος αὐτῶν.
584
ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς,
585
ἐσϑλός... ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων
586
γίνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ."

Chapter 9: ΟΔΥΣΣΕΙΑΣ Ι

1

Line Group 1

1
Τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
2

Line Group 2

2
"᾽Αλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
3
ἦ τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
4
τοιοῦδ' οἷος ὅδ' ἐστί, ϑεοῖς ἐναλίγκιος αὐδήν.
5
οὐ γὰρ ἔγωγέ τί ϕημι τέλος χαριέστερον εἶναι
6
ἢ ὅτ' εὐϕροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,
7
δαιτυμόνες δ' ἀνὰ δώματ' ἀκουάζωνται ἀοιδοῦ
8
ἥμενοι ἑξείης, παρὰ δὲ πλήϑωσι τράπεζαι
9
σίτου καὶ κρειῶν, μέϑυ δ' ἐκ κρητῆρος ἀϕύσσων
10
οἰνοχόος ϕορέῃσι καὶ ἐγχείῃ δεπάεσσι·
11
τοῦτό τί μοι κάλλιστον ἐνὶ ϕρεσὶν εἴδεται εἶναι.
12
σοὶ δ' ἐμὰ κήδεα ϑυμὸς ἐπετράπετο στονόεντα
13
εἴρεσϑ', ὄϕρ' ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.
14
τί πρῶτόν τοι ἔπειτα, τί δ' ὑστάτιον καταλέξω,
15
κήδε' ἐπεί μοι πολλὰ δόσαν ϑεοὶ Οὐρανίωνες.
16
νῦν δ' ὄνομα πρῶτον μυϑήσομαι, ὄϕρα καὶ ὑμεῖς
17
εἴδετ', ἐγὼ δ' ἂν ἔπειτα, ϕυγὼν ὕπο νηλεὲς ἦμαρ,
18
ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροϑι δώματα ναίων.
19
εἴμ' ᾽Οδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν
20
ἀνϑρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.
21
ναιετάω δ' ᾽Ιϑάκην εὐδείελον· ἐν δ' ὄρος αὐτῇ,
22
Νήριτον εἰνοσίϕυλλον, ἀριπρεπές: ἀμϕὶ δὲ νῆσοι
23
πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι,
24
Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνϑος.
25
αὐτὴ δὲ χϑαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται
26
πρὸς ζόϕον ή αἱ δέ τ' ἄνευϑε πρὸς ἠῶ τ' ἠέλιόν τε ή,
27
τρηχεῖ', ἀλλ' ἀγαϑὴ κουροτρόϕος: οὔ τι ἔγωγε
28
ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσϑαι.
29
ἦ μέν μ' αὐτόϑ' ἔρυκε Καλυψώ, δῖα ϑεάων·
31
ὣς δ' αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισιν
32
Αἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι·
33
ἀλλ' ἐμὸν οὔ ποτε ϑυμὸν ἐνὶ στήϑεσσιν ἔπειϑεν.
34
ὡς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων
35
γίνεται, εἴ περ καί τις ἀπόπροϑι πίονα οἶκον
36
γαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευϑε τοκήων.
37
εἰ δ' ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέ' ἐνίσπω,
38
ὅν μοι Ζεὺς ἐϕέηκεν ἀπὸ Τροίηϑεν ἰόντι.
3

Line Group 3

39
᾽Ιλιόϑεν με ϕέρων ἄνεμος Κικόνεσσι πέλασσεν,
40
᾽Ισμάρῳ. ἔνϑα δ' ἐγὼ πόλιν ἔπραϑον, ὤλεσα δ' αὐτούς:
41
ἐκ πόλιος δ' ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες
42
δασσάμεϑ', ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.
43
ἔνϑ' ἤτοι μὲν ἐγὼ διερῷ ποδὶ ϕευγέμεν ἡμέας
44
ἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίϑοντο.
45
ἔνϑα δὲ πολλὸν μὲν μέϑυ πίνετο, πολλὰ δὲ μῆλα
46
ἔσϕαζον παρὰ ϑῖνα καὶ εἰλίποδας ἕλικας βοῦς.
47
τόϕρα δ' ἄρ' οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν,
48
οἵ σϕιν γείτονες ἦσαν ἅμα πλέονες καὶ ἀρείους
49
ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀϕ' ἵππων
50
ἀνδράσι μάρνασϑαι καὶ ὅϑι χρὴ πεζὸν ἐόντα.
51
ἦλϑον ἔπειϑ' ὅσα ϕύλλα καὶ ἄνϑεα γίνεται ὥρῃ,
52
ἠέριοι· τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστη
53
ἡμῖν αἰνομόροισιν, ἵν' ἄλγεα πολλὰ πάϑοιμεν.
54
στησάμενοι δ' ἐμάχοντο μάχην παρὰ νηυσὶ ϑοῇσι,
55
βάλλον δ' ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
56
ὄϕρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
57
τόϕρα δ' ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας:
58
ἦμος δ' ᾽Ηέλιος μετενίσσετο βουλυτὸν δέ,
59
καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες ᾽Αχαιούς.
60
ἓξ δ' ἀϕ' ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροι
61
ὤλονϑ'· οἱ δ' ἄλλοι ϕύγομεν ϑάνατόν τε μόρον τε.
4

Line Group 4

62
ἔνϑεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
63
ἄσμενοι ἐκ ϑανάτοιο, ϕίλους ὀλέσαντες ἑταίρους.
64
οὐδ' ἄρα μοι προτέρω νῆες κίον ἀμϕιέλισσαι,
65
πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι,
66
οἳ ϑάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωϑέντες.
67
νηυσὶ δ' ἐπῶρσ' ἄνεμον βορέην νεϕεληγερέτα Ζεὺς
68
λαίλαπι ϑεσπεσίῃ, σὺν δὲ νεϕέεσσι κάλυψε
69
γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δ' οὐρανόϑεν νύξ.
70
αἱ μὲν ἔπειτ' ἐϕέροντ' ἐπικάρσιαι, ἱστία δέ σϕι
71
τριχϑά τε καὶ τετραχϑὰ διέσχισεν ἲς ἀνέμοιο.
72
καὶ τὰ μὲν ἐς νῆας κάϑεμεν, δείσαντες ὄλεϑρον,
73
αὐτὰς δ' ἐσσυμένως προερέσσαμεν ἤπειρὸν δέ.
74
ἔνϑα δύω νύκτας δύο τ' ἤματα συννεχὲς αἰεὶ
75
κείμεϑ', ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι ϑυμὸν ἔδοντες.
76
ἀλλ' ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσ' ᾽Ηώς,
77
ἱστοὺς στησάμενοι ἀνά ϑ' ἱστία λεύκ' ἐρύσαντες
78
ἥμεϑα· τὰς δ' ἄνεμός τε κυβερνῆταί τ' ἴϑυνον.
79
καί νύ κεν ἀσκηϑὴς ἱκόμην ἐς πατρίδα γαῖαν,
80
ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν
81
καὶ βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυϑήρων.
5

Line Group 5

82
ἔνϑεν δ' ἐννῆμαρ ϕερόμην ὀλοοῖσ' ἀνέμοισι
83
πόντον ἐπ' ἰχϑυόεντα· ἀτὰρ δεκάτῃ ἐπέβημεν
84
γαίης Λωτοϕάγων, οἵ τ' ἄνϑινον εἶδαρ ἔδουσιν.
85
ἔνϑα δ' ἐπ' ἠπείρου βῆμεν καὶ ἀϕυσσάμεϑ' ὕδωρ,
86
αἶψα δὲ δεῖπνον ἕλοντο ϑοῇς παρὰ νηυσὶν ἑταῖροι.
87
αὐτὰρ ἐπεὶ σίτοιό τ' ἐπασσάμεϑ' ἠδὲ ποτῆτος,
88
δὴ τότ' ἐγὼν ἑτάρους προιὴvειν πεύϑεσϑαι ἰόντας
89
οἵ τινες ἀνέρες εἶεν ἐπὶ χϑονὶ σῖτον ἔδοντες,
90
ἄνδρε δύω κρίνας, τρίτατον κήρυχ' ἅμ' ὀπάσσας.
91
οἱ δ' αἶψ' οἰχόμενοι μίγεν ἀνδράσι Λωτοϕάγοισιν·
92
οὐδ' ἄρα Λωτοϕάγοι μήδονϑ' ἑτάροισιν ὄλεϑρον
93
ἡμετέροις, ἀλλά σϕι δόσαν λωτοῖο πάσασϑαι.
94
τῶν δ' ὅς τις λωτοῖο ϕάγοι μελιηδέα καρπόν,
95
οὐκέτ' ἀπαγγεῖλαι πάλιν ἤϑελεν οὐδὲ νέεσϑαι,
96
ἀλλ' αὐτοῦ βούλοντο μετ' ἀνδράσι Λωτοϕάγοισι
97
λωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαϑέσϑαι.
98
τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ,
99
νηυσὶ δ' ἐνὶ γλαϕυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας:
100
αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
101
σπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων,
102
μή πώς τις λωτοῖο ϕαγὼν νόστοιο λάϑηται.
103
οἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῖσι καϑῖζον,
104
ἑξῆς δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
6

Line Group 6

105
ἔνϑεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ.
106
Κυκλώπων δ' ἐς γαῖαν ὑπερϕιάλων ἀϑεμίστων
107
ἱκόμεϑ', οἵ ῥα ϑεοῖσι πεποιϑότες ἀϑανάτοισιν
108
οὔτε ϕυτεύουσιν χερσὶν ϕυτὸν οὔτ' ἀρόωσιν,
109
ἀλλὰ τά γ' ἄσπαρτα καὶ ἀνήροτα πάντα ϕύονται,
110
πυροὶ καὶ κριϑαὶ ἠδ' ἄμπελοι, αἵ τε ϕέρουσιν
111
οἶνον ἐριστάϕυλον, καί σϕιν Διὸς ὄμβρος ἀέξει.
112
τοῖσιν δ' οὔτ' ἀγοραὶ βουληϕόροι οὔτε ϑέμιστες,
113
ἀλλ' οἵ γ' ὑψηλῶν ὀρέων ναίουσι κάρηνα
114
ἐν σπέεσι γλαϕυροῖσι, ϑεμιστεύει δὲ ἕκαστος
115
παίδων ἠδ' ἀλόχων, οὐδ' ἀλλήλων ἀλέγουσι.
7

Line Group 7

116
νῆσος ἔπειτα λάχεια παρ' ἐκ λιμένος τετάνυσται,
117
γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτ' ἀπὸ τηλοῦ,
118
ὑλήεσσ'· ἐν δ' αἶγες ἀπειρέσιαι γεγάασιν
119
ἄγριαι· οὐ μὲν γὰρ πάτος ἀνϑρώπων ἀπερύκει,
120
οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καϑ' ὕλην
121
ἄλγεα πάσχουσιν κορυϕὰς ὀρέων ἐϕέποντες.
122
οὔτ' ἄρα ποίμνῃσιν καταί:σχεται οὔτ' ἀρότοισιν,
123
ἀλλ' ἥ γ' ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα
124
ἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας.
125
οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι,
126
οὐδ' ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεν
127
νῆας ἐυὴσσέλμους, αἵ κεν τελέοιεν ἕκαστα
128
ἄστε' ἐπ' ἀνϑρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ
129
ἄνδρες ἐπ' ἀλλήλους νηυσὶν περόωσι ϑάλασσαν·
130
οἵ κέ σϕιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο.
131
οὐ μὲν γάρ τι κακή γε, ϕέροι δέ κεν ὥρια πάντα·
132
ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρ' ὄχϑας
133
ὑδρηλοὶ μαλακοί· μάλα κ' ἄϕϑιτοι ἄμπελοι εἶεν.
134
ἐν δ' ἄροσις λείη· μάλα κεν βαϑὺ λήιον αἰει
135
εἰς ὥρας ἀμόῳεν, ἐπεὶ μάλα πῖαρ ὑπ' οὖδας.
136
ἐν δὲ λιμὴν εὔορμος, ἵν' οὐ χρεὼ πείσματός ἐστιν,
137
οὔτ' εὐνὰς βαλέειν οὔτε πρυμνήσι' ἀνάψαι,
138
ἀλλ' ἐπικέλσαντας μεῖναι χρόνον, εἰς ὅ κε ναυτέων
139
ϑυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται.
140
αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ,
141
κρήνη ὑπὸ σπείους: περὶ δ' αἴγειροι πεϕύασιν.
142
ἔνϑα κατεπλέομεν, καί τις ϑεὸς ἡγεμόνευε
143
νύκτα δι' ὀρϕναίην, οὐδὲ προυϕαίνετ' ἰδέσϑαι·
144
ἀὴρ γὰρ περὶ νηυσὶ βαϑεῖ' ἦν, οὐδὲ σελήνη
145
οὐρανόϑεν προύϕαινε, κατείχετο δὲ νεϕέεσσιν.
146
ἔνϑ' οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀϕϑαλμοῖσιν,
147
οὔτ' οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσον
148
εἰσίδομεν, πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι.
149
κελσάσῃσι δὲ νηυσὶ καϑείλομεν ἱστία πάντα,
150
ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι ϑαλάσσης:
151
ἔνϑα δ' ἀποβρίξαντες ἐμείναμεν ᾽Ηῶ δῖαν.
8

Line Group 8

152
ἦμος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
153
νῆσον ϑαυμάζοντες ἐδινεόμεσϑα κατ' αὐτήν.
154
ὦρσαν δὲ Νύμϕαι, κοῦραι Διὸς αἰγιόχοιο,
155
αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι.
156
αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους
157
εἱλόμεϑ' ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηϑέντες
158
βάλλομεν· αἶψα δ' ἔδωκε ϑεὸς μενοεικέα ϑήρην.
159
νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστην
160
ἐννέα λάγχανον αἶγες: ἐμοὶ δὲ δέκ' ἔξελον οἴῳ.
161
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
162
ἥμεϑα δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέϑυ ἡδύ.
163
οὐ γάρ πω νηῶν ἐξέϕϑιτο οἶνος ἐρυϑρός,
164
ἀλλ' ἐνέην· πολλὸν γὰρ ἐν ἀμϕιϕορεῦσιν ἕκαστοι
165
ἠϕύσαμεν Κικόνων ἱερὸν πτολίεϑρον ἑλόντες.
166
Κυκλώπων δ' ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων,
167
καπνόν τ' αὐτῶν τε ϕϑογγὴν ὀίων τε καὶ αἰγῶν.
168
ἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέϕας ἦλϑε,
169
δὴ τότε κοιμήϑημεν ἐπὶ ῥηγμῖνι ϑαλάσσης.
170
ἦμος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
171
καὶ τότ' ἐγὼν ἀγορὴν ϑέμενος μετὰ πᾶσιν ἔειπον·
9

Line Group 9

172
'ἄλλοι μὲν νῦν μίμνετ', ἐμοὶ ἐρίηρες ἑταῖροι·
173
αὐτὰρ ἐγὼ σὺν νηί τ' ἐμῇ καὶ ἐμοῖσ' ἑτάροισιν
174
ἐλϑὼν τῶνδ' ἀνδρῶν πειρήσομαι, οἵ τινές εἰσιν,
175
ἤ ῥ' οἵ γ' ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
176
ἦε ϕιλόξεινοι, καί σϕιν νόος ἐστὶ ϑεουδής.'
10

Line Group 10

177
ὣς εἰπὼν ἀνὰ νηὸς ἔβην, ἐκέλευσα δ' ἑταίρους
178
αὐτούς τ' ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
179
οἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῖσι καϑῖζον,
180
ἑξῆς δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
181
ἀλλ' ὅτε δὴ τὸν χῶρον ἀϕικόμεϑ' ἐγγὺς ἐόντα,
182
ἔνϑα δ' ἐπ' ἐσχατιῇ σπέος εἴδομεν, ἄγχι ϑαλάσσης,
183
ὑψηλόν, δάϕνῃσι κατηρεϕές. ἔνϑα δὲ πολλὰ
184
μῆλ', ὄιὴές τε καὶ αἶγες, ἰαύεσκον· περὶ δ' αὐλὴ
185
ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίϑοισι
186
μακρῇσίν τε πίτυσσιν ἰδὲ δρυσὶν ὑψικόμοισιν.
187
ἔνϑα δ' ἀνὴρ ἐνίαυε πελώριος, ὅς ῥα τὰ μῆλα
188
οἶος ποιμαίνεσκεν ἀπόπροϑεν· οὐδὲ μετ' ἄλλους
189
πωλεῖτ', ἀλλ' ἀπάνευϑεν ἐὼν ἀϑεμίστια ᾔδη.
190
καὶ γὰρ ϑαῦμ' ἐτέτυκτο πελώριον, οὐδὲ ἐῴκει
191
ἀνδρί γε σιτοϕάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι
192
ὑψηλῶν ὀρέων, ὅ τε ϕαίνεται οἶον ἀπ' ἄλλων.
11

Line Group 11

193
δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
194
αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσϑαι·
195
αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκ' ἀρίστους
196
βῆν· ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο,
197
ἡδέος, ὅν μοι ἔδωκε Μάρων, Εὐάνϑεος υἱός,
198
ἱρεὺς ᾽Απόλλωνος, ὃς ῎Ισμαρον ἀμϕιβεβήκει,
199
οὕνεκά μιν σὺν παιδὶ περισχόμεϑ' ἠδὲ γυναικὶ
200
ἁζόμενοι· ᾤκει γὰρ ἐν ἄλσειὴ δενδρήεντι
201
Φοίβου ᾽Απόλλωνος. ὁ δέ μοι πόρεν ἀγλαὰ δῶρα
202
χρυσοῦ μέν μοι δῶκ' εὐεργέος ἑπτὰ τάλαντα,
203
δῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειτα
204
οἶνον ἐν ἀμϕιϕορεῦσι δυώδεκα πᾶσιν ἀϕύσσας,
205
ἡδὺν ἀκηράσιον, ϑεῖον ποτόν· οὐδέ τις αὐτὸν
206
ἠείδη δμώων οὐδ' ἀμϕιπόλων ἐνὶ οἴκῳ,
207
ἀλλ' αὐτὸς ἄλοχός τε ϕίλη ταμίη τε μί' οἴη.
208
τὸν δ' ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυϑρόν,
209
ἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτρα
210
χεῦ', ὀδμὴ δ' ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει,
211
ϑεσπεσίη· τότ' ἂν οὔ τοι ἀποσχέσϑαι ϕίλον ἦεν.
212
τοῦ ϕέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ᾖα
213
κωρύκῳ· αὐτίκα γάρ μοι ὀίσατο ϑυμὸς ἀγήνωρ
214
ἄνδρ' ἐπελεύσεσϑαι μεγάλην ἐπιειμένον ἀλκήν,
215
ἄγριον, οὔτε δίκας εὖ εἰδότα οὔτε ϑέμιστας.
12

Line Group 12

216
καρπαλίμως δ' εἰς ἄντρον ἀϕικόμεϑ', οὐδέ μιν ἔνδον
217
εὕρομεν, ἀλλ' ἐνόμευε νομὸν κάτα πίονα μῆλα.
218
ἐλϑόντες δ' εἰς ἄντρον ἐϑηεύμεσϑα ἕκαστα·
219
ταρσοὶ μὲν τυρῶν βρῖϑον στείνοντο δὲ σηκοὶ
220
ἀρνῶν ἠδ' ἐρίϕων· διακεκριμέναι δὲ ἕκασται
221
ἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι,
222
χωρὶς δ' αὖϑ' ἕρσαι· ναῖον δ' ὀρῷ ἄγγεα πάντα,
223
γαυλοί τε σκαϕίδες τε, τετυγμένα, τοῖσ' ἐνάμελγεν.
224
ἔνϑ' ἐμὲ μὲν πρώτισϑ' ἕταροι λίσσοντ' ἐπέεσσι
225
τυρῶν αἰνυμένους ἰέναι πάλιν, αὐτὰρ ἔπειτα
226
καρπαλίμως ἐπὶ νῆα ϑοὴν ἐρίϕους τε καὶ ἄρνας
227
σηκῶν ἐξελάσαντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ·
228
ἀλλ' ἐγὼ οὐ πιϑόμην ή ἦ τ' ἂν πολὺ κέρδιον ἦεν ή,
229
ὄϕρ' αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη.
230
οὐδ' ἄρ' ἔμελλ' ἑτάροισι ϕανεὶς ἐρατεινὸς ἔσεσϑαι.
13

Line Group 13

231
ἔνϑα δὲ πῦρ κήαντες ἐϑύσαμεν ἠδὲ καὶ αὐτοὶ
232
τυρῶν αἰνύμενοι ϕάγομεν, μένομέν τέ μιν ἔνδον
233
ἥμενοι, εἷος ἐπῆλϑε νέμων· ϕέρε δ' ὄβριμον ἄχϑος
234
ὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη.
235
ἔντοσϑεν δ' ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔϑηκεν·
236
ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεϑ' ἐς μυχὸν ἄντρου.
237
αὐτὰρ ὅ γ' εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα,
238
πάντα μάλ' ὅσσ' ἤμελγε, τὰ δ' ἄρσενα λεῖπε ϑύρηϕιν,
239
ἀρνειούς τε τράγους τε, βαϑείης ἔντοϑεν αὐλῆς.
240
αὐτὰρ ἔπειτ' ἐπέϑηκε ϑυρεὸν μέγαν ὑψόσ' ἀείρας,
241
ὄβριμον· οὐκ ἂν τόν γε δύω καὶ εἴκοσ' ἄμαξαι
242
ἐσϑλαὶ τετράκυκλοι ἀπ' οὔδεος ὀχλίσσειαν·
243
τόσσην ἠλίβατον πέτρην ἐπέϑηκε ϑύρῃσιν.
244
ἑζόμενος δ' ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,
245
πάντα κατὰ μοῖραν, καὶ ὑπ' ἔμβρυον ἧκεν ἑκάστῃ.
246
αὐτίκα δ' ἥμισυ μὲν ϑρέψας λευκοῖο γάλακτος
247
πλεκτοῖσ' ἐν ταλάροισιν ἀμησάμενος κατέϑηκεν,
248
ἥμισυ δ' αὖτ' ἔστησεν ἐν ἄγγεσιν, ὄϕρα οἱ εἴη
249
πίνειν αἰνυμένῳ καί οἱ ποτιδόρπιον εἴη.
250
ονησάμενος τὰ ἃ ἔργα,
251
καὶ τότε πῦρ ἀνέκαιε καὶ εἴσιδεν, εἴρετο δ' ἥμεας:
14

Line Group 14

252
'ὦ ξεῖνοι, τίνες ἐστέ; πόϑεν πλεῖϑ' ὑγρὰ κέλευϑα;
253
ἤ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησϑε
254
οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα; τοί τ' ἀλόωνται
255
ψυχὰς παρϑέμενοι, κακὸν ἀλλοδαποῖσι ϕέροντες...'
15

Line Group 15

256
ὣς ἔϕαϑ', ἡμῖν δ' αὖτε κατεκλάσϑη ϕίλον ἦτορ
257
δεισάντων ϕϑόγγον τε βαρὺν αὐτόν τε πέλωρον.
258
ἀλλὰ καὶ ὧς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·
16

Line Group 16

259
'ἡμεῖς τοι Τροίηϑεν ἀποπλαγχϑέντες ᾽Αχαιοι
260
παντοίοισ' ἀνέμοισιν ὑπὲρ μέγα λαῖτμα ϑαλάσσης,
261
οἴκαδε ἱέμενοι, ἄλλην ὁδὸν, ἄλλα κέλευϑα
262
ἤλϑομεν· οὕτω που Ζεὺς ἤϑελε μητίσασϑαι.
263
λαοὶ δ' ᾽Ατρείδεω ᾽Αγαμέμνονος εὐχόμεϑ' εἶναι,
264
τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστί·
265
τόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπώλεσε λαοὺς
266
πολλούς. ἡμεῖς δ' αὖτε κιχανόμενοι τὰ σὰ γοῦνα
267
ἱκόμεϑ', εἴ τι πόροις ξεινήιον ἠὲ καὶ ἄλλως
268
δοίης δωτίνην, ἥ τε ξείνων ϑέμις ἐστίν.
269
ἀλλ' αἰδεῖο, ϕέριστε, ϑεούς: ἱκέται δέ τοί εἰμεν.
270
Ζεὺς δ' ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε,
271
ξείνιος, ὃς ξείνοισιν ἅμ' αἰδοίοισιν ὀπηδεῖ.'
17

Line Group 17

272
ὣς ἐϕάμην, ὁ δέ μ' αὐτίκ' ἀμείβετο νηλέι ϑυμῷ·
18

Line Group 18

273
'νήπιός εἰς, ὦ ξεῖν', ἢ τηλόϑεν εἰλήλουϑας,
274
ὅς με ϑεοὺς κέλεαι ἢ δειδίμεν ἢ ἀλέασϑαι.
275
οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν
276
οὐδὲ ϑεῶν μακάρων, ἐπεὶ ἦ πολὺ ϕέρτεροί εἰμεν.
277
οὐδ' ἂν ἐγὼ Διὸς ἔχϑος ἀλευάμενος πεϕιδοίμην
278
οὔτε σεῦ οὔϑ' ἑτάρων, εἰ μὴ ϑυμός με κελεύοι.
279
ἀλλά μοι εἴϕ' ὅπῃ ἔσχες ἰὼν εὐεργέα νῆα,
280
ἤ που ἐπ' ἐσχατιῆς ἦ καὶ σχεδόν, ὄϕρα δαείω.'
19

Line Group 19

281
ὣς ϕάτο πειράζων, ἐμὲ δ' οὐ λάϑεν εἰδότα πολλά,
282
ἀλλά μιν ἄψορρον προσέϕην δολίοισ' ἐπέεσσι·
20

Line Group 20

283
'νέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχϑων,
284
πρὸς πέτρῃσι βαλὼν ὑμῆς ἑπὶ πείρασι γαίης,
285
ἄκρῃ προσπελάσας: ἄνεμος δ' ἐκ πόντου ἔνεικεν·
286
αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκϕυγον αἰπὺν ὄλεϑρον.'
21

Line Group 21

287
ὣς ἐϕάμην, ὁ δέ μ' οὐδὲν ἀμείβετο νηλέι ϑυμῷ,
288
ἀλλ' ὅ γ' ἀναί:ξας ἑτάροις ἐπὶ χεῖρας ἴαλλε,
289
σὺν δὲ δύω μάρψας ὥς τε σκύλακας ποτὶ γαίη
290
κόπτ'· ἐκ δ' ἐγκέϕαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν.
291
τοὺς δὲ διὰ μελειὴστὶ ταμὼν ὁπλίσσατο δόρπον·
292
ἤσϑιε δ' ὥς τε λέων ὀρεσίτροϕος, οὐδ' ἀπέλειπεν,
293
ἔγκατά τε σάρκας τε καὶ ὀστέα μυελόεντα.
294
ἡμεῖς δὲ κλαίοντες ἀνεσχέϑομεν Διὶ χεῖρας,
295
σχέτλια ἔργ' ὁρόωντες: ἀμηχανίη δ' ἔχε ϑυμόν.
296
αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺν
297
ἀνδρόμεα κρέ' ἔδων καὶ ἐπ' ἄκρητον γάλα πίνων,
298
κεῖτ' ἔντοσϑ' ἄντροιο τανυσσάμενος διὰ μήλων.
299
τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα ϑυμὸν
300
ἄσσον ἰών, ξίϕος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ,
301
οὐτάμεναι πρὸς στῆϑος, ὅϑι ϕρένες ἧπαρ ἔχουσι,
302
χείρ' ἐπιμασσάμενος: ἕτερος δέ με ϑυμὸς ἔρυκεν.
303
αὐτοῦ γάρ κε καὶ ἄμμες ἀπωλόμεϑ' αἰπὺν ὄλεϑρον·
304
οὐ γάρ κεν δυνάμεσϑα ϑυράων ὑψηλάων
305
χερσὶν ἀπώσασϑαι λίϑον ὄβριμον, ὃν προσέϑηκεν.
306
ὣς τότε μὲν στενάχοντες ἐμείναμεν ᾽Ηῶ δῖαν·
307
ἦμος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
308
καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα,
309
πάντα κατὰ μοῖραν, καὶ ὑπ' ἔμβρυον ἧκεν ἑκάστῃ.
310
αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
311
σὺν δ' ὅ γε δὴ αὖτε δύω μάρψας ὁπλίσσατο δεῖπνον.
312
δειπνήσας δ' ἄντρου ἐξήλασε πίονα μῆλα,
313
ῥηιδίως ἀϕελὼν ϑυρεὸν μέγαν· αὐτὰρ ἔπειτα
314
ἂψ ἐπέϑηχ', ὡς εἴ τε ϕαρέτρῃ πῶμ' ἐπιϑείη.
315
πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα
316
Κύκλωψ· αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων,
317
εἴ πως τεισαίμην, δοίη δέ μοι εὖχος ᾽Αϑήνη.
318
ἥδε δέ μοι κατὰ ϑυμὸν ἀρίστη ϕαίνετο βουλή.
319
Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ,
320
χλωρὸν ἐλαί:νεον· τὸ μὲν ἔκταμεν, ὄϕρα ϕοροίη
321
αὐανϑέν. τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντες
322
ὅσσον ϑ' ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης,
323
ϕορτίδος εὐρείης, ἥ τ' ἐκπεράᾳ μέγα λαῖτμα·
324
τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασϑαι.
325
τοῦ μὲν ὅσον τ' ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰς
326
καὶ παρέϑηχ' ἑτάροισιν, ἀποξῦναι δ' ἐκέλευσα·
327
οἱ δ' ὁμαλὸν ποίησαν· ἐγὼ δ' ἐϑόωσα παραστὰς
328
ἄκρον, ἄϕαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.
329
καὶ τὸ μὲν εὖ κατέϑηκα κατακρύψας ὑπὸ κόπρῳ,
330
ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλ' ἤλιϑα πολλή·
331
αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσϑαι ἄνωγον,
332
ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας
333
τρῖψαι ἐν ὀϕϑαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι.
334
οἱ δ' ἔλαχον, τοὺς ἄν κε καὶ ἤϑελον αὐτὸς ἑλέσϑαι,
335
τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην.
22

Line Group 22

336
ἑσπέριος δ' ἦλϑεν καλλίτριχα μῆλα νομεύων·
337
αὐτίκα δ' εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα,
338
πάντα μάλ', οὐδέ τι λεῖπε βαϑείης ἔντοϑεν αὐλῆς,
339
ἤ τι ὀισάμενος, ἢ καὶ ϑεὸς ὣς ἐκέλευσεν.
340
αὐτὰρ ἔπειτ' ἐπέϑηκε ϑυρεὸν μέγαν ὑψόσ' ἀείρας:
341
ἑζόμενος δ' ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,
342
πάντα κατὰ μοῖραν, καὶ ὑπ' ἔμβρυον ἧκεν ἑκάστῃ.
343
αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
344
σὺν δ' ὅ γε δὴ αὖτε δύω μάρψας ὁπλίσσατο δόρπον.
345
καὶ τότ' ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς,
346
κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο·
23

Line Group 23

347
'Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ ϕάγες ἀνδρόμεα κρέα,
348
ὄϕρ' εἰδῇς, οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύϑει
349
ἡμετέρη· σοὶ δ' αὖ λοιβὴν ϕέρον, εἴ μ' ἐλεήσας
350
οἴκαδε πέμψειας: σὺ δὲ μαίνεαι οὐκέτ' ἀνεκτῶς.
351
σχέτλιε, πῶς κέν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτο
352
ἀνϑρώπων πολέων; ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας.'
24

Line Group 24

353
ὣς ἐϕάμην, ὁ δ' ἔδεκτο καὶ ἔκπιεν· ἥσατο δ' αἰνῶς
354
ἡδὺ ποτὸν πίνων καί μ' ᾔτεε δεύτερον αὖτις:
25

Line Group 25

355
'δός μοι ἔτι πρόϕρων, καί μοι τεὸν οὔνομα εἰπὲ
356
αὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίρῃς.
357
καὶ γὰρ Κυκλώπεσσι ϕέρει ζείδωρος ἄρουρα
358
οἶνον ἐριστάϕυλον, καί σϕιν Διὸς ὄμβρος ἀέξει·
359
ἀλλὰ τόδ' ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ.'
26

Line Group 26

360
ὣς ἔϕατ'· αὐτάρ οἱ αὖτις ἐγὼ πόρον αἴϑοπα οἶνον.
361
τρὶς μὲν ἔδωκα ϕέρων, τρὶς δ' ἔκπιεν ἀϕραδίῃσιν.
362
αὐτὰρ ἐπεὶ Κύκλωπα περὶ ϕρένας ἤλυϑεν οἶνος,
363
καὶ τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι·
27

Line Group 27

364
'Κύκλωψ, εἰρωτᾷς μ' ὄνομα κλυτόν; αὐτὰρ ἐγώ τοι
365
ἐξερέω· σὺ δέ μοι δὸς ξείνιον, ὥς περ ὑπέστης.
366
Οὖτις ἔμοιγ' ὄνομα· Οὖτιν δέ με κικλήσκουσι
367
μήτηρ ἠδὲ πατὴρ ἠδ' ἄλλοι πάντες ἑταῖροι.'
28

Line Group 28

368
ὣς ἐϕάμην, ὁ δέ μ' αὐτίκ' ἀμείβετο νηλέι ϑυμῷ·
29

Line Group 29

369
'Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισι,
370
τοὺς δ' ἄλλους πρόσϑεν· τὸ δέ τοι ξεινήιον ἔσται.'
30

Line Group 30

371
ἦ καὶ ἀνακλινϑεὶς πέσεν ὕπτιος, αὐτὰρ ἔπειτα
372
κεῖτ' ἀποδοχμώσας παχὺν αὐχένα, κὰδ δέ μιν ὕπνος
373
ᾕρει πανδαμάτωρ· ϕάρυγος δ' ἐξέσσυτο οἶνος
374
ψωμοί τ' ἀνδρόμεοι· ὁ δ' ἐρεύγετο οἰνοβαρείων.
375
καὶ τότ' ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς,
376
εἵως ϑερμαίνοιτο· ἔπεσσι δὲ πάντας ἑταίρους
377
ϑάρσυνον, μή τίς μοι ὑποδείσας ἀναδύη.
378
ἀλλ' ὅτε δὴ τάχ' ὁ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλεν
379
ἅψεσϑαι χλωρός περ ἐών, διεϕαίνετο δ' αἰνῶς,
380
καὶ τότ' ἐγὼν ἄσσον ϕέρον ἐκ πυρός, ἀμϕὶ δ' ἑταῖροι
381
ἵσταντ'· αὐτὰρ ϑάρσος ἐνέπνευσεν μέγα δαίμων.
382
οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον, ὀξὺν ἐπ' ἄκρῳ,
383
ὀϕϑαλμῷ ἐνέρεισαν· ἐγὼ δ' ἐϕύπερϑεν ἐρεισϑεὶς
384
δίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρ
385
τρυπάνῳ, οἱ δέ τ' ἔνερϑεν ὑποσσείουσιν ἱμάντι
386
ἁψάμενοι ἑκάτερϑε, τὸ δὲ τρέχει ἐμμενὲς αἰεί·
387
ὣς τοῦ ἐν ὀϕϑαλμῷ πυριήκεα μοχλὸν ἑλόντες
388
δινέομεν, τὸν δ' αἷμα περίρρεε ϑερμὸν ἐόντα.
389
πάντα δέ οἱ βλέϕαρ' ἀμϕὶ καὶ ὀϕρύας εὗσεν ἀυτμὴ
390
γλήνης καιομένης: σϕαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι.
391
ὡς δ' ὅτ' ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον
392
εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα
393
ϕαρμάσσων· τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν·
394
ὣς τοῦ σίζ' ὀϕϑαλμὸς ἐλαιὴνέῳ περὶ μοχλῷ.
395
σμερδαλέον δὲ μέγ' ᾤμωξεν, περὶ δ' ἴαχε πέτρη,
396
ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεϑ'. αὐτὰρ ὁ μοχλὸν
397
ἐξέρυσ' ὀϕϑαλμοῖο πεϕυρμένον αἵματι πολλῷ.
398
τὸν μὲν ἔπειτ' ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων,
399
αὐτὰρ ὁ Κύκλωπας μεγάλ' ἤπυεν, οἵ ῥά μιν ἀμϕὶς
400
ᾤκεον ἐν σπήεσσι δι' ἄκριας ἠνεμοέσσας.
401
οἱ δὲ βοῆς ἀίοντες ἐϕοίτων ἄλλοϑεν ἄλλος,
402
ἱστάμενοι δ' εἴροντο περὶ σπέος ὅττι ἑ κήδοι·
31

Line Group 31

403
'τίπτε τόσον, Πολύϕημ', ἀρημένος ὧδ' ἐβόησας
404
νύκτα δι' ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίϑησϑα;
405
ἦ μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει;
406
ἦ μή τίς σ' αὐτὸν κτείνει δόλῳ ἠὲ βίηϕι;'
32

Line Group 32

407
τοὺς δ' αὖτ' ἐξ ἄντρου προσέϕη κρατερὸς Πολύϕημος:
33

Line Group 33

408
'ὦ ϕίλοι, Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηϕιν.'
34

Line Group 34

409
οἱ δ' ἀπαμειβόμενοι ἔπεα πτερόεντ' ἀγόρευον·
35

Line Group 35

410
'εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα,
411
νοῦσόν γ' οὔ πως ἐστι Διὸς μεγάλου ἀλέασϑαι,
412
ἀλλὰ σύ γ' εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι.'
36

Line Group 36

413
ὣς ἄρ' ἔϕαν ἀπιόντες: ἐμὸν δ' ἐγέλασσε ϕίλον κῆρ,
414
ὡς ὄνομ' ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων.
415
Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι,
416
χερσὶ ψηλαϕόων, ἀπὸ μὲν λίϑον εἷλε ϑυράων,
417
αὐτὸς δ' εἰνὶ ϑύρῃσι καϑέζετο χεῖρε πετάσσας,
418
εἴ τινά που μετ' ὄεσσι λάβοι στείχοντα ϑύραζε·
419
οὕτω γάρ πού μ' ἤλπετ' ἐνὶ ϕρεσὶ νήπιον εἶναι.
420
αὐτὰρ ἐγὼ βούλευον, ὅπως ὄχ' ἄριστα γένοιτο,
421
εἴ τιν' ἑταίροισιν ϑανάτου λύσιν ἠδ' ἐμοὶ αὐτῷ
422
εὑροίμην· πάντας δὲ δόλους καὶ μῆτιν ὕϕαινον,
423
ὥς τε περὶ ψυχῆς: μέγα γὰρ κακὸν ἐγγύϑεν ἦεν.
424
ἥδε δέ μοι κατὰ ϑυμὸν ἀρίστη ϕαίνετο βουλή.
425
ἄρσενες οἴιες ἦσαν ἐυτρεϕέες, δασύμαλλοι,
426
καλοί τε μεγάλοι τε, ἰοδνεϕὲς εἶρος ἔχοντες:
427
τοὺς ἀκέων συνέεργον ἐυστρεϕέεσσι λύγοισι,
428
τῇς ἔπι Κύκλωψ εὗδε πέλωρ, ἀϑεμίστια εἰδώς,
429
σύν τρεῖς αἰνύμενος: ὁ μὲν ἐν μέσῳ ἄνδρα ϕέρεσκε,
430
τὼ δ' ἑτέρω ἑκάτερϑεν ἴτην σώοντες ἑταίρους.
431
τρεῖς δὲ ἕκαστον ϕῶτ' ὄιες ϕέρον· αὐτὰρ ἔγωγε ή
432
ἀρνειὸς γὰρ ἔην μήλων ὄχ' ἄριστος ἁπάντων ή
433
τοῦ κατὰ νῶτα λαβών, λασίην ὑπὸ γαστέρ' ἐλυσϑεὶς
434
κείμην· αὐτὰρ χερσὶν ἀώτου ϑεσπεσίοιο
435
νωλεμέως στρεϕϑεὶς ἐχόμην τετληότι ϑυμῷ.
436
ὣς τότε μὲν στενάχοντες ἐμείναμεν ᾽Ηῶ δῖαν·
437
ἦμος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
438
καὶ τότ' ἔπειτα νομὸν δ' ἐξέσσυτο ἄρσενα μῆλα,
439
ϑήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκούς:
440
οὔϑατα γὰρ σϕαραγεῦντο. ἄναξ δ' ὀδύνῃσι κακῇσι
441
τειρόμενος πάντων ὀί:ων ἐπεμαίετο νῶτα
442
ὀρϑῶν ἑσταότων· τὸ δὲ νήπιος οὐκ ἐνόησεν,
443
ὥς οἱ ὑπ' εἰροπόκων ὀίων στέρνοισι δέδεντο.
444
ὕστατος ἀρνειὸς μήλων ἔστειχε ϑύραζε,
445
λάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ ϕρονέοντι.
446
τὸν δ' ἐπιμασσάμενος προσέϕη κρατερὸς Πολύϕημος:
37

Line Group 37

447
'κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο μήλων
448
ὕστατος... οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν,
449
ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρεν' ἄνϑεα ποίης
450
μακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν ἀϕικάνεις,
451
πρῶτος δὲ σταϑμόνδε λιλαίεαι ἀπονέεσϑαι
452
ἑσπέριος, νῦν αὖτε πανύστατος. ἦ σύγ' ἄνακτος
453
ὀϕϑαλμὸν ποϑέεις... τὸν ἀνὴρ κακὸς ἐξαλάωσε
454
σὺν λυγροῖσ' ἑτάροισι, δαμασσάμενος ϕρένας οἴνῳ,
455
Οὖτις, ὃν οὔ πώ ϕημι πεϕυγμένον ἔμμεν ὄλεϑρον.
456
εἰ δὴ ὁμοϕρονέοις ποτιϕωνήεις τε γένοιο
457
εἰπεῖν ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει·
458
τῶ κέ οἱ ἐγκέϕαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃ
459
ϑεινομένου ῥαίοιτο πρὸς οὔδειὴ, κὰδ δέ τ' ἐμὸν κῆρ
460
λωϕήσειε κακῶν, τά μοι οὐτιδανὸς πόρεν Οὖτις.'
38

Line Group 38

461
ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε ϑύραζε.
462
ἐλϑόντες δ' ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆς
463
πρῶτος ὑπ' ἀρνειοῦ λυόμην, ὑπέλυσα δ' ἑταίρους.
464
καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ,
465
πολλὰ περιτροπέοντες ἐλαύνομεν, ὄϕρ' ἐπὶ νῆα
466
ἱκόμεϑ'· ἀσπάσιοι δὲ ϕίλοις ἑτάροισι ϕάνημεν,
467
οἳ ϕύγομεν ϑάνατον· τοὺς δὲ στενάχοντο γοῶντες.
468
ἀλλ' ἐγὼ οὐκ εἴων ή ἀνὰ δ' ὀϕρύσι νεῦον ἑκάστῳ ή
469
κλαίειν· ἀλλ' ἐκέλευσα ϑοῶς καλλίτριχα μῆλα
470
πόλλ' ἐν νηὶ: βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ.
471
οἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῖσι καϑῖζον·
472
ἑξῆς δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
473
ἀλλ' ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας,
474
καὶ τότ' ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι·
39

Line Group 39

475
'Κύκλωψ, οὐκ ἄρ' ἔμελλες ἀνάλκιδος ἀνδρὸς ἑταίρους
476
ἔδμεναι ἐν σπῆι γλαϕυρῷ κρατερῆϕι βίηϕι.
477
καὶ λίην σέγ' ἔμελλε κιχήσεσϑαι κακὰ ἔργα,
478
σχέτλι', ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳ
479
ἐσϑέμεναι· τῶ σε Ζεὺς τίσατο καὶ ϑεοὶ ἄλλοι.'
40

Line Group 40

480
ὣς ἐϕάμην, ὁ δ' ἔπειτα χολώσατο κηρόϑι μᾶλλον·
481
ἧκε δ' ἀπορρήξας κορυϕὴν ὄρεος μεγάλοιο,
482
κὰδ δ' ἔβαλε προπάροιϑε νεὸς κυανοπρῴροιο
483
τυτϑόν, ἐδεύησεν δ' οἰήιον ἄκρον ἱκέσϑαι.
484
ἐκλύσϑη δὲ ϑάλασσα κατερχομένης ὑπὸ πέτρης:
485
τὴν δ' ἂψ ἤπειρὸν δὲ παλιρρόϑιον ϕέρε κῦμα,
486
πλημμυρὶς ἐκ πόντοιο, ϑέμωσε δὲ χέρσον ἱκέσϑαι.
487
αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν
488
ὦσα παρ' έξ· ἑτάροισι δ' ἐποτρύνας ἐκέλευσα
489
ἐμβαλέειν κώπῃσ', ἵν' ὑπ' ἐκ κακότητα ϕύγοιμεν,
490
κρατὶ κατανεύων· οἱ δὲ προπεσόντες ἔρεσσον.
491
ἀλλ' ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν,
492
καὶ τότε δὴ Κύκλωπα προσηύδων· ἀμϕὶ δ' ἑταῖροι
493
μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοϑεν ἄλλος:
41

Line Group 41

494
'σχέτλιε, τίπτ' ἐϑέλεις ἐρεϑιζέμεν ἄγριον ἄνδρα;
495
ὃς καὶ νῦν πόντονδε βαλὼν βέλος ἤγαγε νῆα
496
αὖτις ἐς ἤπειρον, καὶ δὴ ϕάμεν αὐτόϑ' ὀλέσϑαι.
497
εἰ δὲ ϕϑεγξαμένου τευ ἢ αὐδήσαντος ἄκουσε,
498
σύν κεν ἄραξ' ἡμέων κεϕαλὰς καὶ νήια δοῦρα
499
μαρμάρῳ ὀκριόεντι βαλών· τόσσον γὰρ ἵησιν.'
42

Line Group 42

500
ὣς ϕάσαν, ἀλλ' οὐ πεῖϑον ἐμὸν μεγαλήτορα ϑυμόν,
501
ἀλλά μιν ἄψορρον προσέϕην κεκοτηότι ϑυμῷ·
43

Line Group 43

502
'Κύκλωψ, αἴ κέν τίς σε καταϑνητῶν ἀνϑρώπων
503
ὀϕϑαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν,
504
ϕάσϑαι ᾽Οδυσσῆα πτολιπόρϑιον ἐξαλαῶσαι,
505
υἱὸν Λαέρτεω, ᾽Ιϑάκῃ ἔνι οἰκί' ἔχοντα.'
44

Line Group 44

506
ὣς ἐϕάμην, ὁ δέ μ' οἰμώξας ἠμείβετο μύϑῳ·
45

Line Group 45

507
'ὢ πόποι, ἦ μάλα δή με παλαίϕατα ϑέσϕαϑ' ἱκάνει.
508
ἔσκε τις ἐνϑάδε μάντις ἀνὴρ ἠύς τε μέγας τε,
509
Τήλεμος Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστο
510
καὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν·
511
ὅς μοι ἔϕη τάδε πάντα τελευτήσεσϑαι ὀπίσσω,
512
χειρῶν ἐξ ᾽Οδυσῆος ἁμαρτήσεσϑαι ὀπωπῆς.
513
ἀλλ' αἰεί τινα ϕῶτα μέγαν καὶ καλὸν ἐδέγμην
514
ἐνϑάδ' ἐλεύσεσϑαι, μεγάλην ἐπιειμένον ἀλκήν·
515
νῦν δέ μ' ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς
516
ὀϕϑαλμοῦ ἀλάωσεν, ἐπεί μ' ἐδαμάσσατο οἴνῳ.
517
ἀλλ' ἄγε δεῦρ', ᾽Οδυσεῦ, ἵνα τοι πὰρ ξείνια ϑείω,
518
πομπήν τ' ὀτρύνω δόμεναι κλυτὸν ἐννοσίγαιον·
519
τοῦ γὰρ ἐγὼ παῖς εἰμί, πατὴρ δ' ἐμὸς εὔχεται εἶναι.
520
αὐτὸς δ', αἴ κ' ἐϑέλῃσ', ἰήσεται, οὐδέ τις ἄλλος
521
οὔτε ϑεῶν μακάρων οὔτε ϑνητῶν ἀνϑρώπων.'
46

Line Group 46

522
ὣς ἔϕατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
47

Line Group 47

523
'αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην
524
εὖνιν ποιήσας πέμψαι δόμον ῎Αιδος εἴσω,
525
ὡς οὐκ ὀϕϑαλμόν γ' ἰήσεται οὐδ' ἐνοσίχϑων.'
48

Line Group 48

526
ὣς ἐϕάμην, ὁ δ' ἔπειτα Ποσειδάωνι ἄνακτι
527
εὔχετο, χεῖρ' ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·
49

Line Group 49

528
'κλῦϑι, Ποσείδαον γαιήοχε κυανοχαῖτα·
529
εἰ ἐτεόν γε σός εἰμι, πατὴρ δ' ἐμὸς εὔχεαι εἶναι,
530
δὸς μὴ ᾽Οδυσσῆα πτολιπόρϑιον οἴκαδ' ἱκέσϑαι.
532
ἀλλ' εἴ οἱ καὶ μοῖρα ϕίλους τ' ἰδέειν καὶ ἱκέσϑαι
533
οἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν,
534
ὀψὲ κακῶς ἔλϑοι, ὀλέσας ἄπο πάντας ἑταίρους,
535
νηὸς ἐπ' ἀλλοτρίης, εὕροι δ' ἐν πήματα οἴκῳ.'
50

Line Group 50

536
ὣς ἔϕατ' εὐχόμενος, τοῦ δὲ κλύε κυανοχαίτης.
537
αὐτὰρ ὅ γ' ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείρας
538
ἧκ' ἐπιδινήσας, ἐπέρεισε δὲ ἶν' ἀπέλεϑρον·
539
κὰδ δ' ἔβαλεν μετόπισϑε νεὸς κυανοπρῴροιο
540
τυτϑόν, ἐδεύησεν δ' οἰήιον ἄκρον ἱκέσϑαι.
541
ἐκλύσϑη δὲ ϑάλασσα κατερχομένης ὑπὸ πέτρης:
542
τὴν δὲ πρόσω ϕέρε κῦμα, ϑέμωσε δὲ χέρσον ἱκέσϑαι.
51

Line Group 51

543
ἀλλ' ὅτε δὴ τὴν νῆσον ἀϕικόμεϑ', ἔνϑά περ ἄλλαι
544
νῆες ἐύσσελμοι μένον ἁϑρόαι, ἀμϕὶ δ' ἑταῖροι
545
εἵατ' ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί,
546
νῆα μὲν ἔνϑ' ἐλϑόντες ἐκέλσαμεν ἐν ψαμάϑοισιν,
547
ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι ϑαλάσσης.
548
μῆλα δὲ Κύκλωπος γλαϕυρῆς ἐκ νηὸς ἑλόντες
549
δασσάμεϑ', ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.
550
ἀρνειὸν δ' ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροι
551
μήλων δαιομένων δόσαν ἔξοχα· τὸν δ' ἐπὶ ϑινὶ
552
Ζηνὶ κελαινεϕέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει,
553
ῥέξας μηρί' ἔκαιον· ὁ δ' οὐκ ἐμπάζετο ἱρῶν,
554
ἀλλ' ἄρα μερμήριζεν ὅπως ἀπολοίατο πᾶσαι
555
νῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι.
52

Line Group 52

556
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
557
ἥμεϑα δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέϑυ ἡδύ·
558
ἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέϕας ἦλϑε,
559
δὴ τότε κοιμήϑημεν ἐπὶ ῥηγμῖνι ϑαλάσσης.
560
ἦμος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
561
δὴ τότ' ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
562
αὐτούς τ' ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
563
οἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῖσι καϑῖζον,
564
ἑξῆς δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
53

Line Group 53

565
ἔνϑεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
566
ἄσμενοι ἐκ ϑανάτοιο, ϕίλους ὀλέσαντες ἑταίρους.

Chapter 10: ΟΔΥΣΣΕΙΑΣ Κ

1

Line Group 1

1
Αἰολίην δ' ἐς νῆσον ἀϕικόμεϑ'· ἔνϑα δ' ἔναιεν
2
Αἰόλος ῾Ιπποτάδης, ϕίλος ἀϑανάτοισι ϑεοῖσι,
3
πλωτῇ ἐνὶ νήσῳ· πᾶσαν δέ τέ μιν πέρι τεῖχος
4
χάλκεον ἄρρηκτον, λισσὴ δ' ἀναδέδρομε πέτρη.
5
τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν,
6
ἓξ μὲν ϑυγατέρες, ἓξ δ' υἱέες ἡβώοντες.
7
ἔνϑ' ὅ γε ϑυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις.
8
οἱ δ' αἰεὶ παρὰ πατρὶ ϕίλῳ καὶ μητέρι κεδνῇ
9
δαίνυνται ή παρὰ δέ σϕιν ὀνείατα μυρία κεῖται,
10
κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῆ ή
11
ἤματα· νύκτας δ' αὖτε παρ' αἰδοίῃσ' ἀλόχοισιν
12
εὕδουσ' ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι.
13
καὶ μὲν τῶν ἱκόμεσϑα πόλιν καὶ δώματα καλά.
14
μῆνα δὲ πάντα ϕίλει με καὶ ἐξερέεινεν ἕκαστα,
15
῎Ιλιον ᾽Αργείων τε νέας καὶ νόστον ᾽Αχαιῶν·
16
καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα.
17
ἀλλ' ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδὲ κέλευον
18
πεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν.
19
δῶκε δέ μ' ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο,
20
ἔνϑα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευϑα·
21
κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων,
22
ἠμὲν παυέμεναι ἠδ' ὀρνύμεν ὅν κ' ἐϑέλῃσι.
23
νηὶ δ' ἐνὶ γλαϕυρῇ κατέδει μέρμιϑι ϕαεινῇ
24
ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ·
25
αὐτὰρ ἐμοὶ πνοιὴν Ζεϕύρου προέηκεν ἀῆναι,
26
ὄϕρα ϕέροι νῆάς τε καὶ αὐτούς. Ου 'δ' ἄρ' ἔμελλεν
27
ἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεϑ' ἀϕραδίῃσιν.
2

Line Group 2

28
ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,
29
τῇ δεκάτῃ δ' ἤδη ἀνεϕαίνετο πατρὶς ἄρουρα,
30
καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντας.
31
ἔνϑ' ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυϑε κεκμηῶτα·
32
αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳ
33
δῶχ' ἑτάρων, ἵνα ϑᾶσσον ἱκοίμεϑα πατρίδα γαῖαν.
34
οἱ δ' ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον
35
καί μ' ἔϕασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδ' ἄγεσϑαι,
36
δῶρα παρ' Αἰόλου μεγαλήτορος ῾Ιπποτάδαο.
37
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
3

Line Group 3

38
'ὢ πόποι, ὡς ὅδε πᾶσι ϕίλος καὶ τίμιός ἐστιν
39
ἀνϑρώποις, ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται.
40
πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ
41
ληίδος, ἡμεῖς δ' αὖτε ὁμὴν ὁδὸν ἐκτελέσαντες
42
οἴκαδε νισσόμεϑα κενεὰς σὺν χεῖρας ἔχοντες.
43
καὶ νῦν οἱ τάδ' ἔδωκε χαριζόμενος ϕιλότητι
44
Αἰόλος. ἀλλ' ἄγε ϑᾶσσον ἰδώμεϑα ὅττι τάδ' ἐστίν,
45
ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν.'
4

Line Group 4

46
ὣς ἔϕασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων·
47
ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δ' ἐκ πάντες ὄρουσαν,
48
τοὺς δ' αἶψ' ἁρπάξασα ϕέρεν πόντονδε ϑύελλα
49
κλαίοντας, γαίης ἄπο πατρίδος. αὐτὰρ ἔγωγε
50
ἐγρόμενος κατὰ ϑυμὸν ἀμύμονα μερμήριξα,
51
ἠὲ πεσὼν ἐκ νηὸς ἀποϕϑίμην ἐνὶ πόντῳ,
52
ἦ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην.
53
ἀλλ' ἔτλην καὶ ἔμεινα, καλυψάμενος δ' ἐνὶ νηὶ
54
κείμην. αἱ δ' ἐϕέροντο κακῇ ἀνέμοιο ϑυέλλη
55
αὖτις ἐπ' Αἰολίην νῆσον, στενάχοντο δ' ἑταῖροι.
5

Line Group 5

56
ἔνϑα δ' ἐπ' ἠπείρου βῆμεν καὶ ἀϕυσσάμεϑ' ὕδωρ,
57
αἶψα δὲ δεῖπνον ἕλοντο ϑοῇς παρὰ νηυσὶν ἑταῖροι.
58
αὐτὰρ ἐπεὶ σίτοιό τ' ἐπασσάμεϑ' ἠδὲ ποτῆτος,
59
δὴ τότ' ἐγὼ κήρυκά τ' ὀπασσάμενος καὶ ἑταῖρον
60
βῆν εἰς Αἰόλου κλυτὰ δώματα· τὸν δὲ κίχανον
61
δαινύμενον παρὰ ᾗ τ' ἀλόχῳ καὶ οἷσι τέκεσσιν.
62
ἐλϑόντες δ' ἐς δῶμα παρὰ σταϑμοῖσιν ἐπ' οὐδοῦ
63
ἑζόμεϑ'· οἱ δ' ἀνὰ ϑυμὸν ἐϑάμβεον ἔκ τ' ἐρέοντο·
6

Line Group 6

64
'πῶς ἦλϑες, ᾽Οδυσεῦ; τίς τοι κακὸς ἔχραε δαίμων;
65
ἦ μέν σ' ἐνδυκέως ἀπεπέμπομεν, ὄϕρα ἵκοιο
66
πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι ϕίλον ἐστίν.'
7

Line Group 7

67
ὣς ἔϕαν, αὐτὰρ ἐγὼ μετεϕώνεον ἀχνύμενος κῆρ·
8

Line Group 8

68
'ἄασάν μ' ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνος
69
σχέτλιος. ἀλλ' ἀκέσασϑε, ϕίλοι· δύναμις γὰρ ἐν ὑμῖν.'
9

Line Group 9

70
ὣς ἐϕάμην μαλακοῖσι καϑαπτόμενος ἐπέεσσιν·
71
οἱ δ' ἄνεω ἐγένοντο· πατὴρ δ' ἠμείβετο μύϑῳ·
10

Line Group 10

72
'ἔρρ' ἐκ νήσου ϑᾶσσον, ἐλέγχιστε ζωόντων·
73
οὐ γάρ μοι ϑέμις ἐστὶ κομιζέμεν οὐδ' ἀποπέμπειν
74
ἄνδρα τόν ὅς τε ϑεοῖσιν ἀπέχϑηται μακάρεσσιν.
75
ἔρρ', ἐπεὶ ἀϑανάτοισιν ἀπεχϑόμενος τόδ' ἱκάνεις.'
11

Line Group 11

76
ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα.
77
ἔνϑεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ.
78
τείρετο δ' ἀνδρῶν ϑυμὸς ὑπ' εἰρεσίης ἀλεγεινῆς
79
ἡμετέρῃ ματίῃ, ἐπεὶ οὐκέτι ϕαίνετο πομπή.
12

Line Group 12

80
ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ·
81
ἑβδομάτῃ δ' ἱκόμεσϑα Λάμου αἰπὺ πτολίεϑρον,
82
Τηλέπυλον Λαιστρυγονίην, ὅϑι ποιμένα ποιμὴν
83
ἠπύει εἰσελάων, ὁ δέ τ' ἐξελάων ὑπακούει.
84
ἔνϑα κ' ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισϑούς,
85
τὸν μὲν βουκολέων, τὸν δ' ἄργυϕα μῆλα νομεύων·
86
ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευϑοι.
87
ἔνϑ' ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλϑομεν, ὃν πέρι πέτρη
88
ἠλίβατος τετύχηκε διαμπερὲς ἀμϕοτέρωϑεν,
89
ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσιν
90
ἐν στόματι προύχουσιν, ἀραιὴ δ' εἴσοδός ἐστιν,
91
ἔνϑ' οἵ γ' εἴσω πάντες ἔχον νέας ἀμϕιελίσσας.
92
αἱ μὲν ἄρ' ἔντοσϑεν λιμένος κοίλοιο δέδεντο
93
πλησίαι· οὐ μὲν γάρ ποτ' ἀέξετο κῦμά γ' ἐν αὐτῷ,
94
οὔτε μέγ' οὔτ' ὀλίγον, λευκὴ δ' ἦν ἀμϕὶ γαλήνη.
95
αὐτὰρ ἐγὼν οἶος σχέϑον ἔξω νῆα μέλαιναν,
96
αὐτοῦ ἐπ' ἐσχατιῇ, πέτρης ἐκ πείσματα δήσας:
97
ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελϑών.
98
ἔνϑα μὲν οὔτε βοῶν οὔτ' ἀνδρῶν ϕαίνετο ἔργα,
99
καπνὸν δ' οἶον ὁρῶμεν ἀπὸ χϑονὸς ἀίσσοντα.
100
δὴ τότ' ἐγὼν ἑτάρους προί:ειν πεύϑεσϑαι ἰόντας
101
οἵτινες ἀνέρες εἶεν ἐπὶ χϑονὶ σῖτον ἔδοντες,
102
ἄνδρε δύω κρίνας, τρίτατον κήρυχ' ἅμ' ὀπάσσας.
103
οἱ δ' ἴσαν ἐκβάντες λείην ὁδόν, ᾗ περ ἄμαξαι
104
ἄστυ δ' ἀϕ' ὑψηλῶν ὀρέων καταγίνεον ὕλην.
105
κούρῃ δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευούσῃ,
106
ϑυγατέρ' ἰϕϑίμῃ Λαιστρυγόνος ᾽Αντιϕάταο.
107
ἡ μὲν ἄρ' ἐς κρήνην κατεβήσετο καλλιρέεϑρον
108
᾽Αρτακίην· ἔνϑεν γὰρ ὕδωρ προτὶ ἄστυ ϕέρεσκον·
109
οἱ δὲ παριστάμενοι προσεϕώνεον, ἔκ τ' ἐρέοντο
110
ὅς τις τῶνδ' εἴη βασιλεὺς καὶ τοῖσιν ἀνάσσοι.
111
ἡ δὲ μάλ' αὐτίκα πατρὸς ἐπέϕραδεν ὑψερεϕὲς δῶ.
112
οἱ δ' ἐπεὶ εἰσῆλϑον κλυτὰ δώματα, τὴν δὲ γυναῖκα
113
εὗρον ὅσην τ' ὄρεος κορυϕήν, κατὰ δ' ἔστυγον αὐτήν.
114
ἡ δ' αἶψ' ἐξ ἀγορῆς ἐκάλει κλυτὸν ᾽Αντιϕατῆα,
115
ὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεϑρον.
116
αὐτίχ' ἕνα μάρψας ἑτάρων ὁπλίσσατο δεῖπνον·
117
τὼ δὲ δύ' ἀίξαντε ϕυγῇ ἐπὶ νῆας ἱκέσϑην.
118
αὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος: οἱ δ' ἀίοντες
119
ϕοίτων ἴϕϑιμοι Λαιστρυγόνες ἄλλοϑεν ἄλλος,
120
μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν.
121
οἵ ῥ' ἀπὸ πετράων ἀνδραχϑέσι χερμαδίοισι
122
βάλλον· ἄϕαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει
123
ἀνδρῶν τ' ὀλλυμένων νηῶν ϑ' ἅμα ἀγνυμενάων·
124
ἰχϑῦς δ' ὣς πείροντες ἀτερπέα δαῖτα ϕέροντο.
13

Line Group 13

125
ὄϕρ' οἱ τοὺς ὄλεκον λιμένος πολυβενϑέος ἐντός,
126
τόϕρα δ' ἐγὼ ξίϕος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
127
τῷ ἀπὸ πείσματ' ἔκοψα νεὸς κυανοπρῴροιο.
128
αἶψα δ' ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
129
ἐμβαλέειν κώπῃς, ἵν' ὑπ' ἐκ κακότητα ϕύγοιμεν·
130
οἱ δ' ἅμα πάντες ἀνέρριψαν, δείσαντες ὄλεϑρον.
131
ἀσπασίως δ' ἐς πόντον ἐπηρεϕέας ϕύγε πέτρας
132
νηῦς ἐμή· αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόϑ' ὄλοντο.
14

Line Group 14

133
ἔνϑεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
134
ἄσμενοι ἐκ ϑανάτοιο, ϕίλους ὀλέσαντες ἑταίρους.
135
Αἰαίην δ' ἐς νῆσον ἀϕικόμεϑ'· ἔνϑα δ' ἔναιε
136
Κίρκη ἐυπλόκαμος, δεινὴ ϑεὸς αὐδήεσσα,
137
αὐτοκασιγνήτη ὀλοόϕρονος Αἰήταο·
138
ἄμϕω δ' ἐκγεγάτην ϕαεσιμβρότου ᾽Ηελίοιο
139
μητρός τ' ἐκ Πέρσης, τὴν ᾽Ωκεανὸς τέκε παῖδα.
140
ἔνϑα δ' ἐπ' ἀκτῆς νηὶ κατηγαγόμεσϑα σιωπῇ
141
ναύλοχον ἐς λιμένα, καί τις ϑεὸς ἡγεμόνευεν.
142
ἔνϑα τότ' ἐκβάντες δύο τ' ἤματα καὶ δύο νύκτας
143
κείμεϑ', ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι ϑυμὸν ἔδοντες.
15

Line Group 15

144
ἀλλ' ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσ' ᾽Ηώς,
145
καὶ τότ' ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ ϕάσγανον ὀξὺ
146
καρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν,
147
εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυϑοίμην.
148
ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελϑών,
149
καί μοι ἐείσατο καπνὸς ἀπὸ χϑονὸς εὐρυοδείης,
150
Κίρκης ἐν μεγάροισι, διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.
151
μερμήριξα δ' ἔπειτα κατὰ ϕρένα καὶ κατὰ ϑυμὸν
152
ἐλϑεῖν ἠδὲ πυϑέσϑαι, ἐπεὶ ἴδον αἴϑοπα καπνόν.
153
ὧδε δέ μοι ϕρονέοντι δοάσσατο κέρδιον εἶναι,
154
πρῶτ' ἐλϑόντ' ἐπὶ νῆα ϑοὴν καὶ ϑῖνα ϑαλάσσης
155
δεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυϑέσϑαι.
16

Line Group 16

156
ἀλλ' ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμϕιελίσσης,
157
καὶ τότε τίς με ϑεῶν ὀλοϕύρατο μοῦνον ἐόντα,
158
ὅς ῥά μοι ὑψίκερων ἔλαϕον μέγαν εἰς ὁδὸν αὐτὴν
159
ἧκεν· ὁ μὲν ποταμὸν δὲ κατήιεν ἐκ νομοῦ ὕλης
160
πιόμενος: δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.
161
τὸν δ' ἐγὼ ἐκβαίνοντα κατ' ἄκνηστιν μέσα νῶτα
162
πλῆξα· τὸ δ' ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε,
163
κὰδ δ' ἔπεσ' ἐν κονίῃσι μακών, ἀπὸ δ' ἔπτατο ϑυμός.
164
τῷ δ' ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆς
165
εἰρυσάμην. τὸ μὲν αὖϑι κατακλίνας ἐπὶ γαίῃ
166
εἴασ'· αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε,
167
πεῖσμα δ', ὅσον τ' ὄργυιαν, ἐυστρεϕὲς ἀμϕοτέρωϑεν
168
πλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου,
169
βῆν δὲ καταλοϕάδεια ϕέρων ἐπὶ νῆα μέλαιναν,
170
ἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦεν ἐπ' ὤμου
171
χειρὶ ϕέρειν ἑτέρῃ· μάλα γὰρ μέγα ϑηρίον ἦεν.
172
κὰδ δ' ἔβαλον προπάροιϑε νεός, ἀνέγειρα δ' ἑταίρους
173
μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·
17

Line Group 17

174
'ὦ ϕίλοι, οὐ γάρ πω καταδυσόμεϑ' ἀχνύμενοι περ
175
εἰς ᾽Αίδαο δόμους, πρὶν μόρσιμον ἦμαρ ἐπέλϑῃ.
176
ἀλλ' ἄγετ', ὄϕρ' ἐν νηὶ ϑοῇ βρῶσίς τε πόσις τε,
177
μνησόμεϑα βρώμης μηδὲ τρυχώμεϑα λιμῷ.'
18

Line Group 18

178
ὣς ἐϕάμην, οἱ δ' ὦκα ἐμοῖσ' ἐπέεσσι πίϑοντο·
179
ἐκ δὲ καλυψάμενοι παρὰ ϑῖν' ἁλὸς ἀτρυγέτοιο
180
ϑηήσαντ' ἔλαϕον· μάλα γὰρ μέγα ϑηρίον ἦεν.
181
αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀϕϑαλμοῖσι,
182
χεῖρας νιψάμενοι τεύχοντ' ἐρικυδέα δαῖτα.
19

Line Group 19

183
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
184
ἥμεϑα δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέϑυ ἡδύ·
185
ἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέϕας ἦλϑε,
186
δὴ τότε κοιμήϑημεν ἐπὶ ῥηγμῖνι ϑαλάσσης.
187
ἦμος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
188
καὶ τότ' ἐγὼν ἀγορὴν ϑέμενος μετὰ πᾶσιν ἔειπον·
20

Line Group 20

189
'κέκλυτέ μευ μύϑων, κακά περ πάσχοντες ἑταῖροι.
190
ὦ ϕίλοι, οὐ γὰρ τ' ἴδμεν ὅπῃ ζόϕος οὐδ' ὅπῃ ἠώς,
191
οὐδ' ὅπῃ ἠέλιος ϕαεσίμβροτος εἶσ' ὑπὸ γαῖαν
192
οὐδ' ὅπῃ ἀννεῖται· ἀλλὰ ϕραζώμεϑα ϑᾶσσον,
193
εἴ τις ἔτ' ἔσται μῆτις. ἐγὼ δ' οὐκ οἴομαι εἶναι.
194
εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελϑὼν
195
νῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεϕάνωται·
196
αὐτὴ δὲ χϑαμαλὴ κεῖται· καπνὸν δ' ἐνὶ μέσσῃ
197
ἔδρακον ὀϕϑαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.'
21

Line Group 21

198
ὣς ἐϕάμην, τοῖσιν δὲ κατεκλάσϑη ϕίλον ἦτορ
199
μνησαμένοις ἔργων Λαιστρυγόνος ᾽Αντιϕάταο
200
Κύκλωπός τε βίης μεγαλήτορος ἀνδροϕάγοιο.
201
κλαῖον δὲ λιγέως, ϑαλερὸν κατὰ δάκρυ χέοντες:
202
ἀλλ' οὐ γάρ τις πρῆξις ἐγίνετο μυρομένοισιν.
203
αὐτὰρ ἐγὼ δίχα πάντας ἐυκνήμιδας ἑταίρους
204
ἠρίϑμεον, ἀρχὸν δὲ μετ' ἀμϕοτέροισιν ὄπασσα·
205
τῶν μὲν ἐγὼν ἦρχον, τῶν δ' Εὐρύλοχος ϑεοειδής.
206
κλήρους δ' ἐν κυνέῃ χαλκήρει πάλλομεν ὦκα·
207
ἐκ δ' ἔϑορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο.
208
βῆ δ' ἰέναι, ἅμα τῷ γε δύω καὶ εἴκοσ' ἑταῖροι
209
κλαίοντες: κατὰ δ' ἄμμε λίπον γοόωντας ὄπισϑεν.
22

Line Group 22

210
εὗρον δ' ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκης
211
ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ.
212
ἀμϕὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες,
213
τοὺς αὐτὴ κατέϑελξεν, ἐπεὶ κακὰ ϕάρμακ' ἔδωκεν.
214
οὐ δ' οἵ γ' ὡρμήϑησαν ἐπ' ἀνδράσιν, ἀλλ' ἄρα τοί γε
215
οὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν.
216
ὡς δ' ὅτ' ἂν ἀμϕὶ ἄνακτα κύνες δαίτηϑεν ἰόντα
217
σαίνωσ'· αἰεὶ γάρ τε ϕέρει μειλίγματα ϑυμοῦ·
218
ὣς τοὺς ἀμϕὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες
219
σαῖνον· τοὶ δ' ἔδδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα.
220
ἔσταν δ' ἐν προϑύροισι ϑεᾶς καλλιπλοκάμοιο,
221
Κίρκης δ' ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ,
222
ἱστὸν ἐποιχομένης μέγαν, ἄμβροτον, οἷα ϑεάων
223
λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται.
224
τοῖσι δὲ μύϑων ἦρχε Πολίτης, ὄρχαμος ἀνδρῶν,
225
ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε·
23

Line Group 23

226
'ὦ ϕίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν ἱστὸν
227
καλὸν ἀοιδιάει ή δάπεδον δ' ἅπαν ἀμϕιμέμυκεν ή
228
ἢ ϑεὸς ἠὲ γυνή· ἀλλὰ ϕϑεγγώμεϑα ϑᾶσσον.'
24

Line Group 24

229
ὣς ἄρ' ἐϕώνησεν, τοὶ δὲ ϕϑέγγοντο καλεῦντες.
230
ἡ δ' αἶψ' ἐξελϑοῦσα ϑύρας ὤιξε ϕαεινὰς
231
καὶ κάλει· οἱ δ' ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·
232
Εὐρύλοχος δ' ὑπέμεινεν, ὀισάμενος δόλον εἶναι.
233
εἷσεν δ' εἰσαγαγοῦσα κατὰ κλισμούς τε ϑρόνους τε,
234
ἐν δέ σϕιν τυρόν τε καὶ ἄλϕιτα καὶ μέλι χλωρὸν
235
οἴνῳ Πραμνείῳ ἐκύκα· ἀνέμισγε δὲ σίτῳ
236
ϕάρμακα λύγρ', ἵνα πάγχυ λαϑοίατο πατρίδος αἴης.
237
αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, αὐτίκ' ἔπειτα
238
ῥάβδῳ πεπληγυῖα κατὰ συϕεοῖσιν ἐέργνυ.
239
οἱ δὲ συῶν μὲν ἔχον κεϕαλὰς ϕωνήν τε τρίχας τε
240
καὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος ὡς τὸ πάρος περ.
25

Line Group 25

241
ὣς οἱ μὲν κλαίοντες ἐέρχατο· τοῖσι δὲ Κίρκη
242
πὰρ ῥ' ἄκυλον βάλανόν τε βάλεν καρπόν τε κρανείης,
243
ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν.
26

Line Group 26

244
Εὐρύλοχος δ' ἂψ ἦλϑε ϑοὴν ἐπὶ νῆα μέλαιναν,
245
ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον.
246
οὐ δέ τι ἐκϕάσϑαι δύνατο ἔπος ἱέμενός περ,
247
κῆρ ἄχειὴ μεγάλῳ βεβολημένος: ἐν δέ οἱ ὄσσε
248
δακρυόϕιν πίμπλαντο, γόον δ' ὠίετο ϑυμός.
249
ἀλλ' ὅτε δή μιν πάντες ἀγασσάμεϑ' ἐξερέοντες,
250
καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεϑρον·
27

Line Group 27

251
'ᾔομεν, ὡς ἐκέλευες, ἀνὰ δρυμά, ϕαίδιμ' ᾽Οδυσσεῦ·
252
εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλὰ.
254
ἔνϑα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγ' ἄειδεν
255
ἢ ϑεὸς ἠὲ γυνή· τοὶ δὲ ϕϑέγγοντο καλεῦντες.
256
ἡ δ' αἶψ' ἐξελϑοῦσα ϑύρας ὤιξε ϕαεινὰς
257
καὶ κάλει· οἱ δ' ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·
258
αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀισάμενος δόλον εἶναι.
259
οἱ δ' ἅμ' ἀιστώϑησαν ἀολλέες, οὐδέ τις αὐτῶν
260
ἐξεϕάνη· δηρὸν δὲ καϑήμενος ἐσκοπίαζον.'
28

Line Group 28

261
ὣς ἔϕατ', αὐτὰρ ἐγὼ περὶ μὲν ξίϕος ἀργυρόηλον
262
ὤμοιιν βαλόμην, μέγα, χάλκεον, ἀμϕὶ δὲ τόξα·
263
τὸν δ' ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασϑαι.
264
αὐτὰρ ὅ γ' ἀμϕοτέρῃσι λαβὼν ἐλλίσσετο γούνων·
29

Line Group 29

266
'μή μ' ἄγε κεῖσ' ἀέκοντα, Διοτρεϕές, ἀλλὰ λίπ' αὐτοῦ·
267
οἶδα γὰρ ὡς οὔτ' αὐτὸς ἐλεύσεαι οὔτε τιν' ἄλλον
268
ἄξεις σῶν ἑτάρων. ἀλλὰ ξὺν τοίσδεσι ϑᾶσσον
269
ϕεύγωμεν· ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ.'
30

Line Group 30

270
ὣς ἔϕατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
31

Line Group 31

271
'Εὐρύλοχ', ἤτοι μὲν σὺ μέν' αὐτοῦ τῷδ' ἐνὶ χώρῳ
272
ἔσϑων καὶ πίνων, κοίλῃ παρὰ νηὶ μελαίνῃ·
273
αὐτὰρ ἐγὼν εἶμι· κρατερὴ δέ μοι ἔπλετ' ἀνάγκη.'
32

Line Group 32

274
ὣς εἰπὼν παρὰ νηὸς ἀπήιον ἠδὲ ϑαλάσσης.
275
ἀλλ' ὅτε δὴ ἄρ' ἔμελλον, ἰὼν ἱερὰς ἀνὰ βήσσας,
276
Κίρκης ἵξεσϑαι πολυϕαρμάκου ἐς μέγα δῶμα,
277
ἔνϑά μοι ῾Ερμείας χρυσόρραπις ἀντεβόλησεν
278
ἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικώς,
279
πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη·
280
ἔν τ' ἄρα μοι ϕῦ χειρὶ ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζε·
33

Line Group 33

281
'πῇ δ' αὖτ', ὦ δύστηνε, δι' ἄκριας ἔρχεαι οἶος,
282
χώρου ἄιδρις ἐών; ἕταροι δέ τοι οἵδ' ἐνὶ Κίρκης
283
ἔρχαται, ὥς τε σύες πυκινοὺς κευϑμῶνας ἔχοντες.
284
ἦ τοὺς λυσόμενος δεῦρ' ἔρχεαι; οὐδὲ σέ ϕημι
285
αὐτὸν νοστήσειν, μενέεις δὲ σύγ' ἔνϑά περ ἄλλοι.
286
ἀλλ' ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω·
287
τῆ, τόδε ϕάρμακον ἐσϑλὸν ἔχων ἐς δώματα Κίρκης
288
ἔρχευ, ὅ κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ.
289
πάντα δέ τοι ἐρέω ὀλοϕώια δήνεα Κίρκης.
290
τεύξει τοι κυκεῶ, βαλέει δ' ἐν ϕάρμακα σίτῳ·
291
ἀλλ' οὐδ' ὧς ϑέλξαί σε δυνήσεται· οὐ γὰρ ἐάσει
292
ϕάρμακον ἐσϑλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα.
293
ὁππότε κεν Κίρκη σ' ἐλάσῃ περιμήκειὴ ῥάβδῳ,
294
δὴ τότε σὺ ξίϕος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
295
Κίρκῃ ἐπαί:ξαι ὥς τε κτάμεναι μενεαίνων.
296
ἡ δέ σ' ὑποδείσασα κελήσεται εὐνηϑῆναι·
297
ἔνϑα σὺ μηκέτ' ἔπειτ' ἀπανήνασϑαι ϑεοῦ εὐνήν,
298
ὄϕρα κέ τοι λύσῃ ϑ' ἑτάρους αὐτόν τε κομίσσῃ·
299
ἀλλὰ κέλεσϑαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι
300
μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο,
301
μή σ' ἀπογυμνωϑέντα κακὸν καὶ ἀνήνορα ϑήῃ.'
34

Line Group 34

302
ὣς ἄρα ϕωνήσας πόρε ϕάρμακον ᾽Αργειϕόντης
303
ἐκ γαίης ἐρύσας, καί μοι ϕύσιν αὐτοῦ ἔδειξε.
304
ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνϑος:
305
μῶλυ δέ μιν καλέουσι ϑεοί. χαλεπὸν δέ τ' ὀρύσσειν
306
ἀνδράσι γε ϑνητοῖσι· ϑεοὶ δέ τε πάντα δύνανται.
35

Line Group 35

307
῾Ερμείας μὲν ἔπειτ' ἀπέβη πρὸς μακρὸν ῎Ολυμπον
308
νῆσον ἀν' ὑλήεσσαν, ἐγὼ δ' ἐς δώματα Κίρκης
309
ἤια· πολλὰ δέ μοι κραδίη πόρϕυρε κιόντι.
310
ἔστην δ' ἐν προϑύροισι ϑεᾶς καλλιπλοκάμοιο·
311
ἔνϑα στὰς ἐβόησα, ϑεὰ δέ μευ ἔκλυεν αὐδῆς.
312
ἡ δ' αἶψ' ἐξελϑοῦσα ϑύρας ὤιξε ϕαεινὰς
313
καὶ κάλει· αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ.
314
εἷσε δέ μ' εἰσαγαγοῦσα ἐπὶ ϑρόνου ἀργυροήλου,
315
καλοῦ, δαιδαλέου· ὑπὸ δὲ ϑρῆνυς ποσὶν ἦεν·
316
τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπᾳ, ὄϕρα πίοιμι,
317
ἐν δέ τε ϕάρμακον ἧκε, κακὰ ϕρονέουσ' ἐνὶ ϑυμῷ.
318
αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, οὐ δέ μ' ἔϑελξε,
319
ῥάβδῳ πεπληγυῖα ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζεν·
36

Line Group 36

320
'ἔρχεο νῦν συϕεόν δέ· μετ' ἄλλων λέξο ἑταίρων.'
37

Line Group 37

321
ὣς ϕάτ', ἐγὼ δ' ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
322
Κίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων.
323
ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων,
324
καί μ' ὀλοϕυρομένη ἔπεα πτερόεντα προσηύδα·
38

Line Group 38

325
'τίς, πόϑεν εἰς ἀνδρῶν; πόϑι τοι πόλις ἠδὲ τοκῆες...
326
ϑαῦμά μ' ἔχει, ὡς οὔ τι πιὼν τάδε ϕάρμακ' ἐϑέλχϑης:
327
οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε ϕάρμακ' ἀνέτλη,
328
ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων.
329
σοὶ δέ τις ἐν στήϑεσσιν ἀκήλητος νόος ἐστίν.
330
ἦ σύγ' ᾽Οδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ
331
ϕάσκεν ἐλεύσεσϑαι χρυσόρραπις ᾽Αργειὴϕόντης,
332
ἐκ Τροίης ἀνιόντα ϑοῇ σὺν νηὶ μελαίνῃ.
333
ἀλλ' ἄγε δὴ κολεῷ μὲν ἄορ ϑέο, νῶι δ' ἔπειτα
334
εὐνῆς ἡμετέρης ἐπιβήομεν, ὄϕρα μιγέντε
335
εὐνῇ καὶ ϕιλότητι πεποίϑομεν ἀλλήλοισιν.'
39

Line Group 39

336
ὣς ἔϕατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
40

Line Group 40

337
'ὦ Κίρκη, πῶς γάρ με κέλῃ σοὶ ἤπιον εἶναι;
338
ἥ μοι σῦς μὲν ἔϑηκας ἐνὶ μεγάροισιν ἑταίρους,
339
αὐτὸν δ' ἐνϑάδ' ἔχουσα δολοϕρονέουσα κελεύεις
340
ἐς ϑάλαμόν τ' ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς,
341
ὄϕρα με γυμνωϑέντα κακὸν καὶ ἀνήνορα ϑήῃς.
342
οὐ δ' ἂν ἔγωγ' ἐϑέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς,
343
εἰ μή μοι τλαίης γε, ϑεά, μέγαν ὅρκον ὀμόσσαι
344
μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.'
41

Line Group 41

345
ὣς ἐϕάμην, ἡ δ' αὐτίκ' ἀπώμνυεν ὡς ἐκέλευον.
346
αὐτὰρ ἐπεί ῥ' ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
347
καὶ τότ' ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς.
42

Line Group 42

348
ἀμϕίπολοι δ' ἄρα τέως μὲν ἐνὶ μεγάροισι πένοντο
349
τέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι.
350
γίνονται δ' ἄρα ταί γ' ἔκ τε κρηνέων ἀπό τ' ἀλσέων
351
ἔκ ϑ' ἱερῶν ποταμῶν, οἵ τ' εἰς ἅλα δὲ προρέουσι.
352
τάων ἡ μὲν ἔβαλλε ϑρόνοις ἔνι ῥήγεα καλὰ,
353
πορϕύρεα καϑύπερϑ', ὑπένερϑε δὲ λῖϑ' ὑπέβαλλεν·
354
ἡ δ' ἑτέρη προπάροιϑε ϑρόνων ἐτίταινε τραπέζας
355
ἀργυρέας, ἐπὶ δέ σϕι τίϑει χρύσεια κάνεια·
356
ἡ δὲ τρίτη κρητῆρι μελίϕρονα οἶνον ἐκίρνα
357
ἡδὺν ἐν ἀργυρέῳ, νέμε δὲ χρύσεια κύπελλα·
358
ἡ δὲ τετάρτη ὕδωρ ἐϕόρει καὶ πῦρ ἀνέκαιε
359
πολλὸν ὑπὸ τρίποδι μεγάλῳ· ἰαίνετο δ' ὕδωρ.
360
αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,
361
ἔς ῥ' ἀσάμινϑον ἕσασα λό' ἐκ τρίποδος μεγάλοιο,
362
ϑυμῆρες κεράσασα, κατὰ κρατός τε καὶ ὤμων,
363
ὄϕρα μοι ἐκ κάματον ϑυμοϕϑόρον εἵλετο γυίων.
364
αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπ' ἐλαίῳ,
365
ἀμϕὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα,
366
εἷσε δέ μ' εἰσαγαγοῦσα ἐπὶ ϑρόνου ἀργυροήλου,
367
καλοῦ δαιδαλέου· ὑπὸ δὲ ϑρῆνυς ποσὶν ἦεν·
368
χέρνιβα δ' ἀμϕίπολος προχόῳ ἐπέχευε ϕέρουσα
369
καλῇ, χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
370
νίψασϑαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
371
σῖτον δ' αἰδοίη ταμίη παρέϑηκε ϕέρουσα,
372
εἴδατα πόλλ' ἐπιϑεῖσα, χαριζομένη παρεόντων·
373
ἐσϑέμεναι δ' ἐκέλευεν. ἐμῷ δ' οὐχ ἥνδανε ϑυμῷ,
374
ἀλλ' ἥμην ἀλλοϕρονέων, κακὰ δ' ὄσσετο ϑυμός.
43

Line Group 43

375
Κίρκη δ' ὡς ἐνόησεν ἔμ' ἥμενον οὐδ' ἐπὶ σίτῳ
376
χεῖρας ἰάλλοντα, στυγερὸν δέ με πένϑος ἔχοντα,
377
ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα·
44

Line Group 44

378
'τίϕϑ' οὕτως, ᾽Οδυσεῦ, κατ' ἄρ' ἕζεαι ἶσος ἀναύδῳ,
379
ϑυμὸν ἔδων, βρώμης δ' οὐχ ἅπτεαι οὐδὲ ποτῆτος...
380
ἦ τινά που δόλον ἄλλον ὀίεαι· οὐδέ τί σε χρὴ
381
δειδίμεν· ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον.'
45

Line Group 45

382
ὣς ἔϕατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
46

Line Group 46

383
'ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη,
384
πρὶν τλαίη πάσσασϑαι ἐδητύος ἠδὲ ποτῆτος,
385
πρὶν λύσασϑ' ἑτάρους καὶ ἐν ὀϕϑαλμοῖσιν ἰδέσϑαι;
386
ἀλλ' εἰ δὴ πρόϕρασσα πιεῖν ϕαγέμεν τε κελεύεις,
387
λῦσον, ἵν' ὀϕϑαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους.'
47

Line Group 47

388
ὣς ἐϕάμην, Κίρκη δὲ δι' ἐκ μεγάροιο βεβήκει
389
ῥάβδον ἔχουσ' ἐν χειρί, ϑύρας δ' ἀνέῳξε συϕειοῦ,
390
ἐκ δ' ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν.
391
οἱ μὲν ἔπειτ' ἔστησαν ἐναντίοι, ἡ δὲ δι' αὐτῶν
392
ἐρχομένη προσάλειϕεν ἑκάστῳ ϕάρμακον ἄλλο.
393
τῶν δ' ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔϕυσε
394
ϕάρμακον οὐλόμενον, τό σϕιν πόρε πότνια Κίρκη·
395
ἄνδρες δ' ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν
396
καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασϑαι.
397
ἔγνωσαν δέ με κεῖνοι, ἔϕυν τ' ἐν χερσὶν ἕκαστος
398
πᾶσιν δ' ἱμερόεις ὑπέδυ γόος, ἀμϕὶ δὲ δῶμα
399
σμερδαλέον κονάβιζε· ϑεὰ δ' ἐλέαιρε καὶ αὐτή.
400
ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα ϑεάων·
48

Line Group 48

401
'Διογενὲς Λαερτιάδη, πολυμήχαν' ᾽Οδυσσεῦ,
402
ἔρχεο νῦν ἐπὶ νῆα ϑοὴν καὶ ϑῖνα ϑαλάσσης.
403
νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρον δέ,
404
κτήματα δ' ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα·
405
αὐτὸς δ' ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους.'
49

Line Group 49

406
ὣς ἔϕατ', αὐτὰρ ἔμοιγ' ἐπεπείϑετο ϑυμὸς ἀγήνωρ,
407
βῆν δ' ἰέναι ἐπὶ νῆα ϑοὴν καὶ ϑῖνα ϑαλάσσης.
408
εὗρον ἔπειτ' ἐπὶ νηὶ ϑοῇ ἐρίηρας ἑταίρους
409
οἴκτρ' ὀλοϕυρομένους, ϑαλερὸν κατὰ δάκρυ χέοντας.
410
ὡς δ' ὅτ' ἄν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας,
411
ἐλϑούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται,
412
πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι· οὐδ' ἔτι σηκοὶ
413
ἴσχουσ', ἀλλ' ἁδινὸν μυκώμεναι ἀμϕιϑέουσι
414
μητέρας: ὣς ἐμὲ κεῖνοι, ἐπεὶ ἴδον ὀϕϑαλμοῖσι,
415
δακρυόεντες ἔχυντο· δόκησε δ' ἄρα σϕίσι ϑυμὸς
416
ὣς ἔμεν, ὡς εἰ πατρίδ' ἱκοίατο καὶ πόλιν αὐτὴν
417
τρηχείης ᾽Ιϑάκης, ἵνα τε τράϕεν ἠδὲ γένοντο.
418
καί μ' ὀλοϕυρόμενοι ἔπεα πτερόεντα προσηύδων·
50

Line Group 50

419
'σοὶ μὲν νοστήσαντι, Διοτρεϕές, ὣς ἐχάρημεν,
420
ὡς εἴ τ' εἰς ᾽Ιϑάκην ἀϕικοίμεϑα πατρίδα γαῖαν·
421
ἀλλ' ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεϑρον.'
51

Line Group 51

422
ὣς ἔϕαν, αὐτὰρ ἐγὼ προσέϕην μαλακοῖς ἐπέεσσι·
52

Line Group 52

423
'νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρον δέ,
424
κτήματα δ' ἐν σπήεσσι πελάσσομεν ὅπλά τε πάντα·
425
αὐτοὶ δ' ὀτρύνεσϑε ἐμοὶ ἅμα πάντες ἕπεσϑαι,
426
ὄϕρα ἴδηϑ' ἑτάρους ἱεροῖσ' ἐν δώμασι Κίρκης
427
πίνοντας καὶ ἔδοντας: ἐπηετανὸν γὰρ ἔχουσιν.'
53

Line Group 53

428
ὣς ἐϕάμην, οἱ δ' ὦκα ἐμοῖσ' ἐπέεσσι πίϑοντο.
429
Εὐρύλοχος δέ μοι οἶος ἐρύκακε πάντας ἑταίρους:
430
καί σϕεας ϕωνήσας ἔπεα πτερόεντα προσηύδα·
431
'ἆ δειλοί, πόσ' ἴμεν; τί κακῶν ἱμείρετε τούτων,
432
Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπαντας
433
ἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας,
434
οἵ κέν οἱ μέγα δῶμα ϕυλάσσοιμεν καὶ ἀνάγκῃ,
435
ὥς περ Κύκλωψ ἕρξ', ὅτε οἱ μέσσαυλον ἵκοντο
436
ἡμέτεροι ἕταροι, σὺν δ' ὁ ϑρασὺς εἵπετ' ᾽Οδυσσεύς:
437
τούτου γὰρ καὶ κεῖνοι ἀτασϑαλίῃσιν ὄλοντο.'
54

Line Group 54

438
ὣς ἔϕατ', αὐτὰρ ἔγωγε μετὰ ϕρεσὶ μερμήριξα,
439
σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,
440
τῷ οἱ ἀποπλήξας κεϕαλὴν οὖδάς δὲ πελάσσαι,
441
καὶ πηῷ περ ἐόντι μάλα σχεδόν· ἀλλά μ' ἑταῖροι
442
μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοϑεν ἄλλος:
55

Line Group 55

443
'Διογενές, τοῦτον μὲν ἐάσομεν, εἰ σὺ κελεύεις,
444
αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσϑαι·
445
ἡμῖν δ' ἡγεμόνευ' ἱερὰ πρὸς δώματα Κίρκης.'
56

Line Group 56

446
ὣς ϕάμενοι παρὰ νηὸς ἀνήιον ἠδὲ ϑαλάσσης.
447
οὐδὲ μὲν Εὐρύλοχος κοίλῃ παρὰ νηὶ λέλειπτο,
448
ἀλλ' ἔπετ'· ἔδδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν.
57

Line Group 57

449
τόϕρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκη
450
ἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπ' ἐλαίῳ,
451
ἀμϕὶ δ' ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας:
452
δαινυμένους δ' εὖ πάντας ἐϕεύρομεν ἐν μεγάροισιν.
453
οἱ δ' ἐπεὶ ἀλλήλους εἶδον ϕράσσαντό τ' ἐς ἄντα,
454
κλαῖον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δῶμα.
455
ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα ϑεάων·
58

Line Group 58

457
'μηκέτι νῦν ϑαλερὸν γόον ὄρνυτε· οἶδα καὶ αὐτή
458
ἠμὲν ὅσ' ἐν πόντῳ πάϑετ' ἄλγεα ἰχϑυόεντι,
459
ἠδ' ὅσ' ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ' ἐπὶ χέρσου.
460
ἀλλ' ἄγετ' ἐσϑίετε βρώμην καὶ πίνετε οἶνον,
461
εἰς ὅ κεν αὖτις ϑυμὸν ἐνὶ στήϑεσσι λάβητε,
462
οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαν
463
τρηχείης ᾽Ιϑάκης. νῦν δ' ἀσκελέες καὶ ἄϑυμοι,
464
αἰὲν ἄλης χαλεπῆς μεμνημένοι· οὐδέ ποϑ' ὕμιν
465
ϑυμὸς ἐν εὐϕροσύνῃ, ἐπεὶ ἦ μάλα πολλὰ πέποσϑε.'
59

Line Group 59

466
ὣς ἔϕαϑ', ἡμῖν δ' αὖτ' ἐπεπείϑετο ϑυμὸς ἀγήνωρ.
467
ἔνϑα μὲν ἤματα πάντα τελεσϕόρον εἰς ἐνιαυτὸν
468
ἥμεϑα, δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέϑυ ἡδύ·
469
ἀλλ' ὅτε δή ῥ' ἐνιαυτὸς ἔην, περὶ δ' ἔτραπον ὧραι,
470
μηνῶν ϕϑινόντων, περὶ δ' ἤματα μακρὰ τελέσϑη,
471
καὶ τότε μ' ἐκκαλέσαντες ἔϕαν ἐρίηρες ἑταῖροι·
60

Line Group 60

472
'δαιμόνι', ἤδη νῦν μιμνήσκεο πατρίδος αἴης,
473
εἴ τοι ϑέσϕατόν ἐστι σαωϑῆναι καὶ ἱκέσϑαι
474
οἶκον ἐς ὑψόροϕον καὶ σὴν ἐς πατρίδα γαῖαν.'
61

Line Group 61

475
ὣς ἔϕαν, αὐτὰρ ἔμοιγ' ἐπεπείϑετο ϑυμὸς ἀγήνωρ.
476
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
477
ἥμεϑα δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέϑυ ἡδύ·
478
ἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέϕας ἦλϑεν,
479
οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα.
480
αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς
481
γούνων ἐλλιτάνευσα, ϑεὰ δέ μευ ἔκλυεν αὐδῆς:
482
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδων·
483
'ὦ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν ἥν περ ὑπέστης,
484
οἴκαδε πεμψέμεναι· ϑυμὸς δέ μοι ἔσσυται ἤδη
485
ἠδ' ἄλλων ἑτάρων, οἵ μευ ϕϑινύϑουσι ϕίλον κῆρ
486
ἀμϕ' ἔμ' ὀδυρόμενοι, ὅτε που σύγε νόσϕι γένηαι.'
62

Line Group 62

487
ὣς ἐϕάμην, ἡ δ' αὐτίκ' ἀμείβετο δῖα ϑεάων·
63

Line Group 63

488
'Διογενὲς Λαερτιάδη, πολυμήχαν' ᾽Οδυσσεῦ,
489
μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ.
490
ἀλλ' ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσϑαι
491
εἰς ᾽Αίδαο δόμους καὶ ἐπαινῆς Περσεϕονείης,
492
ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο,
493
μάντηος ἀλαοῦ, τοῦ τε ϕρένες ἔμπεδοί εἰσι·
494
τῷ καὶ τεϑνηῶτι νόον πόρε Περσεϕόνεια
495
οἴῳ πεπνῦσϑαι· τοὶ δὲ σκιαὶ ἀίσσουσιν.'
64

Line Group 64

496
ὣς ἔϕατ', αὐτὰρ ἔμοιγε κατεκλάσϑη ϕίλον ἦτορ·
497
κλαῖον δ' ἐν λεχέεσσι καϑήμενος, οὐδέ νύ μοι κῆρ
498
ἤϑελ' ἔτι ζώειν καὶ ὁρᾶν ϕάος ἠελίοιο.
499
αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσϑην,
500
καὶ μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδων·
65

Line Group 65

501
'ὦ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει;
502
εἰς ῎Αιδος δ' οὔ πώ τις ἀϕίκετο νηὶ μελαίνῃ.'
66

Line Group 66

503
ὣς ἐϕάμην, ἡ δ' αὐτίκ' ἀμείβετο δῖα ϑεάων·
67

Line Group 67

505
'μή τί τοι ἡγεμόνος γε ποϑὴ παρὰ νηὶ μελέσϑω,
506
ἱστὸν δὲ στήσας ἀνά ϑ' ἱστία λευκὰ πετάσσας
507
ἧσϑαι· τὴν δέ κέ τοι πνοιὴ βορέαο ϕέρῃσιν.
508
ἀλλ' ὁπότ' ἂν δὴ νηὶ δι' ᾽Ωκεανοῖο περήσῃς,
509
ἔνϑ' ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεϕονείης,
510
μακραί τ' αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι,
511
νῆα μὲν αὐτοῦ κέλσαι ἐπ' ᾽Ωκεανῷ βαϑυδίνῃ,
512
αὐτὸς δ' εἰς ᾽Αίδεω ἰέναι δόμον εὐρώεντα.
513
ἔνϑα μὲν εἰς ᾽Αχέροντα Πυριϕλεγέϑων τε ῥέουσι
514
Κώκυτός ϑ', ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ,
515
πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων·
516
ἔνϑα δ' ἔπειϑ', ἥρως, χριμϕϑεὶς πέλας, ὥς σε κελεύω,
517
βόϑρον ὀρύξαι ὅσον τε πυγούσιον ἔνϑα καὶ ἔνϑα,
518
ἀμϕ' αὐτῷ δὲ χοὴν χεῖσϑαι πᾶσιν νεκύεσσι,
519
πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,
520
τὸ τρίτον αὖϑ' ὕδατι· ἐπὶ δ' ἄλϕιτα λευκὰ παλύνειν.
521
πολλὰ δὲ γουνοῦσϑαι νεκύων ἀμενηνὰ κάρηνα,
522
ἐλϑὼν εἰς ᾽Ιϑάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,
523
ῥέξειν ἐν μεγάροισι πυρήν τ' ἐμπλησέμεν ἐσϑλῶν,
524
Τειρεσίῃ δ' ἀπάνευϑεν ὄιν ἱερευσέμεν οἴω
525
παμμέλαν', ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν.
526
αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔϑνεα νεκρῶν,
527
ἔνϑ' ὄιν ἀρνειὸν ῥέζειν ϑῆλύν τε μέλαιναν
528
εἰς ῎Ερεβος στρέψας, αὐτὸς δ' ἀπὸ νόσϕι τραπέσϑαι
529
ἱέμενος ποταμοῖο ῥοάων· ἔνϑα δὲ πολλαὶ
530
ψυχαὶ ἐλεύσονται νεκύων κατατεϑνηώτων.
531
δὴ τότ' ἔπειϑ' ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαι
532
μῆλα, τὰ δὴ κατάκειτ' ἐσϕαγμένα νηλέι χαλκῷ,
533
δείραντας κατακῆαι, ἐπεύξασϑαι δὲ ϑεοῖσιν,
534
ἰϕϑίμῳ τ' ᾽Αίδῃ καὶ ἐπαινῇ Περσεϕονείῃ·
535
αὐτὸς δὲ ξίϕος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
536
ἧσϑαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνα
537
αἵματος ἄσσον ἴμεν πρὶν Τειρεσίαο πυϑέσϑαι.
538
ἔνϑα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαῶν,
539
ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύϑου
540
νόστον ϑ', ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχϑυόεντα.'
68

Line Group 68

541
ὣς ἔϕατ', αὐτίκα δὲ χρυσόϑρονος ἤλυϑεν ᾽Ηώς.
542
ἀμϕὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν·
543
αὐτὴ δ' ἀργύϕεον ϕᾶρος μέγα ἕννυτο Νύμϕη,
544
λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετ' ἰξυι
545
καλὴν, χρυσείην, κεϕαλῇ δ' ἐπέϑηκε καλύπτρην.
546
αὐτὰρ ἐγὼ διὰ δῶμα κιὼν ὤτρυνον ἑταίρους
547
μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·
69

Line Group 69

548
'μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον,
549
ἀλλ' ἴομεν· δὴ γάρ μοι ἐπέϕραδε πότνια Κίρκη.'
70

Line Group 70

550
ὣς ἐϕάμην, τοῖσιν δ' ἐπεπείϑετο ϑυμὸς ἀγήνωρ.
551
οὐ δὲ μὲν οὐδ' ἔνϑέν περ ἀπήμονας ἦγον ἑταίρους.
552
᾽Ελπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τι λίην
553
ἄλκιμος ἐν πολέμῳ οὔτε ϕρεσὶν ᾗσιν ἀρηρώς,
554
ὅς μοι ἄνευϑ' ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης,
555
ψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων·
556
κινυμένων δ' ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας
557
ἐξαπίνης ἀνόρουσε, καὶ ἐκλάϑετο ϕρεσὶν ᾗσιν
558
ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,
559
ἀλλὰ κατ' ἀντικρὺ τέγεος πέσεν· ἐκ δέ οἱ αὐχὴν
560
ἀστραγάλων ἐάγη, ψυχὴ δ' ῎Αιδός δὲ κατῆλϑεν.
561
ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦϑον ἔειπον·
71

Line Group 71

562
'ϕάσϑε νύ που οἶκον δὲ ϕίλην ἐς πατρίδα γαῖαν
563
ἔρχεσϑ'· ἄλλην δ' ἧμιν ὁδὸν τεκμήρατο Κίρκη
564
εἰς ᾽Αίδαο δόμους καὶ ἐπαινῆς Περσεϕονείης,
565
ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο.'
72

Line Group 72

566
ὣς ἐϕάμην, τοῖσιν δὲ κατεκλάσϑη ϕίλον ἦτορ,
567
ἑζόμενοι δὲ κατ' αὖϑι γόων τίλλοντό τε χαίτας:
568
ἀλλ' οὐ γάρ τις πρῆξις ἐγίνετο μυρομένοισιν.
73

Line Group 73

569
ἀλλ' ὅτε δή ῥ' ἐπὶ νῆα ϑοὴν καὶ ϑῖνα ϑαλάσσης
570
ᾔομεν ἀχνύμενοι, ϑαλερὸν κατὰ δάκρυ χέοντες,
571
τόϕρα δ' ἄρ' οἰχομένη Κίρκη παρὰ νηὶ: μελαίνῃ
572
ἀρνειὸν κατέδησεν ὄιν ϑῆλύν τε μέλαιναν,
573
ῥεῖα παρ' ἐξ ἐλϑοῦσα· τίς ἂν ϑεὸν οὐκ ἐϑέλοντα
574
ὀϕϑαλμοῖσιν ἴδοιτ' ἢ ἔνϑ' ἢ ἔνϑα κιόντα;

Chapter 11: ΟΔΥΣΣΕΙΑΣ Λ

1

Line Group 1

1
Αὐτὰρ ἐπεί ῥ' ἐπὶ νῆα κατήλϑομεν ἠδὲ ϑάλασσαν,
2
νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
3
ἐν δ' ἱστὸν τιϑέμεσϑα καὶ ἱστία νηὶ: μελαίνῃ,
4
ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοι
5
βαίνομεν ἀχνύμενοι, ϑαλερὸν κατὰ δάκρυ χέοντες.
6
ἡμῖν δ' αὖ κατόπισϑε νεὸς κυανοπρῴροιο
7
ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσϑλὸν ἑταῖρον,
8
Κίρκη ἐυπλόκαμος, δεινὴ ϑεὸς αὐδήεσσα.
9
ἡμεῖς δ' ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
10
ἥμεϑα· τὴν δ' ἄνεμός τε κυβερνήτης τ' ἴϑυνε.
11
τῆς δὲ πανημερίης τέταϑ' ἱστία ποντοπορούσης:
12
δύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
2

Line Group 2

13
ἡ δ' ἐς πείραϑ' ἵκανε βαϑυρρόου ᾽Ωκεανοῖο.
14
ἔνϑα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε,
15
ἠέρι καὶ νεϕέλῃ κεκαλυμμένοι· οὐδέ ποτ' αὐτοὺς
16
᾽Ηέλιος ϕαέϑων καταδέρκεται ἀκτίνεσσιν,
17
οὔϑ' ὁπότ' ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα,
18
οὔϑ' ὅτ' ἂν ἂψ ἐπὶ γαῖαν ἀπ' οὐρανόϑεν προτράπηται,
19
ἀλλ' ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι.
20
νῆα μὲν ἔνϑ' ἐλϑόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλα
21
εἱλόμεϑ'· αὐτοὶ δ' αὖτε παρὰ ῥόον ᾽Ωκεανοῖο
22
ᾔομεν, ὄϕρ' ἐς χῶρον ἀϕικόμεϑ' ὃν ϕράσε Κίρκη.
3

Line Group 3

23
ἔνϑ' ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τε
24
ἔσχον· ἐγὼ δ' ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
25
βόϑρον ὄρυξ' ὅσσον τε πυγούσιον ἔνϑα καὶ ἔνϑα·
26
ἀμϕ' αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι,
27
πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,
28
τὸ τρίτον αὖϑ' ὕδατι· ἐπὶ δ' ἄλϕιτα λευκὰ πάλυνον.
29
πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα,
30
ἐλϑὼν εἰς ᾽Ιϑάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,
31
ῥέξειν ἐν μεγάροισι πυρήν τ' ἐμπλησέμεν ἐσϑλῶν,
32
Τειρεσίῃ δ' ἀπάνευϑεν ὄιν ἱερευσέμεν οἴῳ
33
παμμέλαν', ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.
34
τοὺς δ' ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔϑνεα νεκρῶν,
35
ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα
36
ἐς βόϑρον, ῥέε δ' αἷμα κελαινεϕές: αἱ δ' ἀγέροντο
37
ψυχαὶ ὑπ' ἐξ ᾽Ερέβευς νεκύων κατατεϑνηώτων·
38
νύμϕαι τ' ἠίϑεοί τε πολύτλητοί τε γέροντες
39
παρϑενικαί τ' ἀταλαὶ νεοπενϑέα ϑυμὸν ἔχουσαι·
40
πολλοὶ δ' οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν,
41
ἄνδρες ᾽Αρηίϕατοι βεβροτωμένα τεύχε' ἔχοντες:
42
οἳ πολλοὶ περὶ βόϑρον ἐϕοίτων ἄλλοϑεν ἄλλος
43
ϑεσπεσίῃ ἰαχῇ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει.
44
δὴ τότ' ἔπειϑ' ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
45
μῆλα, τὰ δὴ κατέκειτ' ἐσϕαγμένα νηλέι χαλκῷ,
46
δείραντας κατακῆαι, ἐπεύξασϑαι δὲ ϑεοῖσιν,
47
ἰϕϑίμῳ τ' ᾽Αίδῃ καὶ ἐπαινῇ Περσεϕονείῃ.
48
αὐτὸς δὲ ξίϕος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
49
ἥμην οὐδ' εἴων νεκύων ἀμενηνὰ κάρηνα
50
αἵματος ἄσσον ἴμεν πρὶν Τειρεσίαο πυϑέσϑαι.
4

Line Group 4

51
πρώτη δὲ ψυχὴ ᾽Ελπήνορος ἦλϑεν ἑταίρου·
52
οὐ γάρ πω ἐτέϑαπτο ὑπὸ χϑονὸς εὐρυοδείης:
53
σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖς
54
ἄκλαυτον καὶ ἄϑαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε.
55
τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε ϑυμῷ,
56
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδων·
5

Line Group 5

57
'᾽Ελπῆνορ, πῶς ἦλϑες ὑπὸ ζόϕον ἠερόεντα;
58
ἔϕϑης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηὶ μελαίνῃ.'
6

Line Group 6

59
ὣς ἐϕάμην, ὁ δέ μ' οἰμώξας ἠμείβετο μύϑῳ·
7

Line Group 7

60
'Διογενὲς Λαερτιάδη, πολυμήχαν' ᾽Οδυσσεῦ,
61
ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀϑέσϕατος οἶνος:
62
Κίρκης δ' ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησα
63
ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,
64
ἀλλὰ κατ' ἀντικρὺ τέγεος πέσον· ἐκ δέ μοι αὐχὴν
65
ἀστραγάλων ἐάγη, ψυχὴ δ' ῎Αιδος δὲ κατῆλϑε.
66
νῦν δέ σε τῶν ὄπιϑεν γουνάζομαι, οὐ παρεόντων,
67
πρός τ' ἀλόχου καὶ πατρός, ὅ σε τρέϕε τυτϑὸν ἐόντα,
68
Τηλεμάχου ϑ', ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες:
69
οἶδα γὰρ ὡς ἐνϑένδε κιὼν δόμου ἐξ ᾽Αίδαο
70
νῆσον ἐς Αἰαίην σχήσεις εὐεργέα νῆα·
71
ἔνϑα σ' ἔπειτα, ἄναξ, κέλομαι μνήσασϑαι ἐμεῖο.
72
μή μ' ἄκλαυτον, ἄϑαπτον ἰὼν ὄπιϑεν καταλείπειν,
73
νοσϕισϑείς, μή τοί τι ϑεῶν μήνιμα γένωμαι,
74
ἀλλά με κακκῆαι σὺν τεύχεσιν, ἅσσα μοί ἐστι,
75
σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ ϑινὶ ϑαλάσσης,
76
ἀνδρὸς δυστήνοιο, καὶ ἐσσομένοισι πυϑέσϑαι·
77
ταῦτά τέ μοι τελέσαι πῆξαί τ' ἐπὶ τύμβῳ ἐρετμόν,
78
τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετ' ἐμοῖς ἑτάροισιν.'
8

Line Group 8

79
ὣς ἔϕατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
9

Line Group 9

80
'ταῦτά τοι, ὦ δύστηνε, τελευτήσω τε καὶ ἕρξω.'
10

Line Group 10

81
νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
82
ἥμεϑ', ἐγὼ μὲν ἄνευϑεν ἐϕ' αἵματι ϕάσγανον ἴσχων,
83
εἴδωλον δ' ἑτέρωϑεν ἑταίρου πόλλ' ἀγόρευεν.
11

Line Group 11

84
ἦλϑε δ' ἐπὶ ψυχὴ μητρὸς κατατεϑνηυίης,
85
Αὐτολύκου ϑυγάτηρ μεγαλήτορος ᾽Αντίκλεια,
86
τὴν ζωὴν κατέλειπον ἰὼν εἰς ῎Ιλιον ἱρήν.
87
τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε ϑυμῷ·
88
ἀλλ' οὐδ' ὧς εἴων προτέρην, πυκινόν περ ἀχεύων,
89
αἵματος ἄσσον ἴμεν πρὶν Τειρεσίαο πυϑέσϑαι.
12

Line Group 12

90
ἦλϑε δ' ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο,
91
χρύσεον σκῆπτρον ἔχων· ἐμὲ δ' ἔγνω καὶ προσέειπε·
13

Line Group 13

93
'τίπτ' αὖτ', ὦ δύστηνε, λιπὼν ϕάος ἠελίοιο
94
ἤλυϑες, ὄϕρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον;
95
ἀλλ' ἀποχάζεο βόϑρου, ἄπισχε δὲ ϕάσγανον ὀξύ,
96
αἵματος ὄϕρα πίω καί τοι νημερτέα εἴπω.'
14

Line Group 14

97
ὣς ϕάτ', ἐγὼ δ' ἀναχασσάμενος ξίϕος ἀργυρόηλον
98
κουλεῷ ἐγκατέπηξ'· ὁ δ' ἐπεὶ πίεν αἷμα κελαινόν,
99
καὶ τότε δή μ' ἐπέεσσι προσηύδα μάντις ἀμύμων·
15

Line Group 15

100
'νόστον δίζηαι μελιηδέα, ϕαίδιμ' ᾽Οδυσσεῦ·
101
τὸν δέ τοι ἀργαλέον ϑήσει ϑεός. οὐ γὰρ ὀίω
102
λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνϑετο ϑυμῷ,
103
χωόμενος ὅτι οἱ υἱὸν ϕίλον ἐξαλάωσας.
104
ἀλλ' ἔτι μέν κε καὶ ὧς κακά περ πάσχοντες ἵκοισϑε,
105
αἴ κ' ἐϑέλῃς σὸν ϑυμὸν ἐρυκακέειν καὶ ἑταίρων,
106
ὁππότε κεν πρῶτον πελάσῃς εὐεργέα νῆα
107
Θρινακίῃ νήσῳ, προϕυγὼν ἰοειδέα πόντον,
108
βοσκομένας δ' εὕρητε βόας καὶ ἴϕια μῆλα
109
᾽Ηελίου, ὃς πάντ' ἐϕορᾷ καὶ πάντ' ἐπακούει.
110
τὰς εἰ μέν κ' ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,
111
καί κεν ἔτ' εἰς ᾽Ιϑάκην κακά περ πάσχοντες, ἵκοισϑε·
112
εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομ' ὄλεϑρον
113
νηί τε καὶ ἑτάροις: αὐτὸς δ' εἴ πέρ κεν ἀλύξῃς,
114
ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους,
115
νηὸς ἐπ' ἀλλοτρίης: δήεις δ' ἐν πήματα οἴκῳ,
116
ἄνδρας ὑπερϕιάλους, οἵ τοι βίοτον κατέδουσι
117
μνώμενοι ἀντιϑέην ἄλοχον καὶ ἕδνα διδόντες.
118
ἀλλ' ἤτοι κείνων γε βίας ἀποτείσεαι ἐλϑών·
119
αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
120
κτείνῃς ἠὲ δόλῳ ἢ ἀμϕαδὸν ὀξέι χαλκῷ,
121
ἔρχεσϑαι δὴ ἔπειτα, λαβὼν εὐῆρες ἐρετμόν,
122
εἰς ὅ κε τοὺς ἀϕίκηαι, οἳ οὐκ ἴσασι ϑάλασσαν
123
ἀνέρες οὐδέ ϑ' ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·
124
οὐδ' ἄρα τοὶ ἴσασι νέας ϕοινικοπαρῄους
125
οὐδ' εὐήρε' ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
126
σῆμα δέ τοι ἐρέω μάλ' ἀριϕραδές, οὐδέ σε λήσει·
127
ὁππότε κεν δή τοι ξυμβλήμενος ἄλλος ὁδίτης
128
ϕήῃ ἀϑηρηλοιγὸν ἔχειν ἀνὰ ϕαιδίμῳ ὤμῳ,
129
καὶ τότε δὴ γαίῃ πήξας εὐῆρες ἐρετμόν,
130
ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
131
ἀρνειὸν ταῦρόν τε συῶν τ' ἐπιβήτορα κάπρον,
132
οἴκαδ' ἀποστείχειν ἕρδειν ϑ' ἱερὰς ἑκατόμβας
133
ἀϑανάτοισι ϑεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
134
πᾶσι μάλ' ἑξείης. ϑάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ
135
ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέϕνῃ
136
γήρᾳ ὕπο λιπαρῷ ἀρημένον· ἀμϕὶ δὲ λαοὶ
137
ὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω.'
16

Line Group 16

138
ὣς ἔϕατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
17

Line Group 17

139
'Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν ϑεοὶ αὐτοί.
140
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
141
μητρὸς τήνδ' ὁρόω ψυχὴν κατατεϑνηυίης:
142
ἡ δ' ἀκέουσ' ἧσται σχεδὸν αἵματος οὐδ' ἑὸν υἱὸν
143
ἔτλη ἐσ' ἄντα ἰδεῖν οὐδὲ προτιμυϑήσασϑαι·
144
εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;'
18

Line Group 18

145
ὣς ἐϕάμην, ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπε·
19

Line Group 19

146
'ῥηίδιόν τοι ἔπος ἐρέω καὶ ἐνὶ ϕρεσὶ ϑήσω·
147
ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεϑνηώτων
148
αἵματος ἄσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει·
149
ᾧ δέ κ' ἐπιϕϑονέῃς, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.'
20

Line Group 20

150
ὣς ϕαμένη ψυχὴ μὲν ἔβη δόμον ῎Αιδος εἴσω
151
Τειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ ϑέσϕατ' ἔλεξεν.
152
αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄϕρ' ἐπὶ μήτηρ
153
ἤλυϑε καὶ πίεν αἷμα κελαινεϕές: αὐτίκα δ' ἔγνω,
154
καί μ' ὀλοϕυρομένη ἔπεα πτερόεντα προσηύδα·
21

Line Group 21

155
'τέκνον ἐμόν, πῶς ἦλϑες ὑπὸ ζόϕον ἠερόεντα
156
ζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσϑαι.
157
μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεϑρα,
158
᾽Ωκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι
159
πεζὸν ἐόντ', ἢν μή τις ἔχῃ εὐεργέα νῆα.
160
ἦ νῦν δὴ Τροίηϑεν ἀλώμενος ἐνϑάδ' ἱκάνεις
161
νηί τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλϑες
162
εἰς ᾽Ιϑάκην οὐδ' εἶδες ἐνὶ μεγάροισι γυναῖκα;'
22

Line Group 22

163
ὣς ἔϕατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
23

Line Group 23

164
'μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς ᾽Αίδαο
165
ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο·
166
οὐ γάρ πω σχεδὸν ἦλϑον ᾽Αχαιίδος, οὐδέ πω ἁμῆς
167
γῆς ἐπέβην, ἀλλ' αἰὲν ἔχων ἀλάλημαι ὀιζύν,
168
ἐξ οὗ τὰ πρώτισϑ' ἑπόμην ᾽Αγαμέμνονι δίῳ
169
῎Ιλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μαχοίμην.
170
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
171
τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος ϑανάτοιο;
172
ἢ δολιχὴ νοῦσος, ἦ ῎Αρτεμις ἰοχέαιρα
173
οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχομένη κατέπεϕνεν;
174
εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον,
175
ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδη
176
ἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δ' οὐκέτι ϕασὶ νέεσϑαι.
177
εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε,
178
ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα ϕυλάσσει,
179
ἦ ἤδη μιν ἔγημεν ᾽Αχαιῶν ὅς τις ἄριστος.'
24

Line Group 24

180
ὣς ἐϕάμην, ἡ δ' αὐτίκ' ἀμείβετο πότνια μήτηρ·
25

Line Group 25

181
'καὶ λίην κείνη γε μένει τετληότι ϑυμῷ
182
σοῖσιν ἐνὶ μεγάροισιν· ὀιζυραὶ δέ οἱ αἰεὶ
183
ϕϑίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
184
σὸν δ' οὔ πώ τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλος
185
Τηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσας
186
δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρ' ἀλεγύνειν·
187
πάντες γὰρ καλέουσι. πατὴρ δὲ σὸς αὐτόϑι μίμνει
188
ἀγρῷ, οὐδὲ πόλιν δὲ κατέρχεται· οὐδέ οἱ εὐναὶ
189
δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα,
190
ἀλλ' ὅ γε χεῖμα μὲν εὕδει ὅϑι δμῶες ἐνὶ οἴκῳ,
191
ἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροὶ: εἵματα εἷται·
192
αὐτὰρ ἐπὴν ἔλϑῃσι ϑέρος τεϑαλυῖά τ' ὀπώρη,
193
πάντῃ οἱ κατὰ γουνὸν ἀλῳῆς οἰνοπέδοιο
194
ϕύλλων κεκλιμένων χϑαμαλαὶ βεβλήαται εὐναί.
195
ἔνϑ' ὅ γε κεῖτ' ἀχέων, μέγα δὲ ϕρεσὶ πένϑος ἀέξει
196
σὸν νόστον ποϑέων· χαλεπὸν δ' ἐπὶ γῆρας ἱκάνει.
197
οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον·
198
οὔτ' ἐμέ γ' ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιρα
199
οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχομένη κατέπεϕνεν,
200
οὔτε τις οὖν μοι νοῦσος ἐπήλυϑεν, ἥ τε μάλιστα
201
τηκεδόνι στυγερῇ μελέων ἐξείλετο ϑυμόν·
202
ἀλλά με σός τε πόϑος σά τε μήδεα, ϕαίδιμ' ᾽Οδυσσεῦ,
203
σή τ' ἀγανοϕροσύνη μελιηδέα ϑυμὸν ἀπηύρα.'
26

Line Group 26

204
ὣς ἔϕατ', αὐτὰρ ἔγωγ' ἔϑελον ϕρεσὶ μερμηρίξας
205
μητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεϑνηυίης.
206
τρὶς μὲν ἐϕωρμήϑην, ἑλέειν τέ με ϑυμὸς ἀνώγει,
207
τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ
208
ἔπτατ'. ἐμοὶ δ' ἄχος ὀξὺ γενέσκετο κηρόϑι μᾶλλον,
209
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδων·
27

Line Group 27

210
'μῆτερ ἐμή, τί νύ μ' οὐ μίμνεις ἑλέειν μεμαῶτα,
211
ὄϕρα καὶ εἰν ᾽Αίδαο ϕίλας περὶ χεῖρε βαλόντε
212
ἀμϕοτέρω κρυεροῖο τεταρπώμεσϑα γόοιο;
213
ἦ τί μοι εἴδωλον τόδ' ἀγαυὴ Περσεϕόνεια
214
ὤτρυν', ὄϕρ' ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω;'
28

Line Group 28

215
ὣς ἐϕάμην, ἡ δ' αὐτίκ' ἀμείβετο πότνια μήτηρ·
29

Line Group 29

216
'ὤ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε ϕωτῶν,
217
οὔ τί σε Περσεϕόνεια, Διὸς ϑυγάτηρ, ἀπαϕίσκει,
218
ἀλλ' αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε ϑάνῃσιν·
219
οὐ γὰρ ἔτι σάρκάς τε καὶ ὀστέα ἶνες ἔχουσιν,
220
ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰϑομένοιο
221
δαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκ' ὀστέα ϑυμός,
222
ψυχὴ δ' ἠύτ' ὄνειρος ἀποπταμένη πεπότηται.
223
ἀλλὰ ϕόως δὲ τάχιστα λιλαίεο· ταῦτα δὲ πάντα
224
ἴσϑ', ἵνα καὶ μετόπισϑε τεῇ εἴπῃσϑα γυναικί.'
30

Line Group 30

225
νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεϑ', αἱ δὲ γυναῖκες
226
ἤλυϑον ή ὤτρυνεν γὰρ ἀγαυὴ Περσεϕόνεια ή
227
ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ ϑύγατρες.
228
αἱ δ' ἀμϕ' αἷμα κελαινὸν ἀολλέες ἠγερέϑοντο,
229
αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.
230
ἥδε δέ μοι κατὰ ϑυμὸν ἀρίστη ϕαίνετο βουλή·
231
σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ
232
οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν.
233
αἱ δὲ προμνηστῖναι ἐπήισαν, ἠδὲ ἑκάστη
234
ὃν γόνον ἐξαγόρευεν· ἐγὼ δ' ἐρέεινον ἁπάσας.
31

Line Group 31

235
ἔνϑ' ἤτοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν,
236
ἣ ϕάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι,
237
ϕῆ δὲ Κρηϑῆος γυνὴ ἔμμεναι Αἰολίδαο·
238
ἣ ποταμοῦ ἠράσσατ', ᾽Ενιπῆος ϑείοιο,
239
ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,
240
καί ῥ' ἐπ' ᾽Ενιπῆος πωλέσκετο καλὰ ῥέεϑρα.
241
τῷ δ' ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος
242
ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος:
243
πορϕύρεον δ' ἄρα κῦμα περιστάϑη, οὔρειὴ ἶσον,
244
κυρτωϑέν, κρύψεν δὲ ϑεὸν ϑνητήν τε γυναῖκα.
245
λῦσε δὲ παρϑενίην ζώνην, κατὰ δ' ὕπνον ἔχευεν.
246
αὐτὰρ ἐπεί ῥ' ἐτέλεσσε ϑεὸς ϕιλοτήσια ἔργα,
247
ἔν τ' ἄρα οἱ ϕῦ χειρὶ ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζε·
32

Line Group 32

248
'χαῖρε, γύναι, ϕιλότητι· περιπλομένου δ' ἐνιαυτοῦ
249
τέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποϕώλιοι εὐναὶ
250
ἀϑανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.
251
νῦν δ' ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδ' ὀνομήνῃς:
252
αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχϑων.'
33

Line Group 33

253
ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
254
ἡ δ' ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα,
255
τὼ κρατερὼ ϑεράποντε Διὸς μεγάλοιο γενέσϑην
256
ἀμϕοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ ᾽Ιαολκῷ
257
ναῖε πολύρρηνος, ὁ δ' ἄρ' ἐν Πύλῳ ἠμαϑόεντι.
258
τοὺς δ' ἑτέρους Κρηϑῆι τέκεν βασίλεια γυναικῶν,
259
Αἴσονά τ' ἠδὲ Φέρητ' ᾽Αμυϑάονά ϑ' ἱππιοχάρμην.
34

Line Group 34

260
τὴν δὲ μέτ' ᾽Αντιόπην ἴδον, ᾽Ασωποῖο ϑύγατρα,
261
ἣ δὴ καὶ Διὸς εὔχετ' ἐν ἀγκοίνῃσιν ἰαῦσαι·
262
καί ῥ' ἔτεκεν δύο παῖδ', ᾽Αμϕίονά τε Ζῆϑόν τε,
263
οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο,
264
πύργωσάν τ', ἐπεὶ οὐ μὲν ἀπύργωτόν γ' ἐδύναντο
265
ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.
35

Line Group 35

266
τὴν δὲ μετ' ᾽Αλκμήνην ἴδον, ᾽Αμϕιτρύωνος ἄκοιτιν,
267
ἥ ῥ' ῾Ηρακλῆα ϑρασυμέμνονα ϑυμολέοντα
268
γείνατ' ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα,
269
καὶ Μεγάρην, Κρείοντος ὑπερϑύμοιο ϑύγατρα,
270
τὴν ἔχεν ᾽Αμϕιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής.
36

Line Group 36

271
μητέρα τ' Οἰδιπόδαο ἴδον, καλὴν ᾽Επικάστην,
272
ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο,
273
γημαμένη ᾧ υἷι· ὁ δ' ὃν πατέρ' ἐξεναρίξας
274
γῆμεν· ἄϕαρ δ' ἀνάπυστα ϑεοὶ ϑέσαν ἀνϑρώποισιν.
275
ἀλλ' ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων
276
Καδμείων ἤνασσε ϑεῶν ὀλοὰς διὰ βουλάς:
277
ἡ δ' ἔβη εἰς ᾽Αίδαο πυλάρταο κρατεροῖο,
278
ἁψαμένη βρόχον αἰπὺν ἀϕ' ὑψηλοῖο μελάϑρου
279
ᾧ ἄχειὴ σχομένη· τῷ δ' ἄλγεα κάλλιπ' ὀπίσσω
280
πολλὰ μάλ', ὅσσα τε μητρὸς ᾽Ερινύες ἐκτελέουσι.
37

Line Group 37

281
καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς
282
γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα,
283
ὁπλοτάτην κούρην ᾽Αμϕίονος ᾽Ιασίδαο,
284
ὅς ποτ' ἐν ᾽Ορχομενῷ Μινυηίῳ ἶϕι ἄνασσεν·
285
ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα,
286
Νέστορά τε Χρομίον τε Περικλύμενόν τ' ἀγέρωχον.
287
τοῖσι δ' ἐπ' ἰϕϑίμην Πηρὼ τέκε, ϑαῦμα βροτοῖσι,
288
τὴν πάντες μνώοντο περικτίται· οὐδέ τι Νηλεὺς
289
τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους
290
ἐκ Φυλάκης ἐλάσειε βίης ᾽Ιϕικληείης
291
ἀργαλέας. τὰς δ' οἶος ὑπέσχετο μάντις ἀμύμων
292
ἐξελάαν· χαλεπὴ δὲ ϑεοῦ κατὰ μοῖρα πέδησε,
293
δεσμοί τ' ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.
294
ἀλλ' ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
295
ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυϑον ὧραι,
296
καὶ τότε δή μιν ἔλυσε βίη ᾽Ιϕικληείη,
297
ϑέσϕατα πάντ' εἰπόντα· Διὸς δ' ἐτελείετο βουλή.
38

Line Group 38

298
καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν,
299
ἥ ῥ' ὑπὸ Τυνδαρέῳ κρατερόϕρονε γείνατο παῖδε,
300
Κάστορά ϑ' ἱππόδαμον καὶ πὺξ ἀγαϑὸν Πολυδεύκεα,
301
τοὺς ἄμϕω ζωοὺς κατέχει ϕυσίζοος αἶα·
302
οἳ καὶ νέρϑεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες
303
ἄλλοτε μὲν ζώουσ' ἑτερήμεροι, ἄλλοτε δ' αὖτε
304
τεϑνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα ϑεοῖσι.
39

Line Group 39

305
τὴν δὲ μέτ' ᾽Ιϕιμέδειαν, ᾽Αλωῆος παράκοιτιν,
306
εἴσιδον, ἣ δὴ ϕάσκε Ποσειδάωνι μιγῆναι·
307
καί ῥ' ἔτεκεν δύο παῖδε ή μινυνϑαδίω δὲ γενέσϑην ή,
308
῎Ωτόν τ' ἀντίϑεον τηλεκλειτόν τ' ᾽Εϕιάλτην,
309
ουἠς δὴ μηκίστους ϑρέψε ζείδωρος ἄρουρα
310
καὶ πολὺ καλλίστους μετά γε κλυτὸν ᾽Ωρίωνα·
311
ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν
312
εὖρος, ἀτὰρ μῆκός γε γενέσϑην ἐννεόργυιοι.
313
οἵ ῥα καὶ ἀϑανάτοισιν ἀπειλήτην ἐν ᾽Ολύμπῳ
314
ϕυλόπιδα στήσειν πολυάικος πολέμοιο.
315
῎Οσσαν ἐπ' Οὐλύμπῳ μέμασαν ϑέμεν, αὐτὰρ ἐπ' ῎Οσσῃ
316
Πήλιον εἰνοσίϕυλλον, ἵν' οὐρανὸς ἀμβατὸς εἴη.
317
καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο·
318
ἀλλ' ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ,
319
ἀμϕοτέρω, πρίν σϕωιν ὑπὸ κροτάϕοισιν ἰούλους
320
ἀνϑῆσαι πυκάσαι τε γένυς εὐανϑέι λάχνῃ.
40

Line Group 40

321
Φαίδρην τε Πρόκρίν τε ἴδον καλήν τ' ᾽Αριάδνην,
322
κούρην Μίνωος ὀλοόϕρονος, ἥν ποτε Θησεὺς
323
ἐκ Κρήτης ἐς γουνὸν ᾽Αϑηνάων ἱεράων
324
ἦγε μέν, οὐ δ' ἀπόνητο· πάρος δέ μιν ῎Αρτεμις ἔκτα
325
Δίῃ ἐν ἀμϕιρύτῃ Διονύσου μαρτυρίῃσι.
41

Line Group 41

326
Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τ' ᾽Εριϕύλην,
327
ἣ χρυσὸν ϕίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
328
πάσας δ' οὐκ ἂν ἐγὼ μυϑήσομαι οὐδ' ὀνομήνω,
329
ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ ϑύγατρας:
330
πρὶν γάρ κεν καὶ νὺξ ϕϑῖτ' ἄμβροτος. ἀλλὰ καὶ ὥρη
331
εὕδειν, ἢ ἐπὶ νῆα ϑοὴν ἐλϑόντ' ἐς ἑταίρους
332
ἢ αὐτοῦ· πομπὴ δὲ ϑεοῖς ὑμῖν τε μελήσει."
42

Line Group 42

333
ὣς ἔϕαϑ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
334
κηληϑμῷ δ' ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
335
τοῖσιν δ' ᾽Αρήτη λευκώλενος ἤρχετο μύϑων·
43

Line Group 43

336
"Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε ϕαίνεται εἶναι
337
εἶδός τε μέγεϑός τε ἰδὲ ϕρένας ἔνδον ἐίσας...
338
ξεῖνος δ' αὖτ' ἐμός ἐστιν, ἕκαστος δ' ἔμμορε τιμῆς.
339
τῶ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶρα
340
οὕτω χρηίζοντι κολούετε· πολλὰ γὰρ ὑμῖν
341
κτήματ' ἐνὶ μεγάροισι ϑεῶν ἰότητι κέονται."
44

Line Group 44

342
τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως ᾽Εχένηος,
343
ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν·
344
"ὦ ϕίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδ' ἀπὸ δόξης
345
μυϑεῖται βασίλεια περίϕρων· ἀλλὰ πίϑεσϑε.
346
᾽Αλκινόου δ' ἐκ τοῦδ' ἔχεται ἔργον τε ἔπος τε."
45

Line Group 45

347
τὸν δ' αὖτ' ᾽Αλκίνοος ἀπαμείβετο ϕώνησέν τε·
46

Line Group 46

348
"τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἔγωγε
349
ζωὸς Φαιήκεσσι ϕιληρέτμοισιν ἀνάσσω.
350
ξεῖνος δὲ τλήτω, μάλα περ νόστοιο χατίζων,
351
ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν
352
δωτίνην τελέσω. πομπὴ δ' ἄνδρεσσι μελήσει
353
πᾶσι, μάλιστα δ' ἐμοί· τοῦ γὰρ κράτος ἔστ' ἐνὶ δήμῳ."
47

Line Group 47

354
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
48

Line Group 48

355
"᾽Αλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
356
εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτ' αὐτόϑι μίμνειν,
357
πομπήν τ' ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε,
358
καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη,
359
πλειοτέρῃ σὺν χειρὶ ϕίλην ἐς πατρίδ' ἱκέσϑαι·
360
καί κ' αἰδοιότερος καὶ ϕίλτερος ἀνδράσιν εἴην
361
πᾶσιν, ὅσοι μ' ᾽Ιϑάκην δὲ ἰδοίατο νοστήσαντα."
49

Line Group 49

362
τὸν δ' αὖτ' ᾽Αλκίνοος ἀπαμείβετο ϕώνησέν τε·
50

Line Group 50

363
"ὦ ᾽Οδυσεῦ, τὸ μὲν οὔ τί σ' ἐίσκομεν εἰσορόωντες,
364
ἠπεροπῆά τ' ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς
365
βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνϑρώπους
366
ψεύδεά τ' ἀρτύνοντας, ὅϑεν κέ τις οὐδὲ ἴδοιτο·
367
σοὶ δ' ἔπι μὲν μορϕὴ ἐπέων, ἔνι δὲ ϕρένες ἐσϑλαί,
368
μῦϑον δ' ὡς ὅτ' ἀοιδὸς ἐπισταμένως κατέλεξας,
369
πάντων ᾽Αργείων σέο τ' αὐτοῦ κήδεα λυγρά.
370
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
371
εἴ τινας ἀντιϑέων ἑτάρων ἴδες, οἵ τοι ἅμ' αὐτῷ
372
῎Ιλιον εἰς ἅμ' ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον.
373
νὺξ δ' ἥδε μάλα μακρή, ἀϑέσϕατος: οὐδέ πω ὥρη
374
εὕδειν ἐν μεγάρῳ· σὺ δέ μοι λέγε ϑέσκελα ἔργα.
375
καί κεν ἐς ᾽Ηῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ
376
τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυϑήσασϑαι."
51

Line Group 51

377
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
52

Line Group 52

378
"᾽Αλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
379
ὥρη μὲν πολέων μύϑων, ὥρη δὲ καὶ ὕπνου·
380
εἰ δ' ἔτ' ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἔγωγε
381
τούτων σοι ϕϑονέοιμι καὶ οἰκτρότερ' ἄλλ' ἀγορεύειν,
382
κήδε' ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισϑεν ὄλοντο·
383
οἳ Τρώων μὲν ὑπεξέϕυγον στονόεσσαν ἀυτήν,
384
ἐν νόστῳ δ' ἀπόλοντο κακῆς ἰότητι γυναικός.
53

Line Group 53

385
αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασ' ἄλλυδις ἄλλῃ
386
ἁγνὴ Περσεϕόνεια γυναικῶν ϑηλυτεράων,
387
ἦλϑε δ' ἐπὶ ψυχὴ ᾽Αγαμέμνονος ᾽Ατρείδαο
388
ἀχνυμένη· περὶ δ' ἄλλοι ἀγηγέραϑ', ὅσσοι ἄριστοι
389
οἴκῳ ἐν Αἰγίσϑοιο ϑάνον καὶ πότμον ἐπέσπον.
390
ἔγνω δ' αἶψ' ἐμὲ κεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν·
391
κλαῖε δ' ὅ γε λιγέως, ϑαλερὸν κατὰ δάκρυον εἴβων,
392
πιτνὰς εἰς ἐμὲ χεῖρας ὀρέξασϑαι μενεαίνων·
393
ἀλλ' οὐ γάρ οἱ ἔτ' ἦν ἲς ἔμπεδος οὐδ' ἔτι κῖκυς,
394
οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι.
395
τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε ϑυμῷ,
396
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδων·
54

Line Group 54

397
'᾽Ατρείδη κύδιστε, ἄναξ ἀνδρῶν, ᾽Αγάμεμνον,
398
τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος ϑανάτοιο;
399
ἠέ σέγ' ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
400
ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν;
401
ἦέ σ' ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ' ἐπὶ χέρσου
402
βοῦς περιταμνόμενον ἠδ' οἰῶν πώεα καλὰ
403
ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν;'
55

Line Group 55

404
ὣς ἐϕάμην, ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπε·
56

Line Group 56

405
'Διογενὲς Λαερτιάδη, πολυμήχαν' ᾽Οδυσσεῦ,
406
οὔτ' ἔμεγ' ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,
408
οὔτε μ' ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ' ἐπὶ χέρσου,
409
ἀλλά μοι Αἴγισϑος τεύξας ϑάνατόν τε μόρον τε
410
ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ, οἶκόνδε καλέσσας,
411
δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ ϕάτνῃ.
412
ὣς ϑάνον οἰκτίστῳ ϑανάτῳ· περὶ δ' ἄλλοι ἑταῖροι
413
νωλεμέως κτείνοντο, σύες ὣς ἀργιόδοντες,
414
οἵ ῥά τ' ἐν ἀϕνειοῦ ἀνδρὸς μέγα δυναμένοιο
415
ἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαπίνῃ τεϑαλυίῃ.
416
ἤδη μὲν πολέων ϕόνῳ ἀνδρῶν ἀντεβόλησας
417
μουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερῇ ὑσμίνῃ·
418
ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοϕύραο ϑυμῷ,
419
ὡς ἀμϕὶ κρητῆρα τραπέζας τε πληϑούσας
420
κείμεϑ' ἐνὶ μεγάρῳ, δάπεδον δ' ἅπαν αἵματι ϑῦεν.
421
οἰκτροτάτην δ' ἤκουσα ὄπα Πριάμοιο ϑυγατρὸς,
422
Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις
423
ἀμϕ' ἐμοί· αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων
424
βάλλον ἀποϑνῄσκων περὶ ϕασγάνῳ· ἡ δὲ κυνῶπις
425
νοσϕίσατ', οὐδέ μοι ἔτλη ἰόντι περ εἰς ᾽Αίδαο
426
χερσὶ κατ' ὀϕϑαλμοὺς ἑλέειν σύν τε στόμ' ἐρεῖσαι.
427
ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός,
428
ἥ τις δὴ τοιαῦτα μετὰ ϕρεσὶν ἔργα βάληται·
429
οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές,
430
κουριδίῳ τεύξασα πόσει ϕόνον. ἦ τοι ἔϕην γε
431
ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν
432
οἴκαδ' ἐλεύσεσϑαι· ἡ δ' ἔξοχα λύγρ' εἰδυῖα
433
οἷ τε κατ' αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω
434
ϑηλυτέρῃσι γυναιξί, καὶ ἥ κ' εὐεργὸς ἔῃσιν.'
57

Line Group 57

435
ὣς ἔϕατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
58

Line Group 58

436
'ὢ πόποι, ἦ μάλα δὴ γόνον ᾽Ατρέος εὐρύοπα Ζεὺς
437
ἐκπάγλως ἤχϑηρε γυναικείας διὰ βουλὰς
438
ἐξ ἀρχῆς: ῾Ελένης μὲν ἀπωλόμεϑ' εἵνεκα πολλοί,
439
σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόϑ' ἐόντι.'
59

Line Group 59

440
ὣς ἐϕάμην, ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπε·
60

Line Group 60

441
'τῶ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι,
442
μηδ' οἱ μῦϑον ἅπαντα πιϕαυσκέμεν, ὅν κ' ἔυ εἰδῇς,
443
ἀλλὰ τὸ μὲν ϕάσϑαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι.
444
ἀλλ' οὐ σοίγ', ᾽Οδυσεῦ, ϕόνος ἔσσεται ἔκ γε γυναικός:
445
λίην γὰρ πινυτή τε καὶ εὖ ϕρεσὶ μήδεα οἶδε
446
κούρη ᾽Ικαρίοιο, περίϕρων Πηνελόπεια.
447
ἦ μέν μιν νύμϕην γε νέην κατελείπομεν ἡμεῖς
448
ἐρχόμενοι πόλεμον δέ· πάις δέ οἱ ἦν ἐπὶ μαζῷ
449
νήπιος, ὅς που νῦν γε μετ' ἀνδρῶν ἵζει ἀριϑμῷ,
450
ὄλβιος: ἦ γὰρ τόν γε πατὴρ ϕίλος ὄψεται ἐλϑών,
451
καὶ κεῖνος πατέρα προσπτύξεται, ἣ ϑέμις ἐστίν.
452
ἡ δ' ἐμὴ οὐδέ περ υἷος ἐνιπλησϑῆναι ἄκοιτις
453
ὀϕϑαλμοῖσιν ἔασε· πάρος δέ με πέϕνε καὶ αὐτόν.
454
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ ϕρεσὶ βάλλεο σῇσι·
455
κρύβδην μηδ' ἀναϕανδά ϕίλην ἐς πατρίδα γαῖαν
456
νῆα κατισχέμεναι, ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.
457
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
458
εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο,
459
ἤ που ἐν ᾽Ορχομενῷ ἢ ἐν Πύλῳ ἠμαϑόεντι
460
ἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ·
461
οὐ γάρ πω τέϑνηκεν ἐπὶ χϑονὶ δῖος ᾽Ορέστης.'
61

Line Group 61

462
ὣς ἔϕατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
62

Line Group 62

463
'᾽Ατρεί:δη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα,
464
ζώει ὅ γ' ἦ τέϑνηκε· κακὸν δ' ἀνεμώλια βάζειν.'
63

Line Group 63

465
νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
466
ἕσταμεν ἀχνύμενοι, ϑαλερὸν κατὰ δάκρυ χέοντες:
467
ἦλϑε δ' ἐπὶ ψυχὴ Πηληιάδεω ᾽Αχιλῆος
468
καὶ Πατροκλῆος καὶ ἀμύμονος ᾽Αντιλόχοιο
469
Αἴαντός ϑ', ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
470
τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλείωνα.
471
ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο,
472
καί ῥ' ὀλοϕυρομένη ἔπεα πτερόεντα προσηύδα·
64

Line Group 64

473
'Διογενὲς Λαερτιάδη, πολυμήχαν' ᾽Οδυσσεῦ,
474
σχέτλιε, τίπτ' ἔτι μεῖζον ἐνὶ ϕρεσὶ μήσεαι ἔργον;
475
πῶς ἔτλης ῎Αιδος δὲ κατελϑέμεν, ἔνϑα τε νεκροὶ
476
ἀϕραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων;'
65

Line Group 65

477
ὣς ἔϕατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
66

Line Group 66

478
'ὦ ᾽Αχιλεῦ, Πηλῆος υἱέ, μέγα ϕέρτατ' ᾽Αχαιῶν,
479
ἦλϑον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν
480
εἴποι, ὅπως ᾽Ιϑάκην ἐς παιπαλόεσσαν ἱκοίμην·
481
οὐ γάρ πω σχεδὸν ἦλϑον ᾽Αχαιίδος, οὐδέ πω ἁμῆς
482
γῆς ἐπέβην, ἀλλ' αἰὲν ἔχω κακά. σεῖο δ', ᾽Αχιλλεῦ,
483
οὔ τις ἀνὴρ προπάροιϑε μακάρτερος οὔτ' ἄρ' ὀπίσσω·
484
πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα ϑεοῖσιν
485
᾽Αργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν
486
ἐνϑάδ' ἐών· τῶ μή τι ϑανὼν ἀκαχίζευ, ᾽Αχιλλεῦ.'
67

Line Group 67

487
ὣς ἐϕάμην, ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπε·
68

Line Group 68

488
'μὴ δή μοι ϑάνατόν γε παραύδα, ϕαίδιμ' ᾽Οδυσσεῦ.
489
βουλοίμην κ' ἐπάρουρος ἐὼν ϑητευέμεν ἄλλῳ,
490
ἀνδρὶ παρ' ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη,
491
ἢ πᾶσιν νεκύεσσι καταϕϑιμένοισιν ἀνάσσειν.
492
ἀλλ' ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦϑον ἐνίσπες,
493
ἢ ἕπετ' ἐς πόλεμον πρόμος ἔμμεναι ἦε καὶ οὐκί.
494
εἰπὲ δέ μοι, Πηλῆος ἀμύμονος εἴ τι πέπυσσαι,
495
ἢ ἔτ' ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν,
496
ἦ μιν ἀτιμάζουσιν ἀν' ῾Ελλάδα τε Φϑίην τε,
497
οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.
498
οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπ' αὐγὰς ἠελίοιο,
499
τοῖος ἐὼν οἷός ποτ' ἐνὶ Τροίῃ εὐρείῃ
500
πέϕνον λαὸν ἄριστον, ἀμύνων ᾽Αργείοισιν,
501
εἰ τοιόσδ' ἔλϑοιμι μίνυνϑά περ ἐς πατέρος δῶ,
502
τῶ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους,
503
οἳ κεῖνον βιόωνται ἐέργουσίν τ' ἀπὸ τιμῆς.'
69

Line Group 69

504
ὣς ἔϕατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
70

Line Group 70

505
'ἤτοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι,
506
αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο ϕίλοιο
507
πᾶσαν ἀληϑείην μυϑήσομαι, ὥς με κελεύεις:
508
αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης
509
ἤγαγον ἐκ Σκύρου μετ' ἐυκνήμιδας ᾽Αχαιούς.
510
ἤτοι ὅτ' ἀμϕὶ πόλιν Τροίην ϕραζοίμεϑα βουλάς,
511
αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύϑων·
512
Νέστωρ δ' ἀντίϑεος καὶ ἐγὼ νικάσκομεν οἴω.
513
αὐτὰρ ὅτ' ἀμϕὶ πόλιν Τροίην μαρναίμεϑ' ᾽Αχαιοί,
514
οὔ ποτ' ἐνὶ πληϑυῖ μένεν ἀνδρῶν οὐδ' ἐν ὁμίλῳ,
515
ἀλλὰ πολὺ προϑέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων·
516
πολλοὺς δ' ἄνδρας ἔπεϕνεν ἐν αἰνῇ δηιοτῆτι.
517
πάντας δ' οὐκ ἂν ἐγὼ μυϑήσομαι οὐδ' ὀνομήνω,
518
ὅσσον λαὸν ἔπεϕνεν ἀμύνων ᾽Αργείοισιν,
519
ἀλλ' οἷον τὸν Τηλεϕίδην κατενήρατο χαλκῷ,
520
ἥρω' Εὐρύπυλον· πολλοὶ δ' ἀμϕ' αὐτὸν ἑταῖροι
521
Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.
522
κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον.
523
αὐτὰρ ὅτ' εἰς ἵππον κατεβαίνομεν, ὃν κάμ' ᾽Επειός,
524
᾽Αργείων οἱ ἄριστοι, ἐμοὶ δ' ἐπὶ πάντ' ἐτέταλτο,
525
ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδ' ἐπιϑεῖναι,
526
ἔνϑ' ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες
527
δάκρυά τ' ὠμόργνυντο, τρέμον ϑ' ὑπὸ γυῖα ἑκάστου·
528
κεῖνον δ' οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀϕϑαλμοῖσιν
529
οὔτ' ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν
530
δάκρυ' ὀμορξάμενον· ὁ δέ με μάλα πόλλ' ἱκέτευεν
531
ἱππόϑεν ἐξέμεναι, ξίϕεος δ' ἐπεμαίετο κώπην
532
καὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα.
533
ἀλλ' ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
534
μοῖραν καὶ γέρας ἐσϑλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν
535
ἀσκηϑής, οὔτ' ἂρ βεβλημένος ὀξέι χαλκῷ
536
οὔτ' αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰ
537
γίνεται ἐν πολέμῳ· ἐπιμὶξ δέ τε μαίνεται ῎Αρης.'
71

Line Group 71

538
ὣς ἐϕάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαο
539
ϕοίτα μακρὰ βιβᾶσα κατ' ἀσϕοδελὸν λειμῶνα,
540
γηϑοσύνη ὅ οἱ υἱὸν ἔϕην ἀριδείκετον εἶναι.
72

Line Group 72

541
αἱ δ' ἄλλαι ψυχαὶ νεκύων κατατεϑνηώτων
542
ἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδε' ἑκάστη.
543
οἴη δ' Αἴαντος ψυχὴ Τελαμωνιάδαο
544
νόσϕιν ἀϕεστήκει, κεχολωμένη εἵνεκα νίκης,
545
τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ
546
τεύχεσιν ἀμϕ' ᾽Αχιλῆος: ἔϑηκε δὲ πότνια μήτηρ,
547
παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς ᾽Αϑήνη.
548
ὡς δὴ μὴ ὄϕελον νικᾶν τοιῷδ' ἐπ' ἀέϑλῳ·
549
τοίην γὰρ κεϕαλὴν ἕνεκ' αὐτῶν γαῖα κατέσχεν,
550
Αἴανϑ', ὃς περὶ μὲν εἶδος, περὶ δ' ἔργα τέτυκτο
551
τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλείωνα.
552
τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν·
73

Line Group 73

553
'Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρ' ἔμελλες
554
οὐδὲ ϑανὼν λήσεσϑαι ἐμοὶ χόλου εἵνεκα τευχέων
555
οὐλομένων; τὰ δὲ πῆμα ϑεοὶ ϑέσαν ᾽Αργείοισι·
556
τοῖος γάρ σϕιν πύργος ἀπώλεο· σεῖο δ' ᾽Αχαιοὶ
557
ἶσον ᾽Αχιλλῆος κεϕαλῇ Πηληιάδαο
558
ἀχνύμεϑα ϕϑιμένοιο διαμπερές. ου 'δέ τις ἄλλος
559
αἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάων
560
ἐκπάγλως ἤχϑηρε, τεὶ:ν δ' ἐπὶ μοῖραν ἔϑηκεν.
561
ἀλλ' ἄγε δεῦρο, ἄναξ, ἵν' ἔπος καὶ μῦϑον ἀκούσῃς
562
ἡμέτερον· δάμασον δὲ μένος καὶ ἀγήνορα ϑυμόν.'
74

Line Group 74

563
ὣς ἐϕάμην, ὁ δέ μ' οὐδὲν ἀμείβετο, βῆ δὲ μετ' ἄλλας
564
ψυχὰς εἰς ῎Ερεβος νεκύων κατατεϑνηώτων.
565
ἔνϑά χ' ὁμῶς προσέϕη κεχολωμένος, ἤ κεν ἐγὼ τόν·
566
ἀλλά μοι ἤϑελε ϑυμὸς ἐνὶ στήϑεσσι ϕίλοισι
567
τῶν ἄλλων ψυχὰς ἰδέειν κατατεϑνηώτων.
75

Line Group 75

568
ἔνϑ' ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν,
569
χρύσεον σκῆπτρον ἔχοντα, ϑεμιστεύοντα νέκυσσιν,
570
ἥμενον· οἱ δέ μιν ἀμϕὶ δίκας εἴροντο ἄνακτα,
571
ἥμενοι ἑσταότες τε, κατ' εὐρυπυλὲς ῎Αιδος δῶ.
76

Line Group 76

572
τὸν δὲ μέτ' ᾽Ωρίωνα πελώριον εἰσενόησα
573
ϑῆρας ὁμοῦ εἰλεῦντα κατ' ἀσϕοδελὸν λειμῶνα,
574
τοὺς αὐτὸς κατέπεϕνεν ἐν οἰοπόλοισιν ὄρεσσι,
575
χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.
77

Line Group 77

576
καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν,
577
κείμενον ἐν δαπέδῳ. ὁ δ' ἐπ' ἐννέα κεῖτο πέλεϑρα,
578
γῦπε δέ μιν ἑκάτερϑε παρημένω ἧπαρ ἔκειρον,
579
δέρτρον ἔσω δύνοντες: ὁ δ' οὐκ ἀπαμύνετο χερσί·
580
Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν,
581
Πυϑώ δ' ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.
78

Line Group 78

582
καὶ μὴν Τάνταλον εἰσεῖδον χαλέπ' ἄλγε' ἔχοντα,
583
ἑστεῶτ' ἐν λίμνῃ· ἡ δὲ προσέπλαζε γενείῳ.
584
στεῦτο δὲ διψάων, πιέειν δ' οὐκ εἶχεν ἑλέσϑαι·
585
ὁσσάκι γὰρ κύψει' ὁ γέρων πιέειν μενεαίνων,
586
τοσσάχ' ὕδωρ ἀπολέσκετ' ἀναβροχέν, ἀμϕὶ δὲ ποσσὶ
587
γαῖα μέλαινα ϕάνεσκε, καταζήνασκε δὲ δαίμων.
588
δένδρεα δ' ὑψιπέτηλα κατὰ κρῆϑεν χέε καρπόν,
589
ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
590
συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεϑόωσαι·
591
τῶν ὁπότ' ἰϑύσει' ὁ γέρων ἐπὶ χερσὶ μάσασϑαι,
592
τὰς δ' ἄνεμος ῥίπτασκε ποτὶ νέϕεα σκιόεντα.
79

Line Group 79

593
καὶ μὴν Σίσυϕον εἰσεῖδον κρατέρ' ἄλγε' ἔχοντα,
594
λᾶαν βαστάζοντα πελώριον ἀμϕοτέρῃσιν.
595
ἤτοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε
596
λᾶαν ἄνω ὤϑεσκε ποτὶ λόϕον· ἀλλ' ὅτε μέλλοι
597
ἄκρον ὑπερβαλέειν, τότ' ἀποστρέψασκε κραταιίς:
598
αὖτις ἔπειτα πέδον δὲ κυλίνδετο λᾶας ἀναιδής.
599
αὐτὰρ ὅ γ' ἂψ ὤσασκε τιταινόμενος, κατὰ δ' ἱδρὼς
600
ἔρρεεν ἐκ μελέων, κονίη δ' ἐκ κρατὸς ὀρώρει.
80

Line Group 80

601
τὸν δὲ μέτ' εἰσενόησα βίην ῾Ηρακληείην,
602
εἴδωλον· αὐτὸς δὲ μετ' ἀϑανάτοισι ϑεοῖσι
603
τέρπεται ἐν ϑαλίῃς καὶ ἔχει καλλίσϕυρον ῞Ηβην,
604
παῖδα Διὸς μεγάλοιο καὶ ῞Ηρης χρυσοπεδίλου.
605
ἀμϕὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς,
606
πάντοσ' ἀτυζομένων· ὁ δ' ἐρεμνῇ νυκτὶ ἐοικώς,
607
γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆϕιν ὀιστόν,
608
δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς.
609
σμερδαλέος δέ οἱ ἀμϕὶ περὶ στήϑεσσιν ἀορτὴρ
610
χρύσεος ἦν τελαμών, ἵνα ϑέσκελα ἔργα τέτυκτο,
611
ἄρκτοι τ' ἀγρότεροί τε σύες χαροποί τε λέοντες,
612
ὑσμῖναί τε μάχαι τε ϕόνοι τ' ἀνδροκτασίαι τε.
613
μὴ τεχνησάμενος μηδ' ἄλλο τι τεχνήσαιτο,
614
ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτϑετο τέχνῃ.
615
ἔγνω δ' αἶψ' ἐμὲ κεῖνος, ἐπεὶ ἴδεν ὀϕϑαλμοῖσι,
616
καί μ' ὀλοϕυρόμενος ἔπεα πτερόεντα προσηύδα·
81

Line Group 81

617
'Διογενὲς Λαερτιάδη, πολυμήχαν' ᾽Οδυσσεῦ,
618
ἆ δείλ', ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις,
619
ὅν περ ἐγὼν ὀχέεσκον ὑπ' αὐγὰς ἠελίοιο.
620
Ζηνὸς μὲν πάις ἦα Κρονίονος, αὐτὰρ ὀιζὺν
621
εἶχον ἀπειρεσίην· μάλα γὰρ πολὺ χείρονι ϕωτὶ
622
δεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετ' ἀέϑλους.
623
καί ποτέ μ' ἐνϑάδ' ἔπεμψε κύν' ἄξοντ'· οὐ γὰρ ἔτ' ἄλλον
624
ϕράζετο τοῦδέ τίv μοι κρατερώτερον εἶναι ἄεϑλον.
625
τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ ᾽Αίδαο·
626
῾Ερμείας δέ μ' ἔπεμπεν ἰδὲ γλαυκῶπις ᾽Αϑήνη.'
82

Line Group 82

627
ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον ῎Αιδος εἴσω,
628
αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτ' ἔλϑοι
629
ἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσϑεν ὄλοντο.
630
καί νύ κ' ἔτι προτέρους ἴδον ἀνέρας, ουἠς ἔϑελόν περ,
631
Θησέα Πειρίϑοόν τε, ϑεῶν ἐρικυδέα τέκνα·
632
ἀλλὰ πρὶν ἐπὶ ἔϑνε' ἀγείρετο μυρία νεκρῶν
633
ἠχῇ ϑεσπεσίῃ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει,
634
μή μοι Γοργείην κεϕαλὴν δεινοῖο πελώρου
635
ἐξ ᾽Αίδεω πέμψειεν ἀγαυὴ Περσεϕόνεια.
636
αὐτίκ' ἔπειτ' ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρους
637
αὐτούς τ' ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·
638
οἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῖσι καϑῖζον.
639
τὴν δὲ κατ' ᾽Ωκεανὸν ποταμὸν ϕέρε κῦμα ῥόοιο,
640
πρῶτα μὲν εἰρεσίῃ, μετέπειτα δὲ κάλλιμος οὖρος.

Chapter 12: ΟΔΥΣΣΕΙΑΣ Μ

1

Line Group 1

1
Αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον ᾽Ωκεανοῖο
2
νηῦς, ἀπὸ δ' ἵκετο κῦμα ϑαλάσσης εὐρυπόροιο
3
νῆσόν τ' Αἰαίην, ὅϑι τ' ᾽Ηοῦς ἠριγενείης
4
οἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ ᾽Ηελίοιο,
5
νῆα μὲν ἔνϑ' ἐλϑόντες ἐκέλσαμεν ἐν ψαμάϑοισιν,
6
ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι ϑαλάσσης:
7
ἔνϑα δ' ἀποβρίξαντες ἐμείναμεν ᾽Ηῶ δῖαν.
2

Line Group 2

8
ἦμος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
9
δὴ τότ' ἐγὼν ἑτάρους προί:ειν ἐς δώματα Κίρκης
10
οἰσέμεναι νεκρὸν ᾽Ελπήνορα τεϑνηῶτα.
11
ϕιτροὺς δ' αἶψα ταμόντες, ὅϑ' ἀκροτάτη πρόεχ' ἀκτή,
12
ϑάπτομεν ἀχνύμενοι, ϑαλερὸν κατὰ δάκρυ χέοντες.
13
αὐτὰρ ἐπεὶ νεκρός τε κάη καὶ τεύχεα νεκροῦ,
14
τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντες
15
πήξαμεν ἀκροτάτῳ τύμβῳ εὐῆρες ἐρετμόν.
3

Line Group 3

16
ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν· οὐδ' ἄρα Κίρκην
17
ἐξ ᾽Αίδεω ἐλϑόντες ἐλήϑομεν, ἀλλὰ μάλ' ὦκα
18
ἦλϑ' ἐντυναμένη· ἅμα δ' ἀμϕίπολοι ϕέρον αὐτῇ
19
σῖτον καὶ κρέα πολλὰ καὶ αἴϑοπα οἶνον ἐρυϑρόν.
20
ἡ δ' ἐν μέσσῳ στᾶσα μετηύδα δῖα ϑεάων·
4

Line Group 4

21
'σχέτλιοι, οἳ ζώοντες ὑπήλϑετε δῶμ' ᾽Αίδαο,
22
δισϑανέες, ὅτε τ' ἄλλοι ἅπαξ ϑνῄσκουσ' ἄνϑρωποι.
23
ἀλλ' ἄγετ' ἐσϑίετε βρώμην καὶ πίνετε οἶνον
24
αὖϑι πανημέριοι· ἅμα δ' ἠοῖ ϕαινομένηϕι
25
πλεύσεσϑ'· αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστα
26
σημανέω, ἵνα μή τι κακορραϕίῃ ἀλεγεινῇ
27
ἢ ἁλὸς ἢ ἐπὶ γῆς ἀλγήσετε πῆμα παϑόντες.'
5

Line Group 5

28
ὣς ἔϕαϑ', ἡμῖν δ' αὖτ' ἐπεπείϑετο ϑυμὸς ἀγήνωρ.
29
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
30
ἥμεϑα δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέϑυ ἡδύ·
31
ἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέϕας ἦλϑεν,
32
οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός,
33
ἡ δ' ἐμὲ χειρὸς ἑλοῦσα ϕίλων ἀπὸ νόσϕιν ἑταίρων
34
εἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα·
35
αὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα.
36
καὶ τότε δή μ' ἐπέεσσι προσηύδα πότνια Κίρκη·
6

Line Group 6

37
'ταῦτα μὲν οὕτω πάντα πεπείρανται· σὺ δ' ἄκουσον,
38
ὥς τοι ἐγὼν ἐρέω· μνήσει δέ σε καὶ ϑεὸς αὐτός.
39
Σειρῆνας μὲν πρῶτον ἀϕίξεαι, αἵ ῥά τε πάντας
40
ἀνϑρώπους ϑέλγουσιν, ὅτίς σϕεας εἰσαϕίκηται.
41
ὅς τις ἀιδρείῃ πελάσῃ καὶ ϕϑόγγον ἀκούσῃ
42
Σειρήνων, τῷ δ' οὔ τι γυνὴ καὶ νήπια τέκνα
43
οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται·
44
ἀλλά τε Σειρῆνες λιγυρῇ ϑέλγουσιν ἀοιδῇ,
45
ἥμεναι ἐν λειμῶνι· πολὺς δ' ἀμϕ' ὀστεόϕιν ϑὶς
46
ἀνδρῶν πυϑομένων, περὶ δὲ ῥινοὶ μινύϑουσιν.
47
ἀλλὰ παρ' ἐξ ἐλάαν, ἐπὶ δ' οὔατ' ἀλεῖψαι ἑταίρων
48
κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃ
49
τῶν ἄλλων· ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κ' ἐϑέλῃσϑα,
50
δησάντων σ' ἐν νηὶ ϑοῇ χεῖράς τε πόδας τε
51
ὀρϑὸν ἐν ἱστοπέδῃ, ἐκ δ' αὐτοῦ πείρατ' ἀνήϕϑω,
52
ὄϕρα κε τερπόμενος ὄπ' ἀκούῃς Σειρήνοιιν.
53
εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς,
54
οἱ δέ σ' ἐνὶ πλεόνεσσι τότε δεσμοῖσι διδέντων.
55
αὐτὰρ ἐπὴν δὴ τάς γε παρ' ἐξ ἐλάσωσιν ἑταῖροι,
56
ἔνϑα τοι οὐκέτ' ἔπειτα διηνεκέως ἀγορεύσω,
57
ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸς
58
ϑυμῷ βουλεύειν· ἐρέω δέ τοι ἀμϕοτέρωϑεν.
59
ἔνϑεν μὲν γὰρ πέτραι ἐπηρεϕέες, προτὶ δ' αὐτὰς
60
κῦμα μέγα ῥοχϑεῖ κυανώπιδος ᾽Αμϕιτρίτης:
61
Πλαγκτὰς δή τοι τάς γε ϑεοὶ μάκαρες καλέουσι.
62
τῇ μέν τ' οὐδὲ ποτητὰ παρέρχεται, οὐδὲ πέλειαι
63
τρήρωνες, ταί τ' ἀμβροσίην Διὶ πατρὶ ϕέρουσιν,
64
ἀλλά τε καὶ τῶν αἰὲν ἀϕαιρεῖται λὶς πέτρη·
65
ἀλλ' ἄλλην ἐνίησι πατὴρ ἐναρίϑμιον εἶναι.
66
τῇ δ' οὔ πώ τις νηῦς ϕύγεν ἀνδρῶν, ἥ τις ἵκηται,
67
ἀλλά ϑ' ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα ϕωτῶν
68
κύμαϑ' ἁλὸς ϕορέουσι πυρός τ' ὀλοοῖο ϑύελλαι.
69
οἴη δὴ κείνῃ γε παρέπλω ποντοπόρος νηῦς
70
᾽Αργὼ πασιμέλουσα, παρ' Αἰήταο πλέουσα·
71
καί νύ κε τὴν ἔνϑ' ὦκα βάλεν μεγάλας ποτὶ πέτρας,
72
ἀλλ' ῞Ηρη παρέπεμψεν, ἐπεὶ ϕίλος ἦεν ᾽Ιήσων.
73
οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει
74
ὀξείῃ κορυϕῇ, νεϕέλη δέ μιν ἀμϕιβέβηκε
75
κυανέη· τὸ μὲν οὔ ποτ' ἐρωεῖ, οὐδέ ποτ' αἴϑρη
76
κείνου ἔχει κορυϕὴν οὔτ' ἐν ϑέρει οὔτ' ἐν ὀπώρῃ·
77
οὐ δέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδ' ἐπιβαίη,
78
οὐδ' εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν·
79
πέτρη γὰρ λίς ἐστι, περιξέστῃ ἐικυῖα.
80
μέσσῳ δ' ἐν σκοπέλῳ ἐστὶ σπέος ἠεροειδές,
81
πρὸς ζόϕον εἰς ῎Ερεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖς
82
νῆα παρὰ γλαϕυρὴν ἰϑύνετε, ϕαίδιμ' ᾽Οδυσσεῦ.
83
οὐ δέ κεν ἐκ νηὸς γλαϕυρῆς αἰζήιος ἀνὴρ
84
τόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαϕίκοιτο.
85
ἔνϑα δ' ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα·
86
τῆς ἤτοι ϕωνὴ μὲν ὅση σκύλακος νεογιλῆς
87
γίνεται, αὐτὴ δ' αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν
88
γηϑήσειεν ἰδών, οὐδ' εἰ ϑεὸς ἀντιάσειε.
89
τῆς ἤτοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,
90
ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ
91
σμερδαλέη κεϕαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες,
92
πυκνοὶ καὶ ϑαμέες, πλεῖοι μέλανος ϑανάτοιο.
93
μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,
94
ἔξω δ' ἐξίσχει κεϕαλὰς δεινοῖο βερέϑρου·
95
αὐτοῦ δ' ἰχϑυάᾳ, σκόπελον περιμαιμώωσα,
96
δελϕῖνάς τε κύνας τε, καὶ εἴ ποϑι μεῖζον ἕλῃσι
97
κῆτος, ἃ μυρία βόσκει ἀγάστονος ᾽Αμϕιτρίτη.
98
τῇ δ' οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται
99
παρϕυγέειν σὺν νηί· ϕέρει δέ τε κρατὶ ἑκάστῳ
100
ϕῶτ' ἐξαρπάξασα νεὸς κυανοπρῴροιο.
101
τὸν δ' ἕτερον σκόπελον χϑαμαλώτερον ὄψει, ᾽Οδυσσεῦ,
102
πλησίον ἀλλήλων· καί κεν διοιὴστεύσειας.
103
τῷ δ' ἐν ἐρινεός ἐστι μέγας, ϕύλλοισι τεϑηλώς:
104
τῷ δ' ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ.
105
τρὶς μὲν γάρ τ' ἀνίησιν ἐπ' ἤματι, τρὶς δ' ἀναροιβδεῖ
106
δεινόν· μὴ σύγε κεῖϑι τύχοις ὅτε ῥοιβδήσειεν·
107
οὐ γάρ κεν ῥύσαιτό σ' ὑπ' ἐκ κακοῦ οὐδ' ἐνοσίχϑων.
108
ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκα
109
νῆα παρ' ἐξ ἐλάαν, ἐπεὶ ἦ πολὺ ϕέρτερόν ἐστιν
110
ἓξ ἑτάρους ἐν νηὶ ποϑήμεναι ἢ ἅμα πάντας.'
7

Line Group 7

111
ὣς ἔϕατ', αὐτὰρ ἐγώ μιν ἀτυζόμενος προσέειπον·
8

Line Group 8

112
'εἰ δ' ἄγε δή μοι τοῦτο, ϑεά, νημερτὲς ἐνίσπες,
113
εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροϕύγοιμι Χάρυβδιν,
114
τὴν δέ κ' ἀμυναίμην, ὅτε μοι σίνοιτό γ' ἑταίρους.'
9

Line Group 9

115
ὣς ἐϕάμην, ἡ δ' αὐτίκ' ἀμείβετο δῖα ϑεάων·
10

Line Group 10

116
'σχέτλιε, καὶ δ' αὖ τοι πολεμήια ἔργα μέμηλε
117
καὶ πόνος, οὐδὲ ϑεοῖσιν ὑπείξεαι ἀϑανάτοισιν;
118
ἡ δέ τοι οὐ ϑνητή, ἀλλ' ἀϑάνατον κακόν ἐστι,
119
δεινόν τ' ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν·
120
οὐδέ τίς ἔστ' ἀλκή· ϕυγέειν κάρτιστον ἀπ' αὐτῆς.
121
ἢν γὰρ δηϑύνῃσϑα κορυσσόμενος παρὰ πέτρῃ,
122
δείδω μή σ' ἐξαῦτις ἐϕορμηϑεῖσα κίχῃσι
123
τόσσῃσιν κεϕαλῇσι, τόσους δ' ἐκ ϕῶτας ἕληται.
124
ἀλλὰ μάλα σϕοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν,
125
μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν·
126
ἥ μιν ἔπειτ' ἀποπαύσει ἐς ὕστερον ὁρμηϑῆναι.
127
Θρινακίην δ' ἐς νῆσον ἀϕίξεαι· ἔνϑα δὲ πολλαὶ
128
βόσκοντ' ᾽Ηελίοιο βόες καὶ ἴϕια μῆλα,
129
ἑπτὰ βοῶν ἀγέλαι, τόσα δ' οἰῶν πώεα καλά,
130
πεντήκοντα δ' ἕκαστα. γόνος δ' οὐ γίνεται αὐτῶν,
131
οὐδέ ποτε ϕϑινύϑουσι. ϑεαὶ δ' ἐπιποιμένες εἰσί,
132
Νύμϕαι ἐυπλόκαμοι, Φαέϑουσά τε Λαμπετίη τε,
133
ἃς τέκεν ᾽Ηελίῳ ῾Υπερίονι δῖα Νέαιρα.
134
τὰς μὲν ἄρα ϑρέψασα τεκοῦσά τε πότνια μήτηρ
135
Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόϑι ναίειν,
136
μῆλα ϕυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς.
137
τὰς εἰ μέν κ' ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,
138
ἦ τ' ἂν ἔτ' εἰς ᾽Ιϑάκην κακά περ πάσχοντες ἵκοισϑε·
139
εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομ' ὄλεϑρον
140
νηί τε καὶ ἑτάροις: αὐτὸς δ' εἴ πέρ κεν ἀλύξῃς,
141
ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.'
142
ὣς ἔϕατ', αὐτίκα δὲ χρυσόϑρονος ἤλυϑεν ᾽Ηώς.
143
ἡ μὲν ἔπειτ' ἀνὰ νῆσον ἀπέστιχε δῖα ϑεάων·
144
αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους
145
αὐτούς τ' ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
146
οἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῖσι καϑῖζον.
148
ἡμῖν δ' αὖ κατόπισϑε νεὸς κυανοπρῴροιο
149
ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσϑλὸν ἑταῖρον,
150
Κίρκη ἐυπλόκαμος, δεινὴ ϑεὸς αὐδήεσσα.
151
αὐτίκα δ' ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
152
ἥμεϑα· τὴν δ' ἄνεμός τε κυβερνήτης τ' ἴϑυνε.
153
δὴ τότ' ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·
11

Line Group 11

154
'ὦ ϕίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύ' οἴους
155
ϑέσϕαϑ' ἅ μοι Κίρκη μυϑήσατο, δῖα ϑεάων·
156
ἀλλ' ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἠὲ ϑάνωμεν
157
ἤ κεν ἀλευάμενοι ϑάνατον καὶ κῆρα ϕύγοιμεν.
158
Σειρήνων μὲν πρῶτον ἀνώγει ϑεσπεσιάων
159
ϕϑόγγον ἀλεύασϑαι καὶ λειμῶν' ἀνϑεμόεντα.
160
οἶον ἔμ' ἠνώγει ὄπ' ἀκουέμεν· ἀλλά με δεσμῷ
161
δήσατ' ἐν ἀργαλέῳ, ὄϕρ' ἔμπεδον αὐτόϑι μίμνω,
162
ὀρϑὸν ἐν ἱστοπέδῃ, ἐκ δ' αὐτοῦ πείρατ' ἀνήϕϑω.
163
εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,
164
ὑμεῖς δὲ πλεόνεσσι τότε δεσμοῖσι πιέζειν.'
12

Line Group 12

165
ἤτοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίϕαυσκον·
166
τόϕρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴς
167
νῆσον Σειρήνοιιν· ἔπειγε γὰρ οὖρος ἀπήμων.
168
αὐτίκ' ἔπειτ' ἄνεμος μὲν ἐπαύσατο, ἡ δὲ γαλήνη
169
ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.
170
ἀνστάντες δ' ἕταροι νεὸς ἱστία μηρύσαντο,
171
καὶ τὰ μὲν ἐν νηὶ γλαϕυρῇ βάλον, οἱ δ' ἐπ' ἐρετμὰ
172
ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇσ' ἐλάτῃσιν.
173
αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷ
174
τυτϑὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον.
175
αἶψα δ' ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς
176
᾽Ηελίου τ' αὐγὴ ῾Υπεριονίδαο ἄνακτος:
177
ἑξείης δ' ἑτάροισιν ἐπ' οὔατα πᾶσιν ἄλειψα.
178
οἱ δ' ἐν νηί μ' ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε
179
ὀρϑὸν ἐν ἱστοπέδῃ, ἐκ δ' αὐτοῦ πείρατ' ἀνῆπτον·
180
αὐτοὶ δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
181
ἀλλ' ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας,
182
ῥίμϕα διώκοντες, τὰς δ' οὐ λάϑεν ὠκύαλος νηῦς
183
ἐγγύϑεν ὀρνυμένη, λιγυρὴν δ' ἔντυνον ἀοιδήν·
13

Line Group 13

184
'δεῦρ' ἄγ' ἰών, πολύαιν' ᾽Οδυσεῦ, μέγα κῦδος ᾽Αχαιῶν,
185
νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ' ἀκούσῃς.
186
οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ,
187
πρίν γ' ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπ' ἀκοῦσαι,
188
ἀλλ' ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς:
189
ἴδμεν γάρ τοι πάνϑ' ὅσ' ἐνὶ Τροίῃ εὐρείῃ
190
᾽Αργεῖοι Τρῶές τε ϑεῶν ἰότητι μόγησαν,
191
ἴδμεν δ' ὅσσα γένηται ἐπὶ χϑονὶ πουλυβοτείρῃ.'
14

Line Group 14

192
ὣς ϕάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ
193
ἤϑελ' ἀκουέμεναι, λῦσαί τ' ἐκέλευον ἑταίρους
194
ὀϕρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον.
195
αὐτίκα δ' ἀνστάντες Περιμήδης Εὐρύλοχός τε
196
πλείοσί μ' ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον.
197
αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδ' ἔτ' ἔπειτα
198
ϕϑόγγον Σειρήνων ἠκούομεν οὐδέ τ' ἀοιδήν,
199
αἶψ' ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι,
200
ὅν σϕιν ἐπ' ὠσὶν ἄλειψ', ἐμέ τ' ἐκ δεσμῶν ἀνέλυσαν.
15

Line Group 15

201
ἀλλ' ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκ' ἔπειτα
202
καπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα.
203
τῶν δ' ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατ' ἐρετμά,
204
βόμβησαν δ' ἄρα πάντα κατὰ ῥόον· ἔσχετο δ' αὐτοῦ
205
νηῦς, ἐπεὶ οὐκέτ' ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.
206
αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρους
207
μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·
16

Line Group 16

208
'ὦ ϕίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν·
209
οὐ μὲν δὴ τόδε μεῖζον ἔπι κακόν ἢ ὅτε Κύκλωψ
210
εἴλει ἐνὶ σπῆι γλαϕυρῷ κρατερῆϕι βίηϕιν·
211
ἀλλὰ καὶ ἔνϑεν ἐμῇ ἀρετῇ βουλῇ τε νόῳ τε
212
ἐκϕύγομεν, καί που τῶνδε μνήσεσϑαι ὀίω.
213
νῦν δ' ἄγεϑ', ὡς ἂν ἐγὼν εἴπω, πειϑώμεϑα πάντες.
214
ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαϑεῖαν
215
τύπτετε κληίδεσσιν ἐϕήμενοι, αἴ κέ ποϑι Ζεὺς
216
δώῃ τόνδε γ' ὄλεϑρον ὑπεκϕυγέειν καὶ ἀλύξαι·
217
σοὶ δέ, κυβερνῆϑ', ὧδ' ἐπιτέλλομαι· ἀλλ' ἐνὶ ϑυμῷ
218
βάλλευ, ἐπεὶ νηὸς γλαϕυρῆς οἰήια νωμᾷς:
219
τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε
220
νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάϑῃσι
221
κεῖσ' ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσϑα.'
17

Line Group 17

222
ὣς ἐϕάμην, οἱ δ' ὦκα ἐμοῖς ἐπέεσσι πίϑοντο.
223
Σκύλλην δ' οὐκέτ' ἐμυϑεόμην, ἄπρηκτον ἀνίην,
224
μή πώς μοι δείσαντες ἀπολήξειαν ἑταῖροι
225
εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σϕέας αὐτούς.
226
καὶ τότε δὴ Κίρκης μὲν ἐϕημοσύνης ἀλεγεινῆς
227
λανϑανόμην, ἐπεὶ οὔ τί μ' ἀνώγει ϑωρήσσεσϑαι·
228
αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε
229
μάκρ' ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον
230
πρῴρης: ἔνϑεν γάρ μιν ἐδέγμην πρῶτα ϕανεῖσϑαι
231
Σκύλλην πετραίην, ἥ μοι ϕέρε πῆμ' ἑτάροισιν.
232
οὐ δέ πῃ ἀϑρῆσαι δυνάμην· ἔκαμον δέ μοι ὄσσε
233
πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.
18

Line Group 18

234
ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες:
235
ἔνϑεν γὰρ Σκύλλη, ἑτέρωϑι δὲ δῖα Χάρυβδις
236
δεινὸν ἀνερροίβδησε ϑαλάσσης ἁλμυρὸν ὕδωρ.
237
ἤτοι ὅτ' ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ
238
πᾶσ' ἀναμορμύρεσκε κυκωμένη· ὑψόσε δ' ἄχνη
239
ἄκροισι σκοπέλοισιν ἐπ' ἀμϕοτέροισιν ἔπιπτεν.
240
ἀλλ' ὅτ' ἀναβρόξειε ϑαλάσσης ἁλμυρὸν ὕδωρ,
241
πᾶσ' ἔντοσϑε ϕάνεσκε κυκωμένη, ἀμϕὶ δὲ πέτρη
242
δεινὸν βεβρύχει, ὑπένερϑε δὲ γαῖα ϕάνεσκε
243
ψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρει.
244
ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεϑρον·
245
τόϕρα δέ μοι Σκύλλη κοίλης ἐκ νηὸς ἑταίρους
246
ἓξ ἕλεϑ', οἳ χερσίν τε βίηϕί τε ϕέρτατοι ἦσαν.
247
σκεψάμενος δ' ἐς νῆα ϑοὴν ἅμα καὶ μεϑ' ἑταίρους
248
ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερϑεν
249
ὑψόσ' ἀειρομένων· ἐμὲ δὲ ϕϑέγγοντο καλεῦντες
250
ἐξονομακλήδην, τότε γ' ὕστατον, ἀχνύμενοι κῆρ.
251
ὡς δ' ὅτ' ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκειὴ ῥάβδῳ
252
ἰχϑύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων
253
ἐς πόντον προί:ησι βοὸς κέρας ἀγραύλοιο,
254
ἀσπαίροντα δ' ἔπειτα λαβὼν ἔρριψε ϑύραζε,
255
ὣς οἵ γ' ἀσπαίροντες ἀείροντο προτὶ πέτρας:
256
αὐτοῦ δ' εἰνὶ ϑύρῃσι κατήσϑιε κεκληγῶτας,
257
χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι.
258
οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀϕϑαλμοῖσι
259
πάντων ὅσσ' ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.
19

Line Group 19

260
αὐτὰρ ἐπεὶ πέτρας ϕύγομεν δεινήν τε Χάρυβδιν
261
Σκύλλην τ', αὐτίκ' ἔπειτα ϑεοῦ ἐς ἀμύμονα νῆσον
262
ἱκόμεϑ'· ἔνϑα δ' ἔσαν καλαὶ βόες εὐρυμέτωποι,
263
πολλὰ δὲ ἴϕια μῆλ' ῾Υπερίονος ᾽Ηελίοιο.
264
δὴ τότ' ἐγὼν ἔτι πόντῳ ἰὼν ἐν νηὶ μελαίνῃ
265
μυκηϑμοῦ τ' ἤκουσα βοῶν αὐλιζομενάων
266
οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε ϑυμῷ
267
μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,
268
Κίρκης τ' Αἰαίης, οἵ μοι μάλα πόλλ' ἐπέτελλον
269
νῆσον ἀλεύασϑαι τερψιμβρότου ᾽Ηελίοιο.
270
δὴ τότ' ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·
20

Line Group 20

271
'κέκλυτέ μευ μύϑων, κακά περ πάσχοντες ἑταῖροι,
272
ὄϕρ' ὕμιν εἴπω μαντήια Τειρεσίαο
273
Κίρκης τ' Αἰαίης, οἵ μοι μάλα πόλλ' ἐπέτελλον
274
νῆσον ἀλεύασϑαι τερψιμβρότου ᾽Ηελίοιο·
275
ἔνϑα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔϕασκον.
276
ἀλλὰ παρ' ἐξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.'
21

Line Group 21

277
ὣς ἐϕάμην, τοῖσιν δὲ κατεκλάσϑη ϕίλον ἦτορ·
278
αὐτίκα δ' Εὐρύλοχος στυγερῷ μ' ἠμείβετο μύϑῳ·
22

Line Group 22

279
'σχέτλιός εἰς, ᾽Οδυσεῦ· περί τοι μένος, οὐδέ τι γυῖα
280
κάμνεις: ἦ ῥά νυ σοίγε σιδήρεα πάντα τέτυκται,
281
ὅς ῥ' ἑτάρους καμάτῳ ἀδηκότας ἠδὲ καὶ ὕπνῳ
282
οὐκ ἐάᾳς γαίης ἐπιβήμεναι, ἔνϑα κεν αὖτε
283
νήσῳ ἐν ἀμϕιρύτῃ λαρὸν τετυκοίμεϑα δόρπον,
284
ἀλλ' αὔτως διὰ νύκτα ϑοὴν ἀλάλησϑαι ἄνωγας,
285
νήσου ἀποπλαγχϑέντας, ἐν ἠεροειδέι πόντῳ.
286
ἐκ νυκτῶν δ' ἄνεμοι χαλεποί, δηλήματα νηῶν,
287
γίνονται· πῇ κέν τις ὑπεκϕύγοι αἰπὺν ὄλεϑρον,
288
ἤν πως ἐξαπίνης ἔλϑῃ ἀνέμοιο ϑύελλα,
289
ἢ Νότου ἢ Ζεϕύροιο δυσαέος, οἵ τε μάλιστα
290
νῆα διαραίουσι, ϑεῶν ἀέκητι ἀνάκτων;
291
ἀλλ' ἤτοι νῦν μὲν πειϑώμεϑα νυκτὶ μελαίνῃ
292
δόρπον ϑ' ὁπλισόμεσϑα ϑοῇ παρὰ νηὶ μένοντες:
293
ἠῶϑεν δ' ἀναβάντες ἐνήσομεν εὐρέι πόντῳ.'
23

Line Group 23

294
ὣς ἔϕατ' Εὐρύλοχος, ἐπὶ δ' ᾔνεον ἄλλοι ἑταῖροι.
295
καὶ τότε δὴ γίνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων,
296
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδων·
24

Line Group 24

297
'Εὐρύλοχ', ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα·
298
ἀλλ' ἄγε δή μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον,
299
εἴ κέ τιν' ἠὲ βοῶν ἀγέλην ἢ πῶυ μέγ' οἰῶν
300
εὕρωμεν, μή που τις ἀτασϑαλίῃσι κακῇσιν
301
ἢ βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ· ἀλλὰ ἕκηλοι
302
ἐσϑίετε βρώμην, τὴν ἀϑανάτη πόρε Κίρκη.'
25

Line Group 25

303
ὣς ἐϕάμην, οἱ δ' αὐτίκ' ἀπώμνυον ὡς ἐκέλευον.
304
αὐτὰρ ἐπεί ῥ' ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
305
στήσαμεν ἐν λιμένι γλαϕυρῷ εὐεργέα νῆα
306
ἄγχ' ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροι
307
νηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.
308
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
309
μνησάμενοι δὴ ἔπειτα ϕίλους ἔκλαιον ἑταίρους,
310
ουἠς ἔϕαγε Σκύλλη γλαϕυρῆς ἐκ νηὸς ἑλοῦσα·
311
κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυϑε νήδυμος ὕπνος.
312
ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δ' ἄστρα βεβήκει,
313
ὦρσεν ἔπι ζαὴν ἄνεμον νεϕεληγερέτα Ζεὺς
314
λαίλαπι ϑεσπεσίῃ, σὺν δὲ νεϕέεσσι κάλυψε
315
γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δ' οὐρανόϑεν νύξ.
316
ἦμος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
317
νῆα μὲν ὡρμίσαμεν, κοῖλον σπέος εἰσερύσαντες:
318
ἔνϑα δ' ἔσαν Νυμϕέων καλοὶ χοροὶ ἠδὲ ϑόωκοι.
319
καὶ τότ' ἐγὼν ἀγορὴν ϑέμενος μετὰ πᾶσιν ἔειπον·
26

Line Group 26

320
'ὦ ϕίλοι, ἐν γὰρ νηὶ ϑοῇ βρῶσίς τε πόσις τε
321
ἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεϑα, μή τι πάϑωμεν·
322
δεινοῦ γὰρ ϑεοῦ αἵδε βόες καὶ ἴϕια μῆλα,
323
᾽Ηελίου, ὃς πάντ' ἐϕορᾷ καὶ πάντ' ἐπακούει.'
27

Line Group 27

324
ὣς ἐϕάμην, τοῖσιν δ' ἐπεπείϑετο ϑυμὸς ἀγήνωρ.
325
μῆνα δὲ πάντ' ἄλληκτος ἄη Νότος, οὐδέ τις ἄλλος
326
γίνετ' ἔπειτ' ἀνέμων, εἰ μὴ Εὖρός τε Νότος τε.
327
οἱ δ' εἷως μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυϑρόν,
328
τόϕρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο.
329
ἀλλ' ὅτε δὴ νηὸς ἐξέϕϑιτο ἤια πάντα,
330
καὶ δὴ ἄγρην ἐϕέπεσκον ἀλητεύοντες ἀνάγκῃ,
331
ἰχϑῦς ὄρνιϑάς τε, ϕίλας ὅ τι χεῖρας ἵκοιτο,
332
γναμπτοῖς ἀγκίστροισιν· ἔτειρε δὲ γαστέρα λιμός.
333
δὴ τότ' ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄϕρα ϑεοῖσιν
334
εὐξαίμην, εἴ τίς μοι ὁδὸν ϕήνειε νέεσϑαι.
335
ἀλλ' ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους,
336
χεῖρας νιψάμενος, ὅϑ' ἐπὶ σκέπας ἦν ἀνέμοιο,
337
ἠρώμην πάντεσσι ϑεοῖς οἳ ῎Ολυμπον ἔχουσιν·
338
οἱ δ' ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεϕάροισιν ἔχευαν.
339
Εὐρύλοχος δ' ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς:
28

Line Group 28

340
'κέκλυτέ μευ μύϑων, κακά περ πάσχοντες ἑταῖροι·
341
πάντες μὲν στυγεροὶ ϑάνατοι δειλοῖσι βροτοῖσι,
342
λιμῷ δ' οἴκτιστον ϑανέειν καὶ πότμον ἐπισπεῖν.
343
ἀλλ' ἄγετ', ᾽Ηελίοιο βοῶν ἐλάσαντες ἀρίστας
344
ῥέξομεν ἀϑανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
345
εἰ δέ κεν εἰς ᾽Ιϑάκην ἀϕικοίμεϑα, πατρίδα γαῖαν,
346
αἶψά κεν ᾽Ηελίῳ ῾Υπερίονι πίονα νηὸν
347
τεύξομεν, ἐν δέ κε ϑεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσϑλά.
348
εἰ δὲ χολωσάμενός τι βοῶν ὀρϑοκραιράων
349
νῆ' ἐϑέλῃ ὀλέσαι, ἐπὶ δ' ἕσπωνται ϑεοὶ ἄλλοι,
350
βούλομ' ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ ϑυμὸν ὀλέσσαι
351
ἢ δηϑὰ στρεύγεσϑαι ἐὼν ἐν νήσῳ ἐρήμῃ.'
29

Line Group 29

352
ὣς ἔϕατ' Εὐρύλοχος, ἐπὶ δ' ᾔνεον ἄλλοι ἑταῖροι.
353
αὐτίκα δ' ᾽Ηελίοιο βοῶν ἐλάσαντες ἀρίστας
354
ἐγγύϑεν ή οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο
355
βοσκέσκονϑ' ἕλικες καλαὶ βόες εὐρυμέτωποι ή,
356
τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο ϑεοῖσι,
357
ϕύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο·
358
οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός.
359
αὐτὰρ ἐπεί ῥ' εὔξαντο καὶ ἔσϕαξαν καὶ ἔδειραν,
360
μηρούς τ' ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
361
δίπτυχα ποιήσαντες, ἐπ' αὐτῶν δ' ὠμοϑέτησαν.
362
οὐ δ' εἶχον μέϑυ λεῖψαι ἐπ' αἰϑομένοις ἱεροῖσιν,
363
ἀλλ' ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.
364
αὐτὰρ ἐπεὶ κατὰ μῆρ' ἐκάη καὶ σπλάγχνα πάσαντο,
365
μίστυλλόν τ' ἄρα τἆλλα καὶ ἀμϕ' ὀβελοῖσιν ἔπειραν.
30

Line Group 30

366
καὶ τότε μοι βλεϕάρων ἐξέσσυτο νήδυμος ὕπνος:
367
βῆν δ' ἰέναι ἐπὶ νῆα ϑοὴν καὶ ϑῖνα ϑαλάσσης.
368
ἀλλ' ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμϕιελίσσης,
369
καὶ τότε με κνίσης ἀμϕήλυϑεν ἡδὺς ἀυτμή·
370
οἰμώξας δὲ ϑεοῖσι μετ' ἀϑανάτοις ἐγεγώνευν·
31

Line Group 31

371
'Ζεῦ πάτερ ἠδ' ἄλλοι μάκαρες ϑεοὶ αἰὲν ἐόντες,
372
ἦ με μάλ' εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ,
373
οἱ δ' ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.'
32

Line Group 32

374
ὠκέα δ' ᾽Ηελίῳ ῾Υπερίονι ἄγγελος ἦλϑε,
375
Λαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταμεν ἡμεῖς.
376
αὐτίκα δ' ἀϑανάτοισι μετηύδα χωόμενος κῆρ·
377
'Ζεῦ πάτερ ἠδ' ἄλλοι μάκαρες ϑεοὶ αἰὲν ἐόντες,
378
τῖσαι δὴ ἑτάρους Λαερτιάδεω ᾽Οδυσῆος,
379
οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ᾗσιν ἔγωγε
380
χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα,
381
ἠδ' ὁπότ' ἂψ ἐπὶ γαῖαν ἀπ' οὐρανόϑεν προτραποίμην.
382
εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέ' ἀμοιβήν,
383
δύσομαι εἰς ᾽Αί:δαο καὶ ἐν νεκύεσσι ϕαείνω.'
384
τὸν δ' ἀπαμειβόμενος προσέϕη νεϕεληγερέτα Ζεύς:
385
'᾽Ηέλι', ἤτοι μὲν σὺ μετ' ἀϑανάτοισι ϕάεινε
386
καὶ ϑνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·
387
τῶν δέ κ' ἐγὼ τάχα νῆα ϑοὴν ἀργῆτι κεραυνῷ
388
τυτϑὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.'
389
ταῦτα δ' ἐγὼν ἤκουσα Καλυψοῦς ἠυὴκόμοιο·
390
ἡ δ' ἔϕη ῾Ερμείαο διακτόρου αὐτὴ ἀκοῦσαι.
391
αὐτὰρ ἐπεί ῥ' ἐπὶ νῆα κατήλυϑον ἠδὲ ϑάλασσαν,
392
νείκεον ἄλλοϑεν ἄλλον ἐπισταδόν, οὐ δέ τι μῆχος
393
εὑρέμεναι δυνάμεσϑα· βόες δ' ἀποτέϑνασαν ἤδη.
394
τοῖσιν δ' αὐτίκ' ἔπειτα ϑεοὶ τέραα προύϕαινον·
395
εἷρπον μὲν ῥινοί, κρέα δ' ἀμϕ' ὀβελοῖς ἐμεμύκει,
396
ὀπταλέα τε καὶ ὠμά· βοῶν δ' ὣς γίνετο ϕωνή.
33

Line Group 33

397
ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
398
δαίνυντ' ᾽Ηελίοιο βοῶν ἐλόωντες ἀρίστας:
399
ἀλλ' ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς ϑῆκε Κρονίων,
400
καὶ τότ' ἔπειτ' ἄνεμος μὲν ἐπαύσατο λαίλαπι ϑύων,
401
ἡμεῖς δ' αἶψ' ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ,
402
ἱστὸν στησάμενοι ἀνά ϑ' ἱστία λεύκ' ἐρύσαντες.
403
ἀλλ' ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις ἄλλη
404
ϕαίνετο γαιάων, ἀλλ' οὐρανὸς ἠδὲ ϑάλασσα,
405
δὴ τότε κυανέην νεϕέλην ἔστησε Κρονίων
406
νηὸς ὕπερ γλαϕυρῆς, ἤχλυσε δὲ πόντος ὑπ' αὐτῆς.
407
ἡ δ' ἔϑει οὐ μάλα πολλὸν ἐπὶ χρόνον· αἶψα γὰρ ἦλϑε
408
κεκληγὼς Ζέϕυρος, μεγάλῃ σὺν λαίλαπι ϑύων,
409
ἱστοῦ δὲ προτόνους ἔρρηξ' ἀνέμοιο ϑύελλα
410
ἀμϕοτέρους: ἱστὸς δ' ὀπίσω πέσεν, ὅπλα τε πάντα
411
εἰς ἄντλον κατέχυνϑ'· ὁ δ' ἄρα πρυμνῇ ἐνὶ νηὶ
412
πλῆξε κυβερνήτεω κεϕαλήν, σὺν δ' ὀστέ' ἄραξε
413
πάντ' ἄμυδις κεϕαλῆς: ὁ δ' ἄρ' ἀρνευτῆρι ἐοικὼς
414
κάππεσ' ἀπ' ἰκριόϕιν, λίπε δ' ὀστέα ϑυμὸς ἀγήνωρ.
415
Ζεὺς δ' ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν·
416
ἡ δ' ἐλελίχϑη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,
417
ἐν δὲ ϑεείου πλῆτο· πέσον δ' ἐκ νηὸς ἑταῖροι.
418
οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν
419
κύμασιν ἐμϕορέοντο, ϑεὸς δ' ἀποαίνυτο νόστον.
420
αὐτὰρ ἐγὼ διὰ νηὸς ἐϕοίτων, ὄϕρ' ἀπὸ τοίχους
421
λῦσε κλύδων τρόπιος: τὴν δὲ ψιλὴν ϕέρε κῦμα.
422
ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν· αὐτὰρ ἐπ' αὐτῷ
423
ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς.
424
τῷ ῥ' ἄμϕω συνέεργον ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν,
425
ἑζόμενος δ' ἐπὶ τοῖς ϕερόμην ὀλοοῖς ἀνέμοισιν.
34

Line Group 34

426
ἔνϑ' ἤτοι Ζέϕυρος μὲν ἐπαύσατο λαίλαπι ϑύων,
427
ἦλϑε δ' ἐπὶ Νότος ὦκα, ϕέρων ἐμῷ ἄλγεα ϑυμῷ,
428
ὄϕρ' ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.
429
παννύχιος ϕερόμην, ἅμα δ' ἠελίῳ ἀνιόντι
430
ἦλϑον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.
431
ἡ μὲν ἀνερροίβδησε ϑαλάσσης ἁλμυρὸν ὕδωρ·
432
αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσ' ἀερϑείς,
433
τῷ προσϕὺς ἐχόμην ὡς νυκτερίς: οὐδέ πῃ εἶχον
434
οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτ' ἐπιβῆναι·
435
ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δ' ἔσαν ὄζοι,
436
μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν.
437
νωλεμέως δ' ἐχόμην, ὄϕρ' ἐξεμέσειεν ὀπίσσω
438
ἱστὸν καὶ τρόπιν αὖτις: ἐελδομένῳ δέ μοι ἦλϑον
439
ὄψ'· ἦμος δ' ἐπὶ δόρπον ἀνὴρ ἀγορῆϑεν ἀνέστη
440
κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,
441
τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεϕαάνϑη.
442
ἧκα δ' ἐγὼ καϑύπερϑε πόδας καὶ χεῖρε ϕέρεσϑαι,
443
μέσσῳ δ' ἐνδούπησα παρ' ἐξ περιμήκεα δοῦρα,
444
ἑζόμενος δ' ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι.
445
Σκύλλην δ' οὐκέτ' ἔασε πατὴρ ἀνδρῶν τε ϑεῶν τε
446
εἰσιδέειν· οὐ γάρ κεν ὑπέκϕυγον αἰπὺν ὄλεϑρον.
447
ἔνϑεν δ' ἐννῆμαρ ϕερόμην, δεκάτῃ δέ με νυκτὶ
448
νῆσον ἐς ᾽Ωγυγίην πέλασαν ϑεοί, ἔνϑα Καλυψὼ
449
ναίει ἐυπλόκαμος, δεινὴ ϑεὸς αὐδήεσσα,
450
ἥ μ' ἐϕίλει τ' ἐκόμει τε. τί τοι τάδε μυϑολογεύω;
451
ἤδη γάρ τοι χϑιζὸς ἐμυϑεόμην ἐνὶ οἴκῳ
452
σοί τε καὶ ἰϕϑίμῃ ἀλόχῳ· ἐχϑρὸν δέ μοί ἐστιν
453
αὖτις ἀριζήλως εἰρημένα μυϑολογεύειν."

Chapter 13: ΟΔΥΣΣΕΙΑΣ Ν

1

Line Group 1

1
῝Ως ἔϕαϑ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
2
κηληϑμῷ δ' ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
3
τὸν δ' αὖτ' ᾽Αλκίνοος ἀπαμείβετο ϕώνησέν τε·
2

Line Group 2

4
"ὦ ᾽Οδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ,
5
ὑψερεϕές, τῶ σ' οὔ τι πάλινπλαγχϑέντα γ' ὀί:ω
6
ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονϑας.
7
ὑμέων δ' ἀνδρὶ ἑκάστῳ ἐϕιέμενος τάδε εἴρω,
8
ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴϑοπα οἶνον
9
αἰεὶ πίνετ' ἐμοῖσιν, ἀκουάζεσϑε δ' ἀοιδοῦ.
10
εἵματα μὲν δὴ ξείνῳ ἐυξέστῃ ἐνὶ χηλῷ
11
κεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάντα
12
δῶρ', ὅσα Φαιήκων βουληϕόροι ἐνϑάδ' ἔνεικαν·
13
ἀλλ' ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα
14
ἀνδρακάς. ἡμεῖς δ' αὖτε ἀγειρόμενοι κατὰ δῆμον
15
τισόμεϑ'· ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασϑαι."
3

Line Group 3

16
ὣς ἔϕατ' ᾽Αλκίνοος, τοῖσιν δ' ἐπιήνδανε μῦϑος.
17
οἱ μὲν κακκείοντες ἔβαν οἶκόν δὲ ἕκαστος:
18
ἦμος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
19
νῆά δ' ἐπεσσεύοντο, ϕέρον δ' εὐήνορα χαλκόν.
20
καὶ τὰ μὲν εὖ κατέϑηχ' ἱερὸν μένος ᾽Αλκινόοιο,
21
αὐτὸς ἰὼν διὰ νηός, ὑπὸ ζυγά, μή τιν' ἑταίρων
22
βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατ' ἐρετμοῖς:
23
οἱ δ' εἰς ᾽Αλκινόοιο κίον καὶ δαῖτ' ἀλέγυνον.
4

Line Group 4

24
τοῖσι δὲ βοῦν ἱέρευσ' ἱερὸν μένος ᾽Αλκινόοιο
25
Ζηνὶ κελαινεϕέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει.
26
μῆρα δὲ κήαντες δαίνυντ' ἐρικυδέα δαῖτα
27
τερπόμενοι· μετὰ δέ σϕιν ἐμέλπετο ϑεῖος ἀοιδός,
28
Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ ᾽Οδυσσεὺς
29
πολλὰ πρὸς ἠέλιον κεϕαλὴν τρέπε παμϕανόωντα,
30
δῦναι ἐπειγόμενος: δὴ γὰρ μενέαινε νέεσϑαι.
31
ὡς δ' ὅτ' ἀνὴρ δόρποιο λιλαίεται, ᾧ τε πανῆμαρ
32
νειὸν ἀν' ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον·
33
ἀσπασίως δ' ἄρα τῷ κατέδυ ϕάος ἠελίοιο
34
δόρπον ἐποίχεσϑαι, βλάβεται δέ τε γούνατ' ἰόντι·
35
ὣς ᾽Οδυσῇ ἀσπαστὸν ἔδυ ϕάος ἠελίοιο.
36
αἶψα δὲ Φαιήκεσσι ϕιληρέτμοισι μετηύδα,
37
᾽Αλκινόῳ δὲ μάλιστα πιϕαυσκόμενος ϕάτο μῦϑον·
5

Line Group 5

38
"᾽Αλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
39
πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δ' αὐτοί·
40
ἤδη γὰρ τετέλεσται ἅ μοι ϕίλος ἤϑελε ϑυμός,
41
πομπὴ καὶ ϕίλα δῶρα, τά μοι ϑεοὶ Οὐρανίωνες
42
ὄλβια ποιήσειαν· ἀμύμονα δ' οἴκοι ἄκοιτιν
43
νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι ϕίλοισιν.
44
ὑμεῖς δ' αὖϑι μένοντες ἐυὴϕραίνοιτε γυναῖκας
45
κουριδίας καὶ τέκνα· ϑεοὶ δ' ἀρετὴν ὀπάσειαν
46
παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη."
6

Line Group 6

47
ὣς ἔϕαϑ', οἱ δ' ἄρα πάντες ἐπῄνεον ἠδέ κέλευον
48
πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπε.
49
καὶ τότε κήρυκα προσέϕη μένος ᾽Αλκινόοιο·
7

Line Group 7

50
"Ποντόνοε, κρητῆρα κερασσάμενος μέϑυ νεῖμον
51
πᾶσιν ἀνὰ μέγαρον, ὄϕρ' εὐξάμενοι Διὶ πατρὶ
52
τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν."
8

Line Group 8

53
ὣς ϕάτο, Ποντόνοος δὲ μελίϕρονα οἶνον ἐκίρνα,
54
νώμησεν δ' ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ ϑεοῖσιν
55
ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
56
αὐτόϑεν ἐξ ἑδρέων. ἀνὰ δ' ἵστατο δῖος ᾽Οδυσσεύς,
57
᾽Αρήτῃ δ' ἐν χειρὶ τίϑει δέπας ἀμϕικύπελλον
58
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδα·
9

Line Group 9

59
"χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε γῆρας
60
ἔλϑῃ καὶ ϑάνατος, τά τ' ἐπ' ἀνϑρώποισι πέλονται.
61
αὐτὰρ ἐγὼ νέομαι· σὺ δὲ τέρπεο τῷδ' ἐνὶ οἴκῳ
62
παισί τε καὶ λαοῖσι καὶ ᾽Αλκινόῳ βασιλῆι."
10

Line Group 10

63
ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος ᾽Οδυσσεύς.
64
τῷ δ' ἅμα κήρυκα προί:ει μένος ᾽Αλκινόοιο
65
ἡγεῖσϑαι ἐπὶ νῆα ϑοὴν καὶ ϑῖνα ϑαλάσσης.
66
᾽Αρήτη δ' ἄρα οἱ δμῳὰς ἅμ' ἔπεμπε γυναῖκας,
67
τὴν μὲν ϕᾶρος ἔχουσαν ἐυπλυνὲς ἠδὲ χιτῶνα,
68
τὴν δ' ἑτέρην χηλὸν πυκινὴν ἅμ' ὄπασσε κομίζειν·
69
ἡ δ' ἄλλη σῖτόν τε ϕέρεν καὶ οἶνον ἐρυϑρόν.
11

Line Group 11

70
αὐτὰρ ἐπεί ῥ' ἐπὶ νῆα κατήλυϑον ἠδὲ ϑάλασσαν,
71
αἶψα τά γ' ἐν νηὶ γλαϕυρῇ πομπῆες ἀγαυοὶ
72
δεξάμενοι κατέϑεντο, πόσιν καὶ βρῶσιν ἅπασαν·
73
κὰδ δ' ἄρ' ᾽Οδυσσῆι στόρεσαν ῥῆγός τε λίνον τε
74
νηὸς ἐπ' ἰκριόϕι γλαϕυρῆς, ἵνα νήγρετον εὕδοι,
75
πρυμνῆς. ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο
76
σιγῇ· τοὶ δὲ κάϑιζον ἐπὶ κληῖσιν ἕκαστοι
77
κόσμῳ, πεῖσμα δ' ἔλυσαν ἀπὸ τρητοῖο λίϑοιο.
78
εὖϑ' οἱ ἀνακλινϑέντες ἀνερρίπτουν ἅλα πηδῷ,
79
καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεϕάροισιν ἔπιπτε,
80
νήγρετος, ἥδιστος, ϑανάτῳ ἄγχιστα ἐοικώς.
81
ἡ δ', ὥς τ' ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι,
82
πάντες ἅμ' ὁρμηϑέντες ὑπὸ πληγῇσιν ἱμάσϑλης,
83
ὑψόσ' ἀειρόμενοι ῥίμϕα πρήσσουσι κέλευϑον,
84
ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δ' ὄπισϑε
85
πορϕύρεον μέγα ϑῦε πολυϕλοίσβοιο ϑαλάσσης.
86
ἡ δὲ μάλ' ἀσϕαλέως ϑέεν ἔμπεδον· οὐδέ κεν ἴρηξ
87
κίρκος ὁμαρτήσειεν, ἐλαϕρότατος πετεηνῶν.
88
ὣς ἡ ῥίμϕα ϑέουσα ϑαλάσσης κύματ' ἔταμνεν,
89
ἄνδρα ϕέρουσα ϑεοῖσ' ἐναλίγκια μήδε' ἔχοντα·
90
ὃς πρὶν μὲν μάλα πολλὰ πάϑ' ἄλγεα ὃν κατὰ ϑυμόν,
91
ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
92
δὴ τότε γ' ἀτρέμας εὗδε, λελασμένος ὅσσ' ἐπεπόνϑει.
12

Line Group 12

93
εὖτ' ἀστὴρ ὑπερέσχε ϕαάντατος, ὅς τε μάλιστα
94
ἔρχεται ἀγγέλλων ϕάος ᾽Ηοῦς ἠριγενείης,
95
τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς.
13

Line Group 13

96
Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος,
97
ἐν δήμῳ ᾽Ιϑάκης: δύο δὲ προβλῆτες ἐν αὐτῷ
98
ἀκταὶ ἀπορρῶγες, λιμένος πότιπεπτηυῖαι,
99
αἵ τ' ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα
100
ἔκτοϑεν· ἔντοσϑεν δέ τ' ἄνευ δεσμοῖο μένουσι
101
νῆες ἐύσσελμοι, ὅτ' ἂν ὅρμου μέτρον ἵκωνται.
102
αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύϕυλλος ἐλαίη,
103
ἀγχόϑι δ' αὐτῆς ἄντρον ἐπήρατον, ἠεροειδές,
104
ἱρὸν Νυμϕάων, αἳ νηιάδες καλέονται.
105
ἐν δὲ κρητῆρές τε καὶ ἀμϕιϕορῆες ἔασι
106
λάινοι· ἔνϑα δ' ἔπειτα τιϑαιβώσσουσι μέλισσαι·
107
ἐν δ' ἱστοὶ λίϑεοι περιμήκεες, ἔνϑα τε Νύμϕαι
108
ϕάρε' ὑϕαίνουσιν ἁλιπόρϕυρα, ϑαῦμα ἰδέσϑαι·
109
ἐν δ' ὕδατ' ἀενάοντα. δύω δέ τέ οἱ ϑύραι εἰσίν,
110
αἱ μὲν πρὸς βορέαο καταιβαταὶ ἀνϑρώποισιν,
111
αἱ δ' αὖ πρὸς Νότου εἰσὶ ϑεώτεραι· οὐδέ τι κείνῃ
112
ἄνδρες ἐσέρχονται, ἀλλ' ἀϑανάτων ὁδός ἐστιν.
14

Line Group 14

113
ἔνϑ' οἵ γ' εἰσέλασαν, πρὶν εἰδότες. ἡ μὲν ἔπειτα
114
ἠπείρῳ ἐπέκελσεν ὅσον τ' ἐπὶ ἥμισυ πάσης,
115
σπερχομένη· τοίων γὰρ ἐπείγετο χέρσ' ἐρετάων.
116
οἱ δ' ἐκ νηὸς βάντες ἐυζύγου ἤπειρόν δὲ
117
πρῶτον ᾽Οδυσσῆα γλαϕυρῆς ἐκ νηὸς ἄειραν
118
αὐτῷ σύν τε λίνῳ καὶ ῥήγειὴ σιγαλόεντι,
119
κὰδ δ' ἄρ' ἐπὶ ψαμάϑῳ ἔϑεσαν δεδμημένον ὕπνῳ,
120
ἐκ δὲ κτήματ' ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ
121
ὤπασαν οἴκαδ' ἰόντι διὰ μεγάϑυμον ᾽Αϑήνην.
122
καὶ τὰ μὲν οὖν παρὰ πυϑμέν' ἐλαίης ἁϑρόα ϑῆκαν
123
ἐκτὸς ὁδοῦ, μή πώ τις ὁδιτάων ἀνϑρώπων,
124
πρὶν ᾽Οδυσῆ' ἐγρέσϑαι, ἐπελϑὼν δηλήσαιτο·
125
αὐτοὶ δ' αὖ οἶκόν δὲ πάλιν κίον. οὐ δ' ἐνοσίχϑων
126
λήϑετ' ἀπειλάων, τὰς ἀντιϑέῳ ᾽Οδυσῆιὴ
127
πρῶτον ἐπηπείλησε, Διὸς δ' ἐξείρετο βουλήν·
15

Line Group 15

128
"Ζεῦ πάτερ, οὐκέτ' ἔγωγε μετ' ἀϑανάτοισι ϑεοῖσι
129
τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσι,
130
Φαίηκες, τοί πέρ τε ἐμῆς ἔξεισι γενέϑλης.
131
καὶ γὰρ νῦν ᾽Οδυσῆα ϕάμην κακὰ πολλὰ παϑόντα
132
οἴκαδ' ἐλεύσεσϑαι· νόστον δέ οἱ οὔ ποτ' ἀπηύρων
133
πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας.
134
οἱ δ' εὕδοντ' ἐν νηὶ ϑοῇ ἐπὶ πόντον ἄγοντες
135
κάτϑεσαν εἰν ᾽Ιϑάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα,
136
χαλκόν τε χρυσόν τε ἅλις ἐσϑῆτά ϑ' ὑϕαντήν,
137
πόλλ', ὅσ' ἂν οὐδέ ποτε Τροίης ἐξήρατ' ᾽Οδυσσεύς,
138
εἴ περ ἀπήμων ἦλϑε, λαχὼν ἀπὸ ληίδος αἶσαν."
16

Line Group 16

139
τὸν δ' ἀπαμειβόμενος προσέϕη νεϕεληγερέτα Ζεύς:
17

Line Group 17

140
"ὢ πόποι, ἐννοσίγαι' εὐρυσϑενές, οἷον ἔειπες.
141
οὔ τί σ' ἀτιμάζουσι ϑεοί· χαλεπὸν δέ κεν εἴη
142
πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν.
143
ἀνδρῶν δ' εἴ πέρ τίς σε βίῃ καὶ κάρτειὴ εἴκων
144
οὔ τι τίει, σοὶ δ' ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.
145
ἕρξον ὅπως ἐϑέλεις καί τοι ϕίλον ἔπλετο ϑυμῷ."
18

Line Group 18

146
τὸν δ' ἠμείβετ' ἔπειτα Ποσειδάων ἐνοσίχϑων·
19

Line Group 19

147
"αἶψά κ' ἐγὼν ἕρξαιμι, κελαινεϕές, ὡς ἀγορεύεις:
148
ἀλλὰ σὸν αἰεὶ ϑυμὸν ὀπίζομαι ἠδ' ἀλεείνω.
149
νῦν αὖ Φαιήκων ἐϑέλω περικαλλέα νῆα
150
ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέιὴ πόντῳ
151
ῥαῖσαι, ἵν' ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς
152
ἀνϑρώπων, μέγα δέ σϕιν ὄρος πόλει ἀμϕικαλύψαι."
20

Line Group 20

153
τὸν δ' ἀπαμειβόμενος προσέϕη νεϕεληγερέτα Ζεύς:
21

Line Group 21

154
"ὦ πέπον, ὣς μὲν ἐμῷ ϑυμῷ δοκεῖ εἶναι ἄριστα·
155
ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προί:δωνται
156
λαοὶ ἀπὸ πτόλιος, ϑεῖναι λίϑον ἐγγύϑι γαίης
157
νηὶ: ϑοῇ ἴκελον, ἵνα ϑαυμάζωσιν ἅπαντες
158
ἄνϑρωποι, μέγα δέ σϕιν ὄρος πόλει ἀμϕικαλύψαι."
22

Line Group 22

159
αὐτὰρ ἐπεὶ τό γ' ἄκουσε Ποσειδάων ἐνοσίχϑων,
160
βῆ ῥ' ἴμεν ἐς Σχερίην, ὅϑι Φαίηκες γεγάασιν.
161
ἔνϑ' ἔμεν'· ἡ δὲ μάλα σχεδὸν ἤλυϑε ποντοπόρος νηῦς
162
ῥίμϕα διωκομένη. τῆς δὲ σχεδὸν ἦλϑ' ἐνοσίχϑων,
163
ὅς μιν λᾶαν ἔϑηκε καὶ ἐρρίζωσεν ἔνερϑε
164
χειρὶ καταπρηνεῖ ἐλάσας: ὁ δὲ νόσϕι βεβήκει.
23

Line Group 23

165
οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντ' ἀγόρευον
166
Φαίηκες δολιχήρετμοι, ναυσικλυτοὶ ἄνδρες.
167
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
24

Line Group 24

168
"ὤμοι, τίς δὴ νῆα ϑοὴν ἐπέδησ' ἐνὶ πόντῳ
169
οἴκαδ' ἐλαυνομένην; καὶ δὴ προὐϕαίνετο πᾶσα."
25

Line Group 25

170
ὣς ἄρα τις εἴπεσκε· τὰ δ' οὐκ ἴσαν ὡς ἐτέτυκτο.
171
τοῖσιν δ' ᾽Αλκίνοος ἀγορήσατο καὶ μετέειπεν·
26

Line Group 26

172
"ὢ πόποι, ἦ μάλα δή με παλαίϕατα ϑέσϕαϑ' ἱκάνει
173
πατρὸς ἐμοῦ, ὃς ἔϕασκε Ποσειδάων' ἀγάσεσϑαι
174
ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
175
ϕῆ ποτε Φαιήκων ἀνδρῶν περικαλλέα νῆα
176
ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ
177
ῥαισέμεναι, μέγα δ' ἧμιν ὄρος πόλει ἀμϕικαλύψειν.
178
ὣς ἀγόρευ' ὁ γέρων· τὰδε δὴ νῦν πάντα τελεῖται.
179
ἀλλ' ἄγεϑ', ὡς ἂν ἐγὼν εἴπω, πειϑώμεϑα πάντες.
180
πομπῆς μὲν παύσασϑε βροτῶν, ὅτε κέν τις ἵκηται
181
ἡμέτερον προτὶ ἄστυ· Ποσειδάωνι δὲ ταύρους
182
δώδεκα κεκριμένους ἱερεύσομεν, αἴ κ' ἐλεήσῃ
183
μηδ' ἥμιν περίμηκες ὄρος πόλει ἀμϕικαλύψῃ."
27

Line Group 27

184
ὣς ἔϕαϑ', οἱ δ' ἔδδεισαν, ἑτοιμάσσαντο δὲ ταύρους.
185
ὣς οἱ μέν ῥ' εὔχοντο Ποσειδάωνι ἄνακτι
186
δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
187
ἑστεῶτες περὶ βωμόν. ὁ δ' ἔγρετο δῖος ᾽Οδυσσεὺς
188
εὕδων ἐν γαίῃ πατρωίῃ, οὐδέ μιν ἔγνω
189
ἤδη δὴν ἀπεών· περὶ γὰρ ϑεὸς ἠέρα χεῦε
190
Παλλὰς ᾽Αϑηναίη, κούρη Διός, ὄϕρά μιν αὐτὸν
191
ἄγνωστον τεύξειεν ἕκαστά τε μυϑήσαιτο,
192
μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε ϕίλοι τε,
193
πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
194
τοὔνεκ' ἄρ' ἀλλοειδέα ϕαινέσκετο πάντα ἄνακτι,
195
ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι
196
πέτραί τ' ἠλίβατοι καὶ δένδρεα τηλεϑόωντα.
197
στῆ δ' ἄρ' ἀναί:ξας καί ῥ' εἴσιδε πατρίδα γαῖαν,
198
ᾤμωξέν τ' ἄρ' ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
199
χερσὶ καταπρηνέσσ', ὀλοϕυρόμενος δ' ἔπος ηὔδα·
28

Line Group 28

200
"ὤμοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
201
ἤ ῥ' οἵ γ' ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
202
ἦε ϕιλόξεινοι καί σϕιν νόος ἐστὶ ϑεουδής...
203
πῇ δὴ χρήματα πολλὰ ϕέρω τάδε; πῇ δὲ καὶ αὐτὸς
204
πλάξομαι; αἴϑ' ὄϕελον μεῖναι παρὰ Φαιήκεσσιν
205
αὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων
206
ἐξικόμην, ὅς κέν με ϕίλει καὶ ἔπεμπε νέεσϑαι.
207
νῦν δ' οὔτ' ἄρ πῃ ϑέσϑαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ
208
καλλείψω, μή πως μοι ἕλωρ ἄλλοισι γένηται.
209
ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι
210
ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
211
οἵ μ' εἰς ἄλλην γαῖαν ἀπήγαγον. ἦ τέ μ' ἔϕαντο
212
ἄξειν εἰς ᾽Ιϑάκην εὐδείελον, οὐδὲ τέλεσσαν.
213
Ζεύς σϕεας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους
214
ἀνϑρώπους ἐϕορᾷ καὶ τείνυται, ὅς τις ἁμάρτῃ.
215
ἀλλ' ἄγε δὴ τὰ χρήματ' ἀριϑμήσω καὶ ἴδωμαι,
216
μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες."
29

Line Group 29

217
ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας
218
ἠρίϑμει καὶ χρυσὸν ὑϕαντά τε εἵματα καλά.
219
τῶν μὲν ἄρ' οὔ τι πόϑει· ὁ δ' ὀδύρετο πατρίδα γαῖαν
220
ἑρπύζων παρὰ ϑῖνα πολυϕλοίσβοιο ϑαλάσσης,
221
πόλλ' ὀλοϕυρόμενος. σχεδόϑεν δέ οἱ ἦλϑεν ᾽Αϑήνη,
222
ἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων,
223
παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι,
224
δίπτυχον ἀμϕ' ὤμοισιν ἔχουσ' εὐεργέα λώπην·
225
ποσσὶ δ' ὑπὸ λιπαροῖσι πέδιλ' ἔχε, χειρὶ δ' ἄκοντα.
226
τὴν δ' ᾽Οδυσεὺς γήϑησεν ἰδὼν καὶ ἐναντίος ἦλϑε
227
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδα·
30

Line Group 30

228
"ὦ ϕίλ', ἐπεί σε πρῶτα κιχάνω τῷδ' ἐνὶ χώρῳ,
229
χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις,
230
ἀλλὰ σάω μὲν ταῦτα, σάω δ' ἐμέ· σοὶ γὰρ ἔγωγε
231
εὔχομαι ὥς τε ϑεῷ καί σευ ϕίλα γούναϑ' ἱκάνω.
232
καί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄϕρ' ἔυ εἰδῶ·
233
τίς γῆ, τίς δῆμος... τίνες ἀνέρες ἐγγεγάασιν;
234
ἤ πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴ
235
κεῖϑ' ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;"
31

Line Group 31

236
τὸν δ' αὖτε προσέειπε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·
32

Line Group 32

237
"νήπιός εἰς, ὦ ξεῖν', ἢ τηλόϑεν εἰλήλουϑας,
238
εἰ δὴ τῆνδέ τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίην
239
οὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί,
240
ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τ' ἠέλιόν τε,
241
ἠδ' ὅσσοι μετόπισϑε ποτὶ ζόϕον ἠερόεντα.
242
ἢτοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,
243
οὐ δὲ λίην λυπρή, ἀτὰρ οὐδ' εὐρεῖα τέτυκται.
244
ἐν μὲν γάρ οἱ σῖτος ἀϑέσϕατος, ἐν δέ τε οἶνος
245
γίνεται· αἰεὶ δ' ὄμβρος ἔχει τεϑαλυῖά τ' ἑέρση.
246
αἰγίβοτος δ' ἀγαϑὴ καὶ βούβοτος: ἔστι μὲν ὕλη
247
παντοίη, ἐν δ' ἀρδμοὶ ἐπηετανοὶ παρέασι.
248
τῶ τοι, ξεῖν', ᾽Ιϑάκης γε καὶ ἐς Τροίην ὄνομ' ἵκει,
249
τήν περ τηλοῦ ϕασιν ᾽Αχαιίδοσ ἔμμεναι αἴης."
33

Line Group 33

250
ὣς ϕάτο, γήϑησεν δὲ πολύτλας δῖος ᾽Οδυσσεὺς
251
χαίρων ᾗ γαίῃ πατρωίῃ, ὥς οἱ ἔειπε
252
Παλλὰς ᾽Αϑηναίη, κούρη Διὸς αἰγιόχοιο·
253
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδα ή
254
οὐ δ' ὅ γ' ἀληϑέα εἶπε, πάλιν δ' ὅ γε λάζετο μῦϑον,
255
αἰὲν ἐνὶ στήϑεσσι νόον πολυκερδέα νωμῶν ή·
34

Line Group 34

256
"πυνϑανόμην ᾽Ιϑάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ,
257
τηλοῦ ὑπὲρ πόντου· νῦν δ' εἰλήλουϑα καὶ αὐτὸς
258
χρήμασι σὺν τοίσδεσσι· λιπὼν δ' ἔτι παισὶ τοσαῦτα
259
ϕεύγω, ἐπεὶ ϕίλον υἷα κατέκτανον ᾽Ιδομενῆος,
260
᾽Ορσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ
261
ἀνέρας ἀλϕηστὰς νίκα ταχέεσσι πόδεσσιν,
262
οὕνεκά με στερέσαι τῆς ληίδος ἤϑελε πάσης
263
Τρωιάδος, τῆς εἵνεκ' ἐγὼ πάϑον ἄλγεα ϑυμῷ,
264
ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
265
οὕνεκ' ἄρ' οὐχ ᾧ πατρὶ χαριζόμενος ϑεράπευον
266
δήμῳ ἔνι Τρώων, ἀλλ' ἄλλων ἦρχον ἑταίρων.
267
τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρειὴ δουρὶ
268
ἀγρόϑεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ·
269
νὺξ δὲ μάλα δνοϕερὴ κάτεχ' οὐρανόν, οὐδέ τις ἥμεας
270
ἀνϑρώπων ἐνόησε, λάϑον δέ ἑ ϑυμὸν ἀπούρας.
271
αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέι χαλκῷ,
272
αὐτίκ' ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς
273
ἐλλισάμην, καί σϕιν μενοεικέα ληίδα δῶκα·
274
τούς μ' ἐκέλευσα Πύλον δὲ καταστῆσαι καὶ ἐϕέσσαι
275
ἢ εἰς ῎Ηλιδα δῖαν, ὅϑι κρατέουσιν ᾽Επειοί.
276
ἀλλ' ἤτοί σϕεας κεῖϑεν ἀπώσατο ἲς ἀνέμοιο
277
πόλλ' ἀεκαζομένους, οὐδ' ἤϑελον ἐξαπατῆσαι·
278
κεῖϑεν δὲ πλαγχϑέντες ἱκάνομεν ἐνϑάδε νυκτός.
279
σπουδῇ δ' ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἥμιν
280
δόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσϑαι,
281
ἀλλ' αὔτως ἀποβάντες ἐκείμεϑα νηὸς ἅπαντες.
282
ἔνϑ' ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυϑε κεκμηῶτα,
283
οἱ δὲ χρήματ' ἐμὰ γλαϕυρῆς ἐκ νηὸς ἑλόντες
284
κάτϑεσαν, ἔνϑα περ αὐτὸς ἐπὶ ψαμάϑοισιν ἐκείμην.
285
οἱ δ' ἐς Σιδονίην εὐναιομένην ἀναβάντες
286
ᾤχοντ'· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ."
35

Line Group 35

287
ὣς ϕάτο, μείδησεν δὲ ϑεὰ γλαυκῶπις ᾽Αϑήνη,
288
χειρί τέ μιν κατέρεξε· δέμας δ' ἤικτο γυναικὶ
289
καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργ' εἰδυίῃ.
290
καί μιν ϕωνήσασ' ἔπεα πτερόεντα προσηύδα·
36

Line Group 36

291
"κερδαλέος κ' εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλϑοι
292
ἐν πάντεσσι δόλοισι, καὶ εἰ ϑεὸς ἀντιάσειε.
293
σχέτλιε, ποικιλομῆτα, δόλων ἄτ', οὐκ ἄρ' ἔμελλες,
294
οὐδ' ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων
295
μύϑων τε κλοπίων, οἵ τοι πεδόϑεν ϕίλοι εἰσίν.
296
ἀλλ' ἄγε μηκέτι ταῦτα λεγώμεϑα, εἰδότες ἄμϕω
297
κέρδε', ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχ' ἄριστος ἁπάντων
298
βουλῇ καὶ μύϑοισιν, ἐγὼ δ' ἐν πᾶσι ϑεοῖσι
299
μήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύγ' ἔγνως
300
Παλλάδ' ᾽Αϑηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ
301
ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ ϕυλάσσω,
302
καὶ δέ σε Φαιήκεσσι ϕίλον πάντεσσιν ἔϑηκα.
303
νῦν αὖ δεῦρ' ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑϕήνω
304
χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ
305
ὤπασαν οἴκαδ' ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε,
306
εἴπω ϑ' ὅσσά τοι αἶσα δόμοις ἔνι ποιητοῖσι
307
κήδε' ἀνασχέσϑαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,
308
μηδέ τῳ ἐκϕάσϑαι μήτ' ἀνδρῶν μήτε γυναικῶν,
309
πάντων, οὕνεκ' ἄρ' ἦλϑες ἀλώμενος, ἀλλὰ σιωπῇ
310
πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν."
37

Line Group 37

311
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
38

Line Group 38

312
"ἀργαλέον σε, ϑεά, γνῶναι βροτῷ ἀντιάσαντι
313
καὶ μάλ' ἐπισταμένῳ· σὲ γὰρ αὐτὴν παντὶ ἐί:σκεις.
314
τοῦτο δ' ἐγὼν εὖ οἶδ', ὅτι μοι πάρος ἠπίη ἦσϑα,
315
εἷος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες ᾽Αχαιῶν.
316
αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
317
βῆμεν δ' ἐν νήεσσι, ϑεὸς δ' ἐκέδασσεν ᾽Αχαιούς,
318
οὔ σέγ' ἔπειτα ἴδον, κούρη Διός, οὐδὲ νόησα
319
νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.
320
ἀλλ' αἰεὶ ϕρεσὶν ᾗσιν ἔχων δεδαιὴγμένον ἦτορ
321
ἠλώμην, εἵως με ϑεοὶ κακότητος ἔλυσαν·
322
πρίν γ' ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ
323
ϑάρσυνάς τ' ἐπέεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.
324
νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι οὐ γὰρ ὀίω
325
ἥκειν εἰς ᾽Ιϑάκην εὐδείελον, ἀλλά τιν' ἄλλην
326
γαῖαν ἀναστρέϕομαι· σὲ δὲ κερτομέουσαν ὀίω
327
ταῦτ' ἀγορευέμεναι, ἵν' ἐμὰς ϕρένας ἠπεροπεύσῃς ή,
328
εἰπέ μοι, εἰ ἐτεόν γε ϕίλην ἐς πατρίδ' ἱκάνω."
39

Line Group 39

329
τὸν δ' ἠμείβετ' ἔπειτα ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·
40

Line Group 40

330
"αἰεί τοι τοιοῦτον ἐνὶ στήϑεσσι νόημα·
331
τῶ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,
332
οὕνεκ' ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέϕρων.
333
ἀσπασίως γάρ κ' ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλϑὼν
334
ἵετ' ἐνὶ μεγάροις ἰδέειν παῖδάς τ' ἄλοχόν τε·
335
σοὶ δ' οὔ πω ϕίλον ἐστὶ δαήμεναι οὐδὲ πυϑέσϑαι,
336
πρίν γ' ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὕτως
337
ἧσται ἐνὶ μεγάροισιν, ὀιὴζυραὶ δέ οἱ αἰεὶ
338
ϕϑίνουσιν νύκτές τε καὶ ἤματα δάκρυ χεούσῃ.
339
αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτ' ἀπίστεον, ἀλλ' ἐνὶ ϑυμῷ
340
ᾔδε', ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους:
341
ἀλλά τοι οὐκ ἐϑέλησα Ποσειδάωνι μάχεσϑαι
342
πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνϑετο ϑυμῷ,
343
χωόμενος ὅτι οἱ υἱὸν ϕίλον ἐξαλάωσας.
344
ἀλλ' ἄγε τοι δείξω ᾽Ιϑάκης ἕδος, ὄϕρα πεποίϑῃς.
345
Φόρκυνος μὲν ὅδ' ἐστὶ λιμήν, ἁλίοιο γέροντος,
346
ἧδε δ' ἐπὶ κρατὸς λιμένος τανύϕυλλος ἐλαίη·
347
ἀγχόϑι δ' αὐτῆς ἄντρον ἐπήρατον, ἠεροειδές,
348
ἱρὸν Νυμϕάων, αἳ Νηιάδες καλέονται·
349
τοῦτο δέ τοι σπέος εὐρυ,; κατηρεϕές, ἔνϑα σὺ πολλὰς
350
ἕρδεσκες Νύμϕῃσι τεληέσσας ἑκατόμβας:
351
τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ."
41

Line Group 41

352
ὣς εἰποῦσα ϑεὰ σκέδασ' ἠέρα, εἴσατο δὲ χϑών·
353
γήϑησέν τ' ἄρ' ἔπειτα πολύτλας δῖος ᾽Οδυσσεὺς
354
χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.
355
αὐτίκα δὲ Νύμϕῃς ἠρήσατο χεῖρας ἀνασχών·
42

Line Group 42

356
"Νύμϕαι νηιάδες, κοῦραι Διός, οὔ ποτ' ἔγωγε
357
ὄψεσϑ' ὔμμ' ἐϕάμην· νῦν δ' εὐχωλῇς ἀγανῇσι
358
χαίρετ'· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,
359
αἴ κεν ἐᾷ πρόϕρων με Διὸς ϑυγάτηρ ἀγελείη
360
αὐτόν τε ζώειν καί μοι ϕίλον υἱὸν ἀέξῃ."
43

Line Group 43

361
τὸν δ' αὖτε προσέειπε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·
44

Line Group 44

362
"ϑάρσει· μή τοι ταῦτα μετὰ ϕρεσὶ σῇσι μελόντων.
363
ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου ϑεσπεσίοιο
364
ϑείομεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ·
365
αὐτοὶ δὲ ϕραζώμεϑ' ὅπως ὄχ' ἄριστα γένηται."
45

Line Group 45

366
ὣς εἰποῦσα ϑεὰ δῦνε σπέος ἠεροειδές,
367
μαιομένη κευϑμῶνας ἀνὰ σπέος: αὐτὰρ ᾽Οδυσσεὺς
368
ἄσσον πάντ' ἐϕόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν
369
εἵματά τ' εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.
370
καὶ τὰ μὲν εὖ κατέϑηκε, λίϑον δ' ἐπέϑηκε ϑύρῃσι
371
Παλλὰς ᾽Αϑηναίη, κούρη Διὸς αἰγιόχοιο.
46

Line Group 46

372
τὼ δὲ καϑεζομένω ἱερῆς παρὰ πυϑμέν' ἐλαίης
373
ϕραζέσϑην μνηστῆρσιν ὑπερϕιάλοισιν ὄλεϑρον.
374
τοῖσι δὲ μύϑων ἦρχε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·
47

Line Group 47

375
"Διογενὲς Λαερτιάδη, πολυμήχαν' ᾽Οδυσσεῦ,
376
ϕράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐϕήσεις,
377
οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,
378
μνώμενοι ἀντιϑέην ἄλοχον καὶ ἕδνα διδόντες:
379
ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ ϑυμὸν
380
πάντας μέν ῥ' ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,
381
ἀγγελίας προιὴεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ."
48

Line Group 48

382
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
49

Line Group 49

383
"ὢ πόποι, ἦ μάλα δὴ ᾽Αγαμέμνονος ᾽Ατρείδαο
384
ϕϑείσεσϑαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,
385
εἰ μή μοι σὺ ἕκαστα, ϑεά, κατὰ μοῖραν ἔειπες.
386
ἀλλ' ἄγε μῆτιν ὕϕηνον, ὅπως ἀποτίσομαι αὐτούς:
387
πὰρ δέ μοι αὐτὴ στῆϑι, μένος πολυϑαρσὲς ἐνεῖσα,
388
οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.
389
αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,
390
καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην
391
σὺν σοί, πότνα ϑεά, ὅτε μοι πρόϕρασσ' ἐπαρήγοις."
50

Line Group 50

392
τὸν δ' ἠμείβετ' ἔπειτα ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·
51

Line Group 51

393
"καὶ λίην τοι ἔγωγε παρέσσομαι, οὐδέ με λήσεις,
394
ὁππότε κεν δὴ ταῦτα πενώμεϑα· καί τιν' ὀίω
395
αἵματί τ' ἐγκεϕάλῳ τε παλαξέμεν ἄσπετον οὖδας
396
ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
397
ἀλλ' ἄγε σ' ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·
398
κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
399
ξανϑὰς δ' ἐκ κεϕαλῆς ὀλέσω τρίχας, ἀμϕὶ δὲ λαῖϕος
400
ἕσσω, ὅ κε στυγέῃσιν ἰδὼν ἄνϑρωπος ἔχοντα,
401
κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέ' ἐόντε,
402
ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι ϕανήῃς
403
σῇ τ' ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.
404
αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαϕικέσϑαι,
405
ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε,
406
παῖδά τε σὸν ϕιλέει καὶ ἐχέϕρονα Πηνελόπειαν.
407
δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονται
408
πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ ᾽Αρεϑούσῃ,
409
ἔσϑουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ
410
πίνουσαι, τά ϑ' ὕεσσι τρέϕει τεϑαλυῖαν ἀλοιϕήν.
411
ἔνϑα μένειν καὶ πάντα παρήμενος ἐξερέεσϑαι,
412
ὄϕρ' ἂν ἐγὼν ἔλϑω Σπάρτην ἐς καλλιγύναικα
413
Τηλέμαχον καλέουσα, τεὸν ϕίλον υἱόν, ᾽Οδυσσεῦ,
414
ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον
415
ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτ' εἴης."
52

Line Group 52

416
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
53

Line Group 53

417
"τίπτε γὰρ οὔ οἱ ἔειπες, ἐνὶ ϕρεσὶ πάντ' εἰδυῖα;
418
ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ
419
πόντον ἐπ' ἀτρύγετον· βίοτον δέ οἱ ἄλλοι ἔδουσι."
54

Line Group 54

420
τὸν δ' ἠμείβετ' ἔπειτα ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·
55

Line Group 55

421
"μὴ δή τοι κεῖνός γε λίην ἐνϑύμιος ἔστω.
422
αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσϑλὸν ἄροιτο
423
κεῖσ' ἐλϑών· ἀτὰρ οὔ τιν' ἔχει πόνον, ἀλλὰ ἕκηλος
424
ἧσται ἐν ᾽Ατρεί:δαο δόμοις, παρὰ δ' ἄσπετα κεῖται.
425
ἦ μέν μιν λοχόωσι νέοι σὺν νηὶ μελαίνῃ,
426
ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσϑαι·
427
ἀλλὰ τά γ' οὐκ ὀίω· πρὶν καί τινα γαῖα καϑέξει
428
ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν."
56

Line Group 56

429
ὣς ἄρα μιν ϕαμένη ῥάβδῳ ἐπεμάσσατ' ᾽Αϑήνη.
430
κάρψε μέν οἱ χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
431
ξανϑὰς δ' ἐκ κεϕαλῆς ὄλεσε τρίχας, ἀμϕὶ δὲ δέρμα
432
πάντεσσιν μελέεσσι παλαιοῦ ϑῆκε γέροντος,
433
κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέ' ἐόντε.
434
ἀμϕὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα,
435
ῥωγαλέα, ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ·
436
ἀμϕὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσ' ἐλάϕοιο,
437
ψιλόν· δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,
438
πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόϕος ἦεν ἀορτήρ.
439
τώ γ' ὣς βουλεύσαντε διέτμαγεν. ἡ μὲν ἔπειτα
440
ἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδ' ᾽Οδυσῆος.

Chapter 14: ΟΔΥΣΣΕΙΑΣ Ξ

1

Line Group 1

1
Αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν
2
χῶρον ἀν' ὑλήεντα δι' ἄκριας, ᾗ οἱ ᾽Αϑήνη
3
πέϕραδε δῖον ὑϕορβόν, ὅ οἱ βιότοιο μάλιστα
4
κήδετο οἰκήων, ουἠς κτήσατο δῖος ᾽Οδυσσεύς.
2

Line Group 2

5
τὸν δ' ἄρ' ἐνὶ προδόμῳ εὗρ' ἥμενον, ἔνϑά οἱ αὐλὴ
6
ὑψηλὴ δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ,
7
καλή τε μεγάλη τε, περίδρομος: ἥν ῥα συβώτης
8
αὐτὸς δείμαϑ' ὕεσσιν ἀποιχομένοιο ἄνακτος,
9
νόσϕιν δεσποίνης καὶ Λαέρταο γέροντος,
10
ῥυτοῖσιν λάεσσι καὶ ἐϑρίγκωσεν ἀχέρδῳ.
11
σταυροὺς δ' ἐκτὸς ἔλασσε διαμπερὲς ἔνϑα καὶ ἔνϑα,
12
πυκνοὺς καὶ ϑαμέας, τὸ μέλαν δρυὸς ἀμϕικεάσσας.
13
ἔντοσϑεν δ' αὐλῆς συϕεοὺς δυοκαίδεκα ποίει
14
πλησίον ἀλλήλων, εὐνὰς συσίν· ἐν δὲ ἑκάστῳ
15
πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο,
16
ϑήλειαι τοκάδες: τοὶ δ' ἄρσενες ἐκτὸς ἴαυον,
17
πολλὸν παυρότεροι· τοὺς γὰρ μινύϑεσκον ἔδοντες
18
ἀντίϑεοι μνηστῆρες, ἐπεὶ προί:αλλε συβώτης
19
αἰεὶ ζατρεϕέων σιάλων τὸν ἄριστον ἁπάντων·
20
οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο.
21
πὰρ δὲ κύνες ϑήρεσσιν ἐοικότες αἰὲν ἴαυον
22
τέσσαρες, ουἠς ἔϑρεψε συβώτης, ὄρχαμος ἀνδρῶν·
23
αὐτὸς δ' ἀμϕὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα,
24
τάμνων δέρμα βόειον ἐυχροές: οἱ δὲ δὴ ἄλλοι
25
ᾤχοντ' ἄλλυδις ἄλλος ἅμ' ἀγρομένοισι σύεσσιν,
26
οἱ τρεῖς: τὸν δὲ τέταρτον ἀποπροέηκε πόλιν δὲ
27
σῦν ἀγέμεν μνηστῆρσιν ὑπερϕιάλοισιν ἀνάγκῃ,
28
ὄϕρ' ἱερεύσαντες κρειῶν κορεσαίατο ϑυμόν.
3

Line Group 3

29
ἐξαπίνης δ' ᾽Οδυσῆα ἴδον κύνες ὑλακόμωροι.
30
οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ ᾽Οδυσσεὺς
31
ἕζετο κερδοσύνῃ, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός.
32
ἔνϑά κεν ᾧ πὰρ σταϑμῷ ἀεικέλιον πάϑεν ἄλγος:
33
ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν
34
ἔσσυτ' ἀνὰ πρόϑυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρός.
35
τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον
36
πυκνῇσιν λιϑάδεσσιν· ὁ δὲ προσέειπεν ἄνακτα·
4

Line Group 4

37
"ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντο
38
ἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας.
39
καὶ δέ μοι ἄλλα ϑεοὶ δόσαν ἄλγεά τε στοναχάς τε·
40
ἀντιϑέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων
41
ἧμαι, ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω
42
ἔδμεναι· αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς
43
πλάζετ' ἐπ' ἀλλοϑρόων ἀνδρῶν δῆμόν τε πόλιν τε,
44
εἴ που ἔτι ζώει καὶ ὁρᾷ ϕάος ἠελίοιο.
45
ἀλλ' ἕπεο, κλισίηνδ' ἴομεν, γέρον, ὄϕρα καὶ αὐτός,
46
σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ ϑυμόν,
47
εἴπῃς, ὁππόϑεν ἐσσὶ καὶ ὁππόσα κήδε' ἀνέτλης."
5

Line Group 5

48
ὣς εἰπὼν κλισίην δ' ἡγήσατο δῖος ὑϕορβός,
49
εἷσεν δ' εἰσαγαγών, ῥῶπας δ' ὑπέχευε δασείας,
50
ἐστόρεσεν δ' ἐπὶ δέρμα ἰονϑάδος ἀγρίου αἰγός,
51
αὐτοῦ ἐνεύναιον, μέγα καὶ δασύ. χαῖρε δ' ᾽Οδυσσεύς,
52
ὅττί μιν ὣς ὑπέδεκτο, ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζε·
6

Line Group 6

53
"Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀϑάνατοι ϑεοὶ ἄλλοι,
54
ὅττι μάλιστ' ἐϑέλεις, ὅτι με πρόϕρων ὑπέδεξο."
7

Line Group 7

55
τὸν δ' ἀπαμειβόμενος προσέϕης, Εὔμαιε συβῶτα·
8

Line Group 8

56
"ξεῖν', οὔ μοι ϑέμις ἔστ', οὐδ' εἰ κακίων σέϑεν ἔλϑοι,
57
ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
58
ξεῖνοί τε πτωχοί τε. δόσις δ' ὀλίγη τε ϕίλη τε
59
γίνεται ἡμετέρη· ἡ γὰρ δμώων δίκη ἐστίν
60
αἰεὶ δειδιότων, ὅτ' ἐπικρατέωσιν ἄνακτες
61
οἱ νέοι. ἦ γὰρ τοῦ γε ϑεοὶ κατὰ νόστον ἔδησαν,
62
ὅς κεν ἔμ' ἐνδυκέως ἐϕίλει καὶ κτῆσιν ὄπασσεν,
63
οἷά τε ᾧ οἰκῆι ἄναξ εὔϑυμος ἔδωκεν,
64
οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα,
65
ὅς οἱ πολλὰ κάμῃσι, ϑεὸς δ' ἐπὶ ἔργον ἀέξῃ,
66
ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται, ᾧ ἐπιμίμνω.
67
τῶ κέ με πόλλ' ὤνησεν ἄναξ, εἰ αὐτόϑ' ἐγήρα·
68
ἀλλ' ὄλεϑ'. ὡς ὤϕελλ' ῾Ελένης ἀπὸ ϕῦλον ὀλέσϑαι
69
πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ' ἔλυσε·
70
καὶ γὰρ κεῖνος ἔβη ᾽Αγαμέμνονος εἵνεκα τιμῆς
71
῎Ιλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο."
9

Line Group 9

72
ὣς εἰπὼν ζωστῆρι ϑοῶς συνέεργε χιτῶνα,
73
βῆ δ' ἴμεν ἐς συϕεούς, ὅϑι ἔϑνεα ἔρχατο χοίρων.
74
ἔνϑεν ἑλὼν δύ' ἔνεικε καὶ ἀμϕοτέρους ἱέρευσεν,
75
εὗσέ τε μίστυλλέν τε καὶ ἀμϕ' ὀβελοῖσιν ἔπειρεν.
76
ὀπτήσας δ' ἄρα πάντα ϕέρων παρέϑηκ' ᾽Οδυσῆι
77
ϑέρμ' αὐτοῖς ὀβελοῖσιν· ὁ δ' ἄλϕιτα λευκὰ πάλυνεν.
78
ἐν δ' ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον,
79
αὐτὸς δ' ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα·
10

Line Group 10

80
"ἔσϑιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι,
81
χοίρε'· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,
82
οὐκ ὄπιδα ϕρονέοντες ἐνὶ ϕρεσὶν οὐδ' ἐλεητύν.
83
οὐ μὲν σχέτλια ἔργα ϑεοὶ μάκαρες ϕιλέουσιν,
84
ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργ' ἀνϑρώπων.
85
καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τ' ἐπὶ γαίης
86
ἀλλοτρίης βῶσιν καί σϕιν Ζεὺς ληίδα δώῃ,
87
πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόν δὲ νέεσϑαι,
88
καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν ϕρεσὶ πίπτει.
89
οἷδε δέ τοι ἴσασι, ϑεοῦ δέ τιν' ἔκλυον αὐδήν,
90
κείνου λυγρὸν ὄλεϑρον, ὅ τ' οὐκ ἐϑέλουσι δικαίως
91
μνᾶσϑαι οὐδὲ νέεσϑαι ἐπὶ σϕέτερ', ἀλλὰ ἕκηλοι
92
κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδ' ἔπι ϕειδώ.
93
ὅσσαι γὰρ νύκτές τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,
94
οὔ ποϑ' ἓν ἱρεύουσ' ἱερήιον οὐδὲ δύ' οἴω·
95
οἶνον δὲ ϕϑινύϑουσιν ὑπέρβιον ἐξαϕύοντες.
96
ἦ γάρ οἱ ζωή γ' ἦν ἄσπετος: οὔ τινι τόσση
97
ἀνδρῶν ἡρώων, οὔτ' ἠπείροιο μελαίνης
98
οὔτ' αὐτῆς ᾽Ιϑάκης: οὐδὲ ξυνεείκοσι ϕωτῶν
99
ἔστ' ἄϕενος τοσσοῦτον· ἐγὼ δέ κέ τοι καταλέξω.
100
δώδεκ' ἐν ἠπείρῳ ἀγέλαι· τόσα πώεα οἰῶν,
101
τόσσα συῶν συβόσια, τόσ' αἰπόλια πλατέ' αἰγῶν
102
βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.
103
ἐνϑάδε τ' αἰπόλια πλατέ' αἰγῶν ἕνδεκα πάντα
104
ἐσχατιῇ βόσκοντ', ἐπὶ δ' ἀνέρες ἐσϑλοὶ ὄρονται.
105
τῶν αἰεί σϕιν ἕκαστος ἐπ' ἤματι μῆλον ἀγινεῖ,
106
ζατρεϕέων αἰγῶν ὅς τις ϕαίνηται ἄριστος.
107
αὐτὰρ ἐγὼ σῦς τάσδε ϕυλάσσω τε ῥύομαί τε,
108
καί σϕι συῶν τὸν ἄριστον ἔυ κρίνας ἀποπέμπω."
11

Line Group 11

109
ὣς ϕάϑ', ὁ δ' ἐνδυκέως κρέα τ' ἤσϑιε πῖνέ τε οἶνον
110
ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι ϕύτευεν.
111
αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε ϑυμὸν ἐδωδῇ,
112
καί οἱ πλησάμενος δῶκε σκύϕος, ᾧ περ ἔπινεν,
113
οἴνου ἐνίπλειον· ὁ δ' ἐδέξατο, χαῖρε δὲ ϑυμῷ,
114
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδα·
12

Line Group 12

115
"ὦ ϕίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν,
116
ὧδε μάλ' ἀϕνειὸς καὶ καρτερός, ὡς ἀγορεύεις...
117
ϕῂς δ' αὐτὸν ϕϑίσϑαι ᾽Αγαμέμνονος εἵνεκα τιμῆς.
118
εἰπέ μοι, αἴ κέ ποϑι γνώω τοιοῦτον ἐόντα.
119
Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀϑάνατοι ϑεοὶ ἄλλοι,
120
εἴ κέ μιν ἀγγείλαιμι ἰδών· ἐπὶ πολλὰ δ' ἀλήϑην."
13

Line Group 13

121
τὸν δ' ἠμείβετ' ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν·
14

Line Group 14

122
"ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλϑὼν
123
ἀγγέλλων πείσειε γυναῖκά τε καὶ ϕίλον υἱόν,
124
ἀλλ' ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται
125
ψεύδοντ', οὐδ' ἐϑέλουσιν ἀληϑέα μυϑήσασϑαι.
126
ὃς δέ κ' ἀλητεύων ᾽Ιϑάκης ἐς δῆμον ἵκηται,
127
ἐλϑὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει·
128
ἡ δ' εὖ δεξαμένη ϕιλέει καὶ ἕκαστα μεταλλᾷ,
129
καί οἱ ὀδυρομένῃ βλεϕάρων ἄπο δάκρυα πίπτει,
130
ἣ ϑέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοϑ' ὄληται.
131
αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο,
132
εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.
133
τοῦ δ' ἤδη μέλλουσι κύνες ταχέες τ' οἰωνοὶ
134
ῥινὸν ἀπ' ὀστεόϕιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν·
135
ἢ τόν γ' ἐν πόντῳ ϕάγον ἰχϑύες, ὀστέα δ' αὐτοῦ
136
κεῖται ἐπ' ἠπείρου ψαμάϑῳ εἰλυμένα πολλῇ.
137
ὣς ὁ μὲν ἔνϑ' ἀπόλωλε, ϕίλοισι δὲ κήδε' ὀπίσσω
138
πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται· οὐ γὰρ ἔτ' ἄλλον
139
ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσ' ἐπέλϑω,
140
οὐδ' εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι
141
οἶκον, ὅϑι πρῶτον γενόμην καί μ' ἔτρεϕον αὐτοί.
142
οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ
143
ὀϕϑαλμοῖσιν ἰδέσϑαι ἐὼν ἐν πατρίδι γαίῃ·
144
ἀλλά μ' ᾽Οδυσσῆος πόϑος αἴνυται οἰχομένοιο.
145
τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντ' ὀνομάζειν
146
αἰδέομαι· περὶ γάρ μ' ἐϕίλει καὶ κήδετο ϑυμῷ·
147
ἀλλά μιν ἠϑεῖον καλέω καὶ νόσϕιν ἐόντα."
15

Line Group 15

148
τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος ᾽Οδυσσεύς:
16

Line Group 16

149
"ὦ ϕίλ', ἐπεὶ δὴ πάμπαν ἀναίνεαι, οὐδ' ἔτι ϕῇσϑα
150
κεῖνον ἐλεύσεσϑαι, ϑυμὸς δέ τοι αἰὲν ἄπιστος:
151
ἀλλ' ἐγὼ οὐχ αὕτως μυϑήσομαι, ἀλλὰ σὺν ὅρκῳ,
152
ὡς νεῖται ᾽Οδυσεύς. εὐαγγέλιον δέ μοι ἔστω
153
αὐτίκ', ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαϑ' ἵκηται.
155
πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην·
156
ἐχϑρὸς γάρ μοι κεῖνος ὁμῶς ᾽Αί:δαο πύλῃσι
157
γίνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.
158
ἴστω νῦν Ζεὺς πρῶτα ϑεῶν ξενίη τε τράπεζα
159
ἱστίη τ' ᾽Οδυσῆος ἀμύμονος, ἣν ἀϕικάνω,
160
ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
161
τοῦδ' αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνϑάδ' ᾽Οδυσσεύς.
162
τοῦ μὲν ϕϑίνοντος μηνός, τοῦ δ' ἱσταμένοιο,
163
οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνου
164
ἐνϑάδ' ἀτιμάζει ἄλοχον καὶ ϕαίδιμον υἱόν."
165
τὸν δ' ἀπαμειβόμενος προσέϕης, Εὔμαιε συβῶτα·
17

Line Group 17

166
"ὦ γέρον, οὔτ' ἄρ' ἐγὼν εὐαγγέλιον τόδε τίσω
167
οὔτ' ᾽Οδυσεὺς ἔτι οἶκον ἐλεύσεται· ἀλλὰ ἕκηλος
168
πῖνε, καὶ ἄλλα παρ' ἐξ μεμνώμεϑα, μηδέ με τούτων
169
μίμνῃσκ'· ἦ γὰρ ϑυμὸς ἐνὶ στήϑεσσιν ἐμοῖσιν
170
ἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος.
171
ἀλλ' ἤτοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ ᾽Οδυσσεὺς
172
ἔλϑοι, ὅπως μιν ἔγωγ' ἐϑέλω καὶ Πηνελόπεια
173
Λαέρτης ϑ' ὁ γέρων καὶ Τηλέμαχος ϑεοειδής.
174
νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκ' ᾽Οδυσσεύς,
175
Τηλεμάχου. τὸν ἐπεὶ ϑρέψαν ϑεοὶ ἔρνειὴ ἶσον,
176
καί μιν ἔϕην ἔσσεσϑαι ἐν ἀνδράσιν οὔ τι χέρεια
177
πατρὸς ἑοῖο ϕίλοιο, δέμας καὶ εἶδος ἀγητόν·
178
τὸν δέ τις ἀϑανάτων βλάψε ϕρένας ἔνδον ἐίσας
179
ἠέ τις ἀνϑρώπων· ὁ δ' ἔβη μετὰ πατρὸς ἀκουὴν
180
ἐς Πύλον ἠγαϑέην· τὸν δὲ μνηστῆρες ἀγαυοὶ
181
οἴκαδ' ἰόντα λοχῶσιν, ὅπως ἀπὸ ϕῦλον ὄληται
182
νώνυμον ἐξ ᾽Ιϑάκης ᾽Αρκεισίου ἀντιϑέοιο.
183
ἀλλ' ἤτοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἁλώῃ
184
ἦ κε ϕύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων.
185
ἀλλ' ἄγε μοι σύ, γεραιέ, τὰ σ' αὐτοῦ κήδε' ἐνίσπες,
186
καί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄϕρ' ἔυ εἰδῶ·
187
τίς πόϑεν εἰς ἀνδρῶν; πόϑι τοι πόλις ἠδὲ τοκῆες...
188
ὁπποίης τ' ἐπὶ νηὸς ἀϕίκεο· πῶς δέ σε ναῦται
189
ἤγαγον εἰς ᾽Ιϑάκην; τίνες ἔμμεναι εὐχετόωντο;
190
οὐ μὲν γάρ τί σε πεζὸν ὀίομαι ἐνϑάδ' ἱκέσϑαι."
18

Line Group 18

191
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
19

Line Group 19

192
"τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλ' ἀτρεκέως ἀγορεύσω.
193
εἴη μὲν νῦν νῶιν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ
194
ἠδὲ μέϑυ γλυκερὸν κλισίης ἔντοσϑεν ἐοῦσι
195
δαίνυσϑαι ἀκέοντ', ἄλλοι δ' ἐπὶ ἔργον ἕποιεν·
196
ῥηιδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα
197
οὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα ϑυμοῦ,
198
ὅσσά γε δὴ ξύμπαντα ϑεῶν ἰότητι μόγησα.
199
ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων,
200
ἀνέρος ἀϕνειοῖο πάις: πολλοὶ δὲ καὶ ἄλλοι
201
υἷες ἐνὶ μεγάρῳ ἠμὲν τράϕεν ἠδὲ γένοντο
202
γνήσιοι ἐξ ἀλόχου· ἐμὲ δ' ὠνητὴ τέκε μήτηρ
203
παλλακίς, ἀλλά με ἶσον ἰϑαγενέεσσιν ἐτίμα
204
Κάστωρ ῾Υλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι·
205
ὃς τότ' ἐνὶ Κρήτεσσι ϑεὸς ὣς τίετο δήμῳ
206
ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν.
207
ἀλλ' ἤτοι τὸν κῆρες ἔβαν ϑανάτοιο ϕέρουσαι
208
εἰς ᾽Αίδαο δόμους: τοὶ δὲ ζωὴν ἐδάσαντο
209
παῖδες ὑπέρϑυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,
210
αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκί' ἔνειμαν.
211
ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνϑρώπων
212
εἵνεκ' ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποϕώλιος ἦα
213
οὐδὲ ϕυγοπτόλεμος: νῦν δ' ἤδη πάντα λέλοιπεν·
214
ἀλλ' ἔμπης καλάμην γέ σ' ὀίομαι εἰσορόωντα
215
γινώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιϑα πολλή.
216
ἦ μὲν δὴ ϑάρσός μοι ῎Αρης τ' ἔδοσαν καὶ ᾽Αϑήνη
217
καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχον δὲ
218
ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι ϕυτεύων,
219
οὔ ποτέ μοι ϑάνατον προτιόσσετο ϑυμὸς ἀγήνωρ,
220
ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον
221
ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσι.
222
τοῖος ἔα ἐν πολέμῳ· ἔργον δέ μοι οὐ ϕίλον ἔσκεν
223
οὐδ' οἰκωϕελίη, ἥ τε τρέϕει ἀγλαὰ τέκνα,
224
ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι ϕίλαι ἦσαν
225
καὶ πόλεμοι καὶ ἄκοντες ἐύξεστοι καὶ ὀιστοί,
226
λυγρά, τά τ' ἄλλοισίν γε καταριγηλὰ πέλονται.
227
αὐτὰρ ἐμοὶ τὰ ϕίλ' ἔσκε, τά που ϑεὸς ἐν ϕρεσὶ ϑῆκεν·
228
ἄλλος γάρ τ' ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.
229
πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας ᾽Αχαιῶν
230
εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν
231
ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.
232
τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δ' ὀπίσσω
233
λάγχανον· αἶψα δὲ οἶκος ὀϕέλλετο, καί ῥα ἔπειτα
234
δεινός τ' αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.
235
ἀλλ' ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
236
ἐϕράσαϑ', ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ' ἔλυσε,
237
δὴ τότ' ἔμ' ἤνωγον καὶ ἀγακλυτὸν ᾽Ιδομενῆα
238
νήεσσ' ἡγήσασϑαι ἐς ῎Ιλιον· οὐδέ τι μῆχος
239
ἦεν ἀνήνασϑαι, χαλεπὴ δ' ἔχε δήμου ϕῆμις.
240
ἔνϑα μὲν εἰνάετες πολεμίζομεν υἷες ᾽Αχαιῶν,
241
τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν
242
οἴκαδε σὺν νήεσσι, ϑεὸς δ' ἐκέδασσεν ᾽Αχαιούς.
243
αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς:
244
μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσι
245
κουριδίῃ τ' ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειτα
246
Αἴγυπτον δέ με ϑυμὸς ἀνώγει ναυτίλλεσϑαι,
247
νῆας ἔυ στείλαντα, σὺν ἀντιϑέοισ' ἑτάροισιν.
248
ἐννέα νῆας στεῖλα, ϑοῶς δ' ἐσαγείρετο λαός.
249
ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
250
δαίνυντ'· αὐτὰρ ἐγὼν ἱερήια πολλὰ παρεῖχον
251
ϑεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσϑαι.
252
ἑβδομάτῃ δ' ἀναβάντες ἀπὸ Κρήτης εὐρείης
253
ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέι καλῷ
254
ῥηιδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοι
255
νηῶν πημάνϑη, ἀλλ' ἀσκηϑέες καὶ ἄνουσοι
256
ἥμεϑα, τὰς δ' ἄνεμός τε κυβερνῆταί τ' ἴϑυνον.
257
πεμπταῖοι δ' Αἴγυπτον ἐυρρείτην ἱκόμεσϑα,
258
στῆσα δ' ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμϕιελίσσας.
259
ἔνϑ' ἤτοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
260
αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσϑαι,
261
ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσϑαι·
262
οἱ δ' ὕβρει εἴξαντες, ἐπισπόμενοι μένειὴ σϕῷ,
263
αἶψα μάλ' Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
264
πόρϑεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,
265
αὐτούς τε κτεῖνον· τάχα δ' ἐς πόλιν ἵκετ' ἀυτή.
266
οἱ δὲ βοῆς ἀί:οντες ἅμ' ἠοῖ ϕαινομένηϕιν
267
ἦλϑον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
268
χαλκοῦ τε στεροπῆς. ἐν δὲ Ζεὺς τερπικέραυνος
269
ϕύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη
270
μεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοϑεν ἔστη.
271
ἔνϑ' ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέι χαλκῷ,
272
τοὺς δ' ἄναγον ζωούς, σϕίσιν ἐργάζεσϑαι ἀνάγκῃ.
273
αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ ϕρεσὶν ὧδε νόημα
274
ποίησ'· ήὡς ὄϕελον ϑανέειν καὶ πότμον ἐπισπεῖν
275
αὐτοῦ ἐν Αἰγύπτῳ· ἔτι γάρ νύ με πῆμ' ὑπέδεκτο ή·
276
αὐτίκ' ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔϑηκα
277
καὶ σάκος ὤμοιιν, δόρυ δ' ἔκβαλον ἔκτοσε χειρός:
278
αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυϑον ἵππων
279
καὶ κύσα γούναϑ' ἑλών· ὁ δ' ἐρύσατο καί μ' ἐλέησεν,
280
ἐς δίϕρον δέ μ' ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.
281
ἦ μέν μοι μάλα πολλοὶ ἐπήισσον μελίῃσιν,
282
ἱέμενοι κτεῖναι· δὴ γὰρ κεχολώατο λίην·
283
ἀλλ' ἀπὸ κεῖνος ἔρυκε, Διὸς δ' ὠπίζετο μῆνιν
284
ξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.
285
ἔνϑα μὲν ἑπτάετες μένον αὐτόϑι, πολλὰ δ' ἄγειρα
286
χρήματ' ἀν' Αἰγυπτίους ἄνδρας: δίδοσαν γὰρ ἅπαντες.
287
ἀλλ' ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλϑε,
288
δὴ τότε Φοῖνιξ ἦλϑεν ἀνὴρ ἀπατήλια εἰδώς,
289
τρώκτης, ὃς δὴ πολλὰ κάκ' ἀνϑρώποισιν ἐώργει·
290
ὅς μ' ἄγε παρπεπιϑὼν ᾗσι ϕρεσίν, ὄϕρ' ἱκόμεσϑα
291
Φοινίκην, ὅϑι τοῦ γε δόμοι καὶ κτήματ' ἔκειτο.
292
ἔνϑα παρ' αὐτῷ μεῖνα τελεσϕόρον εἰς ἐνιαυτόν.
293
ἀλλ' ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
294
ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυϑον ὧραι,
295
ἐς Λιβύην μ' ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο
296
ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν ϕόρτον ἄγοιμι,
297
κεῖϑι δέ μ' ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.
298
τῷ ἑπόμην ἐπὶ νηός, ὀιόμενός περ, ἀνάγκῃ.
299
ἡ δ' ἔϑεεν Βορέῃ ἀνέμῳ ἀκραέι, καλῷ,
300
μέσσον ὑπὲρ Κρήτης: Ζεὺς δέ σϕισι μήδετ' ὄλεϑρον.
301
ἀλλ' ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλλη
302
ϕαίνετο γαιάων, ἀλλ' οὐρανὸς ἠδὲ ϑάλασσα,
303
δὴ τότε κυανέην νεϕέλην ἔστησε Κρονίων
304
νηὸς ὕπερ γλαϕυρῆς, ἤχλυσε δὲ πόντος ὑπ' αὐτῆς.
305
Ζεὺς δ' ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν·
306
ἡ δ' ἐλελίχϑη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,
307
ἐν δὲ ϑεείου πλῆτο· πέσον δ' ἐκ νηὸς ἅπαντες.
308
οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν
309
κύμασιν ἐμϕορέοντο· ϑεὸς δ' ἀποαίνυτο νόστον.
310
αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα ϑυμῷ,
311
ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο
312
ἐν χείρεσσιν ἔϑηκεν, ὅπως ἔτι πῆμα ϕύγοιμι.
313
τῷ ῥα περιπλεχϑεὶς ϕερόμην ὀλοοῖς ἀνέμοισιν.
314
ἐννῆμαρ ϕερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
315
γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.
316
ἔνϑα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων
317
ἥρως ἀπριάτην· τοῦ γὰρ ϕίλος υἱὸς ἐπελϑὼν
318
αἴϑρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,
319
χειρὸς ἀναστήσας, ὄϕρ' ἵκετο δώματα πατρός:
320
ἀμϕὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.
321
ἔνϑ' ᾽Οδυσῆος ἐγὼ πυϑόμην· κεῖνος γὰρ ἔϕασκε
322
ξεινίσαι ἠδὲ ϕιλῆσαι ἰόντ' ἐς πατρίδα γαῖαν,
323
καί μοι κτήματ' ἔδειξεν, ὅσα ξυναγείρατ' ᾽Οδυσσεύς,
324
χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.
325
καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γ' ἔτι βόσκοι·
326
τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
327
τὸν δ' ἐς Δωδώνην ϕάτο βήμεναι, ὄϕρα ϑεοῖο
328
ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσῃ,
329
ὅππως νοστήσῃ ᾽Ιϑάκης ἐς πίονα δῆμον,
330
ἤδη δὴν ἀπεών, ἢ ἀμϕαδὸν ἦε κρυϕηδόν.
331
ὤμοσε δὲ πρὸς ἔμ' αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,
332
νῆα κατειρύσϑαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
333
οἳ δή μιν πέμψουσι ϕίλην ἐς πατρίδα γαῖαν.
334
ἀλλ' ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς
335
ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
336
ἔνϑ' ὅ γέ μ' ἠνώγει πέμψαι βασιλῆι ᾽Ακάστῳ
337
ἐνδυκέως: τοῖσιν δὲ κακὴ ϕρεσὶν ἥνδανε βουλὴ
338
ἀμϕ' ἐμοί, ὄϕρ' ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.
339
ἀλλ' ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,
340
αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.
341
ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματ' ἔδυσαν,
342
ἀμϕὶ δέ με ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα,
343
ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀϕϑαλμοῖσιν ὅρηαι·
344
ἑσπέριοι δ' ᾽Ιϑάκης εὐδειέλου ἔργ' ἀϕίκοντο.
345
ἔνϑ' ἐμὲ μὲν κατέδησαν ἐυσσέλμῳ ἐνὶ νηὶ
346
ὅπλῳ ἐυστρεϕέι στερεῶς, αὐτοὶ δ' ἀποβάντες
347
ἐσσυμένως παρὰ ϑῖνα ϑαλάσσης δόρπον ἕλοντο.
348
αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν ϑεοὶ αὐτοὶ
349
ῥηιὴδίως: κεϕαλῇ δὲ κατὰ ῥάκος ἀμϕικαλύψας,
350
ξεστὸν ἐϕόλκαιον καταβὰς ἐπέλασσα ϑαλάσσῃ
351
στῆϑος, ἔπειτα δὲ χερσὶ διήρεσσ' ἀμϕοτέρῃσι
352
νηχόμενος, μάλα δ' ὦκα ϑύρηϑ' ἔα ἀμϕὶς ἐκείνων.
353
ἔνϑ' ἀναβάς, ὅϑι τε δρίος ἦν πολυανϑέος ὕλης,
354
κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες
355
ϕοίτων· ἀλλ' - οὐ γάρ σϕιν ἐϕαίνετο κέρδιον εἶναι
356
μαίεσϑαι προτέρω - τοὶ μὲν πάλιν αὖτις ἔβαινον
357
νηὸς ἔπι γλαϕυρῆς: ἐμὲ δὲ κρύψαν ϑεοὶ αὐτοὶ
358
ῥηιδίως, καί με σταϑμῷ ἐπέλασσαν ἄγοντες
359
ἀνδρὸς ἐπισταμένου· ἔτι γάρ νύ μοι αἶσα βιῶναι."
20

Line Group 20

360
τὸν δ' ἀπαμειβόμενος προσέϕης, Εὔμαιε συβῶτα·
21

Line Group 21

361
"ἆ δειλὲ ξείνων, ἦ μοι μάλα ϑυμὸν ὄρινας
362
ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάϑες ἠδ' ὅσ' ἀλήϑης.
363
ἀλλὰ τά γ' οὐ κατὰ κόσμον ὀί:ομαι, οὐδέ με πείσεις
364
εἰπὼν ἀμϕ' ᾽Οδυσῆι. τί σε χρὴ τοῖον ἐόντα
365
μαψιδίως ψεύδεσϑαι; ἐγὼ δ' ἐὖ οἶδα καὶ αὐτὸς
366
νόστον ἐμοῖο ἄνακτος, ὅ τ' ἤχϑετο πᾶσι ϑεοῖσι
367
πάγχυ μάλ', ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν
368
ἠὲ ϕίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.
371
νῦν δέ μιν ἀκλειῶς ῞Αρπυιαι ἀνηρείψαντο.
372
αὐτὰρ ἐγὼ παρ' ὕεσσιν ἀπότροπος: οὐδὲ πόλιν δὲ
373
ἔρχομαι, εἰ μή που τι περίϕρων Πηνελόπεια
374
ἐλϑέμεν ὀτρύνῃσιν, ὅτ' ἀγγελίη ποϑὲν ἔλϑοι.
375
ἀλλ' οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,
376
ἠμὲν οἵ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,
377
ἠδ' οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες:
378
ἀλλ' ἐμοὶ οὐ ϕίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσϑαι,
379
ἐξ οὗ δή μ' Αἰτωλὸς ἀνὴρ ἐξήπαϕε μύϑῳ,
380
ὅς ῥ' ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληϑεὶς,
381
ἦλϑεν ἐμὰ πρὸς δώματ'· ἐγὼ δέ μιν ἀμϕαγάπαζον.
382
ϕῆ δέ μιν ἐν Κρήτεσσι παρ' ᾽Ιδομενῆιὴ ἰδέσϑαι
383
νῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι·
384
καὶ ϕάτ' ἐλεύσεσϑαι ἢ ἐς ϑέρος ἢ ἐς ὀπώρην,
385
πολλὰ χρήματ' ἄγοντα, σὺν ἀντιϑέοισ' ἑτάροισι.
386
καὶ σύ, γέρον πολυπενϑές, ἐπεί σέ μοι ἤγαγε δαίμων,
387
μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι ϑέλγε·
388
οὐ γὰρ τοὔνεκ' ἐγώ σ' αἰδέσσομαι οὐδὲ ϕιλήσω,
389
ἀλλὰ Δία ξένιον δείσας αὐτόν τ' ἐλεαίρων."
22

Line Group 22

390
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
23

Line Group 23

391
"ἦ μάλα τίς τοι ϑυμὸς ἐνὶ στήϑεσσιν ἄπιστος,
392
οἷόν σ' οὐδ' ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείϑω.
393
ἀλλ' ἄγε νῦν ῥήτρην ποιησόμεϑ'· αὐτὰρ ὄπισϑε
394
μάρτυροι ἀμϕοτέροισι ϑεοί, τοὶ ῎Ολυμπον ἔχουσιν.
395
εἰ μέν κεν νοστήσειεν ἄναξ τεὸς ἐς τόδε δῶμα,
396
ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι
397
Δουλίχιον δ' ἰέναι, ὅϑι μοι ϕίλον ἔπλετο ϑυμῷ·
398
εἰ δέ κε μὴ ἔλϑῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω,
399
δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης,
400
ὄϕρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν."
24

Line Group 24

401
τὸν δ' ἀπαμειβόμενος προσεϕώνεε δῖος ὑϕορβός:
25

Line Group 25

402
"ξεῖν', οὕτω γάρ κέν μοι ἐυκλείη τ' ἀρετή τε
403
εἴη ἐπ' ἀνϑρώπους, ἅμα τ' αὐτίκα καὶ μετέπειτα,
404
ὅς σ' ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,
405
αὖτις δὲ κτείναιμι ϕίλον τ' ἀπὸ ϑυμὸν ἑλοίμην·
406
πρόϕρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.
407
νῦν δ' ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροι
408
εἶεν, ἵν' ἐν κλισίῃ λαρὸν τετυκοίμεϑα δόρπον."
26

Line Group 26

409
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
410
ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλϑον ὑϕορβοί.
411
τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤϑεα κοιμηϑῆναι,
412
κλαγγὴ δ' ἄσπετος ὦρτο συῶν αὐλιζομενάων.
413
αὐτὰρ ὁ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑϕορβός:
27

Line Group 27

414
"ἄξεϑ' ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω
415
τηλεδαπῷ· πρὸς δ' αὐτοὶ ὀνησόμεϑ', οἵ περ ὀιζὺν
416
δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκ' ἀργιοδόντων·
417
ἄλλοι δ' ἡμέτερον κάματον νήποινον ἔδουσιν."
28

Line Group 28

418
ὣς ἄρα ϕωνήσας κέασε ξύλα νηλέι χαλκῷ,
419
οἱ δ' ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.
420
τὸν μὲν ἔπειτ' ἔστησαν ἐπ' ἐσχάρῃ· οὐδὲ συβώτης
421
λήϑετ' ἄρ' ἀϑανάτων· ϕρεσὶ γὰρ κέχρητ' ἀγαϑῇσιν·
422
ἀλλ' ὅ γ' ἀπαρχόμενος κεϕαλῆς τρίχας ἐν πυρὶ βάλλεν
423
ἀργιόδοντος ὑὸς, καὶ ἐπεύχετο πᾶσι ϑεοῖσι
424
νοστῆσαι ᾽Οδυσῆα πολύϕρονα ὅν δὲ δόμον δέ.
425
κόψε δ' ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων·
426
τὸν δ' ἔλιπε ψυχή. τοὶ δὲ σϕάξάν τε καὶ εὗσαν·
427
αἶψα δέ μιν διέχευαν· ὁ δ' ὠμοϑετεῖτο συβώτης,
428
πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν.
429
καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλϕίτου ἀκτῇ,
430
μίστυλλόν τ' ἄρα τἆλλα καὶ ἀμϕ' ὀβελοῖσιν ἔπειραν,
431
ὤπτησάν τε περιϕραδέως ἐρύσαντό τε πάντα,
432
βάλλον δ' εἰν ἐλεοῖσιν ἀολλέα. ἂν δὲ συβώτης
433
ἵστατο δαιτρεύσων· περὶ γὰρ ϕρεσὶν αἴσιμα ᾔδη.
434
καὶ τὰ μὲν ἕπταχα πάντα διεμμοιρᾶτο δαί:ζων·
435
τὴν μὲν ἴαν Νύμϕῃσι καὶ ῾Ερμῇ, Μαιάδος υἱεῖ῍,
436
ϑῆκεν ἐπευξάμενος, τὰς δ' ἄλλας νεῖμεν ἑκάστῳ·
437
νώτοισιν δ' ᾽Οδυσῆα διηνεκέεσσι γέραιρεν
438
ἀργιόδοντος ὑός, κύδαινε δὲ ϑυμὸν ἄνακτος.
439
καί μιν ϕωνήσας προσέϕη πολύμητις ᾽Οδυσσεύς:
29

Line Group 29

440
"αἴϑ' οὕτως, Εὔμαιε, ϕίλος Διὶ πατρὶ γένοιο
441
ὡς ἐμοί, ὅττί με τοῖον ἐόντ' ἀγαϑοῖσι γεραίρεις."
30

Line Group 30

442
τὸν δ' ἀπαμειβόμενος προσέϕης, Εὔμαιε συβῶτα·
31

Line Group 31

443
"ἔσϑιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε,
444
οἷα πάρεστι. ϑεὸς δὲ τὸ μὲν δώσει, τὸ δ' ἐάσει,
445
ὅττι κεν ᾧ ϑυμῷ ἐϑέλῃ· δύναται γὰρ ἅπαντα."
32

Line Group 32

446
ἦ ῥα καὶ ἄργματα ϑῦσε ϑεοῖς αἰειγενέτῃσι,
447
σπείσας δ' αἴϑοπα οἶνον ᾽Οδυσσῆι πτολιπόρϑῳ
448
ἐν χείρεσσιν ἔϑηκεν· ὁ δ' ἕζετο ᾗ παρὰ μοίρῃ.
449
σῖτον δέ σϕιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης
450
αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος,
451
νόσϕιν δεσποίνης καὶ Λαέρταο γέροντος:
452
πὰρ δ' ἄρα μιν Ταϕίων πρίατο κτεάτεσσιν ἑοῖσιν.
453
οἱ δ' ἐπ' ὀνείαϑ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
454
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
455
σῖτον μέν σϕιν ἀϕεῖλε Μεσαύλιος, οἱ δ' ἐπὶ κοῖτον,
456
σίτου καὶ κρειῶν κεκορημένοι, ἐσσεύοντο.
33

Line Group 33

457
νὺξ δ' ἄρ' ἐπῆλϑε κακὴ σκοτομήνιος: ὗε δ' ἄρα Ζεὺς
458
πάννυχος, αὐτὰρ ἄη Ζέϕυρος μέγας αἰὲν ἔϕυδρος.
459
τοῖς δ' ᾽Οδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
460
εἴ πως οἱ ἐκδὺς χλαῖναν πόροι ἤ τιν' ἑταίρων
461
ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην·
34

Line Group 34

462
"κέκλυϑι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι,
463
εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει,
464
ἠλεός, ὅς τ' ἐϕέηκε πολύϕρονά περ μάλ' ἀεῖσαι
465
καί ϑ' ἁπαλὸν γελάσαι, καί τ' ὀρχήσασϑαι ἀνῆκε,
466
καί τι ἔπος προέηκεν, ὅ πέρ τ' ἄρρητον ἄμεινον.
467
ἀλλ' ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.
468
εἴϑ' ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,
469
ὡς ὅϑ' ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες.
470
ἡγείσϑην δ' ᾽Οδυσεύς τε καὶ ᾽Ατρεί:δης Μενέλαος,
471
τοῖσι δ' ἅμα τρίτος ἦρχον ἐγών· αὐτοὶ γὰρ ἄνωγον.
472
ἀλλ' ὅτε δή ῥ' ἱκόμεσϑα ποτὶ πτόλιν αἰπύ τε τεῖχος,
473
ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήια πυκνά,
474
ἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτες
475
κείμεϑα. νὺξ δ' ἄρ' ἐπῆλϑε κακὴ Βορέαο πεσόντος,
476
πηγυλίς: αὐτὰρ ὕπερϑε χιὼν γένετ' ἠυ?τε πάχνη,
477
ψυχρή, καὶ σακέεσσι περιτρέϕετο κρύσταλλος.
478
ἔνϑ' ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας,
479
εὗδον δ' εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους:
480
αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον
481
ἀϕραδέως, ἐπεὶ οὐκ ἐϕάμην ῥιγωσέμεν ἔμπης,
482
ἀλλ' ἐπόμην σάκος οἶον ἔχων καὶ ζῶμα ϕαεινόν.
483
ἀλλ' ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δ' ἄστρα βεβήκει,
484
καὶ τότ' ἐγὼν ᾽Οδυσῆα προσηύδων ἐγγὺς ἐόντα
485
ἀγκῶνι νύξας: ὁ δ' ἄρ' ἐμμαπέως ὑπάκουσε·
486
'Διογενὲς Λαερτιάδη, πολυμήχαν' ᾽Οδυσσεῦ,
487
οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμα
488
δάμναται· οὐ γὰρ ἔχω χλαῖναν. παρά μ' ἤπαϕε δαίμων
489
οἰοχίτων' ἔμεναι· νῦν δ' οὐκέτι ϕυκτὰ πέλονται.'
490
ὣς ἐϕάμην, ὁ δ' ἔπειτα νόον σχέϑε τόνδ' ἐνὶ ϑυμῷ,
491
οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσϑαι·
492
ϕϑεγξάμενος δ' ὀλίγῃ ὀπί με πρὸς μῦϑον ἔειπε·
493
'σίγα νῦν, μή τίς σευ ᾽Αχαιῶν ἄλλος ἀκούσῃ.'
494
ἦ καὶ ἐπ' ἀγκῶνος κεϕαλὴν σχέϑεν εἶπέ τε μῦϑον·
495
'κλῦτε, ϕίλοι· ϑεῖός μοι ἐνύπνιον ἦλϑεν ὄνειρος.
496
λίην γὰρ νηῶν ἑκὰς ἤλϑομεν· ἀλλά τις εἴη
497
εἰπεῖν ᾽Ατρεί:δῃ ᾽Αγαμέμνονι, ποιμένι λαῶν,
498
εἰ πλέονας παρὰ ναῦϕιν ἐποτρύνειε νέεσϑαι.'
499
ὣς ἔϕατ', ὦρτο δ' ἔπειτα Θόας, ᾽Ανδραίμονος υἱός,
500
καρπαλίμως, ἀπὸ δὲ χλαῖναν ϑέτο ϕοινικόεσσαν,
501
βῆ δὲ ϑέειν ἐπὶ νῆας. ἐγὼ δ' ἐνὶ εἵματι κείνου
502
κείμην ἀσπασίως, ϕάε δὲ χρυσόϑρονος ᾽Ηώς.
503
ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη·
504
δοίη κέν τις χλαῖναν ἐνὶ σταϑμοῖσι συϕορβῶν,
505
ἀμϕότερον, ϕιλότητι καὶ αἰδοῖ ϕωτὸς ἐῆος.
506
νῦν δέ μ' ἀτιμάζουσι κακὰ χροὶ: εἵματ' ἔχοντα."
507
τὸν δ' ἀπαμειβόμενος προσέϕης, Εὔμαιε συβῶτα·
35

Line Group 35

508
"ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας,
509
οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες:
510
τῶ οὔτ' ἐσϑῆτος δευήσεαι οὔτέ τευ ἄλλου,
511
ὧν ἐπέοιχ' ἱκέτην ταλαπείριον ἀντιάσαντα,
512
νῦν· ἀτὰρ ἠῶϑέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.
513
οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες
514
ἐνϑάδε ἕννυσϑαι, μία δ' οἴη ϕωτὶ ἑκάστῳ."
36

Line Group 36

518
ὣς εἰπὼν ἀνόρουσε, τίϑει δ' ἄρα οἱ πυρὸς ἐγγὺς
519
εὐνήν, ἐν δ' ὀίων τε καὶ αἰγῶν δέρματ' ἔβαλλεν.
520
ἔνϑ' ᾽Οδυσεὺς κατέλεκτ'· ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ
521
πυκνὴν καὶ μεγάλην, ἥ οἱ παρακέσκετ' ἀμοιβὰς,
522
ἕννυσϑαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο.
37

Line Group 37

523
ὣς ὁ μὲν ἔνϑ' ᾽Οδυσεὺς κοιμήσατο, τοὶ δὲ παρ' αὐτὸν
524
ἄνδρες κοιμήσαντο νεηνίαι. ου 'δὲ συβώτῃ
525
ἥνδανεν αὐτόϑι κοῖτος, ὑῶν ἄπο κοιμηϑῆναι,
526
ἀλλ' ὅ γ' ἄρ' ἔξω ἰὼν ὡπλίζετο· χαῖρε δ' ᾽Οδυσσεύς,
527
ὅττί ῥά οἱ βιότου περικήδετο νόσϕιν ἐόντος.
528
πρῶτον μὲν ξίϕος ὀξὺ περὶ στιβαροῖς βάλετ' ὤμοις,
529
ἀμϕὶ δὲ χλαῖναν ἑέσσατ' ἀλεξάνεμον, μάλα πυκνήν,
530
ἂν δὲ νάκην ἕλετ' αἰγὸς ἐυτρεϕέος μεγάλοιο,
531
εἵλετο δ' ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν.
532
βῆ δ' ἴμεναι κείων ὅϑι περ σύες ἀργιόδοντες
533
πέτρῃ ὕπο γλαϕυρῇ εὗδον, Βορέω ὑπ' ἰωγῇ.

Chapter 15: ΟΔΥΣΣΕΙΑΣ Ο

1

Line Group 1

1
῾Η δ' εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς ᾽Αϑήνη
2
ᾤχετ', ᾽Οδυσσῆος μεγαϑύμου ϕαίδιμον υἱὸν
3
νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσϑαι.
4
εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν
5
εὕδοντ' ἐν προδόμῳ Μενελάου κυδαλίμοιο,
6
ἤτοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ·
7
Τηλέμαχον δ' οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλ' ἐνὶ ϑυμῷ
8
νύκτα δι' ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.
9
ἀγχοῦ δ' ἱσταμένη προσέϕη γλαυκῶπις ᾽Αϑήνη·
2

Line Group 2

10
"Τηλέμαχ', οὐκέτι καλὰ δόμων ἄπο τῆλ' ἀλάλησαι,
11
κτήματά τε προλιπὼν ἄνδρας τ' ἐν σοῖσι δόμοισιν
12
οὕτω ὑπερϕιάλους: μή τοι κατὰ πάντα ϕάγωσι
13
κτήματα δασσάμενοι, σὺ δὲ τηυὴσίην ὁδὸν ἔλϑῃς.
14
ἀλλ' ὄτρυνε τάχιστα βοὴν ἀγαϑὸν Μενέλαον
15
πεμπέμεν, ὄϕρ' ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς.
16
ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται
17
Εὐρυμάχῳ γήμασϑαι· ὁ γὰρ περιβάλλει ἅπαντας
18
μνηστῆρας δώροισι καὶ ἐξώϕελλεν ἔεδνα.
19
μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα ϕέρηται.
20
οἶσϑα γὰρ οἷος ϑυμὸς ἐνὶ στήϑεσσι γυναικός:
21
κείνου βούλεται οἶκον ὀϕέλλειν, ὅς κεν ὀπυίῃ,
22
παίδων δὲ προτέρων καὶ κουριδίοιο ϕίλοιο
23
οὐκέτι μέμνηται τεϑνηότος οὐδὲ μεταλλᾷ.
24
ἀλλὰ σύγ' ἐλϑὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα,
25
δμῳάων ἥ τίς τοι ἀρίστη ϕαίνεται εἶναι,
26
εἰς ὅ κέ τοι ϕήνωσι ϑεοὶ κυδρὴν παράκοιτιν.
27
ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνϑεο ϑυμῷ.
28
μνηστήρων σ' ἐπιτηδὲς ἀριστῆες λοχόωσιν
29
ἐν πορϑμῷ ᾽Ιϑάκης τε Σάμοιό τε παιπαλοέσσης,
30
ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσϑαι.
31
ἀλλὰ τά γ' οὐκ ὀίω· πρὶν καί τινα γαῖα καϑέξει
32
ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
33
ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα,
34
νυκτὶ δ' ὁμῶς πλείειν· πέμψει δέ τοι οὖρον ὄπισϑεν
35
ἀϑανάτων ὅς τίς σε ϕυλάσσει τε ῥύεταί τε.
36
αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν ᾽Ιϑάκης ἀϕίκηαι,
37
νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους,
38
αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαϕικέσϑαι,
39
ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν.
40
ἔνϑα δὲ νύκτ' ἀέσαι· τὸν δ' ὀτρῦναι πόλιν εἴσω
41
ἀγγελίην ἐρέοντα περίϕρονι Πηνελοπείῃ,
42
οὕνεκά οἱ σῶς ἐσσι καὶ ἐκ Πύλου εἰλήλουϑας."
3

Line Group 3

43
ἡ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη πρὸς μακρὸν ῎Ολυμπον,
44
αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρε
45
λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦϑον ἔειπεν·
46
"ἔγρεο, Νεστορίδη Πεισίστρατε· μώνυχας ἵππους
47
ζεῦξον ὑϕ' ἅρματ' ἄγων, ὄϕρα πρήσσωμεν ὁδοῖο."
4

Line Group 4

48
τὸν δ' αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·
5

Line Group 5

49
"Τηλέμαχ', οὔ πως ἔστιν, ἐπειγομένους περ ὁδοῖο
50
νύκτα διὰ δνοϕερὴν ἐλάαν· τάχα δ' ἔσσεται ἠώς.
51
ἀλλὰ μέν' εἰς ὅ κε δῶρα ϕέρων ἐπιδίϕρια ϑήῃ
52
ἥρως ᾽Ατρεί:δης, δουρικλειτὸς Μενέλαος,
53
καὶ μύϑοισ' ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ·
54
τοῦ γάρ τε ξεῖνος μιμνῄσκεται ἤματα πάντα
55
ἀνδρὸς ξεινοδόκου, ὅς κεν ϕιλότητα παράσχῃ."
6

Line Group 6

56
ὣς ἔϕατ', αὐτίκα δὲ χρυσόϑρονος ἤλυϑεν ᾽Ηώς:
57
ἀγχίμολον δέ σϕ' ἦλϑε βοὴν ἀγαϑὸς Μενέλαος,
58
ἀνστὰς ἐξ εὐνῆς, ῾Ελένης πάρα καλλικόμοιο.
59
τὸν δ' ὡς οὖν ἐνόησεν ᾽Οδυσσῆος ϕίλος υἱός,
60
σπερχόμενός ῥα χιτῶνα περὶ χροὶ: σιγαλόεντα
61
δῦνεν καὶ μέγα ϕᾶρος ἐπὶ στιβαροῖς βάλετ' ὤμοις
62
ἥρως, βῆ δὲ ϑύραζε, παριστάμενος δὲ προσηύδα·
7

Line Group 7

64
"᾽Ατρείδη Μενέλαε Διοτρεϕές, ὄρχαμε λαῶν,
65
ἤδη νῦν μ' ἀπόπεμπε ϕίλην ἐς πατρίδα γαῖαν·
66
ἤδη γάρ μοι ϑυμὸς ἐέλδεται οἴκαδ' ἱκέσϑαι."
8

Line Group 8

67
τὸν δ' ἠμείβετ' ἔπειτα βοὴν ἀγαϑὸς Μενέλαος:
9

Line Group 9

68
"Τηλέμαχ', οὔ τί σ' ἔγωγε πολὺν χρόνον ἐνϑάδ' ἐρύξω
69
ἱέμενον νόστοιο· νεμεσσῶμαι δὲ καὶ ἄλλῳ
70
ἀνδρὶ ξεινοδόκῳ, ὅς κ' ἔξοχα μὲν ϕιλέῃσιν,
71
ἔξοχα δ' ἐχϑαίρῃσιν· ἀμείνω δ' αἴσιμα πάντα.
72
ἶσόν τοι κακόν ἐσϑ', ὅς τ' οὐκ ἐϑέλοντα νέεσϑαι
73
ξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει.
74
χρὴ ξεῖνον παρεόντα ϕιλεῖν, ἐϑέλοντα δὲ πέμπειν.
75
ἀλλὰ μέν', εἰς ὅ κε δῶρα ϕέρων ἐπιδίϕρια ϑείω
76
καλά, σὺ δ' ὀϕϑαλμοῖσιν ἴδῃ, εἴπω δὲ γυναιξὶ
77
δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
78
ἀμϕότερον, κῦδός τε καὶ ἀγλαί:η καὶ ὄνειαρ,
79
δειπνήσαντας ἴμεν πολλὴν ἐπ' ἀπείρονα γαῖαν.
80
εἰ δ' ἐϑέλεις τραϕϑῆναι ἀν' ῾Ελλάδα καὶ μέσον ῎Αργος,
81
ὄϕρά τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους,
82
ἄστεα δ' ἀνϑρώπων ἡγήσομαι· οὐδέ τις ἡμέας
83
αὔτως ἀππέμψει, δώσει δέ τε ἕν γε ϕέρεσϑαι,
84
ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων
85
ἠὲ δύ' ἡμιόνους ἠὲ χρύσειον ἄλεισον."
10

Line Group 10

86
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
11

Line Group 11

87
"᾽Ατρείδη Μενέλαε Διοτρεϕές, ὄρχαμε λαῶν,
88
βούλομαι ἤδη νεῖσϑαι ἐϕ' ἡμέτερ'· οὐ γὰρ ὄπισϑεν
89
οὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσι·
90
μὴ πατέρ' ἀντίϑεον διζήμενος αὐτὸς ὄλωμαι,
91
ἤ τί μοι ἐκ μεγάρων κειμήλιον ἐσϑλὸν ὄληται."
12

Line Group 12

92
αὐτὰρ ἐπεὶ τό γ' ἄκουσε βοὴν ἀγαϑὸς Μενέλαος,
93
αὐτίκ' ἄρ' ᾗ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσε
94
δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
95
ἀγχίμολον δέ οἱ ἦλϑε Βοηϑοίδης ᾽Ετεωνεύς,
96
ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπ' αὐτοῦ·
97
τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαϑὸς Μενέλαος
98
ὀπτῆσαί τε κρεῶν· ὁ δ' ἄρ' οὐκ ἀπίϑησεν ἀκούσας.
99
αὐτὸς δ' ἐς ϑάλαμον κατεβήσετο κηώεντα,
100
οὐκ οἶος: ἅμα τῷ γ' ῾Ελένη κίε καὶ Μεγαπένϑης.
101
ἀλλ' ὅτε δή ῥ' ἵκαν', ὅϑι οἱ κειμήλια κεῖτο,
102
᾽Ατρείδης μὲν ἔπειτα δέπας λάβεν ἀμϕικύπελλον,
103
υἱὸν δὲ κρητῆρα ϕέρειν Μεγαπένϑε' ἄνωγεν
104
ἀργύρεον. ῾Ελένη δὲ παρίστατο ϕωριαμοῖσιν,
105
ἔνϑ' ἔσάν οἱ πέπλοι παμποίκιλοι, ουἠς κάμεν αὐτή.
106
τῶν ἕν' ἀειραμένη ῾Ελένη ϕέρε, δῖα γυναικῶν,
107
ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,
108
ἀστὴρ δ' ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.
109
βὰν δ' ἴμεναι προτέρω διὰ δώματος, εἷος ἵκοντο
110
Τηλέμαχον· τὸν δὲ προσέϕη ξανϑὸς Μενέλαος:
13

Line Group 13

111
"Τηλέμαχ', ἤτοι νόστον, ὅπως ϕρεσὶ σῇσι μενοινᾷς,
112
ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις ῞Ηρης.
113
δώρων δ', ὅσσ' ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
114
δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι.
115
δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ
116
ἔστιν ἅπας, χρυσῷ δ' ἐπὶ χείλεα κεκράανται,
117
ἔργον δ' ῾Ηϕαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως,
118
Σιδονίων βασιλεύς, ὅϑ' ἑὸς δόμος ἀμϕεκάλυψε
119
κεῖσέ με νοστήσαντα· τεὶ:ν δ' ἐϑέλω τόδ' ὀπάσσαι."
120
ὣς εἰπὼν ἐν χειρὶ τίϑει δέπας ἀμϕικύπελλον
121
ἥρως ᾽Ατρείδης: ὁ δ' ἄρα κρητῆρα ϕαεινὸν
122
ϑῆκ' αὐτοῦ προπάροιϑε ϕέρων κρατερὸς Μεγαπένϑης,
123
ἀργύρεον· ῾Ελένη δὲ παρίστατο καλλιπάρῃος
124
πέπλον ἔχουσ' ἐν χερσίν, ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζε·
14

Line Group 14

125
"δῶρόν τοι καὶ ἐγώ, τέκνον ϕίλε, τοῦτο δίδωμι,
126
μνῆμ' ῾Ελένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,
127
σῇ ἀλόχῳ ϕορέειν· τείως δὲ ϕίλῃ παρὰ μητρὶ
128
κεῖσϑαι ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀϕίκοιο
129
οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν."
15

Line Group 15

130
ὣς εἰποῦσ' ἐν χερσὶ τίϑει, ὁ δὲ δέξατο χαίρων.
131
καὶ τὰ μὲν ἐς πείρινϑα τίϑει Πεισίστρατος ἥρως
132
δεξάμενος, καὶ πάντα ἑῷ ϑηήσατο ϑυμῷ·
133
τοὺς δ' ἦγε πρὸς δῶμα κάρη ξανϑὸς Μενέλαος.
134
ἑζέσϑην δ' ἄρ' ἔπειτα κατὰ κλισμούς τε ϑρόνους τε.
135
χέρνιβα δ' ἀμϕίπολος προχόῳ ἐπέχευε ϕέρουσα
136
καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
137
νίψασϑαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
138
σῖτον δ' αἰδοίη ταμίη παρέϑηκε ϕέρουσα·
140
πὰρ δὲ Βοηϑοίδης κρέα δαίετο καὶ νέμε μοίρας:
141
οἰνοχόει δ' υἱὸς Μενελάου κυδαλίμοιο.
142
οἱ δ' ἐπ' ὀνείαϑ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
143
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
144
δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸς
145
ἵππους τε ζεύγνυντ' ἀνά ϑ' ἅρματα ποικίλ' ἔβαινον,
146
ἐκ δ' ἔλασαν προϑύροιο καὶ αἰϑούσης ἐριδούπου.
147
τοὺς δὲ μετ' ᾽Ατρείδης ἔκιε ξανϑὸς Μενέλαος,
148
οἶνον ἔχων ἐν χειρὶ μελίϕρονα δεξιτερῆϕι,
149
χρυσέῳ ἐν δέπαιὴ, ὄϕρα λείψαντε κιοίτην.
150
στῆ δ' ἵππων προπάροιϑε, δεδισκόμενος δὲ προσηύδα·
16

Line Group 16

151
"χαίρετον, ὦ κούρω, καὶ Νέστορι ποιμένι λαῶν
152
εἰπεῖν· ἦ γὰρ ἔμοιγε πατὴρ ὣς ἤπιος ἦεν,
153
εἷος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες ᾽Αχαιῶν."
17

Line Group 17

154
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
18

Line Group 18

155
"καὶ λίην κείνῳ γε, Διοτρεϕές, ὡς ἀγορεύεις,
156
πάντα τάδ' ἐλϑόντες καταλέξομεν· αἲ γὰρ ἐγὼν ὣς
157
νοστήσας ᾽Ιϑάκην δε,v κιχὼν ᾽Οδυσῆ' ἐνὶ οἴκω,/
158
εἴποιμ', ὡς παρὰ σεῖο τυχὼν ϕιλότητος ἁπάσης
159
ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσϑλά."
19

Line Group 19

160
ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
161
αἰετὸς ἀργὴν χῆνα ϕέρων ὀνύχεσσι πέλωρον,
162
ἥμερον ἐξ αὐλῆς: οἱ δ' ἰύζοντες ἕποντο
163
ἀνέρες ἠδὲ γυναῖκες: ὁ δέ σϕισιν ἐγγύϑεν ἐλϑὼν
164
δεξιὸς ἤιξε πρόσϑ' ἵππων. οἱ δὲ ἰδόντες
165
γήϑησαν, καὶ πᾶσιν ἐνὶ ϕρεσὶ ϑυμὸς ἰάνϑη.
166
τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύϑων·
20

Line Group 20

167
"ϕράζεο δή, Μενέλαε Διοτρεϕές, ὄρχαμε λαῶν,
168
ἢ νῶιὴν τόδ' ἔϕηνε ϑεὸς τέρας ἦε σοὶ αὐτῷ."
21

Line Group 21

169
ὣς ϕάτο, μερμήριξε δ' ᾽Αρηίϕιλος Μενέλαος,
170
ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας.
171
τὸν δ' ῾Ελένη τανύπεπλος ὑποϕϑαμένη ϕάτο μῦϑον·
22

Line Group 22

172
"κλῦτέ μευ· αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ ϑυμῷ
173
ἀϑάνατοι βάλλουσι καὶ ὡς τελέεσϑαι ὀίω.
174
ὡς ὅδε χῆν' ἥρπαξ' ἀτιταλλομένην ἐνὶ οἴκῳ
175
ἐλϑὼν ἐξ ὄρεος, ὅϑι οἱ γενεή τε τόκος τε,
176
ὣς ᾽Οδυσεὺς κακὰ πολλὰ παϑὼν καὶ πόλλ' ἐπαληϑεὶς
177
οἴκαδε νοστήσει καὶ τίσεται· ἠὲ καὶ ἤδη
178
οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι ϕυτεύει."
23

Line Group 23

179
τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
24

Line Group 24

180
"οὕτω νῦν Ζεὺς ϑείη, ἐρίγδουπος πόσις ῞Ηρης:
181
τῶ κέν τοι καὶ κεῖϑι ϑεῷ ὣς εὐχετοῴμην."
25

Line Group 25

182
ἦ καὶ ἐϕ' ἵπποιιν μάστιν βάλε· τοὶ δὲ μάλ' ὦκα
183
ἤιὴξαν πεδίον δὲ διὰ πτόλιος μεμαῶτες.
184
οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμϕὶς ἔχοντες.
185
δύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
186
ἐς Φηρὰς δ' ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
187
υἱέος ᾽Ορτιλόχοιο, τὸν ᾽Αλϕειὸς τέκε παῖδα.
188
ἔνϑα δὲ νύκτ' ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια ϑῆκεν.
26

Line Group 26

189
ἦμος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
190
ἵππους τε ζεύγνυντ' ἀνά ϑ' ἅρματα ποικίλ' ἔβαινον,
191
ἐκ δ' ἔλασαν προϑύροιο καὶ αἰϑούσης ἐριδούπου·
192
μάστιξεν δ' ἐλάαν, τὼ δ' οὐκ ἄκοντε πετέσϑην.
193
αἶψα δ' ἔπειϑ' ἵκοντο Πύλου αἰπὺ πτολίεϑρον·
194
καὶ τότε Τηλέμαχος προσεϕώνεε Νέστορος υἱόν·
27

Line Group 27

195
"Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειας
196
μῦϑον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεϑ' εἶναι
197
ἐκ πατέρων ϕιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν·
198
ἥδε δ' ὁδὸς καὶ μᾶλλον ὁμοϕροσύνῃσιν ἐνήσει.
199
μή με παρ' ἐξ ἄγε νῆα, Διοτρεϕές, ἀλλὰ λίπ' αὐτοῦ,
200
μή μ' ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ
201
ἱέμενος ϕιλέειν· ἐμὲ δὲ χρεὼ ϑᾶσσον ἱκέσϑαι."
28

Line Group 28

202
ὣς ϕάτο, Νεστορίδης δ' ἄρ' ἑῷ συμϕράσσατο ϑυμῷ,
203
ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν.
204
ὧδε δέ οἱ ϕρονέοντι δοάσσατο κέρδιον εἶναι·
205
στρέψ' ἵππους ἐπὶ νῆα ϑοὴν καὶ ϑῖνα ϑαλάσσης,
206
νηὶ δ' ἐνὶ πρυμνῇ ἐξαίνυτο κάλλιμα δῶρα,
207
ἐσϑῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε·
208
καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
29

Line Group 29

209
"σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας ἑταίρους,
210
πρὶν ἐμὲ οἴκαδ' ἱκέσϑαι ἀπαγγεῖλαί τε γέροντι.
211
εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ ϕρένα καὶ κατὰ ϑυμόν·
212
οἷος κείνου ϑυμὸς ὑπέρβιος, οὔ σε μεϑήσει,
213
ἀλλ' αὐτὸς καλέων δεῦρ' εἴσεται, οὐδέ ἕ ϕημι
214
ἂψ ἰέναι κενεόν· μάλα γὰρ κεχολώσεται ἔμπης."
30

Line Group 30

215
ὣς ἄρα ϕωνήσας ἔλασεν καλλίτριχας ἵππους
216
ἂψ Πυλίων εἰς ἄστυ, ϑοῶς δ' ἄρα δώμαϑ' ἵκανε.
217
Τηλέμαχος δ' ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν·
31

Line Group 31

218
"ἐγκοσμεῖτε τὰ τεύχε', ἑταῖροι, νηὶ: μελαίνῃ,
219
αὐτοί τ' ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο."
32

Line Group 32

220
ὣς ἔϕαϑ', οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίϑοντο,
221
αἶψα δ' ἄρ' εἴσβαινον καὶ ἐπὶ κληῖσι καϑῖζον.
33

Line Group 33

222
ἤτοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, ϑῦε δ' ᾽Αϑήνῃ
223
νηὶ πάρα πρυμνῇ· σχεδόϑεν δέ οἱ ἤλυϑεν ἀνὴρ
224
τηλεδαπός, ϕεύγων ἐξ ῎Αργεος ἄνδρα κατακτάς,
225
μάντις: ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν,
226
ὃς πρὶν μέν ποτ' ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων,
227
ἀϕνειὸς Πυλίοισι μέγ' ἔξοχα δώματα ναίων·
228
δὴ τότε γ' ἄλλων δῆμον ἀϕίκετο, πατρίδα ϕεύγων
229
Νηλέα τε μεγάϑυμον, ἀγαυότατον ζωόντων,
230
ὅς οἱ χρήματα πολλὰ τελεσϕόρον εἰς ἐνιαυτὸν
231
εἶχε βίῃ. ὁ δὲ τέως μὲν ἐνὶ μεγάροις Φυλάκοιο
232
δεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρ' ἄλγεα πάσχων,
233
εἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης,
234
τήν οἱ ἐπὶ ϕρεσὶ ϑῆκε ϑεὰ δασπλῆτις ᾽Ερινύς.
235
ἀλλ' ὁ μὲν ἔκϕυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους
236
ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς
237
ἀντίϑεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα
238
ἠγάγετο πρὸς δώμαϑ'. ὁ δ' ἄλλων ἵκετο δῆμον,
239
῎Αργος ἐς ἱππόβοτον· τόϑι γάρ νύ οἱ αἴσιμον ἦεν
240
ναιέμεναι πολλοῖσιν ἀνάσσοντ' ᾽Αργείοισιν.
241
ἔνϑα δ' ἔγημε γυναῖκα καὶ ὑψερεϕὲς ϑέτο δῶμα,
242
γείνατο δ' ᾽Αντιϕάτην καὶ Μάντιον, υἷε κραταιώ.
243
᾽Αντιϕάτης μὲν ἔτικτεν ᾽Οικλῆα μεγάϑυμον,
244
αὐτὰρ ᾽Οιὴκλείης λαοσσόον ᾽Αμϕιάραον,
245
ὃν περὶ κῆρι ϕίλει Ζεύς τ' αἰγίοχος καὶ ᾽Απόλλων
246
παντοίην ϕιλότητ'· οὐδ' ἵκετο γήραος οὐδόν,
247
ἀλλ' ὄλετ' ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων.
248
τοῦ υἱεῖς ἐγένοντ' ᾽Αλκμάων ᾽Αμϕίλοχός τε.
249
Μάντιος αὖ τέκετο Πολυϕείδεά τε Κλεῖτόν τε·
250
ἀλλ' ἤτοι Κλεῖτον χρυσόϑρονος ἥρπασεν ᾽Ηὼς
251
κάλλεος εἵνεκα οἷο, ἵν' ἀϑανάτοισι μετείη.
252
αὐτὰρ ὑπέρϑυμον Πολυϕείδεα μάντιν ᾽Απόλλων
253
ϑῆκε βροτῶν ὄχ' ἄριστον, ἐπεὶ ϑάνεν ᾽Αμϕιάραος:
254
ὅς ῥ' ᾀυπερησίην δ' ἀπενάσσατο πατρὶ χολωϑείς,
255
ἔνϑ' ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσι.
34

Line Group 34

256
τοῦ μὲν ἄρ' υἱὸς ἐπῆλϑε, Θεοκλύμενος δ' ὄνομ' ἦεν,
257
ὃς τότε Τηλεμάχου πέλας ἵστατο· τὸν δὲ κίχανε
258
σπένδοντ' εὐχόμενόν τε ϑοῇ παρὰ νηὶ μελαίνῃ,
259
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδα·
35

Line Group 35

260
"ὦ ϕίλ', ἐπεί σε ϑύοντα κιχάνω τῷδ' ἐνὶ χώρῳ,
261
λίσσομ' ὑπὲρ ϑυέων καὶ δαίμονος, αὐτὰρ ἔπειτα
262
σῆς τ' αὐτοῦ κεϕαλῆς καὶ ἑταίρων, οἵ τοι ἕπονται,
263
εἰπέ μοι εἰρομένῳ νημερτέα μηδ' ἐπικεύσῃς:
264
τίς, πόϑεν εἰς ἀνδρῶν; πόϑι τοι πόλις ἠδὲ τοκῆες..."
36

Line Group 36

265
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
37

Line Group 37

266
"τοὶ γὰρ ἐγώ τοι, ξεῖνε, μάλ' ἀτρεκέως ἀγορεύσω.
267
ἐξ ᾽Ιϑάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν ᾽Οδυσσεύς,
268
εἴ ποτ' ἔην· νῦν δ' ἤδη ἀπέϕϑιτο λυγρῷ ὀλέϑρῳ.
269
τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν
270
ἦλϑον πευσόμενος πατρὸς δὴν οἰχομένοιο."
38

Line Group 38

271
τὸν δ' αὖτε προσέειπε Θεοκλύμενος ϑεοειδής:
39

Line Group 39

272
"οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς
273
ἔμϕυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τε
274
῎Αργος ἀν' ἱππόβοτον, μέγα δὲ κρατέουσιν ᾽Αχαιῶν.
275
τῶν ὑπαλευάμενος ϑάνατον καὶ κῆρα μέλαιναν
276
ϕεύγω, ἐπεί νύ μοι αἶσα κατ' ἀνϑρώπους ἀλάλησϑαι.
277
ἀλλά με νηὸς ἔϕεσσαι, ἐπεί σε ϕυγὼν ἱκέτευσα,
278
μή με κατακτείνωσι· διωκέμεναι γὰρ ὀί:ω."
40

Line Group 40

279
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
41

Line Group 41

280
"οὐ μὲν δή σ' ἐϑέλοντά γ' ἀπώσω νηὸς ἐίσης,
281
ἀλλ' ἕπευ· αὐτὰρ κεῖϑι ϕιλήσεαι, οἷά κ' ἔχωμεν."
42

Line Group 42

282
ὣς ἄρα ϕωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος,
283
καὶ τό γ' ἐπ' ἰκριόϕιν τάνυσεν νεὸς ἀμϕιελίσσης:
284
ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο,
285
ἐν πρύμνῃ δ' ἄρ' ἔπειτα καϑέζετο, πὰρ δὲ οἷ αὐτῷ
286
εἷσε Θεοκλύμενον· τοὶ δὲ πρυμνήσι' ἔλυσαν.
287
Τηλέμαχος δ' ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
288
ὅπλων ἅπτεσϑαι· τοὶ δ' ἐσσυμένως ἐπίϑοντο.
289
ἱστὸν δ' εἰλάτινον κοίλης ἔντοσϑε μεσόδμης
290
στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,
291
ἕλκον δ' ἱστία λευκὰ ἐυὴστρέπτοισι βοεῦσι.
292
τοῖσιν δ' ἴκμενον οὖρον ἵει γλαυκῶπις ᾽Αϑήνη,
293
λάβρον ἐπαιγίζοντα δι' αἰϑέρος, ὄϕρα τάχιστα
294
νηῦς ἀνύσειε ϑέουσα ϑαλάσσης ἁλμυρὸν ὕδωρ.
43

Line Group 43

296
δύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
297
ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ,
298
ἠδὲ παρ' ῎Ηλιδα δῖαν, ὅϑι κρατέουσιν ᾽Επειοί.
299
ἔνϑεν δ' αὖ νήσοισιν ἐπιπροέηκε ϑοῇσιν,
300
ὁρμαίνων, ἤ κεν ϑάνατον ϕύγοι ἦ κεν ἁλώῃ.
44

Line Group 44

301
τὼ δ' αὖτ' ἐν κλισίῃ ᾽Οδυσεὺς καὶ δῖος ὑϕορβὸς
302
δορπείτην· παρὰ δέ σϕιν ἐδόρπεον ἀνέρες ἄλλοι.
303
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
304
τοῖς δ' ᾽Οδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
305
ἤ μιν ἔτ' ἐνδυκέως ϕιλέοι μεῖναί τε κελεύοι
306
αὐτοῦ ἐνὶ σταϑμῷ ἦ ὀτρύνειε πόλιν δέ·
45

Line Group 45

307
"κέκλυϑι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες ἑταῖροι·
308
ἠῶϑεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσϑαι
309
πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.
310
ἀλλά μοι εὖ ϑ' ὑπόϑευ καὶ ἅμ' ἡγεμόν' ἐσϑλὸν ὄπασσον,
311
ὅς κέ με κεῖσ' ἀγάγῃ· κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ
312
πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.
313
καί κ' ἐλϑὼν πρὸς δώματ' ᾽Οδυσσῆος ϑείοιο
314
ἀγγελίην εἴποιμι περίϕρονι Πηνελοπείῃ,
315
καί κε μνηστήρεσσιν ὑπερϕιάλοισι μιγείην,
316
εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρί' ἔχοντες.
317
αἶψά κεν εὖ δρώοιμι μετὰ σϕίσιν, ἅσσ' ἐϑέλοιεν.
318
ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνϑεο καί μευ ἄκουσον·
319
῾Ερμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων
320
ἀνϑρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,
321
δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,
322
πῦρ τ' εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,
323
δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,
324
οἷά τε τοῖς ἀγαϑοῖσι παραδρώωσι χέρηες."
46

Line Group 46

325
τὸν δὲ μέγ' ὀχϑήσας προσέϕης, Εὔμαιε συβῶτα·
47

Line Group 47

326
"ὤμοι, ξεῖνε, τί ἤ τοι ἐνὶ ϕρεσὶ τοῦτο νόημα
327
ἔπλετο; ἦ σύγε πάγχυ λιλαίεαι αὐτόϑ' ὀλέσϑαι,
328
εἰ δὴ μνηστήρων ἐϑέλεις καταδῦναι ὅμιλον,
329
τῶν ὕβρίς τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
330
οὔ τοι τοιοῖδ' εἰσὶν ὑποδρηστῆρες ἐκείνων,
331
ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας,
332
αἰεὶ δὲ λιπαροὶ κεϕαλὰς καὶ καλὰ πρόσωπα,
333
οἵ σϕιν ὑποδρώωσιν· ἐυ?ξεστοι δὲ τράπεζαι
334
σίτου καὶ κρειῶν ἠδ' οἴνου βεβρίϑασιν.
335
ἀλλὰ μέν'· οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι,
336
οὔτ' ἐγὼ οὔτέ τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν.
337
αὐτὰρ ἐπὴν ἔλϑῃσιν ᾽Οδυσσῆος ϕίλος υἱός,
338
κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει,
339
πέμψει δ' ὅππῃ σε κραδίη ϑυμός τε κελεύει."
48

Line Group 48

340
τὸν δ' ἠμείβετ' ἔπειτα πολύτλας δῖος ᾽Οδυσσεύς:
49

Line Group 49

341
"αἴϑ' οὕτως, Εὔμαιε, ϕίλος Διὶ πατρὶ γένοιο
342
ὡς ἐμοί, ὅττι μ' ἔπαυσας ἄλης καὶ ὀιὴζύος αἰνῆς.
343
πλαγκτοσύνης δ' οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν·
344
ἀλλ' ἕνεκ' οὐλομένης γαστρὸς κακὰ κήδε' ἔχουσιν
345
ἀνέρες, ὅν τιν' ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος.
346
νῦν δ' ἐπεὶ ἰσχανάᾳς μεῖναί τέ με κεῖνον ἄνωγας,
347
εἴπ' ἄγε μοι περὶ μητρὸς ᾽Οδυσσῆος ϑείοιο
348
πατρός ϑ', ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ,
349
ἤ που ἔτι ζώουσιν ὑπ' αὐγὰς ἠελίοιο,
350
ἦ ἤδη τεϑνᾶσι καὶ εἰν ᾽Αίδαο δόμοισι."
50

Line Group 50

351
τὸν δ' αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
51

Line Group 51

352
"τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ' ἀτρεκέως ἀγορεύσω.
353
Λαέρτης μὲν ἔτι ζώει, Διὶ δ' εὔχεται αἰεὶ
354
ϑυμὸν ἀπὸ μελέων ϕϑίσϑαι οἷς ἐν μεγάροισιν·
355
ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο
356
κουριδίης τ' ἀλόχοιο δαί:ϕρονος, ἥ ἑ μάλιστα
357
ἤκαχ' ἀποϕϑιμένη καὶ ἐν ὠμῷ γήραιὴ ϑῆκεν.
358
ἡ δ' ἄχειὴ οὗ παιδὸς ἀπέϕϑιτο κυδαλίμοιο,
359
λευγαλέῳ ϑανάτῳ, ὡς μὴ ϑάνοι ὅς τις ἔμοιγε
360
ἐνϑάδε ναιετάων ϕίλος εἴη καὶ ϕίλα ἕρδοι.
361
ὄϕρα μὲν οὖν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπης,
362
τόϕρά τί μοι ϕίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσϑαι,
363
οὕνεκά μ' αὐτὴ ϑρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ,
364
ϑυγατέρ' ἰϕϑίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων·
365
τῇ ὁμοῦ ἐτρεϕόμην, ὀλίγον δέ τί μ' ἧσσον ἐτίμα.
366
αὐτὰρ ἐπεί ῥ' ἥβην πολυήρατον ἱκόμεϑ' ἄμϕω,
367
τὴν μὲν ἔπειτα Σάμην δὲ δόσαν καὶ μυρί' ἕλοντο,
368
αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματ' ἐκείνη
369
καλὰ μάλ' ἀμϕιέσασα ποσίν ϑ' ὑποδήματα δοῦσα
370
ἀγρόν δὲ προί:αλλε· ϕίλει δέ με κηρόϑι μᾶλλον.
371
νῦν δ' ἤδη τούτων ἐπιδεύομαι· ἀλλά μοι αὐτῷ
372
ἔργον ἀέξουσιν μάκαρες ϑεοί, ᾧ ἐπιμίμνω·
373
τῶν ἔϕαγόν τ' ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα.
374
ἐκ δ' ἄρα δεσποίνης οὐ μείλιχόν ἐστιν ἀκοῦσαι
375
οὔτ' ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ,
376
ἄνδρες ὑπερϕίαλοι· μέγα δὲ δμῶες χατέουσιν
377
ἀντία δεσποίνης ϕάσϑαι καὶ ἕκαστα πυϑέσϑαι
378
καὶ ϕαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι ϕέρεσϑαι
379
ἀγρόν δ', οἷά τε ϑυμὸν ἀεὶ δμώεσσιν ἰαίνει."
52

Line Group 52

380
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
53

Line Group 53

381
"ὢ πόποι, ὡς ἄρα τυτϑὸς ἐών, Εὔμαιε συβῶτα,
382
πολλὸν ἀπεπλάγχϑης σῆς πατρίδος ἠδὲ τοκήων.
383
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
384
ἠὲ διεπράϑετο πτόλις ἀνδρῶν εὐρυάγυια,
385
ᾗ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,
386
ἦ σέγε μουνωϑέντα παρ' οἴεσιν ἢ παρὰ βουσὶν
387
ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδὲ πέρασσαν
388
τοῦδ' ἀνδρὸς πρὸς δώμαϑ', ὁ δ' ἄξιον ὦνον ἔδωκε."
389
τὸν δ' αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
54

Line Group 54

390
"ξεῖν', ἐπεὶ ἂρ δὴ ταῦτά μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς,
391
σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον,
392
ἥμενος. αἵδε δὲ νύκτες ἀϑέσϕατοι· ἔστι μὲν εὕδειν,
393
ἔστι δὲ τερπομένοισιν ἀκούειν· οὐδέ τί σε χρή,
394
πρὶν ὥρη, καταλέχϑαι· ἀνίη καὶ πολὺς ὕπνος.
395
τῶν δ' ἄλλων ὅτινα κραδίη καὶ ϑυμὸς ἀνώγει,
396
εὑδέτω ἐξελϑών· ἅμα δ' ἠοῖ῍ ϕαινομένηϕι
397
δειπνήσας ἅμ' ὕεσσιν ἀνακτορίῃσιν ἑπέσϑω.
398
νῶι δ' ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε
399
κήδεσιν ἀλλήλων τερπώμεϑα λευγαλέοισι,
400
μνωομένω· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ,
401
ὅς τις δὴ μάλα πολλὰ πάϑῃ καὶ πόλλ' ἐπαληϑῇ.
402
τοῦτο δέ τοι ἐρέω, ὅ μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς.
403
νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις,
404
᾽Ορτυγίης καϑύπερϑεν, ὅϑι τροπαὶ ἠελίοιο,
405
οὔ τι περιπληϑὴς λίην τόσον, ἀλλ' ἀγαϑὴ μέν,
406
εὔβοτος, εὔμηλος, οἰνοπληϑὴς, πολύπυρος.
407
πείνη δ' οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη
408
νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν·
409
ἀλλ' ὅτε γηράσκωσι πόλιν κάτα ϕῦλ' ἀνϑρώπων,
410
ἐλϑὼν ἀργυρότοξος ᾽Απόλλων ᾽Αρτέμιδι ξὺν,
411
οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεϕνεν.
412
ἔνϑα δύω πόλιες, δίχα δέ σϕισι πάντα δέδασται·
413
τῇσιν δ' ἀμϕοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε,
414
Κτήσιος ᾽Ορμενίδης, ἐπιείκελος ἀϑανάτοισιν.
415
ἔνϑα δὲ Φοίνικες ναυσικλυτοὶ ἤλυϑον ἄνδρες,
416
τρῶκται, μυρί' ἄγοντες ἀϑύρματα νηὶ μελαίνῃ.
417
ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσ' ἐνὶ οἴκῳ,
418
καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα εἰδυῖα·
419
τὴν δ' ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.
420
πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηὶ
421
εὐνῇ καὶ ϕιλότητι, τά τε ϕρένας ἠπεροπεύει
422
ϑηλυτέρῃσι γυναιξί, καὶ ἥ κ' εὐεργὸς ἔῃσιν.
423
εἰρώτα δὴ ἔπειτα, τίς εἴη καὶ πόϑεν ἔλϑοι·
424
ἡ δὲ μάλ' αὐτίκα πατρὸς ἐπέϕραδεν ὑψερεϕὲς δῶ·
425
'ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι,
426
κούρη δ' εἴμ' ᾽Αρύβαντος ἐγὼ ῥυδὸν ἀϕνειοῖο·
427
ἀλλά μ' ἀνήρπαξαν Τάϕιοι ληίστορες ἄνδρες
428
ἀγρόϑεν ἐρχομένην, πέρασαν δέ με δεῦρ' ἀγαγόντες
429
τοῦδ' ἀνδρὸς πρὸς δώμαϑ'· ὁ δ' ἄξιον ὦνον ἔδωκε.'
430
τὴν δ' αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο λάϑρῃ·
431
'ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμ' ἡμῖν οἴκαδ' ἕποιο,
432
ὄϕρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεϕὲς δῶ
433
αὐτούς τ'; ἦ γὰρ ἔτ' εἰσὶ καὶ ἀϕνειοὶ καλέονται.'
434
τὸν δ' αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο μύϑῳ·
435
'εἴη κεν καὶ τοῦτ', εἴ μοι ἐϑέλοιτέ γε, ναῦται,
436
ὅρκῳ πιστωϑῆναι ἀπήμονά μ' οἴκαδ' ἀπάξειν.'
437
ὣς ἔϕαϑ', οἱ δ' ἄρα πάντες ἐπώμνυον, ὡς ἐκέλευεν.
438
αὐτὰρ ἐπεί ῥ' ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
439
τοῖς δ' αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύϑῳ·
440
'σιγῇ νῦν· μή τίς με προσαυδάτω ἐπέεσσιν
441
ὑμετέρων ἑτάρων, ξυμβλήμενος ἢ ἐν ἀγυιῇ
442
ἤ που ἐπὶ κρήνῃ· μή τις ποτὶ δῶμα γέροντι
443
ἐλϑὼν ἐξείπῃ, ὁ δ' ὀισάμενος καταδήσῃ
444
δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δ' ἐπιϕράσσετ' ὄλεϑρον.
445
ἀλλ' ἔχετ' ἐν ϕρεσὶ μῦϑον, ἐπείγετε δ' ὦνον ὁδαίων.
446
ἀλλ' ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται,
447
ἀγγελίη μοι ἔπειτα ϑοῶς πρὸς δώμαϑ' ἱκέσϑω·
448
οἴσω γὰρ καὶ χρυσόν, ὅτις χ' ὑποχείριος ἔλϑῃ.
449
καὶ δέ κεν ἄλλ' ἐπίβαϑρον ἐγὼν ἐϑέλουσά γε δοίην.
450
παῖδα γὰρ ἀνδρὸς ἐῆος ἐνὶ μεγάροις ἀτιτάλλω,
451
κερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα ϑύραζε·
452
τόν κεν ἄγοιμ' ἐπὶ νηός, ὁ δ' ὕμιν μυρίον ὦνον
453
ἄλϕοι, ὅπῃ περάσητε κατ' ἀλλοϑρόους ἀνϑρώπους.'
454
ἡ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη πρὸς δώματα καλά,
455
οἱ δ' ἐνιαυτὸν ἅπαντα παρ' ἡμῖν αὖϑι μένοντες
456
ἐν νηὶ γλαϕυρῇ βίοτον πολὺν ἐμπολόωντο.
457
ἀλλ' ὅτε δὴ κοίλη νηῦς ἤχϑετο τοῖσι νέεσϑαι,
458
καὶ τότ' ἄρ' ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί.
459
ἤλυϑ' ἀνὴρ πολύιδρις ἐμοῦ πρὸς δώματα πατρὸς
460
χρύσεον ὅρμον ἔχων, μετὰ δ' ἠλέκτροισιν ἔερτο.
461
τὸν μὲν ἄρ' ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρ
462
χερσίν τ' ἀμϕαϕόωντο καὶ ὀϕϑαλμοῖσιν ὁρῶντο,
463
ὦνον ὑπισχόμεναι· ὁ δὲ τῇ κατένευσε σιωπῇ.
464
ἤτοι ὁ καννεύσας κοίλην ἐπὶ νῆα βεβήκει,
465
ἡ δ' ἐμὲ χειρὸς ἑλοῦσα δόμων ἐξῆγε ϑύραζε.
466
εὗρε δ' ἐνὶ προδόμῳ ἠμὲν δέπα ἠδὲ τραπέζας
467
ἀνδρῶν δαιτυμόνων, οἵ μευ πατέρ' ἀμϕεπένοντο.
468
οἱ μὲν ἄρ' ἐς ϑῶκον πρόμολον δήμοιό τε ϕῆμιν,
469
ἡ δ' αἶψα τρί' ἄλεισα κατακρύψασ' ὑπὸ κόλπῳ
470
ἔκϕερεν· αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιϕροσύνῃσι.
471
δύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
472
ἡμεῖς δ' ἐς λιμένα κλυτὸν ἤλϑομεν ὦκα κιόντες,
473
ἔνϑ' ἄρα Φοινίκων ἀνδρῶν ἦν ὠκύαλος νηῦς.
474
οἱ μὲν ἔπειτ' ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευϑα,
475
νὼ ἀναβησάμενοι· ἐπὶ δὲ Ζεὺς οὖρον ἴαλλεν.
476
ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ·
477
ἀλλ' ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς ϑῆκε Κρονίων,
478
τὴν μὲν ἔπειτα γυναῖκα βάλ' ῎Αρτεμις ἰοχέαιρα,
479
ἄντλῳ δ' ἐνδούπησε πεσοῦσ' ὡς εἰναλίη κήξ.
480
καὶ τὴν μὲν ϕώκῃσι καὶ ἰχϑύσι κύρμα γενέσϑαι
481
ἔκβαλον· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ·
482
τοὺς δ' ᾽Ιϑάκῃ ἐπέλασσε ϕέρων ἄνεμός τε καὶ ὕδωρ,
483
ἔνϑα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν.
484
οὕτω τῆ῍νδέ τε γαῖαν ἐγὼν ἴδον ὀϕϑαλμοῖσι."
55

Line Group 55

485
τὸν δ' αὖ Διογενὴς ᾽Οδυσεὺς ἠμείβετο μύϑῳ·
56

Line Group 56

486
"Εὔμαι', ἦ μάλα δή μοι ἐνὶ ϕρεσὶ ϑυμὸν ὄρινας
487
ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάϑες ἄλγεα ϑυμῷ.
488
ἀλλ' ἤτοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσϑλὸν ἔϑηκε
489
Ζεύς, ἐπεὶ ἀνδρὸς δώματ' ἀϕίκεο πολλὰ μογήσας
490
ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε
491
ἐνδυκέως, ζώεις δ' ἀγαϑὸν βίον· αὐτὰρ ἔγωγε
492
πολλὰ βροτῶν ἐπὶ ἄστε' ἀλώμενος ἐνϑάδ' ἱκάνω."
57

Line Group 57

493
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
494
καδδραϑέτην δ' οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνϑα·
495
αἶψα γὰρ ᾽Ηὼς ἦλϑεν ἐυ?ϑρονος. οἱ δ' ἐπὶ χέρσου
496
Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δ' ἕλον ἱστὸν
497
καρπαλίμως, τὴν δ' εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς.
498
ἐκ δ' εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσι' ἔδησαν·
499
ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι ϑαλάσσης
500
δεῖπνόν τ' ἐντύνοντο κερῶντό τε αἴϑοπα οἶνον.
501
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
502
τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύϑων·
58

Line Group 58

503
"ὑμεῖς μὲν νῦν ἄστυ δ' ἐλαύνετε νῆα μέλαιναν,
504
αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας:
505
ἑσπέριος δ' εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι.
506
ἠῶϑεν δέ κεν ὔμμιν ὁδοιπόριον παραϑείμην,
507
δαῖτ' ἀγαϑὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο."
59

Line Group 59

508
τὸν δ' αὖτε προσέειπε Θεοκλύμενος ϑεοειδής:
60

Line Group 60

509
"πῇ γὰρ ἐγώ, ϕίλε τέκνον, ἴω; τεῦ δώμαϑ' ἵκωμαι
510
ἀνδρῶν, οἳ κραναὴν ᾽Ιϑάκην κάτα κοιρανέουσιν;
511
ἦ ἰϑὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο;"
61

Line Group 61

512
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
62

Line Group 62

513
"ἄλλως μέν σ' ἂν ἔγωγε καὶ ἡμέτερον δὲ κελοίμην
514
ἔρχεσϑ'· οὐ γάρ τι ξενίων ποϑή· ἀλλὰ σοὶ αὐτῷ
515
χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ
516
ὄψεται· οὐ μὲν γάρ τι ϑαμὰ μνηστῆρσ' ἐνὶ οἴκῳ
517
ϕαίνεται, ἀλλ' ἀπὸ τῶν ὑπερωί:ῳ ἱστὸν ὑϕαίνει.
518
ἀλλά τοι ἄλλον ϕῶτα πιϕαύσκομαι, ὅν κεν ἵκοιο,
519
Εὐρύμαχον, Πολύβοιο δαί:ϕρονος ἀγλαὸν υἱόν,
520
τὸν νῦν ἶσα ϑεῷ ᾽Ιϑακήσιοι εἰσορόωσι·
521
καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα
522
μητέρ' ἐμὴν γαμέειν καὶ ᾽Οδυσσῆος γέρας ἕξειν.
523
ἀλλὰ τά γε Ζεὺς οἶδεν ᾽Ολύμπιος, αἰϑέρι ναίων,
524
εἴ κέ σϕι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ."
63

Line Group 63

525
ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
526
κίρκος, ᾽Απόλλωνος ταχὺς ἄγγελος: ἐν δὲ πόδεσσι
527
τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε
528
μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο.
529
τὸν δὲ Θεοκλύμενος ἑτάρων ἄπο νόσϕι καλέσσας
530
ἔν τ' ἄρα οἱ ϕῦ χειρὶ ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζε·
64

Line Group 64

531
"Τηλέμαχ', οὔ τοι ἄνευ ϑεοῦ ἔπτατο δεξιὸς ὄρνις:
532
ἔγνων γάρ μιν ἐς ἄντα ἰδὼν οἰωνὸν ἐόντα.
533
ὑμετέρου δ' οὐκ ἔστι γένευς βασιλεύτερον ἄλλο
534
ἐν δήμῳ ᾽Ιϑάκης, ἀλλ' ὑμεῖς καρτεροὶ αἰεί."
65

Line Group 65

535
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
66

Line Group 66

536
"αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
537
τῶ κε τάχα γνοίης ϕιλότητά τε πολλά τε δῶρα
538
ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι."
539
ἦ, καὶ Πείραιον προσεϕώνεε, πιστὸν ἑταῖρον·
67

Line Group 67

540
"Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα
541
πείϑῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμ' ἕποντο·
542
καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν
543
ἐνδυκέως ϕιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλϑω."
68

Line Group 68

544
τὸν δ' αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα·
69

Line Group 69

545
"Τηλέμαχ', εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνϑάδε μίμνοις,
546
τόνδε τ' ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποϑὴ ἔσται."
70

Line Group 70

547
ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δ' ἑταίρους
548
αὐτούς τ' ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
549
οἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῖσι καϑῖζον.
550
Τηλέμαχος δ' ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
551
εἵλετο δ' ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ,
552
νηὸς ἀπ' ἰκριόϕιν· τοὶ δὲ πρυμνήσι' ἔλυσαν.
553
οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε
554
Τηλέμαχος, ϕίλος υἱὸς ᾽Οδυσσῆος ϑείοιο·
555
τὸν δ' ὦκα προβιβῶντα πόδες ϕέρον, ὄϕρ' ἵκετ' αὐλήν,
556
ἔνϑα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης
557
ἐσϑλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς.

Chapter 16: ΟΔΥΣΣΕΙΑΣ Π

1

Line Group 1

1
Τὼ δ' αὖτ' ἐν κλισίῃ ᾽Οδυσεὺς καὶ δῖος ὑϕορβὸς
2
ἐντύνοντο ἄριστον ἅμ' ἠοῖ, κηαμένω πῦρ,
3
ἔκπεμψάν τε νομῆας ἅμ' ἀγρομένοισι σύεσσι.
4
Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι,
5
οὐδ' ὕλαον προσιόντα. νόησε δὲ δῖος ᾽Οδυσσεὺς
6
σαίνοντάς τε κύνας, περί τε κτύπος ἦλϑε ποδοῖιν.
7
αἶψα δ' ἄρ' Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·
2

Line Group 2

8
"Εὔμαι', ἦ μάλα τίς τοι ἐλεύσεται ἐνϑάδ' ἑταῖρος
9
ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν,
10
ἀλλὰ περισσαίνουσι· ποδῶν δ' ὑπὸ δοῦπον ἀκούω."
11
οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ ϕίλος υἱὸς
12
ἔστη ἐνὶ προϑύροισι. ταϕὼν δ' ἀνόρουσε συβώτης,
13
ἐκ δ' ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο
14
κιρνὰς αἴϑοπα οἶνον. ὁ δ' ἀντίος ἦλϑεν ἄνακτος,
15
κύσσε δέ μιν κεϕαλήν τε καὶ ἄμϕω ϕάεα καλὰ
16
χεῖράς τ' ἀμϕοτέρας: ϑαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.
17
ὡς δὲ πατὴρ ὃν παῖδα ϕίλα ϕρονέων ἀγαπάζῃ
18
ἐλϑόντ' ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ,
19
μοῦνον τηλύγετον, τῷ ἐπ' ἄλγεα πολλὰ μογήσῃ,
20
ὣς τότε Τηλέμαχον ϑεοειδέα δῖος ὑϕορβὸς
21
πάντα κύσεν περιϕύς, ὡς ἐκ ϑανάτοιο ϕυγόντα·
22
καί ῥ' ὀλοϕυρόμενος ἔπεα πτερόεντα προσηύδα·
3

Line Group 3

23
"ἦλϑες, Τηλέμαχε, γλυκερὸν ϕάος: οὔ σ' ἔτ' ἔγωγε
24
ὄψεσϑαι ἐϕάμην, ἐπεὶ ᾤχεο νηὶ Πύλον δέ.
25
ἀλλ' ἄγε νῦν εἴσελϑε, ϕίλον τέκος, ὄϕρά σε ϑυμῷ
26
τέρψομαι εἰσορόων νέον ἄλλοϑεν ἔνδον ἐόντα.
27
οὐ μὲν γάρ τι ϑάμ' ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας,
28
ἀλλ' ἐπιδημεύεις: ὣς γάρ νύ τοι εὔαδε ϑυμῷ,
29
ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀί:δηλον ὅμιλον."
4

Line Group 4

30
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
5

Line Group 5

31
"ἔσσεται οὕτως, ἄττα· σέϑεν δ' ἕνεκ' ἐνϑάδ' ἱκάνω,
32
ὄϕρά σέ τ' ὀϕϑαλμοῖσιν ἴδω καὶ μῦϑον ἀκούσω,
33
ἤ μοι ἔτ' ἐν μεγάροις μήτηρ μένει, ἦέ τις ἤδη
34
ἀνδρῶν ἄλλος ἔγημεν, ᾽Οδυσσῆος δέ που εὐνὴ
35
χήτει ἐνευναίων κάκ' ἀράχνια κεῖται ἔχουσα."
6

Line Group 6

36
τὸν δ' αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
7

Line Group 7

37
"καὶ λίην κείνη γε μένει τετληότι ϑυμῷ
38
σοῖσιν ἐνὶ μεγάροισιν· ὀιζυραὶ δέ οἱ αἰεὶ
39
ϕϑίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ."
8

Line Group 8

40
ὣς ἄρα ϕωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος:
41
αὐτὰρ ὅ γ' εἴσω ἴεν καὶ ὑπέρβη λάινον οὐδόν.
42
τῷ δ' ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν ᾽Οδυσσεύς:
43
Τηλέμαχος δ' ἑτέρωϑεν ἐρήτυε ϕώνησέν τε·
9

Line Group 9

44
"ἧσο, ξεῖν'· ἡμεῖς δὲ καὶ ἄλλοϑι δήομεν ἕδρην
45
σταϑμῷ ἐν ἡμετέρῳ· παρὰ δ' ἀνήρ, ὃς καταϑήσει."
10

Line Group 10

46
ὣς ϕάϑ', ὁ δ' αὖτις ἰὼν κατ' ἄρ' ἑζετο· τῷ δὲ συβώτης
47
χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερϑεν·
48
ἔνϑα καϑέζετ' ἔπειτα ᾽Οδυσσῆος ϕίλος υἱός.
49
τοῖσιν δὲ κρειῶν πίνακας παρέϑηκε συβώτης
50
ὀπταλέων, ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες,
51
σῖτον δ' ἐσσυμένως παρενήεεν ἐν κανέοισιν,
52
ἐν δ' ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον·
53
αὐτὸς δ' ἀντίον ἷζεν ᾽Οδυσσῆος ϑείοιο.
54
οἱ δ' ἐπ' ὀνείαϑ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
55
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
56
δὴ τότε Τηλέμαχος προσεϕώνεε δῖον ὑϕορβόν·
11

Line Group 11

57
"ἄττα, πόϑεν τοι ξεῖνος ὅδ' ἵκετο; πῶς δέ ἑ ναῦται
58
ἤγαγον εἰς ᾽Ιϑάκην; τίνες ἔμμεναι εὐχετόωντο;
59
οὐ μὲν γάρ τί ἑ πεζὸν ὀίομαι ἐνϑάδ' ἱκέσϑαι."
12

Line Group 12

60
τὸν δ' ἀπαμειβόμενος προσέϕης, Εὔμαιε συβῶτα·
13

Line Group 13

61
"τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληϑέα πάντ' ἀγορεύσω.
62
ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων,
63
ϕησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηϑῆναι
64
πλαζόμενος: ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων.
65
νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν παρὰ νηὸς ἀποδρὰς
66
ἤλυϑ' ἐμὸν πρὸς σταϑμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω.
67
ἕρξον ὅπως ἐϑέλεις: ἱκέτης δέ τοι εὔχεται εἶναι."
14

Line Group 14

68
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
15

Line Group 15

69
"Εὔμαι', ἦ μάλα τοῦτο ἔπος ϑυμαλγὲς ἔειπες:
70
πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ;
71
αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιϑα
72
ἄνδρ' ἀπαμύνασϑαι, ὅτε τις πρότερος χαλεπήνῃ·
73
μητρὶ δ' ἐμῇ δίχα ϑυμὸς ἐνὶ ϕρεσὶ μερμηρίζει,
74
ἢ αὐτοῦ παρ' ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ,
75
εὐνήν τ' αἰδομένη πόσιος δήμοιό τε ϕῆμιν,
76
ἦ ἤδη ἅμ' ἕπηται, ᾽Αχαιῶν ὅς τις ἄριστος
77
μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.
78
ἀλλ' ἤτοι τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
79
ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,
80
δώσω δὲ ξίϕος ἄμϕηκες καὶ ποσσὶ πέδιλα,
81
πέμψω δ' ὅππῃ μιν κραδίη ϑυμός τε κελεύει.
82
εἰ δ' ἐϑέλεις, σὺ κόμισσον ἐνὶ σταϑμοῖσιν ἐρύξας:
83
εἵματα δ' ἐνϑάδ' ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα
84
ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.
85
κεῖσε δ' ἂν οὔ μιν ἔγωγε μετὰ μνηστῆρας ἐῷμι
86
ἔρχεσϑαι· λίην γὰρ ἀτάσϑαλον ὕβριν ἔχουσι·
87
μή μιν κερτομέωσιν· ἐμοὶ δ' ἄχος ἔσσεται αἰνόν.
88
πρῆξαι δ' ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα
89
ἄνδρα καὶ ἴϕϑιμον, ἐπεὶ ἦ πολὺ ϕέρτεροί εἰσι."
16

Line Group 16

90
τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος ᾽Οδυσσεύς:
17

Line Group 17

91
"ὦ ϕίλ', ἐπεί ϑήν μοι καὶ ἀμείψασϑαι ϑέμις ἐστίν,
92
ἦ μάλα μευ καταδάπτετ' ἀκούοντος ϕίλον ἦτορ,
93
οἷά ϕατε μνηστῆρας ἀτάσϑαλα μηχανάασϑαι
94
ἐν μεγάροις, ἀέκητι σέϑεν τοιούτου ἐόντος.
95
εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέγε λαοὶ
96
ἐχϑαίρουσ' ἀνὰ δῆμον ἐπισπόμενοι ϑεοῦ ὀμϕῇ,
97
ἦ τι κασιγνήτοις ἐπιμέμϕεαι, οἷσί περ ἀνὴρ
98
μαρναμένοισι πέποιϑε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
99
αἲ γὰρ ἐγὼν οὕτω νέος εἴην τῷδ' ἐπὶ ϑυμῷ,
100
ἢ παῖς ἐξ ᾽Οδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτὸς
101
ἔλϑοι ἀλητεύων· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα·
102
αὐτίκ' ἔπειτ' ἀπ' ἐμεῖο κάρη τάμοι ἀλλότριος ϕῶς,
103
εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην
104
ἐλϑὼν ἐς μέγαρον Λαερτιάδεω ᾽Οδυσῆος.
105
εἰ δ' αὖ με πληϑυῖ δαμασαίατο μοῦνον ἐόντα,
106
βουλοίμην κ' ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι
107
τεϑνάμεν ἢ τάδε γ' αἰὲν ἀεικέα ἔργ' ὁράασϑαι,
108
ξείνους τε στυϕελιζομένους δμῳάς τε γυναῖκας
109
ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά,
110
καὶ οἶνον διαϕυσσόμενον, καὶ σῖτον ἔδοντας
111
μὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ."
18

Line Group 18

112
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
19

Line Group 19

113
"τοὶ γὰρ ἐγώ τοι, ξεῖνε, μάλ' ἀτρεκέως ἀγορεύσω.
114
οὔτε τί μοι πᾶς δῆμος ἀπεχϑόμενος χαλεπαίνει,
115
οὔτε κασιγνήτοις ἐπιμέμϕομαι, οἷσί περ ἀνὴρ
116
μαρναμένοισι πέποιϑε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
117
ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων·
118
μοῦνον Λαέρτην ᾽Αρκείσιος υἱὸν ἔτικτε,
119
μοῦνον δ' αὖτ' ᾽Οδυσῆα πατὴρ τέκεν· αὐτὰρ ᾽Οδυσσεὺς
120
μοῦνον ἔμ' ἐν μεγάροισι τεκὼν λίπεν, οὐδ' ἀπόνητο.
121
τῶ νῦν δυσμενέες μάλα μυρίοι εἴσ' ἐνὶ οἴκῳ.
122
ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
123
Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνϑῳ,
124
ἠδ' ὅσσοι κραναὴν ᾽Ιϑάκην κάτα κοιρανέουσι,
125
τόσσοι μητέρ' ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
126
ἡ δ' οὔτ' ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
127
ποιῆσαι δύναται· τοὶ δὲ ϕϑινύϑουσιν ἔδοντες
128
οἶκον ἐμόν· τάχα δή με διαραίσουσι καὶ αὐτόν.
129
ἀλλ' ἤτοι μὲν ταῦτα ϑεῶν ἐν γούνασι κεῖται·
130
ἄττα, σὺ δ' ἔρχεο ϑᾶσσον, ἐχέϕρονι Πηνελοπείῃ
131
εἴϕ', ὅτι οἱ σῶς εἰμι καὶ ἐκ Πύλου εἰλήλουϑα.
132
αὐτὰρ ἐγὼν αὐτοῦ μενέω, σὺ δὲ δεῦρο νέεσϑαι
133
οἴη ἀπαγγείλας: τῶν δ' ἄλλων μή τις ᾽Αχαιῶν
134
πευϑέσϑω· πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται."
20

Line Group 20

135
τὸν δ' ἀπαμειβόμενος προσέϕης, Εὔμαιε συβῶτα·
21

Line Group 21

136
"γινώσκω, ϕρονέω· τά γε δὴ νοέοντι κελεύεις.
137
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
138
ἢ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλϑω
139
δυσμόρῳ, ὃς τείως μὲν ᾽Οδυσσῆος μέγ' ἀχεύων
140
ἔργα τ' ἐποπτεύεσκε μετὰ δμώων τ' ἐνὶ οἴκῳ
141
πῖνε καὶ ἦσϑ', ὅτε ϑυμὸς ἐνὶ στήϑεσσιν ἀνώγοι·
142
αὐτὰρ νῦν, ἐξ οὗ σύγε ᾤχεο νηὶ Πύλον δέ,
143
οὔ πώ μίν ϕασιν ϕαγέμεν καὶ πιέμεν αὔτως,
144
οὐδ' ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τε
145
ἧσται ὀδυρόμενος, ϕϑινύϑει δ' ἀμϕ' ὀστεόϕι χρώς."
22

Line Group 22

146
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
23

Line Group 23

147
"ἄλγιον, ἀλλ' ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ·
148
εἰ γάρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι,
149
πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεϑα νόστιμον ἦμαρ.
150
ἀλλὰ σύγ' ἀγγείλας ὀπίσω κίε, μηδὲ κατ' ἀγροὺς
151
πλάζεσϑαι μετ' ἐκεῖνον· ἀτὰρ πρὸς μητέρα εἰπεῖν
152
ἀμϕίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα
153
κρύβδην· κείνη γάρ κεν ἀπαγγείλειε γέροντι."
24

Line Group 24

154
ἦ ῥα, καὶ ὦρσε συϕορβόν· ὁ δ' εἵλετο χερσὶ πέδιλα,
155
δησάμενος δ' ὑπὸ ποσσὶ πόλιν δ' ἴεν. οὐδ' ἄρ' ᾽Αϑήνην
156
λῆϑεν ἀπὸ σταϑμοῖο κιὼν Εὔμαιος ὑϕορβός,
157
ἀλλ' ἥ γε σχεδὸν ἦλϑε· δέμας δ' ἤικτο γυναικὶ
158
καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργ' εἰδυίῃ.
159
στῆ δὲ κατ' ἀντίϑυρον κλισίης ᾽Οδυσῆιὴ ϕανεῖσα·
160
οὐ δ' ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδὲ νόησεν ή
161
οὐ γάρ πως πάντεσσι ϑεοὶ ϕαίνονται ἐναργεῖς ή,
162
ἀλλ' ᾽Οδυσεύς τε κύνες τε ἴδον, καί ῥ' οὐχ ὑλάοντο,
163
κνυζηϑμῷ δ' ἑτέρωσε διὰ σταϑμοῖο ϕόβηϑεν.
164
ἡ δ' ἄρ' ἐπ' ὀϕρύσι νεῦσε· νόησε δὲ δῖος ᾽Οδυσσεύς,
165
ἐκ δ' ἦλϑεν μεγάροιο παρ' ἐκ μέγα τειχίον αὐλῆς,
166
στῆ δὲ πάροιϑ' αὐτῆς. τὸν δὲ προσέειπεν ᾽Αϑήνη·
25

Line Group 25

167
"Διογενὲς Λαερτιάδη, πολυμήχαν' ᾽Οδυσσεῦ,
168
ἤδη νῦν σῷ παιδὶ ἔπος ϕάο μηδ' ἐπίκευϑε,
169
ὡς ἂν μνηστῆρσιν ϑάνατον καὶ κῆρ' ἀραρόντε
170
ἔρχησϑον προτὶ ἄστυ περικλυτόν· οὐδ' ἐγὼ αὐτὴ
171
δηρὸν ἀπὸ σϕῶιν ἔσομαι μεμαυῖα μάχεσϑαι."
26

Line Group 26

172
ἦ καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατ' ᾽Αϑήνη.
173
ϕᾶρος μέν οἱ πρῶτον ἐυπλυνὲς ἠδὲ χιτῶνα
174
ϑῆκ' ἀμϕὶ στήϑεσσι, δέμας δ' ὤϕελλε καὶ ἥβην.
175
ἂψ δὲ μελαγχροιὴς γένετο, γναϑμοὶ δὲ τάνυσϑεν,
176
κυάνεαι δ' ἐγένοντο γενειάδες ἀμϕὶ γένειον.
177
ἡ μὲν ἄρ' ὣς ἕρξασα πάλιν κίεν· αὐτὰρ ᾽Οδυσσεὺς
178
ἤιὴεν ἐς κλισίην. ϑάμβησε δέ μιν ϕίλος υἱός,
179
ταρβήσας δ' ἑτέρωσε βάλ' ὄμματα, μὴ ϑεὸς εἴη,
180
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδα·
27

Line Group 27

181
"ἀλλοῖός μοι, ξεῖνε, ϕάνης νέον ἠὲ πάροιϑεν,
182
ἄλλα δὲ εἵματ' ἔχεις, καί τοι χρὼς οὐκέϑ' ὁμοῖος.
183
ἦ μάλα τις ϑεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
184
ἀλλ' ἵληϑ', ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ
185
ἠδὲ χρύσεα δῶρα, τετυγμένα· ϕείδεο δ' ἡμέων."
28

Line Group 28

186
τὸν δ' ἠμείβετ' ἔπειτα πολύτλας δῖος ᾽Οδυσσεύς:
29

Line Group 29

187
"οὔ τίς τοι ϑεός εἰμι· τί μ' ἀϑανάτοισιν ἐίσκεις...
188
ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων
189
πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν."
30

Line Group 30

190
ὣς ἄρα ϕωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν
191
δάκρυον ἧκε χαμᾶζε· πάρος δ' ἔχε νωλεμὲς αἰεί.
192
Τηλέμαχος δ' ή οὐ γάρ πω ἐπείϑετο ὃν πατέρ' εἶναι, ή
193
ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
31

Line Group 31

194
"οὐ σύ γ' ᾽Οδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με δαίμων
195
ϑέλγει, ὄϕρ' ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.
196
οὐ γάρ πως ἂν ϑνητὸς ἀνὴρ τάδε μηχανόῳτο
197
ᾧ αὐτοῦ γε νόῳ, ὅτε μὴ ϑεὸς αὐτὸς ἐπελϑὼν
198
ῥηιὴδίως ἐϑέλων ϑείη νέον ἠὲ γέροντα.
199
ἦ γάρ τοι νέον ἦσϑα γέρων καὶ ἀεικέα ἕσσο·
200
νῦν δὲ ϑεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι."
32

Line Group 32

201
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
33

Line Group 33

202
"Τηλέμαχ', οὔ σε ἔοικε ϕίλον πατέρ' ἔνδον ἐόντα
203
οὔτε τι ϑαυμάζειν περιώσιον οὔτ' ἀγάασϑαι·
204
οὐ μὲν γάρ τοι ἔτ' ἄλλος ἐλεύσεται ἐνϑάδ' ᾽Οδυσσεύς,
205
ἀλλ' ὅδ' ἐγὼ τοιόσδε, παϑὼν κακά, πολλὰ δ' ἀληϑείς,
206
ἤλυϑον εἰκοστῷ ἔτειὴ ἐς πατρίδα γαῖαν.
207
αὐτάρ τοι τόδε ἔργον ᾽Αϑηναίης ἀγελείης,
208
ἥ τέ με τοῖον ἔϑηκεν, ὅπως ἐϑέλει ή δύναται γάρ ή,
209
ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δ' αὖτε
210
ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροὶ: εἵματ' ἔχοντι.
211
ῥηίδιον δὲ ϑεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
212
ἠμὲν κυδῆναι ϑνητὸν βροτὸν ἠδὲ κακῶσαι."
34

Line Group 34

213
ὣς ἄρα ϕωνήσας κατ' ἄρ' ἕζετο, Τηλέμαχος δὲ
214
ἀμϕιχυϑεὶς πατέρ' ἐσϑλὸν ὀδύρετο δάκρυα λείβων.
215
ἀμϕοτέροισι δὲ τοῖσιν ὑϕ' ἵμερος ὦρτο γόοιο·
216
κλαῖον δὲ λιγέως, ἁδινώτερον ἤ τ' οἰωνοί,
217
ϕῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα
218
ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσϑαι·
219
ὣς ἄρα τοί γ' ἐλεεινὸν ὑπ' ὀϕρύσι δάκρυον εἶβον.
220
καί νύ κ' ὀδυρομένοισιν ἔδυ ϕάος ἠελίοιο,
221
εἰ μὴ Τηλέμαχος προσεϕώνεεν ὃν πατέρ' αἶψα·
35

Line Group 35

222
"ποίῃ γὰρ νῦν δεῦρο, πάτερ ϕίλε, νηί σε ναῦται
223
ἤγαγον εἰς ᾽Ιϑάκην; τίνες ἔμμεναι εὐχετόωντο;
224
οὐ μὲν γάρ τί σε πεζὸν ὀί:ομαι ἐνϑάδ' ἱκέσϑαι."
36

Line Group 36

225
τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος ᾽Οδυσσεύς:
37

Line Group 37

226
"τοι γὰρ ἐγώ τοι, τέκνον, ἀληϑείην καταλέξω.
227
Φαίηκές μ' ἄγαγον ναυσικλυτοί, οἵ τε καὶ ἄλλους
228
ἀνϑρώπους πέμπουσιν, ὅτίς σϕεας εἰσαϕίκηται·
229
καί μ' εὕδοντ' ἐν νηὶ ϑοῇ ἐπὶ πόντον ἄγοντες
230
κάτϑεσαν εἰς ᾽Ιϑάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα,
231
χαλκόν τε χρυσόν τε ἅλις ἐσϑῆτά ϑ' ὑϕαντήν.
232
καὶ τὰ μὲν ἐν σπήεσσι ϑεῶν ἰότητι κέονται·
233
νῦν αὖ δεῦρ' ἱκόμην ὑποϑημοσύνῃσιν ᾽Αϑήνης,
234
ὄϕρά κε δυσμενέεσσι ϕόνου πέρι βουλεύσωμεν.
235
ἀλλ' ἄγε μοι μνηστῆρας ἀριϑμήσας κατάλεξον,
236
ὄϕρ' εἰδέω, ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί·
237
καί κεν ἐμὸν κατὰ ϑυμὸν ἀμύμονα μερμηρίξας
238
ϕράσσομαι, ἤ κεν νῶι δυνησόμεϑ' ἀντιϕέρεσϑαι
239
μούνω ἄνευϑ' ἄλλων, ἦ καὶ διζησόμεϑ' ἄλλους."
38

Line Group 38

240
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
39

Line Group 39

241
"ὦ πάτερ, ἤτοι σεῖο μέγα κλέος αἰὲν ἄκουον,
242
χεῖράς τ' αἰχμητὴν ἔμεναι καὶ ἐπίϕρονα βουλήν·
243
ἀλλὰ λίην μέγα εἶπας: ἄγη μ' ἔχει· οὐδέ κεν εἴη
244
ἄνδρε δύω πολλοῖσι καὶ ἰϕϑίμοισι μάχεσϑαι.
245
μνηστήρων δ' οὔτ' ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύ' οἶαι,
246
ἀλλὰ πολὺ πλέονες: τάχα δ' εἴσεαι ἐνϑάδ' ἀριϑμόν.
247
ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα
248
κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται·
249
ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι ϕῶτες ἔασιν,
250
ἐκ δὲ Ζακύνϑου ἔασιν ἐείκοσι κοῦροι ᾽Αχαιῶν,
251
ἐκ δ' αὐτῆς ᾽Ιϑάκης δυοκαίδεκα πάντες ἄριστοι,
252
καί σϕιν ἅμ' ἐστὶ Μέδων κῆρυξ καὶ ϑεῖος ἀοιδὸς
253
καὶ δοιὼ ϑεράποντε, δαήμονε δαιτροσυνάων.
254
τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,
255
μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλϑών.
256
ἀλλὰ σύγ', εἰ δύνασαί τιν' ἀμύντορα μερμηρίξαι,
257
ϕράζευ, ὅ κέν τις νῶιν ἀμύνοι πρόϕρονι ϑυμῷ."
40

Line Group 40

258
τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος ᾽Οδυσσεύς:
41

Line Group 41

259
"τοι γὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνϑεο καί μευ ἄκουσον,
260
καὶ ϕράσαι, ἤ κεν νῶιν ᾽Αϑήνη σὺν Διὶ πατρὶ
261
ἀρκέσει, ἦέ τιν' ἄλλον ἀμύντορα μερμηρίξω."
42

Line Group 42

262
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
43

Line Group 43

263
"ἐσϑλώ τοι τούτω γ' ἐπαμύντορε, τοὺς ἀγορεύεις,
264
ὕψι περ ἐν νεϕέεσσι καϑημένω· ὥ τε καὶ ἄλλοις
265
ἀνδράσι τε κρατέουσι καὶ ἀϑανάτοισι ϑεοῖσι."
44

Line Group 44

266
τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος ᾽Οδυσσεύς:
45

Line Group 45

267
"οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμϕὶς ἔσεσϑον
268
ϕυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν
269
ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται ῎Αρηος.
270
ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμ' ἠοῖ ϕαινομένηϕι
271
οἴκαδε, καὶ μνηστῆρσιν ὑπερϕιάλοισιν ὁμίλει·
272
αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει
273
πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι.
274
εἰ δέ μ' ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ ϕίλον κῆρ
275
τετλάτω ἐν στήϑεσσι κακῶς πάσχοντος ἐμεῖο,
276
ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι ϑύραζε
277
ἢ βέλεσιν βάλλωσι· σὺ δ' εἰσορόων ἀνέχεσϑαι.
278
ἀλλ' ἤτοι παύεσϑαι ἀνωγέμεν ἀϕροσυνάων,
279
μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τι
280
πείσονται· δὴ γάρ σϕι παρίσταται αἴσιμον ἦμαρ.
281
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ ϕρεσὶ βάλλεο σῇσιν·
282
ὁππότε κεν πολύβουλος ἐνὶ ϕρεσὶ ϑῇσιν ᾽Αϑήνη,
283
νεύσω μέν τοι ἐγὼ κεϕαλῇ, σὺ δ' ἔπειτα νοήσας,
284
ὅσσα τοι ἐν μεγάροισιν 'Αρήια τεύχεα κεῖται,
285
ἐς μυχὸν ὑψηλοῦ ϑαλάμου καταϑεῖναι ἀείρας
286
πάντα μάλ'· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
287
παρϕάσϑαι, ὅτε κέν σε μεταλλῶσιν ποϑέοντες:
288
'ἐκ καπνοῦ κατέϑηκ', ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει,
289
οἷά ποτε Τροίην δὲ κιὼν κατέλειπεν ᾽Οδυσσεύς,
290
ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετ' ἀυτμή.
291
πρὸς δ' ἔτι καὶ τόδε μεῖζον ἐνὶ ϕρεσὶ ϑῆκε Κρονίων,
292
μή πως οἰνωϑέντες, ἔριν στήσαντες ἐν ὑμῖν,
293
ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
294
καὶ μνηστύν· αὐτὸς γὰρ ἐϕέλκεται ἄνδρα σίδηρος.'
295
νῶιν δ' οἴοισιν δύο ϕάσγανα καὶ δύο δοῦρε
296
καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσϑαι,
297
ὡς ἂν ἐπιϑύσαντες ἑλοίμεϑα· τοὺς δέ κ' ἔπειτα
298
Παλλὰς ᾽Αϑηναίη ϑέλξει καὶ μητίετα Ζεύς.
299
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ ϕρεσὶ βάλλεο σῇσιν·
300
εἰ ἐτεόν γ' ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο,
301
μή τις ἔπειτ' ᾽Οδυσῆος ἀκουσάτω ἔνδον ἐόντος.
302
μήτ' οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης
303
μήτέ τις οἰκήων μήτ' αὐτὴ Πηνελόπεια,
304
ἀλλ' οἶοι σύ τ' ἐγώ τε γυναικῶν γνώομεν ἰϑύν.
305
καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηϑεῖμεν,
306
ἠμὲν ὅπου τις νῶι τίει καὶ δείδιε ϑυμῷ,
307
ἠδ' ὅτις οὐκ ἀλέγει, σὲ δ' ἀτιμᾷ τοῖον ἐόντα."
46

Line Group 46

308
τὸν δ' ἀπαμειβόμενος προσεϕώνεε ϕαίδιμος υἱός:
47

Line Group 47

309
"ὦ πάτερ, ἤτοι ἐμὸν ϑυμὸν καὶ ἔπειτά γ', ὀίω,
310
γνώσεαι· οὐ μὲν γάρ τι χαλιϕροσύναι γέ μ' ἔχουσιν·
311
ἀλλ' οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσϑαι ὀίω
312
ἡμῖν ἀμϕοτέροισι· σὲ δὲ ϕράζεσϑαι ἄνωγα.
313
δηϑὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων,
314
ἔργα μετερχόμενος: τοὶ δ' ἐν μεγάροισιν ἕκηλοι
315
χρήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδ' ἔπι ϕειδώ.
316
ἀλλ' ἤτοί σε γυναῖκας ἐγὼ δεδάασϑαι ἄνωγα,
317
αἵ τέ σ' ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν·
318
ἀνδρῶν δ' οὐκ ἂν ἔγωγε κατὰ σταϑμοὺς ἐϑέλοιμι
319
ἡμέας πειράζειν, ἀλλ' ὕστερα ταῦτα πένεσϑαι,
320
εἰ ἐτεόν γέ τι οἶσϑα Διὸς τέρας αἰγιόχοιο."
48

Line Group 48

321
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
322
ἡ δ' ἄρ' ἔπειτ' ᾽Ιϑάκην δὲ κατήγετο νηῦς ἐυεργής,
323
ἣ ϕέρε Τηλέμαχον Πυλόϑεν καὶ πάντας ἑταίρους.
324
οἱ δ' ὅτε δὴ λιμένος πολυβενϑέος ἐντὸς ἵκοντο,
325
νῆα μὲν οἵ γε μέλαιναν ἐπ' ἠπείροιο ἔρυσσαν,
326
τεύχεα δέ σϕ' ἀπένεικαν ὑπέρϑυμοι ϑεράποντες,
327
αὐτίκα δ' ἐς Κλυτίοιο ϕέρον περικαλλέα δῶρα.
328
αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς ᾽Οδυσῆος,
329
ἀγγελίην ἐρέοντα περίϕρονι Πηνελοπείῃ,
330
οὕνεκα Τηλέμαχος μὲν ἐπ' ἀγροῦ, νῆα δ' ἀνώγει
331
ἄστυ δ' ἀποπλείειν, ἵνα μὴ δείσασ' ἐνὶ ϑυμῷ
332
ἰϕϑίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι.
49

Line Group 49

333
τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑϕορβὸς
334
τῆς αὐτῆς ἕνεκ' ἀγγελίης, ἐρέοντε γυναικί.
335
ἀλλ' ὅτε δή ῥ' ἵκοντο δόμον ϑείου βασιλῆος,
336
κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν·
50

Line Group 50

337
"ἤδη τοι, βασίλεια, ϕίλος πάιὴς εἰλήλουϑε."
338
Πηνελοπείῃ δ' εἶπε συβώτης ἄγχι παραστὰς
339
πάνϑ', ὅσα οἱ ϕίλος υἱὸς ἀνώγει μυϑήσασϑαι.
340
αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐϕημοσύνην ἀπέειπε,
341
βῆ ῥ' ἴμεναι μεϑ' ὕας, λίπε δ' ἕρκεά τε μέγαρόν τε.
342
μνηστῆρες δ' ἀκάχοντο κατήϕησάν τ' ἐνὶ ϑυμῷ,
343
ἐκ δ' ἦλϑον μεγάροιο παρ' ἐκ μέγα τειχίον αὐλῆς,
344
αὐτοῦ δὲ προπάροιϑε ϑυράων ἑδριόωντο.
345
τοῖσιν δ' Εὐρύμαχος, Πολύβου παῖ῍ς, ἦρχ' ἀγορεύειν·
51

Line Group 51

346
"ὦ ϕίλοι, ἦ μέγα ἔργον ὑπερϕιάλως τετέλεσται
347
Τηλεμάχῳ ὁδὸς ἥδε· ϕάμεν δέ οἱ οὐ τελέεσϑαι.
348
ἀλλ' ἄγε νῆα μέλαιναν ἐρύσσομεν, ἥ τις ἀρίστη,
349
ἐς δ' ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα
350
κείνοις ἀγγείλωσι ϑοῶς οἶκόν δὲ νέεσϑαι."
52

Line Group 52

351
οὔ πω πᾶν εἴρηϑ', ὅτ' ἄρ' ᾽Αμϕίνομος ἴδε νῆα,
352
στρεϕϑεὶς ἐκ χώρης, λιμένος πολυβενϑέος ἐντός,
353
ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας.
354
ἡδὺ δ' ἄρ' ἐκγελάσας μετεϕώνεεν οἷς ἑτάροισι·
53

Line Group 53

355
"μή τιν' ἔτ' ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ ἔνδον.
356
ἤ τίς σϕιν τόδ' ἔειπε ϑεῶν ἢ εἴσιδον αὐτοὶ
357
νῆα παρερχομένην, τὴν δ' οὐκ ἐδύναντο κιχῆναι."
54

Line Group 54

358
ὣς ἔϕαϑ', οἱ δ' ἀνστάντες ἔβαν ἐπὶ ϑῖνα ϑαλάσσης,
359
αἶψα δὲ νῆα μέλαιναν ἐπ' ἠπείροιο ἔρυσσαν,
360
τεύχεα δέ σϕ' ἀπένεικαν ὑπέρϑυμοι ϑεράποντες.
361
αὐτοὶ δ' εἰς ἀγορὴν κίον ἁϑρόοι, οὐδέ τιν' ἄλλον
362
εἴων οὔτε νέων μεταί:ζειν οὔτε γερόντων.
363
τοῖσιν δ' ᾽Αντίνοος μετέϕη, Εὐπείϑεος υἱός:
55

Line Group 55

364
"ὢ πόποι, ὡς τόνδ' ἄνδρα ϑεοὶ κακότητος ἔλυσαν.
365
ἤματα μὲν σκοποὶ ἷζον ἐπ' ἄκριας ἠνεμοέσσας
366
αἰὲν ἐπασσύτεροι· ἅμα δ' ἠελίῳ καταδύντι
367
οὔ ποτ' ἐπ' ἠπείρου νύκτ' ἄσαμεν, ἀλλ' ἐνὶ πόντῳ
368
νηὶ: ϑοῇ πλείοντες ἐμίμνομεν ᾽Ηῶ δῖαν,
369
Τηλέμαχον λοχόωντες, ἵνα ϕϑείσωμεν ἑλόντες
370
αὐτόν· τὸν δ' ἄρα τέως ἀπήγαγεν οἴκαδε δαίμων.
371
ἡμεῖς δ' ἐνϑάδε οἱ ϕραζώμεϑα λυγρὸν ὄλεϑρον
372
Τηλεμάχῳ, μηδ' ἧμας ὑπεκϕύγοι· οὐ γὰρ ὀίω
373
τούτου γε ζώοντος ἀνύσσεσϑαι τάδε ἔργα.
374
αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε,
375
λαοὶ δ' οὐκέτι πάμπαν ἐϕ' ἡμῖν ἦρα ϕέρουσιν.
376
ἀλλ' ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασϑαι ᾽Αχαιοὺς
377
εἰς ἀγορήν· οὐ γάρ τι μεϑησέμεναί μιν ὀίω,
378
ἀλλ' ἀπομηνίσει, ἐρέει δ' ἐν πᾶσιν ἀναστάς,
379
οὕνεκά οἱ ϕόνον αἰπὺν ἐράπτομεν οὐδὲ κίχημεν.
380
οἱ δ' οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα·
381
μή τι κακὸν ῥέξωσι καὶ ἥμεας ἐξελάσωσι
382
γαίης ἡμετέρης, ἄλλων δ' ἀϕικώμεϑα δῆμον.
383
ἀλλὰ ϕϑέωμεν ἑλόντες ἐπ' ἀγροῦ νόσϕι πόληος
384
ἢ ἐν ὁδῷ· βίοτον δ' αὐτοὶ καὶ κτήματ' ἔχωμεν,
385
δασσάμενοι κατὰ μοῖραν ἐϕ' ἡμέας, οἰκία δ' αὖτε
386
κείνου μητέρι δοῖμεν ἔχειν ἠδ' ὅς τις ὀπυίοι.
387
εἰ δ' ὕμιν ὅδε μῦϑος ἀϕανδάνει, ἀλλὰ βόλεσϑε
388
αὐτόν τε ζώειν καὶ ἔχειν πατρώια πάντα,
389
μή οἱ χρήματ' ἔπειτα ἅλις ϑυμηδέ' ἔδωμεν
390
ἐνϑάδ' ἀγειρόμενοι, ἀλλ' ἐκ μεγάροιο ἕκαστος
391
μνάσϑω ἐέδνοισιν διζήμενος: ἡ δέ κ' ἔπειτα
392
γήμαιϑ' ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλϑοι."
56

Line Group 56

393
ὣς ἔϕαϑ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
394
τοῖσιν δ' ᾽Αμϕίνομος ἀγορήσατο καὶ μετέειπε,
395
Νίσου ϕαίδιμος υἱός, ᾽Αρητιάδαο ἄνακτος,
396
ὅς ῥ' ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος,
397
ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ
398
ἥνδανε μύϑοισι· ϕρεσὶ γὰρ κέχρητ' ἀγαϑῇσιν·
399
ὅ σϕιν ἐυϕρονέων ἀγορήσατο καὶ μετέειπεν·
57

Line Group 57

400
"ὦ ϕίλοι, οὐκ ἂν ἔγωγε κατακτείνειν ἐϑέλοιμι
401
Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήιόν ἐστι
402
κτείνειν· ἀλλὰ πρῶτα ϑεῶν εἰρώμεϑα βουλάς.
403
εἰ μέν κ' αἰνήσωσι Διὸς μεγάλοιο ϑέμιστες,
404
αὐτός τε κτενέω τούς τ' ἄλλους πάντας ἀνώξω·
405
εἰ δέ κ' ἀποτρωπῶσι ϑεοί, παύσασϑαι ἄνωγα."
58

Line Group 58

406
ὣς ἔϕατ' ᾽Αμϕίνομος, τοῖσιν δ' ἐπιήνδανε μῦϑος.
407
αὐτίκ' ἔπειτ' ἀνστάντες ἔβαν δόμον εἰς ᾽Οδυσῆος,
408
ἐλϑόντες δὲ καϑῖζον ἐπὶ ξεστοῖσι ϑρόνοισιν.
59

Line Group 59

409
ἡ δ' αὖτ' ἄλλ' ἐνόησε περίϕρων Πηνελόπεια,
410
μνηστήρεσσι ϕανῆναι ὑπέρβιον ὕβριν ἔχουσι.
411
πεύϑετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεϑρον·
412
κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύϑετο βουλάς.
413
βῆ δ' ἰέναι μέγαρον δὲ σὺν ἀμϕιπόλοισι γυναιξίν.
414
ἀλλ' ὅτε δὴ μνηστῆρας ἀϕίκετο δῖα γυναικῶν,
415
στῆ ῥα παρὰ σταϑμὸν τέγεος πύκα ποιητοῖο,
416
ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,
417
᾽Αντίνοον δ' ἐνένιπεν ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζεν·
60

Line Group 60

418
"᾽Αντίνο', ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ ϕασιν
419
ἐν δήμῳ ᾽Ιϑάκης μεϑ' ὁμήλικας ἔμμεν ἄριστον
420
βουλῇ καὶ μύϑοισι· σὺ δ' οὐκ ἄρα τοῖος ἔησϑα.
421
μάργε, τί ἢ δὲ σὺ Τηλεμάχῳ ϑάνατόν τε μόρον τε
422
ῥάπτεις, οὐδ' ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς
423
μάρτυρος... οὐδ', ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.
424
ἦ οὐκ οἶσϑ' ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο ϕεύγων,
425
δῆμον ὑποδείσας... δὴ γὰρ κεχολώατο λίην,
426
οὕνεκα ληιστῆρσιν ἐπισπόμενος Ταϕίοισιν
427
ἤκαχε Θεσπρωτούς: οἱ δ' ἥμιν ἄρϑμιοι ἦσαν.
428
τόν ῥ' ἔϑελον ϕϑῖσαι καὶ ἀπορραῖσαι ϕίλον ἦτορ
429
ἠδὲ κατὰ ζωὴν ϕαγέειν μενοεικέα πολλήν·
430
ἀλλ' ᾽Οδυσεὺς κατέρυκε καὶ ἔσχεϑεν ἱεμένους περ.
431
τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα
432
παῖδά τ' ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις:
433
ἀλλά σε παύεσϑαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους."
61

Line Group 61

434
τὴν δ' αὖτ' Εὐρύμαχος, Πολύβου πάιὴς, ἀντίον ηὔδα·
62

Line Group 62

435
"κούρη ᾽Ικαρίοιο, περίϕρων Πηνελόπεια,
436
ϑάρσει· μή τοι ταῦτα μετὰ ϕρεσὶ σῇσι μελόντων.
437
οὐκ ἔσϑ' οὗτος ἀνὴρ οὐδ' ἔσσεται οὐδὲ γένηται,
438
ὅς κεν Τηλεμάχῳ, σῷ υἱέι, χεῖρας ἐποίσει
439
ζώοντός γ' ἐμέϑεν καὶ ἐπὶ χϑονὶ δερκομένοιο.
440
ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
441
αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ
442
ἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορϑος ᾽Οδυσσεὺς
443
πολλάκι γούνασιν οἷσιν ἐϕεσσάμενος κρέας ὀπτὸν
444
ἐν χείρεσσιν ἔϑηκεν ἐπέσχέ τε οἶνον ἐρυϑρόν.
445
τῶ μοι Τηλέμαχος πάντων πολὺ ϕίλτατός ἐστιν
446
ἀνδρῶν, οὐδέ τί μιν ϑάνατον τρομέεσϑαι ἄνωγα
447
ἔκ γε μνηστήρων· ϑεόϑεν δ' οὐκ ἔστ' ἀλέασϑαι."
63

Line Group 63

448
ὣς ϕάτο ϑαρσύνων, τῷ δ' ἤρτυεν αὐτὸς ὄλεϑρον.
64

Line Group 64

449
ἡ μὲν ἄρ' εἰσαναβᾶσ' ὑπερώια σιγαλόεντα
450
κλαῖεν ἔπειτ' ᾽Οδυσῆα ϕίλον πόσιν, ὄϕρα οἱ ὕπνον
451
ἡδὺν ἐπὶ βλεϕάροισι βάλε γλαυκῶπις ᾽Αϑήνη.
452
ἑσπέριος δ' ᾽Οδυσῆι καὶ υἱέι δῖος ὑϕορβὸς
453
ἤλυϑεν· οἱ δ' ἄρα δόρπον ἐπισταδὸν ὁπλίζοντο,
454
σῦν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ ᾽Αϑήνη v
455
ἄγχι παρισταμένη Λαερτιάδην ᾽Οδυσῆα
456
ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα,
457
λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροί:, μή ἑ συβώτης
458
γνοίη ἐς ἄντα ἰδὼν καὶ ἐχέϕρονι Πηνελοπείῃ
459
ἔλϑοι ἀπαγγέλλων μηδὲ ϕρεσὶν εἰρύσσαιτο.
65

Line Group 65

460
τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦϑον ἔειπεν·
66

Line Group 66

461
"ἦλϑες, δῖ' Εὔμαιε. τί δὴ κλέος ἔστ' ἀνὰ ἄστυ;
462
ἤ ῥ' ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν
463
ἐκ λόχου, ἦ ἔτι μ' αὖϑ' εἰρύαται οἴκαδ' ἰόντα;"
67

Line Group 67

464
τὸν δ' ἀπαμειβόμενος προσέϕης, Εὔμαιε συβῶτα·
68

Line Group 68

465
"οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσϑαι
466
ἄστυ καταβλώσκοντα· τάχιστά με ϑυμὸς ἀνώγει
467
ἀγγελίην εἰπόντα πάλιν δεῦρ' ἀπονέεσϑαι.
468
ὡμήρησε δέ μοι παρ' ἑταίρων ἄγγελος ὠκύς,
469
κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν.
470
ἄλλο δέ τοι τό γε οἶδα· τὸ γὰρ ἴδον ὀϕϑαλμοῖσιν.
471
ἤδη ὑπὲρ πόλιος, ὅϑι ῞Ερμαιος λόϕος ἐστίν,
472
ἦα κιών, ὅτε νῆα ϑοὴν ἰδόμην κατιοῦσαν
473
ἐς λιμέν' ἡμέτερον· πολλοὶ δ' ἔσαν ἄνδρες ἐν αὐτῇ,
474
βεβρίϑει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμϕιγύοισι·
475
καί σϕεας ὠίσϑην τοὺς ἔμμεναι, οὐ δέ τι οἶδα."
69

Line Group 69

476
ὣς ϕάτο, μείδησεν δ' ἱερὴ ἲς Τηλεμάχοιο
477
ἐς πατέρ' ὀϕϑαλμοῖσιν ἰδών, ἀλέεινε δ' ὑϕορβόν.
70

Line Group 70

478
οἱ δ' ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
479
δαίνυντ', οὐδέ τι ϑυμὸς ἐδεύετο δαιτὸς ἐίσης.
480
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
481
κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.

Chapter 17: ΟΔΥΣΣΕΙΑΣ Ρ

1

Line Group 1

1
῎Ημος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
2
δὴ τότ' ἔπειϑ' ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα
3
Τηλέμαχος, ϕίλος υἱὸς ᾽Οδυσσῆος ϑείοιο,
4
εἵλετο δ' ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηϕιν ἀρήρει,
5
ἄστυ δὲ ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην·
2

Line Group 2

6
"ἄττ', ἤτοι μὲν ἐγὼν εἶμ' ἐς πόλιν, ὄϕρα με μήτηρ
7
ὄψεται· οὐ γάρ μιν πρόσϑεν παύσεσϑαι ὀίω
8
κλαυϑμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος,
9
πρίν γ' αὐτόν με ἴδηται· ἀτὰρ σοίγ' ὧδ' ἐπιτέλλω·
10
τὸν ξεῖνον δύστηνον ἄγ' ἐς πόλιν, ὄϕρ' ἂν ἐκεῖϑι
11
δαῖτα πτωχεύῃ· δώσει δέ οἱ ὅς κ' ἐϑέλῃσι
12
πύρνον καὶ κοτύλην· ἐμὲ δ' οὔ πως ἐστιν ἅπαντας
13
ἀνϑρώπους ἀνέχεσϑαι ἔχοντά περ ἄλγεα ϑυμῷ.
14
ὁ ξεῖνος δ' εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷ
15
ἔσσεται· ἦ γὰρ ἐμοὶ ϕίλ' ἀληϑέα μυϑήσασϑαι."
3

Line Group 3

16
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
4

Line Group 4

17
"ὦ ϕίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσϑαι μενεαίνω.
18
πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατ' ἀγροὺς
19
δαῖτα πτωχεύειν· δώσει δέ μοι ὅς κ' ἐϑέλῃσιν.
20
οὐ γὰρ ἐπὶ σταϑμοῖσι μένειν ἔτι τηλίκος εἰμί,
21
ὥς τ' ἐπιτειλαμένῳ σημάντορι πάντα πιϑέσϑαι.
22
ἀλλ' ἔρχευ· ἐμὲ δ' ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις,
23
αὐτίκ' ἐπεί κε πυρὸς ϑερέω ἀλέη τε γένηται.
24
αἰνῶς γὰρ τάδε εἵματ' ἔχω κακά· μή με δαμάσσῃ
25
στίβη ὑπηοίη· ἕκαϑεν δέ τε ἄστυ ϕάτ' εἶναι."
5

Line Group 5

26
ὣς ϕάτο, Τηλέμαχος δὲ διὰ σταϑμοῖο βεβήκει,
27
κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι ϕύτευεν.
28
αὐτὰρ ἐπεί ῥ' ἵκανε δόμους ἐυναιετάοντας,
29
ἔγχος μὲν στῆσε πρὸς κίονα μακρὸν ερείσας,
30
αὐτὸς δ' εἴσω ἴεν καὶ ὑπέρβη λάινον οὐδόν.
6

Line Group 6

31
τὸν δὲ πολὺ πρώτη εἶδε τροϕὸς Εὐρύκλεια,
32
κώεα καστορνῦσα ϑρόνοις ἔνι δαιδαλέοισι,
33
δακρύσασα δ' ἔπειτ' ἰϑὺς κίεν· ἀμϕὶ δ' ἄρ' ἄλλαι
34
δμῳαὶ ᾽Οδυσσῆος ταλασίϕρονος ἠγερέϑοντο,
35
καὶ κύνεον ἀγαπαζόμεναι κεϕαλήν τε καὶ ὤμους.
36
ἡ δ' ἴεν ἐκ ϑαλάμοιο περίϕρων Πηνελόπεια,
37
᾽Αρτέμιδι ἰκέλη ἠὲ χρυσῇ ᾽Αϕροδίτῃ,
38
ἀμϕὶ δὲ παιδὶ ϕίλῳ βάλε πήχεε δακρύσασα,
39
κύσσε δέ μιν κεϕαλήν τε καὶ ἄμϕω ϕάεα καλά,
40
καί ῥ' ὀλοϕυρομένη ἔπεα πτερόεντα προσηύδα·
7

Line Group 7

41
"ἦλϑες, Τηλέμαχε, γλυκερὸν ϕάος. οὔ σ' ἔτ' ἔγωγε
42
ὄψεσϑαι ἐϕάμην, ἐπεὶ ᾤχεο νηὶ Πύλον δὲ
43
λάϑρῃ, ἐμεῦ ἀέκητι, ϕίλου μετὰ πατρὸς ἀκουήν.
44
ἀλλ' ἄγε μοι κατάλεξον, ὅπως ἤντησας ὀπωπῆς."
8

Line Group 8

45
τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
9

Line Group 9

46
"μῆτερ ἐμή, μή μοι γόον ὄρνυϑι μηδέ μοι ἦτορ
47
ἐν στήϑεσσιν ὄρινε ϕυγόντί περ αἰπὺν ὄλεϑρον·
48
ἀλλ' ὑδρηναμένη, καϑαρὰ χροὶ: εἵμαϑ' ἑλοῦσα,
49
εἰς ὑπερῷ' ἀναβᾶσα σὺν ἀμϕιπόλοισι γυναιξὶν
50
εὔχεο πᾶσι ϑεοῖσι τεληέσσας ἑκατόμβας
51
ῥέξειν, αἴ κέ ποϑι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
52
αὐτὰρ ἐγὼν ἀγορήν δ' ἐσελεύσομαι, ὄϕρα καλέσσω
53
ξεῖνον, ὅτις μοι κεῖϑεν ἅμ' ἕσπετο δεῦρο κιόντι.
54
τὸν μὲν ἐγὼ προύπεμψα σὺν ἀντιϑέοις ἑτάροισι,
55
Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα
56
ἐνδυκέως ϕιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλϑω."
10

Line Group 10

57
ὣς ἄρ' ἐϕώνησεν, τῇ δ' ἄπτερος ἔπλετο μῦϑος.
58
ἡ δ' ὑδρηναμένη, καϑαρὰ χροὶ: εἵμαϑ' ἑλοῦσα,
59
εὔχετο πᾶσι ϑεοῖσι τεληέσσας ἑκατόμβας
60
ῥέξειν, αἴ κέ ποϑι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
11

Line Group 11

61
Τηλέμαχος δ' ἄρ' ἔπειτα δι' ἐκ μεγάροιο βεβήκει
62
ἔγχος ἔχων· ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
63
ϑεσπεσίην δ' ἄρα τῷ γε χάριν κατέχευεν ᾽Αϑήνη·
64
τὸν δ' ἄρα πάντες λαοὶ ἐπερχόμενον ϑηεῦντο.
65
ἀμϕὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέϑοντο
66
ἔσϑλ' ἀγορεύοντες, κακὰ δὲ ϕρεσὶ βυσσοδόμευον.
67
αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον,
68
ἀλλ' ἵνα Μέντωρ ἧστο καὶ ῎Αντιϕος ἠδ' ῾Αλιϑέρσης,
69
οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοι ἦσαν ἑταῖροι,
70
ἔνϑα καϑέζετ' ἰών· τοὶ δ' ἐξερέεινον ἕκαστα.
71
τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύϑεν ἦλϑε
72
ξεῖνον ἄγων ἀγορὴν δὲ διὰ πτόλιν· οὐδ' ἄρ' ἔτι δὴν
73
Τηλέμαχος ξείνοιο ἑκὰς τράπετ', ἀλλὰ παρέστη.
74
τὸν καὶ Πείραιος πρότερος πρὸς μῦϑον ἔειπε·
12

Line Group 12

75
"Τηλέμαχ', αἶψ' ὄτρυνον ἐμὸν ποτὶ δῶμα γυναῖκας,
76
ὥς τοι δῶρ' ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε."
13

Line Group 13

77
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
14

Line Group 14

78
"Πείραι', οὐ γάρ τ' ἴδμεν ὅπως ἔσται τάδε ἔργα.
79
εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι
80
λάϑρῃ κτείναντες πατρώια πάντα δάσωνται,
81
αὐτὸν ἔχοντά σε βούλομ' ἐπαυρέμεν ἤ τινα τῶνδε·
82
εἰ δέ κ' ἐγὼ τούτοισι ϕόνον καὶ κῆρα ϕυτεύσω,
83
δὴ τότε μοι χαίροντι ϕέρειν πρὸς δώματα χαίρων."
15

Line Group 15

84
ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον.
85
αὐτὰρ ἐπεί ῥ' ἵκοντο δόμους εὐναιετάοντας,
86
χλαίνας μὲν κατέϑεντο κατὰ κλισμούς τε ϑρόνους τε,
87
ἐς δ' ἀσαμίνϑους βάντες ἐυξέστας λούσαντο.
88
τοὺς δ' ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
89
ἀμϕὶ δ' ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
90
ἔκ ῥ' ἀσαμίνϑων βάντες ἐπὶ κλισμοῖσι κάϑιζον.
91
χέρνιβα δ' ἀμϕίπολος προχόῳ ἐπέχευε ϕέρουσα
92
καλῇ, χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
93
νίψασϑαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
94
σῖτον δ' αἰδοίη ταμίη παρέϑηκε ϕέρουσα,
95
εἴδατα πόλλ' ἐπιϑεῖσα, χαριζομένη παρεόντων.
96
μήτηρ δ' ἀντίον ἷζε παρὰ σταϑμὸν μεγάροιο
97
κλισμῷ κεκλιμένη, λέπτ' ἠλάκατα στρωϕῶσα.
98
οἱ δ' ἐπ' ὀνείαϑ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
99
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
100
τοῖσι δὲ μύϑων ἦρχε περίϕρων Πηνελόπεια·
16

Line Group 16

101
"Τηλέμαχ', ἤτοι ἐγὼν ὑπερώιον εἰσαναβᾶσα
102
λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
103
αἰεὶ δάκρυσ' ἐμοῖσι πεϕυρμένη, ἐξ οὗ ᾽Οδυσσεὺς
104
ᾤχεϑ' ἅμ' ᾽Ατρείδῃσιν ἐς ῎Ιλιον· οὐδέ μοι ἔτλης,
105
πρὶν ἐλϑεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα,
106
νόστον σοῦ πατρὸς σάϕα εἰπέμεν, εἴ που ἄκουσας."
17

Line Group 17

107
τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
18

Line Group 18

108
"τοὶ γὰρ ἐγώ τοι, μῆτερ, ἀληϑείην καταλέξω.
109
ᾠχόμεϑ' ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν·
110
δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν
111
ἐνδυκέως ἐϕίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱὸν
112
ἐλϑόντα χρόνιον νέον ἄλλοϑεν· ὣς ἔμ' ἐκεῖνος
113
ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν.
114
αὐτὰρ ᾽Οδυσσῆος ταλασίϕρονος οὔ ποτ' ἔϕασκε
115
ζωοῦ οὐδὲ ϑανόντος ἐπιχϑονίων τευ ἀκοῦσαι,
116
ἀλλά μ' ἐς ᾽Ατρείδην, δουρικλειτὸν Μενέλαον,
117
ἵπποισι προύπεμψε καὶ ἅρμασι κολλητοῖσιν.
118
ἔνϑ' ἴδον ᾽Αργείην ῾Ελένην, ἧς εἵνεκα πολλὰ
119
᾽Αργεῖοι Τρῶές τε ϑεῶν ἰότητι μόγησαν.
120
εἴρετο δ' αὐτίκ' ἔπειτα βοὴν ἀγαϑὸς Μενέλαος
121
ὅττευ χρηίζων ἱκόμην Λακεδαίμονα δῖαν·
122
αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληϑείην κατέλεξα.
123
καὶ τότε δή μ' ἐπέεσσιν ἀμειβόμενος προσέειπεν·
19

Line Group 19

124
'ὢ πόποι, ἦ μάλα δὴ κρατερόϕρονος ἀνδρὸς ἐν εὐνῇ
125
ἤϑελον εὐνηϑῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες.
126
ὡς δ' ὁπότ' ἐν ξυλόχῳ ἔλαϕος κρατεροῖο λέοντος
127
νεβροὺς κοιμήσασα νεηγενέας γαλαϑηνοὺς
128
κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
129
βοσκομένη, ὁ δ' ἔπειτα ἑὴν εἰσήλυϑεν εὐνήν,
130
ἀμϕοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐϕῆκεν,
131
ὣς ᾽Οδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐϕήσει.
132
αἲ γάρ, Ζεῦ τε πάτερ καὶ ᾽Αϑηναίη καὶ ῎Απολλον,
133
τοῖος ἐὼν οἷός ποτ' ἐυκτιμένῃ ἐνὶ Λέσβῳ
134
ἐξ ἔριδος Φιλομηλείδῃ ἐπάλαισεν ἀναστάς,
135
κὰδ δ' ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες ᾽Αχαιοί,
136
τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν ᾽Οδυσσεύς:
137
πάντες κ' ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
138
ταῦτα δ', ἅ μ' εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἔγωγε
139
ἄλλα παρ' ἐξ εἴποιμι παρακλιδὸν, οὐδ' ἀπατήσω·
140
ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
141
τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδ' ἐπικεύσω.
142
ϕῆ μιν ὅ γ' ἐν νήσῳ ἰδέειν κρατέρ' ἄλγε' ἔχοντα,
143
Νύμϕης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
144
ἴσχει· ὁ δ' οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσϑαι·
145
οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
146
οἵ κέν μιν πέμποιεν ἐπ' εὐρέα νῶτα ϑαλάσσης.'
147
ὣς ἔϕατ' ᾽Ατρείδης, δουρικλειτὸς Μενέλαος.
148
ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρον
149
ἀϑάνατοι, τοί μ' ὦκα ϕίλην ἐς πατρίδ' ἔπεμψαν."
20

Line Group 20

150
ὣς ϕάτο, τῇ δ' ἄρα ϑυμὸν ἐνὶ στήϑεσσιν ὄρινε.
151
τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος ϑεοειδής:
21

Line Group 21

152
"ὦ γύναι αἰδοίη Λαερτιάδεω ᾽Οδυσῆος,
153
ἤτοι ὅ γ' οὐ σάϕα οἶδεν, ἐμεῖο δὲ σύνϑεο μῦϑον·
154
ἀτρεκέως γάρ τοι μαντεύσομαι οὐδ' ἐπικεύσω.
155
ἴστω νῦν Ζεὺς πρῶτα ϑεῶν ξενίη τε τράπεζα
156
ἱστίη τ' ᾽Οδυσῆος ἀμύμονος, ἣν ἀϕικάνω,
157
ὡς ἤτοι ᾽Οδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ,
158
ἥμενος ἢ ἕρπων, τάδε πευϑόμενος κακὰ ἔργα,
159
ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι ϕυτεύει·
160
οἷον ἐγὼν οἰωνὸν ἐυσσέλμου ἐπὶ νηὸς
161
ἥμενος ἐϕρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν."
162
τὸν δ' αὖτε προσέειπε περίϕρων Πηνελόπεια·
22

Line Group 22

163
"αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
164
τῶ κε τάχα γνοίης ϕιλότητά τε πολλά τε δῶρα
165
ἐξ ἐμεῦ, ὥς ἄν τίς σε συναντόμενος μακαρίζοι."
23

Line Group 23

166
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
167
μνηστῆρες δὲ πάροιϑεν ᾽Οδυσσῆος μεγάροιο
168
δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες,
169
ἐν τυκτῷ δαπέδῳ, ὅϑι περ πάρος, ὕβριν ἔχοντες.
170
ἀλλ' ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυϑε μῆλα
171
πάντοϑεν ἐξ ἀγρῶν, οἱ δ' ἤγαγον, οἳ τὸ πάρος περ,
172
καὶ τότε δή σϕιν ἔειπε Μέδων - ὃς γάρ ῥα μάλιστα
173
ἥνδανε κηρύκων, καί σϕιν παρεγίνετο δαιτί - ·
24

Line Group 24

174
"κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρϕϑητε ϕρέν' ἀέϑλοις,
175
ἔρχεσϑε πρὸς δώμαϑ', ἵν' ἐντυνώμεϑα δαῖτα·
176
οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσϑαι."
25

Line Group 25

177
ὣς ἔϕαϑ', οἱ δ' ἀνστάντες ἔβαν πείϑοντό τε μύϑῳ.
178
αὐτὰρ ἐπεί ῥ' ἵκοντο δόμους εὐναιετάοντας,
179
χλαίνας μὲν κατέϑεντο κατὰ κλισμούς τε ϑρόνους τε,
180
οἱ δ' ἱέρευον ὄις μεγάλους καὶ πίονας αἶγας,
181
ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην,
182
δαῖτ' ἐντυνόμενοι. τοὶ δ' ἐξ ἀγροῖο πόλιν δὲ
183
ὠτρύνοντ' ᾽Οδυσεύς τ' ἰέναι καὶ δῖος ὑϕορβός.
184
τοῖσι δὲ μύϑων ἦρχε συβώτης, ὄρχαμος ἀνδρῶν·
26

Line Group 26

185
"ξεῖν', ἐπεὶ ἂρ δὴ ἔπειτα πόλιν δ' ἴμεναι μενεαίνεις
186
σήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός, ή ἦ σ' ἂν ἔγωγε
187
αὐτοῦ βουλοίμην σταϑμῶν ῥυτῆρα λιπέσϑαι·
188
ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσω
189
νεικείῃ· χαλεπαὶ δέ τ' ἀνάκτων εἰσὶν ὁμοκλαί.
190
ἀλλ' ἄγε νῦν ἴομεν· δὴ γὰρ μέμβλωκε μάλιστα
191
ἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται."
27

Line Group 27

192
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
28

Line Group 28

193
"γινώσκω, ϕρονέω· τά γε δὴ νοέοντι κελεύεις.
194
ἀλλ' ἴομεν, σὺ δ' ἔπειτα διαμπερὲς ἡγεμόνευε.
195
δὸς δέ μοι, εἴ ποϑί τοι ῥόπαλον τετμημένον ἐστί,
196
σκηρίπτεσϑ', ἐπεὶ ἦ ϕατ' ἀρισϕαλέ' ἔμμεναι οὐδόν."
29

Line Group 29

197
ἦ ῥα, καὶ ἀμϕ' ὤμοισιν ἀεικέα βάλλετο πήρην,
198
πυκνὰ ῥωγαλέην, ἐν δὲ στρόϕος ἦεν ἀορτήρ·
199
Εὔμαιος δ' ἄρα οἱ σκῆπτρον ϑυμαρὲς ἔδωκε.
200
τὼ βήτην, σταϑμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες
201
ῥύατ' ὄπισϑε μένοντες. ὁ δ' ἐς πόλιν ἦγεν ἄνακτα
202
πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,
203
σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροὶ: εἵματα ἕστο.
30

Line Group 30

204
ἀλλ' ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν
205
ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀϕίκοντο
206
τυκτὴν, καλλίροον, ὅϑεν ὑδρεύοντο πολῖται,
207
τὴν ποίησ' ῎Ιϑακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ·
208
ἀμϕὶ δ' ἄρ' αἰγείρων ὑδατοτρεϕέων ἦν ἄλσος
209
πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ
210
ὑψόϑεν ἐκ πέτρης: βωμὸς δ' ἐϕύπερϑε τέτυκτο
211
Νυμϕάων, ὅϑι πάντες ἐπιρέζεσκον ὁδῖται·
212
ἔνϑά σϕεας ἐκίχανεν υἱὸς Δολίοιο Μελανϑεὺς
213
αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι,
214
δεῖπνον μνηστήρεσσι· δύω δ' ἅμ' ἕποντο νομῆες.
215
τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζεν
216
ἔκπαγλον καὶ ἀεικές: ὄρινε δὲ κῆρ ᾽Οδυσῆος:
31

Line Group 31

217
"νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,
218
ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει ϑεὸς ὡς τὸν ὁμοῖον.
219
πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα,
220
πτωχὸν ἀνιηρόν, δαιτῶν ἀπολυμαντῆρα;
221
ὃς πολλῇς ϕλιῇσι παραστὰς ϕλίψεται ὤμους,
222
αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας.
223
τόν κ' εἴ μοι δοίης σταϑμῶν ῥυτῆρα γενέσϑαι
224
σηκοκόρον τ' ἔμεναι ϑαλλόν τ' ἐρίϕοισι ϕορῆναι,
225
καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα ϑεῖτο.
226
ἀλλ' ἐπεὶ οὖν δὴ ἔργα κάκ' ἔμμαϑεν, οὐκ ἐϑελήσει
227
ἔργον ἐποίχεσϑαι, ἀλλὰ πτώσσων κατὰ δῆμον
228
βούλεται αἰτίζων βόσκειν ἣν γαστέρ' ἄναλτον.
229
ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
230
αἴ κ' ἔλϑῃ πρὸς δώματ' ᾽Οδυσσῆος ϑείοιο,
231
πολλά οἱ ἀμϕὶ κάρη σϕέλα ἀνδρῶν ἐκ παλαμάων
232
πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο."
32

Line Group 32

233
ὣς ϕάτο καὶ παριὼν λὰξ ἔνϑορεν ἀϕραδίῃσιν
234
ἰσχίῳ· οὐ δέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυϕέλιξεν,
235
ἀλλ' ἔμεν' ἀσϕαλέως. ὁ δὲ μερμήριξεν ᾽Οδυσσεύς,
236
ἠὲ μεταί:ξας ῥοπάλῳ ἐκ ϑυμὸν ἕλοιτο,
237
ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμϕουδὶς ἀείρας.
238
ἀλλ' ἐπετόλμησε, ϕρεσὶ δ' ἔσχετο. τὸν δὲ συβώτης
239
νείκεσ' ἐς ἄντα ἰδών, μέγα δ' εὔξατο χεῖρας ἀνασχών·
33

Line Group 33

240
"Νύμϕαι κρηναῖαι, κοῦραι Διός, εἴ ποτ' ᾽Οδυσσεὺς
241
ὔμμ' ἐπὶ μηρί' ἔκηε, καλύψας πίονι δημῷ,
242
ἀρνῶν ἠδ' ἐρίϕων, τόδε μοι κρηήνατ' ἐέλδωρ,
243
ὡς ἔλϑοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·
244
τῶ κέ τοι ἀγλαί:ας γε διασκεδάσειεν ἁπάσας,
245
τὰς νῦν ὑβρίζων ϕορέεις, ἀλαλήμενος αἰεὶ
246
ἄστυ κάτ'· αὐτὰρ μῆλα κακοὶ ϕϑείρουσι νομῆες."
34

Line Group 34

247
τὸν δ' αὖτε προσέειπε Μελάνϑιος, αἰπόλος αἰγῶν·
35

Line Group 35

248
"ὢ πόποι, οἷον ἔειπε κύων ὀλοϕώια εἰδώς,
249
τόν ποτ' ἐγὼν ἐπὶ νηὸς ἐυσσέλμοιο μελαίνης
250
ἄξω τῆλ' ᾽Ιϑάκης, ἵνα μοι βίοτον πολὺν ἄλϕοι.
251
αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος ᾽Απόλλων
252
σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη,
253
ὡς ᾽Οδυσῆί γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ."
36

Line Group 36

254
ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτόϑι ἦκα κιόντας,
255
αὐτὰρ ὁ βῆ, μάλα δ' ὦκα δόμους ἵκανεν ἄνακτος.
256
αὐτίκα δ' εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι καϑῖζεν,
257
ἀντίον Εὐρυμάχου· τὸν γὰρ ϕιλέεσκε μάλιστα.
258
τῷ πάρα μὲν κρειῶν μοῖραν ϑέσαν οἳ πονέοντο,
259
σῖτον δ' αἰδοίη ταμίη παρέϑηκε ϕέρουσα
260
ἔδμεναι. ἀγχίμολον δ' ᾽Οδυσεὺς καὶ δῖος ὑϕορβὸς
261
στήτην ἐρχομένω, περὶ δέ σϕεας ἤλυϑ' ἰωὴ
262
ϕόρμιγγος γλαϕυρῆς: ἀνὰ γάρ σϕισι βάλλετ' ἀείδειν
263
Φήμιος. αὐτὰρ ὁ χειρὸς ἑλὼν προσέειπε συβώτην·
37

Line Group 37

264
"Εὔμαι', ἦ μάλα δὴ τάδε δώματα κάλ' ᾽Οδυσῆος:
265
ῥεῖα δ' ἀρίγνωτ' ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσϑαι.
266
ἐξ ἑτέρων ἕτερ' ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ
267
τοίχῳ καὶ ϑριγκοῖσι, ϑύραι δ' εὐερκέες εἰσὶ
268
δικλίδες: οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.
269
γινώσκω δ' ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίϑενται
270
ἄνδρες, ἐπεὶ κνίση μὲν ἐνήνοϑεν, ἐν δέ τε ϕόρμιγξ
271
ἠπύει, ἣν ἄρα δαιτὶ ϑεοὶ ποίησαν ἑταίρην."
38

Line Group 38

272
τὸν δ' ἀπαμειβόμενος προσέϕης, Εὔμαιε συβῶτα·
39

Line Group 39

273
"ῥεῖ' ἔγνως, ἐπεὶ οὐδὲ τά τ' ἄλλά πέρ ἐσσ' ἀνοήμων.
274
ἀλλ' ἄγε δὴ ϕραζώμεϑ', ὅπως ἔσται τάδε ἔργα.
275
ἠὲ σὺ πρῶτος ἔσελϑε δόμους εὐναιετάοντας,
276
δύσεο δὲ μνηστῆρας, ἐγὼ δ' ὑπολείψομαι αὐτοῦ·
277
εἰ δ' ἐϑέλεις, ἐπίμεινον, ἐγὼ δ' εἶμι προπάροιϑε.
278
μὴ δὲ σὺ δηϑύνειν, μή τίς σ' ἔκτοσϑε νοήσας
279
ἢ βάλῃ ἢ ἐλάσῃ. τὰ δέ σε ϕράζεσϑαι ἄνωγα."
40

Line Group 40

280
τὸν δ' ἠμείβετ' ἔπειτα πολύτλας δῖος ᾽Οδυσσεύς:
41

Line Group 41

281
"γινώσκω, ϕρονέω· τά γε δὴ νοέοντι κελεύεις.
282
ἀλλ' ἔρχευ προπάροιϑεν, ἐγὼ δ' ὑπολείψομαι αὐτοῦ·
283
οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων·
284
τολμήεις μοι ϑυμός, ἐπεὶ κακὰ πολλὰ πέπονϑα
285
κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσϑω.
286
γαστέρα δ' οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν,
287
οὐλομένην, ἣ πολλὰ κάκ' ἀνϑρώποισι δίδωσι,
288
τῆς ἕνεκεν καὶ νῆες ἐύζυγοι ὁπλίζονται
289
πόντον ἐπ' ἀτρύγετον, κακὰ δυσμενέεσσι ϕέρουσαι."
42

Line Group 42

290
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
291
ἂν δὲ κύων κεϕαλήν τε καὶ οὔατα κείμενος ἔσχεν,
292
῎Αργος, ᾽Οδυσσῆος ταλασίϕρονος, ὅν ῥά ποτ' αὐτὸς
293
ϑρέψε μέν, οὐδ' ἀπόνητο, πάρος δ' εἰς ῎Ιλιον ἱρὴν
294
ᾤχετο. τὸν δὲ πάροιϑεν ἀγίνεσκον νέοι ἄνδρες
295
αἶγας ἐπ' ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς:
296
δὴ τότε κεῖτ' ἀπόϑεστος ἀποιχομένοιο ἄνακτος
297
ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιϑε ϑυράων
298
ἡμιόνων τε βοῶν τε ἅλις κέχυτ', ὄϕρ' ἂν ἄγοιεν
299
δμῶες ᾽Οδυσσῆος τέμενος μέγα κοπρήσοντες:
300
ἔνϑα κύων κεῖτ' ῎Αργος ἐνίπλειος κυνοραιστέων.
301
δὴ τότε γ', ὡς ἐνόησεν ᾽Οδυσσέα ἐγγὺς ἐόντα,
302
οὐρῇ μέν ῥ' ὅ γ' ἔσηνε καὶ οὔατα κάμβαλεν ἄμϕω,
303
ἄσσον δ' οὐκέτ' ἔπειτα δυνήσατο οἷο ἄνακτος
304
ἐλϑέμεν· αὐτὰρ ὁ νόσϕιν ἰδὼν ἀπομόρξατο δάκρυ,
305
ῥεῖα λαϑὼν Εὔμαιον, ἄϕαρ δ' ἐρεείνετο μύϑῳ·
43

Line Group 43

306
"Εὔμαι', ἦ μάλα ϑαῦμα κύων ὅδε κεῖτ' ἐνὶ κόπρῳ.
307
καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γ' οὐ σάϕα οἶδα,
308
ἢ δὴ καὶ ταχὺς ἔσκε ϑέειν ἐπὶ εἴδειὴ τῷδε,
309
ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν
310
γίνοντ'· ἀγλαί:ης δ' ἕνεκεν κομέουσιν ἄνακτες."
44

Line Group 44

311
τὸν δ' ἀπαμειβόμενος προσέϕης, Εὔμαιε συβῶτα·
45

Line Group 45

312
"καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε ϑανόντος.
313
εἰ τοιόσδ' εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα,
314
οἷόν μιν Τροίην δὲ κιὼν κατέλειπεν ᾽Οδυσσεύς,
315
αἶψά κε ϑηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.
316
οὐ μὲν γάρ τι ϕύγεσκε βαϑείης βένϑεσιν ὕλης
317
κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη.
318
νῦν δ' ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοϑι πάτρης
319
ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.
320
δμῶες δ', εὖτ' ἂν μηκέτ' ἐπικρατέωσιν ἄνακτες,
321
οὐκέτ' ἔπειτ' ἐϑέλουσιν ἐναίσιμα ἐργάζεσϑαι·
322
ἥμισυ γάρ τ' ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς
323
ἀνέρος, εὖτ' ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν."
46

Line Group 46

324
ὣς εἰπὼν εἰσῆλϑε δόμους εὐναιετάοντας, v
325
βῆ δ' ἰϑὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς.
326
῎Αργον δ' αὖ κατὰ μοῖρ' ἔλαβεν μέλανος ϑανάτοιο,
327
αὐτίκ' ἰδόντ' ᾽Οδυσῆα ἐεικοστῷ ἐνιαυτῷ.
47

Line Group 47

328
τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος ϑεοειδὴς
329
ἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δ' ἔπειτα
330
νεῦσ' ἐπὶ οἷ καλέσας: ὁ δὲ παπτήνας ἕλε δίϕρον
331
κείμενον, ἔνϑά τε δαιτρὸς ἐϕίζεσκε κρέα πολλὰ
332
δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι·
333
τὸν κατέϑηκε ϕέρων πρὸς Τηλεμάχοιο τράπεζαν
334
ἀντίον, ἔνϑα δ' ἄρ' αὐτὸς ἐϕέζετο· τῷ δ' ἄρα κῆρυξ
335
μοῖραν ἑλὼν ἐτίϑει κανέου τ' ἐκ σῖτον ἀείρας.
48

Line Group 48

336
ἀγχίμολον δὲ μετ' αὐτὸν ἐδύσετο δώματ' ᾽Οδυσσεύς,
337
πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι,
338
σκηπτόμενος: τὰ δὲ λυγρὰ περὶ χροὶ: εἵματα ἕστο.
339
ἷζε δ' ἐπὶ μελίνου οὐδοῦ ἔντοσϑε ϑυράων
340
κλινάμενος σταϑμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων
341
ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάϑμην ἴϑυνε.
342
Τηλέμαχος δ' ἐπὶ οἷ καλέσας προσέειπε συβώτην
343
ἄρτον τ' οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο
344
καὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμϕιβαλόντι·
49

Line Group 49

345
"δὸς τῷ ξείνῳ ταῦτα ϕέρων αὐτόν τε κέλευε
346
αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας:
347
αἰδὼς δ' οὐκ ἀγαϑὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι."
50

Line Group 50

348
ὣς ϕάτο, βῆ δὲ συϕορβός, ἐπεὶ τὸν μῦϑον ἄκουσεν,
349
ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντ' ἀγόρευε·
51

Line Group 51

350
"Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε κελεύει
351
αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας:
352
αἰδῶ δ' οὐκ ἀγαϑήν ϕησ' ἔμμεναι ἀνδρὶ προί:κτῃ."
52

Line Group 52

353
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
53

Line Group 53

354
"Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι,
355
καί οἱ πάντα γένοιτο, ὅσα ϕρεσὶν ᾗσι μενοινᾷ."
356
ἦ ῥα, καὶ ἀμϕοτέρῃσιν ἐδέξατο καὶ κατέϑηκεν
357
αὖϑι ποδῶν προπάροιϑεν, ἀεικελίης ἐπὶ πήρης,
358
ἤσϑιε δ' ἕως ὅ τ' ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν.
359
εὖϑ' ὁ δεδειπνήκειν, ὁ δ' ἐπαύετο ϑεῖος ἀοιδός:
360
μνηστῆρες δ' ὁμάδησαν ἀνὰ μέγαρ'. αὐτὰρ ᾽Αϑήνη
361
ἄγχι παρισταμένη Λαερτιάδην ᾽Οδυσῆα
362
ὤτρυν', ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι,
363
γνοίη ϑ' οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τ' ἀϑέμιστοι·
364
ἀλλ' οὐδ' ὧς τιν' ἔμελλ' ἀπαλεξήσειν κακότητος.
365
βῆ δ' ἴμεν αἰτήσων ἐνδέξια ϕῶτα ἕκαστον,
366
πάντοσε χεῖρ' ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη.
367
οἱ δ' ἐλεαίροντες δίδοσαν, καὶ ἐϑάμβεον αὐτὸν,
368
ἀλλήλους τ' εἴροντο, τίς εἴη καὶ πόϑεν ἔλϑοι.
369
τοῖσι δὲ καὶ μετέειπε Μελάνϑιος, αἰπόλος αἰγῶν·
54

Line Group 54

370
"κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
371
τοῦδε περὶ ξείνου· ἦ γὰρ μιν πρόσϑεν ὄπωπα.
372
ἤτοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν,
373
αὐτὸν δ' οὐ σάϕα οἶδα, πόϑεν γένος εὔχεται εἶναι."
55

Line Group 55

374
ὣς ἔϕατ', ᾽Αντίνοος δ' ἔπεσιν νείκεσσε συβώτην·
56

Line Group 56

375
"ὦ ἀρίγνωτε συβῶτα, τί ἢ δὲ σὺ τόνδε πόλιν δὲ
376
ἤγαγες... ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι,
377
πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες...
378
ἦ ὄνοσαι, ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος
379
ἐνϑάδ' ἀγειρόμενοι, σὺ δὲ καί προϑὶ τόνδε κάλεσσας..."
57

Line Group 57

380
τὸν δ' ἀπαμειβόμενος προσέϕης, Εὔμαιε συβῶτα·
58

Line Group 58

381
"᾽Αντίνο', οὐ μὲν καλὰ καὶ ἐσϑλὸς ἐὼν ἀγορεύεις:
382
τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοϑεν αὐτὸς ἐπελϑὼν
383
ἄλλον γ', εἰ μὴ τῶν, οἳ δημιοεργοὶ ἔασι,
384
μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων,
385
ἢ καὶ ϑέσπιν ἀοιδόν, ὅ κεν τέρπῃσιν ἀείδων;
386
οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπ' ἀπείρονα γαῖαν·
387
πτωχὸν δ' οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν.
388
ἀλλ' αἰεὶ χαλεπὸς περὶ πάντων εἰς μνηστήρων
389
δμωσὶν ᾽Οδυσσῆος, περὶ δ' αὖτ' ἐμοί· αὐτὰρ ἔγωγε
390
οὐκ ἀλέγω, εἵως μοι ἐχέϕρων Πηνελόπεια
391
ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος ϑεοειδής."
59

Line Group 59

392
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
60

Line Group 60

393
"σίγα, μή μοι τοῦτον ἀμείβεο πόλλ' ἐπέεσσιν·
394
᾽Αντίνοος δ' εἴωϑε κακῶς ἐρεϑιζέμεν αἰεὶ
395
μύϑοισιν χαλεποῖσιν, ἐποτρύνει δὲ καὶ ἄλλους."
61

Line Group 61

396
ἦ ῥα καὶ ᾽Αντίνοον ἔπεα πτερόεντα προσηύδα·
62

Line Group 62

397
"᾽Αντίνο', ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος,
398
ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο δίεσϑαι
399
μύϑῳ ἀναγκαίῳ· μὴ τοῦτο ϑεὸς τελέσειε.
400
δός οἱ ἑλών· οὔ τοι ϕϑονέω· κέλομαι γὰρ ἔγωγε.
401
μήτ' οὖν μητέρ' ἐμὴν ἅζευ τό γε μήτέ τιν' ἄλλον
402
δμώων, οἳ κατὰ δώματ' ᾽Οδυσσῆος ϑείοιο.
403
ἀλλ' οὔ τοι τοιοῦτον ἐνὶ στήϑεσσι νόημα·
404
αὐτὸς γὰρ ϕαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ."
63

Line Group 63

405
τὸν δ' αὖτ' ᾽Αντίνοος ἀπαμειβόμενος προσέειπε·
64

Line Group 64

406
"Τηλέμαχ' ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες.
407
εἴ οἱ τόσσον πάντες ὀρέξειαν μνηστῆρες,
408
καί κέν μιν τρεῖς μῆνας ἀπόπροϑεν οἶκος ἐρύκοι."
65

Line Group 65

409
ὣς ἄρ' ἔϕη, καὶ ϑρῆνυν ἑλὼν ὑπέϕηνε τραπέζης
410
κείμενον, ᾧ ῥ' ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων.
411
οἱ δ' ἄλλοι πάντες δίδοσαν, πλῆσαν δ' ἄρα πήρην
412
σίτου καὶ κρειῶν. τάχα δὴ καὶ ἔμελλεν ᾽Οδυσσεὺς
413
αὖτις ἐπ' οὐδὸν ἰὼν προικὸς γεύσασϑαι ᾽Αχαιῶν·
414
στῆ δὲ παρ' ᾽Αντίνοον, καί μιν πρὸς μῦϑον ἔειπε·
66

Line Group 66

415
"δός, ϕίλος: οὐ μέν μοι δοκέεις ὁ κάκιστος ᾽Αχαιῶν
416
ἔμμεναι, ἀλλ' ὤριστος, ἐπεὶ βασιλῆι ἔοικας.
417
τῶ σε χρὴ δόμεναι καὶ λώιον ἠέ περ ἄλλοι
418
σίτου· ἐγὼ δέ κέ σε κλείω κατ' ἀπείρονα γαῖαν.
419
καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνϑρώποισιν ἔναιον
420
ὄλβιος ἀϕνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ
421
τοίῳ, ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλϑοι·
422
ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλά τε πολλὰ,
423
οἷσίν τ' εὖ ζώουσι καὶ ἀϕνειοὶ καλέονται.
424
ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων ή ἤϑελε γάρ που ή,
425
ὅς μ' ἅμα ληιστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν
426
Αἴγυπτόν δ' ἰέναι, δολιχὴν ὁδόν, ὄϕρ' ἀπολοίμην.
427
στῆσα δ' ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμϕιελίσσας.
428
ἔνϑ' ἤτοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
429
αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσϑαι,
430
ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσϑαι·
431
οἱ δ' ὕβρει εἴξαντες, ἐπισπόμενοι μένειὴ σϕῷ,
432
αἶψα μάλ' Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
433
πόρϑεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,
434
αὐτούς τε κτεῖνον· τάχα δ' ἐς πόλιν ἵκετ' ἀυτή.
435
οἱ δὲ βοῆς ἀίοντες ἅμ' ἠοῖ ϕαινομένηϕιν
436
ἦλϑον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
437
χαλκοῦ τε στεροπῆς. ἐν δὲ Ζεὺς τερπικέραυνος
438
ϕύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη
439
στῆναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοϑεν ἔστη.
440
ἔνϑ' ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέι χαλκῷ,
441
τοὺς δ' ἄναγον ζωούς, σϕίσιν ἐργάζεσϑαι ἀνάγκῃ.
442
αὐτὰρ ἔμ' ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι,
443
Δμήτορι ᾽Ιασίδῃ, ὃς Κύπρου ἶϕι ἄνασσεν.
444
ἔνϑεν δὴ νῦν δεῦρο τόδ' ἵκω πήματα πάσχων."
67

Line Group 67

445
τὸν δ' αὖτ' ᾽Αντίνοος ἀπαμείβετο ϕώνησέν τε·
68

Line Group 68

446
"τίς δαίμων τόδε πῆμα προσήγαγε δαιτὸς ἀνίην;
447
στῆϑ' οὕτως ἐς μέσσον, ἐμῆς ἀπάνευϑε τραπέζης,
448
μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἴδηαι·
449
ὥς τις ϑαρσαλέος καὶ ἀναιδής ἐσσι προί:κτης.
450
ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι
451
μαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδ' ἐλεητὺς
452
ἀλλοτρίων χαρίσασϑαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ."
69

Line Group 69

453
τὸν δ' ἀναχωρήσας προσέϕη πολύμητις ᾽Οδυσσεύς:
70

Line Group 70

454
"ὢ πόποι, οὐκ ἄρα σοίγ' ἐπὶ εἴδειὴ καὶ ϕρένες ἦσαν.
455
οὐ σύγ' ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδ' ἅλα δοίης,
456
ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης
457
σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν."
71

Line Group 71

458
ὣς ἔϕατ', ᾽Αντίνοος δὲ χολώσατο κηρόϑι μᾶλλον,
459
καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·
72

Line Group 72

460
"νῦν δή σ' οὐκέτι καλὰ δι' ἐκ μεγάροιό γ' ὀίω
461
ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις."
73

Line Group 73

462
ὣς ἄρ' ἔϕη, καὶ ϑρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον,
463
πρυμνότατον κατὰ νῶτον. ὁ δ' ἐστάϑη ἠύτε πέτρη
464
ἔμπεδον, οὐδ' ἄρα μιν σϕῆλεν βέλος ᾽Αντινόοιο·
465
ἀλλ' ἀκέων κίνησε κάρη κακὰ βυσσοδομεύων.
466
ἂψ δ' ὅ γ' ἐπ' οὐδὸν ἰὼν κατ' ἄρ' ἕζετο, κὰδ δ' ἄρα πήρην
467
ϑῆκεν ἐυπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε·
74

Line Group 74

468
"κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
469
ὄϕρ' εἴπω τά με ϑυμὸς ἐνὶ στήϑεσσι κελεύει.
470
οὐ μὰν οὔτ' ἄχος ἐστὶ μετὰ ϕρεσὶν οὔτέ τι πένϑος,
471
ὁππότ' ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι
472
βλήεται, ἢ περὶ βουσὶν ἢ ἀργεννῇς ὀίεσσιν·
473
αὐτὰρ ἔμ' ᾽Αντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς,
474
οὐλομένης, ἣ πολλὰ κάκ' ἀνϑρώποισι δίδωσιν.
475
ἀλλ' εἴ που πτωχῶν γε ϑεοὶ καὶ ᾽Ερινύες εἰσίν,
476
᾽Αντίνοον πρὸ γάμοιο τέλος ϑανάτοιο κιχείη."
75

Line Group 75

477
τὸν δ' αὖτ' ᾽Αντίνοος προσέϕη, Εὐπείϑεος υἱός:
76

Line Group 76

478
"ἔσϑι' ἕκηλος, ξεῖνε, καϑήμενος, ἢ ἄπιϑ' ἄλλῃ,
479
μή σε νέοι διὰ δώματ' ἐρύσσωσ', οἷ' ἀγορεύεις,
480
ἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα."
77

Line Group 77

481
ὣς ἔϕαϑ', οἱ δ' ἄρα πάντες ὑπερϕιάλως νεμέσησαν.
482
ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
78

Line Group 78

483
"᾽Αντίνο', οὐ μὲν κάλ' ἔβαλες δύστηνον ἀλήτην,
484
οὐλόμεν', εἰ δή που τις ἐπουράνιος ϑεός ἐστι.
485
καί τε ϑεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,
486
παντοῖοι τελέϑοντες, ἐπιστρωϕῶσι πόληας,
487
ἀνϑρώπων ὕβρίν τε καὶ εὐνομίην ἐϕορῶντες."
79

Line Group 79

488
ὣς ἄρ' ἔϕαν μνηστῆρες, ὁ δ' οὐκ ἐμπάζετο μύϑων.
489
Τηλέμαχος δ' ἐν μὲν κραδίῃ μέγα πένϑος ἄεξε
490
βλημένου, οὐδ' ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεϕάροιιν,
491
ἀλλ' ἀκέων κίνησε κάρη κακὰ βυσσοδομεύων.
80

Line Group 80

492
τοῦ δ' ὡς οὖν ἤκουσε περίϕρων Πηνελόπεια
493
βλημένου ἐν μεγάρῳ, μετ' ἄρα δμῳῇσιν ἔειπεν·
81

Line Group 81

494
"αἴϑ' οὕτως αὐτόν σε βάλοι κλυτότοξος ᾽Απόλλων."
82

Line Group 82

495
τὴν δ' αὖτ' Εὐρυνόμη ταμίη πρὸς μῦϑον ἔειπεν·
83

Line Group 83

496
"εἰ γὰρ ἐπ' ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο·
497
οὐκ ἄν τις τούτων γε ἐύϑρονον ᾽Ηῶ ἵκοιτο."
84

Line Group 84

498
τὴν δ' αὖτε προσέειπε περίϕρων Πηνελόπεια·
85

Line Group 85

499
"μαῖ', ἐχϑροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται·
500
᾽Αντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε.
501
ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα
502
ἀνέρας αἰτίζων· ἀχρημοσύνη γὰρ ἀνώγει·
503
ἔνϑ' ἄλλοι μὲν πάντες ἐνέπλησάν τε δόσαν τε,
504
οὗτος δὲ ϑρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον."
86

Line Group 86

505
ἡ μὲν ἄρ' ὣς ἀγόρευε μετὰ δμῳῇσι γυναιξὶν
506
ἡμένη ἐν ϑαλάμῳ· ὁ δ' ἐδείπνει δῖος ᾽Οδυσσεύς.
507
ἡ δ' ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑϕορβόν·
87

Line Group 87

508
"ἔρχεο, δῖ' Εὔμαιε, κιὼν τὸν ξεῖνον ἄνωχϑι
509
ἐλϑέμεν, ὄϕρά τί μιν προσπτύξομαι ἠδ' ἐρέωμαι,
510
εἴ που ᾽Οδυσσῆος ταλασίϕρονος ἠὲ πέπυσται
511
ἢ ἴδεν ὀϕϑαλμοῖσι· πολυπλάγκτῳ γὰρ ἔοικε."
88

Line Group 88

512
τὴν δ' ἀπαμειβόμενος προσέϕης, Εὔμαιε συβῶτα·
89

Line Group 89

513
"εἰ γάρ τοι, βασίλεια, σιωπήσειαν ᾽Αχαιοί·
514
οἷ' ὅ γε μυϑεῖται, ϑέλγοιτό κέ τοι ϕίλον ἦτορ.
515
τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δ' ἤματ' ἔρυξα
516
ἐν κλισίῃ· πρῶτον γὰρ ἔμ' ἵκετο νηὸς ἀποδράς:
517
ἀλλ' οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων.
518
ὡς δ' ὅτ' ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε ϑεῶν ἒξ
519
ἀείδῃ δεδαὼς ἔπε' ἱμερόεντα βροτοῖσι,
520
τοῦ δ' ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότ' ἀείδῃ·
521
ὣς ἐμὲ κεῖνος ἔϑελγε παρήμενος ἐν μεγάροισι.
522
ϕησὶ δ' ᾽Οδυσσῆος ξεῖνος πατρώιος εἶναι,
523
Κρήτῃ ναιετάων, ὅϑι Μίνωος γένος ἐστίν.
524
ἔνϑεν δὴ νῦν δεῦρο τόδ' ἵκετο πήματα πάσχων
525
προπροκυλινδόμενος: στεῦται δ' ᾽Οδυσῆος ἀκοῦσαι
526
ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,
527
ζωοῦ· πολλὰ δ' ἄγει κειμήλια ὅν δὲ δόμον δέ."
90

Line Group 90

528
τὸν δ' αὖτε προσέειπε περίϕρων Πηνελόπεια·
91

Line Group 91

529
"ἔρχεο, δεῦρο κάλεσσον, ἵν' ἀντίον αὐτὸς ἐνίσπῃ.
530
οὗτοι δ' ἠὲ ϑύρῃσι καϑήμενοι ἑψιαάσϑων
531
ἢ αὐτοῦ κατὰ δώματ', ἐπεί σϕισι ϑυμὸς ἐυ?ϕρων.
532
αὐτῶν μὲν γὰρ κτήματ' ἀκήρατα κεῖτ' ἐνὶ οἴκῳ,
533
σῖτος καὶ μέϑυ ἡδύ· τὰ μέν τ' οἰκῆες ἔδουσιν,
534
οἱ δ' εἰς ἡμετέρου πωλεύμενοι ἤματα πάντα,
535
βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγας,
536
εἰλαπινάζουσιν πίνουσί τε αἴϑοπα οἶνον,
537
μαψιδίως: τὰ δὲ πολλὰ κατάνεται· οὐ γὰρ ἔπ' ἀνήρ,
538
οἷος ᾽Οδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
539
εἰ δ' ᾽Οδυσεὺς ἔλϑοι καὶ ἵκοιτ' ἐς πατρίδα γαῖαν,
540
αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν."
92

Line Group 92

541
ὣς ϕάτο, Τηλέμαχος δὲ μέγ' ἔπταρεν, ἀμϕὶ δὲ δῶμα
542
σμερδαλέον κονάβησε· γέλασσε δὲ Πηνελόπεια,
543
αἶψα δ' ἄρ' Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·
93

Line Group 93

544
"ἔρχεό μοι, τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον.
545
οὐχ ὁράᾳς ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι;
546
τῶ κε καὶ οὐκ ἀτελὴς ϑάνατος μνηστῆρσι γένοιτο
547
πᾶσι μάλ', οὐδέ κέ τις ϑάνατον καὶ κῆρας ἀλύξει.
548
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ ϕρεσὶ βάλλεο σῇσιν·
549
αἴ κ' αὐτὸν γνώω νημερτέα πάντ' ἐνέποντα,
550
ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά."
94

Line Group 94

551
ὣς ϕάτο, βῆ δὲ συϕορβός, ἐπεὶ τὸν μῦϑον ἄκουσεν·
552
ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
95

Line Group 95

553
"ξεῖνε πάτερ, καλέει σε περίϕρων Πηνελόπεια,
554
μήτηρ Τηλεμάχοιο· μεταλλῆσαί τί ἑ ϑυμὸς
555
ἀμϕὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαϑυίῃ.
556
εἰ δέ κέ σε γνώῃ νημερτέα πάντ' ἐνέποντα,
557
ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα
558
χρηίζεις: σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον
559
γαστέρα βοσκήσεις: δώσει δέ τοι ὅς κ' ἐϑέλῃσι."
96

Line Group 96

560
τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος ᾽Οδυσσεύς:
97

Line Group 97

561
"Εὔμαι', αἶψά κ' ἐγὼ νημερτέα πάντ' ἐνέποιμι
562
κούρῃ ᾽Ικαρίοιο, περίϕρονι Πηνελοπείῃ·
563
οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δ' ἀνεδέγμεϑ' ὀιζύν.
564
ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδι' ὅμιλον,
565
τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
566
καὶ γὰρ νῦν, ὅτε μ' οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα
567
οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν,
568
οὔτέ τι Τηλέμαχος τό γ' ἐπήρκεσεν οὔτέ τις ἄλλος.
569
τῶ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχϑι
570
μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα·
571
καὶ τότε μ' εἰρέσϑω πόσιος πέρι νόστιμον ἦμαρ
572
ἀσσοτέρω καϑίσασα παραὶ πυρί· εἵματα γάρ τοι
573
λύγρ' ἔχω· οἶσϑα καὶ αὐτός, ἐπεί σε πρῶϑ' ἱκέτευσα."
98

Line Group 98

574
ὣς ϕάτο, βῆ δὲ συϕορβός, ἐπεὶ τὸν μῦϑον ἄκουσε.
575
τὸν δ' ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·
99

Line Group 99

576
"οὐ σύγ' ἄγεις, Εὔμαιε; τί τοῦτ' ἐνόησεν ἀλήτης...
577
ἤ τινά που δείσας ἐξαίσιον, ἦε καὶ ἄλλως
578
αἰδεῖται κατὰ δῶμα; κακὸς δ' αἰδοῖος ἀλήτης."
100

Line Group 100

579
τὴν δ' ἀπαμειβόμενος προσέϕης, Εὔμαιε συβῶτα·
101

Line Group 101

580
"μυϑεῖται κατὰ μοῖραν, ἅ πέρ κ' οἴοιτο καὶ ἄλλος,
581
ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.
582
ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.
583
καὶ δὲ σοὶ ὧδ' αὐτῇ πολὺ κάλλιον, ὦ βασίλεια,
584
οἴην πρὸς ξεῖνον ϕάσϑαι ἔπος ἠδ' ἐπακοῦσαι."
102

Line Group 102

585
τὸν δ' αὖτε προσέειπε περίϕρων Πηνελόπεια·
103

Line Group 103

586
"οὐκ ἄϕρων ὁ ξεῖνος ὀίεται, ὥς περ ἂν εἴη·
587
οὐ γάρ που τινες ὧδε καταϑνητῶν ἀνϑρώπων
588
ἀνέρες ὑβρίζοντες ἀτάσϑαλα μηχανόωνται."
104

Line Group 104

589
ἡ μὲν ἄρ' ὣς ἀγόρευεν, ὁ δ' ᾤχετο δῖος ὑϕορβὸς
590
μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέϕραδε πάντα.
591
αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα,
592
ἄγχι σχὼν κεϕαλήν, ἵνα μὴ πευϑοίαϑ' οἱ ἄλλοι·
105

Line Group 105

593
"ὦ ϕίλ', ἐγὼ μὲν ἄπειμι σύας καὶ κεῖνα ϕυλάξων,
594
σὸν καὶ ἐμὸν βίοτον· σοὶ δ' ἐνϑάδε πάντα μελόντων.
595
αὐτὸν μὲν σε πρῶτα σάω, καὶ ϕράζεο ϑυμῷ
596
μή τι πάϑῃς: πολλοὶ δὲ κακὰ ϕρονέουσιν ᾽Αχαιῶν,
597
τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖ῍ν πῆμα γενέσϑαι."
106

Line Group 106

598
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
107

Line Group 107

599
"ἔσσεται οὕτως, ἄττα· σὺ δ' ἔρχεο δειελιήσας:
600
ἠῶϑεν δ' ἰέναι καὶ ἄγειν ἱερήια καλά.
601
αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀϑανάτοισι μελήσει."
108

Line Group 108

602
ὣς ϕάϑ', ὁ δ' αὖτις ἄρ' ἕζετ' ἐυξέστου ἐπὶ δίϕρου.
603
πλησάμενος δ' ἄρα ϑυμὸν ἐδητύος ἠδὲ ποτῆτος
604
βῆ ῥ' ἴμεναι μεϑ' ὕας, λίπε δ' ἕρκεά τε μέγαρόν τε
605
πλεῖον δαιτυμόνων· οἱ δ' ὀρχηστυῖ καὶ ἀοιδῇ
606
τέρποντ'· ἤδη γὰρ καὶ ἐπήλυϑε δείελον ἦμαρ.

Chapter 18: ΟΔΥΣΣΕΙΑΣ Σ

1

Line Group 1

1
῎Ηλϑε δ' ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυ
2
πτωχεύεσκ' ᾽Ιϑάκης, μετὰ δ' ἔπρεπε γαστέρι μάργῃ
3
ἀζηχὲς ϕαγέμεν καὶ πιέμεν· οὐ δέ οἱ ἦν ἲς
4
οὐδὲ βίη, εἶδος δὲ μάλα μέγας ἦν ὁράασϑαι.
5
᾽Αρναῖος δ' ὄνομ' ἔσκε· τὸ γὰρ ϑέτο πότνια μήτηρ
6
ἐκ γενετῆς: ῎Ιρον δὲ νέοι κίκλησκον ἅπαντες,
7
οὕνεκ' ἀπαγγέλλεσκε κιών, ὅτε που τις ἀνώγοι.
8
ὅς ῥ' ἐλϑὼν ᾽Οδυσῆα διώκετο οἷο δόμοιο,
9
καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα·
2

Line Group 2

10
"εἶκε, γέρον, προϑύρου, μὴ δὴ τάχα καὶ ποδὸς ἕλκῃ.
11
οὐκ ἀίεις ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες,
12
ἑλκέμεναι δὲ κέλονται; ἐγὼ δ' αἰσχύνομαι ἔμπης.
13
ἀλλ' ἄνα, μὴ τάχα νῶιν ἔρις καὶ χερσὶ γένηται."
3

Line Group 3

14
τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέϕη πολύμητις ᾽Οδυσσεύς:
4

Line Group 4

15
"δαιμόνι', οὔτέ τί σε ῥέζω κακὸν οὔτ' ἀγορεύω,
16
οὔτέ τινὰ ϕϑονέω δόμεναι καὶ πόλλ' ἀνελόντα.
17
οὐδὸς δ' ἀμϕοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ
18
ἀλλοτρίων ϕϑονέειν· δοκέεις δέ μοι εἶναι ἀλήτης
19
ὥς περ ἐγών· ὄλβον δὲ ϑεοὶ μέλλουσιν ὀπάζειν.
20
χερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώσῃς,
21
μή σε γέρων περ ἐὼν στῆϑος καὶ χείλεα ϕύρσω
22
αἵματος. ἡσυχίη δ' ἂν ἐμοὶ καὶ μᾶλλον ἔτ' εἴη
23
αὔριον· οὐ μὲν γάρ τί σ' ὑποστρέψεσϑαι ὀίω
24
δεύτερον ἐς μέγαρον Λαερτιάδεω ᾽Οδυσῆος."
5

Line Group 5

25
τὸν δὲ χολωσάμενος προσεϕώνεεν ῎Ιρος ἀλήτης:
6

Line Group 6

26
"ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει,
27
γρηί καμινοῖ ἶσος: ὃν ἂν κακὰ μητισαίμην
28
κόπτων ἀμϕοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόντας
29
γναϑμῶν ἐξελάσαιμι συὸς ὣς ληιβοτείρης.
30
ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἶδε
31
μαρναμένους: πῶς δ' ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο;"
7

Line Group 7

32
ὣς οἱ μὲν προπάροιϑε ϑυράων ὑψηλάων
33
οὐδοῦ ἔπι ξεστοῦ πανϑυμαδὸν ὀκριόωντο.
34
τοῖιν δὲ ξυνέηχ' ἱερὸν μένος ᾽Αντινόοιο,
35
ἡδὺ δ' ἄρ' ἐκγελάσας μετεϕώνει μνηστήρεσσιν·
8

Line Group 8

36
"ὦ ϕίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχϑη,
37
οἵην τερπωλὴν ϑεὸς ἤγαγεν ἐς τόδε δῶμα.
38
ὁ ξεῖνός τε καὶ ῎Ιρος ἐρίζετον ἀλλήλοιιν
39
χερσὶ μαχέσασϑαι. ἀλλὰ ξυνελάσσομεν ὦκα."
9

Line Group 9

40
ὣς ἔϕαϑ', οἱ δ' ἄρα πάντες ἀνήιξαν γελόωντες,
41
ἀμϕὶ δ' ἄρα πτωχοὺς κακοείμονας ἠγερέϑοντο.
42
τοῖσιν δ' ᾽Αντίνοος μετέϕη, Εὐπείϑεος υἱός:
10

Line Group 10

43
"κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄϕρά τι εἴπω.
44
γαστέρες αἶδ' αἰγῶν κέατ' ἐν πυρί, τὰς ἐπὶ δόρπῳ
45
κατϑέμεϑα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες.
46
ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
47
τάων ἥν κ' ἐϑέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσϑω·
48
αἰεὶ δ' αὖϑ' ἥμιν μεταδαίσεται, οὐδέ τιν' ἄλλον
49
πτωχὸν ἔσω μίσγεσϑαι ἐάσομεν αἰτήσοντα."
11

Line Group 11

50
ὣς ἔϕατ' ᾽Αντίνοος, τοῖσιν δ' ἐπιήνδανε μῦϑος.
51
τοῖς δὲ δολοϕρονέων μετέϕη πολύμητις ᾽Οδυσσεύς:
12

Line Group 12

52
"ὦ ϕίλοι, οὔ πως ἐστι νεωτέρῳ ἀνδρὶ μάχεσϑαι
53
ἄνδρα γέροντα, δύῃ ἀρημένον· ἀλλά με γαστὴρ
54
ὀτρύνει κακοεργός, ἵνα πληγῇσι δαμείω.
55
ἀλλ' ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον,
56
μή τις ἐπ' ῎Ιρῳ ἦρα ϕέρων ἐμὲ χειρὶ βαρείῃ
57
πλήξῃ ἀτασϑάλλων, τούτῳ δέ με ἶϕι δαμάσσῃ."
13

Line Group 13

58
ὣς ἔϕαϑ', οἱ δ' ἄρα πάντες ἐπώμνυον ὡς ἐκέλευεν.
59
αὐτὰρ ἐπεί ῥ' ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
60
τοῖς δ' αὖτις μετέειϕ' ἱερὴ ἲς Τηλεμάχοιο·
14

Line Group 14

61
"ξεῖν', εἴ σ' ὀτρύνει κραδίη καὶ ϑυμὸς ἀγήνωρ
62
τοῦτον ἀλέξασϑαι, τῶν δ' ἄλλων μή τιν' ᾽Αχαιῶν
63
δείδιϑ', ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε ϑείνῃ.
64
ξεινοδόκος μὲν ἐγών, ἐπὶ δ' αἰνεῖτον βασιλῆε,
65
᾽Αντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμϕω."
15

Line Group 15

66
ὣς ἔϕαϑ', οἱ δ' ἄρα πάντες ἐπῄνεον. αὐτὰρ ᾽Οδυσσεὺς
67
ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, ϕαῖνε δὲ μηροὺς
68
καλούς τε μεγάλους τε, ϕάνεν δέ οἱ εὐρέες ὦμοι
69
στήϑεά τε στιβαροί τε βραχίονες: αὐτὰρ ᾽Αϑήνη
70
ἄγχι παρισταμένη μέλε' ἤλδανε ποιμένι λαῶν.
71
μνηστῆρες δ' ἄρα πάντες ὑπερϕιάλως ἀγάσαντο·
72
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
16

Line Group 16

73
"ἦ τάχα ῎Ιρος ῎Αιρος ἐπίσπαστον κακὸν ἕξει,
74
οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα ϕαίνει."
17

Line Group 17

75
ὣς ἄρ' ἔϕαν, ῎Ιρῳ δὲ κακῶς ὠρίνετο ϑυμός.
76
ἀλλὰ καὶ ὧς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ
77
δειδιότα· σάρκες δὲ περιτρομέοντο μέλεσσιν.
78
᾽Αντίνοος δ' ἐνένιπεν ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζε·
18

Line Group 18

79
"νῦν μὲν μήτ' εἴης, βουγάιε, μήτε γένοιο,
80
εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς,
81
ἄνδρα γέροντα, δύῃ ἀρημένον, ἥ μιν ἱκάνει.
82
ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
83
αἴ κέν σ' οὗτος νικήσῃ κρείσσων τε γένηται,
84
πέμψω σ' ἤπειρόν δέ, βαλὼν ἐν νηὶ μελαίνῃ,
85
εἰς ῎Εχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,
86
ὅς κ' ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέι χαλκῷ,
87
μήδεά τ' ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασϑαι."
19

Line Group 19

88
ὣς ϕάτο, τῷ δ' ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε γυῖα.
89
ἐς μέσσον δ' ἄναγον· τὼ δ' ἄμϕω χεῖρας ἀνέσχον.
90
δὴ τότε μερμήριξε πολύτλας δῖος ᾽Οδυσσεύς,
91
ἢ ἐλάσει' ὥς μιν ψυχὴ λίποι αὖϑι πεσόντα,
92
ἦέ μιν ἦκ' ἐλάσειε τανύσσειέν τ' ἐπὶ γαίῃ.
93
ὧδε δέ οἱ ϕρονέοντι δοάσσατο κέρδιον εἶναι,
94
ἦκ' ἐλάσαι, ἵνα μή μιν ἐπιϕρασσαίατ' ᾽Αχαιοί.
95
δὴ τότ' ἀνασχομένω ὁ μὲν ἤλασε δεξιὸν ὦμον
96
῎Ιρος, ὁ δ' αὐχέν' ἔλασσεν ὑπ' οὔατος, ὀστέα δ' εἴσω
97
ἔϑλασεν· αὐτίκα δ' ἦλϑεν ἀνὰ στόμα ϕοίνιον αἷμα,
98
κὰδ δ' ἔπεσ' ἐν κονίῃσι μακών, σὺν δ' ἤλασ' ὀδόντας
99
λακτίζων ποσὶ γαῖαν. ἀτὰρ μνηστῆρες ἀγαυοὶ
100
χεῖρας ἀνασχόμενοι γέλῳ ἔκϑανον. αὐτὰρ ᾽Οδυσσεὺς
101
ἕλκε δι' ἐκ προϑύροιο λαβὼν ποδός, ὄϕρ' ἵκετ' αὐλὴν
102
αἰϑούσης τε ϑύρας: καί μιν ποτὶ ἑρκίον αὐλῆς
103
εἷσεν ἀνακλίνας, σκῆπτρον δέ οἱ ἔμβαλε χειρί
104
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδα·
20

Line Group 20

105
"ἐνταυϑοῖ νῦν ἧσο σύας τε κύνας τ' ἀπερύκων,
106
μηδὲ σύγε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι
107
λυγρὸς ἐών, μή που τι κακὸν καὶ μεῖζον ἐπαύρῃ."
21

Line Group 21

108
ἦ ῥα καὶ ἀμϕ' ὤμοισιν ἀεικέα βάλλετο πήρην,
109
πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόϕος ἦεν ἀορτήρ.
110
ἂψ δ' ὅ γ' ἐπ' οὐδὸν ἰὼν κατ' ἄρ' ἕζετο. τοὶ δ' ἴσαν εἴσω
111
ἡδὺ γελώοντες καὶ δεικανόωντ' ἐπέεσσιν·
111kՙ
ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
112
"Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀϑάνατοι ϑεοὶ ἄλλοι
113
ὅττι μάλιστ' ἐϑέλεις καί τοι ϕίλον ἔπλετο ϑυμῷ,
114
ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας
115
ἐν δήμῳ· τάχα γάρ μιν ἀνάξομεν ἤπειρόν δὲ
116
εἰς ῎Εχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων."
117
ὣς ἄρ' ἔϕαν, χαῖρεν δὲ κλεηδόνι δῖος ᾽Οδυσσεύς.
118
᾽Αντίνοος δ' ἄρα οἱ μεγάλην παρὰ γαστέρα ϑῆκεν,
119
ἐμπλείην κνίσης τε καὶ αἵματος: ᾽Αμϕίνομος δὲ
120
ἄρτους ἐκ κανέοιο δύω παρέϑηκεν ἀείρας
121
καὶ δέπαιὴ χρυσέῳ δειδίσκετο ϕώνησέν τε·
22

Line Group 22

122
"χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσσω
123
ὄλβος: ἀτὰρ μὲν νῦν γε κακοῖσ' ἔχεαι πολέεσσι."
23

Line Group 23

124
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
24

Line Group 24

125
"᾽Αμϕίνομ', ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι·
126
τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσϑλὸν ἄκουον,
127
Νῖσον Δουλιχιῆα ἐύν τ' ἔμεν ἀϕνειόν τε·
128
τοῦ σ' ἔκ ϕασι γενέσϑαι, ἐπητῇ δ' ἀνδρὶ ἔοικας.
129
τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνϑεο καί μευ ἄκουσον·
130
οὐδὲν ἀκιδνότερον γαῖα τρέϕει ἀνϑρώποιο
131
πάντων, ὅσσά τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.
132
οὐ μὲν γάρ ποτέ ϕησι κακὸν πείσεσϑαι ὀπίσσω,
133
ὄϕρ' ἀρετὴν παρέχωσι ϑεοὶ καὶ γούνατ' ὀρώρῃ·
134
ἀλλ' ὅτε δὴ καὶ λυγρὰ ϑεοὶ μάκαρες τελέσωσι,
135
καὶ τὰ ϕέρει ἀεκαζόμενος τετληότι ϑυμῷ.
136
τοῖος γὰρ νόος ἐστὶν ἐπιχϑονίων ἀνϑρώπων,
137
οἷον ἐπ' ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε ϑεῶν τε.
138
καὶ γὰρ ἐγώ ποτ' ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι·
139
πολλὰ δ' ἀτάσϑαλ' ἔρεξα βίῃ καὶ κάρτειὴ εἴκων,
140
πατρί τ' ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι.
141
Τὼ μή τίς ποτε πάμπαν ἀνὴρ ἀϑεμίστιος εἴη,
142
ἀλλ' ὅ γε σιγῇ δῶρα ϑεῶν ἔχοι, ὅττι διδοῖεν.
143
οἷ' ὁρόω μνηστῆρας ἀτάσϑαλα μηχανόωντας,
144
κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν
145
ἀνδρός, ὃν οὐκέτι ϕημὶ ϕίλων καὶ πατρίδος αἴης
146
δηρὸν ἀπέσσεσϑαι· μάλα δὲ σχεδόν. ἀλλά σε δαίμων
147
οἴκαδ' ὑπεξαγάγοι, μηδ' ἀντιάσειας ἐκείνῳ,
148
ὁππότε νοστήσειε ϕίλην ἐς πατρίδα γαῖαν·
149
οὐ γὰρ ἀναιμωτί γε διακρινέεσϑαι ὀίω
150
μνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαϑρον ὑπέλϑῃ."
25

Line Group 25

151
ὣς ϕάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον,
152
ἂψ δ' ἐν χερσὶν ἔϑηκε δέπας κοσμήτορι λαῶν.
153
αὐτὰρ ὁ βῆ διὰ δῶμα ϕίλον τετιημένος ἦτορ,
154
νευστάζων κεϕαλῇ· δὴ γὰρ κακὸν ὄσσετο ϑυμῷ.
155
ἀλλ' οὐδ' ὧς ϕύγε κῆρα· πέδησε δὲ καὶ τὸν ᾽Αϑήνη
156
Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχειὴ ἶϕι δαμῆναι.
157
ἂψ δ' αὖτις κατ' ἄρ' ἕζετ' ἐπὶ ϑρόνου ἔνϑεν ἀνέστη.
26

Line Group 26

158
τῇ δ' ἄρ' ἐπὶ ϕρεσὶ ϑῆκε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη,
159
κούρῃ ᾽Ικαρίοιο, περίϕρονι Πηνελοπείῃ,
160
μνηστήρεσσι ϕανῆναι, ὅπως πετάσειε μάλιστα
161
ϑυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο
162
μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν.
163
ἀχρεῖον δ' ἐγέλασσεν ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζεν·
27

Line Group 27

164
"Εὐρυνόμη, ϑυμός μοι ἐέλδεται, οὔ τι πάρος γε,
165
μνηστήρεσσι ϕανῆναι ἀπεχϑομένοισί περ ἔμπης:
166
παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη,
167
μὴ πάντα μνηστῆρσιν ὑπερϕιάλοισιν ὁμιλεῖν,
168
οἵ τ' εὖ μὲν βάζουσι, κακῶς δ' ὄπιϑε ϕρονέουσι."
28

Line Group 28

169
τὴν δ' αὖτ' Εὐρυνόμη ταμίη πρὸς μῦϑον ἔειπε·
29

Line Group 29

170
"ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες.
171
ἀλλ' ἴϑι καὶ σῷ παιδὶ ἔπος ϕάο μηδ' ἐπίκευϑε
172
χρῶτ' ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς:
173
μηδ' οὕτω δακρύοισι πεϕυρμένη ἀμϕὶ πρόσωπα
174
ἔρχευ, ἐπεὶ κάκιον πενϑήμεναι ἄκριτον αἰεί.
175
ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα
176
ἠρῶ ἀϑανάτοισι γενειήσαντα ἰδέσϑαι."
30

Line Group 30

177
τὴν δ' αὖτε προσέειπε περίϕρων Πηνελόπεια·
31

Line Group 31

178
"Εὐρυνόμη, μὴ ταῦτα παραύδα κηδομένη περ,
179
χρῶτ' ἀπονίπτεσϑαι καὶ ἐπιχρίεσϑαι ἀλοιϕῇ·
180
ἀγλαί:ην γὰρ ἐμοιγε ϑεοί, τοὶ ῎Ολυμπον ἔχουσιν,
181
ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.
182
ἀλλά μοι Αὐτονόην τε καὶ ῾Ιπποδάμειαν ἄνωχϑι
183
ἐλϑέμεν, ὄϕρα κέ μοι παρστήετον ἐν μεγάροισιν.
184
οἴη δ' οὐκ εἴσειμι μετ' ἀνέρας: αἰδέομαι γάρ."
32

Line Group 32

185
ὣς ἄρ' ἔϕη, γρηὺ:ς δὲ δι' ἐκ μεγάροιο βεβήκει
186
ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσϑαι.
33

Line Group 33

187
ἔνϑ' αὖτ' ἄλλ' ἐνόησε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη.
188
κούρῃ ᾽Ικαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν·
189
εὗδε δ' ἀνακλινϑεῖσα, λύϑεν δέ οἱ ἅψεα πάντα,
190
αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δ' ἄρα δῖα ϑεάων
191
ἄμβροτα δῶρα δίδου, ἵνα μιν ϑησαίατ' ᾽Αχαιοί.
192
κάλλειὴ μέν οἱ πρῶτα προσώπατα καλὰ κάϑηρεν
193
ἀμβροσίῳ, οἵῳ περ ἐυστέϕανος Κυϑέρεια
194
χρίεται, εὖτ' ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα·
195
καί μιν μακροτέρην καὶ πάσσονα ϑῆκεν ἰδέσϑαι,
196
λευκοτέρην δ' ἄρα μιν ϑῆκε πριστοῦ ἐλέϕαντος.
197
ἡ μὲν ἄρ' ὣς ἕρξασ' ἀπεβήσετο δῖα ϑεάων·
198
ἦλϑον δ' ἀμϕίπολοι λευκώλενοι ἐκ μεγάροιο
199
ϕϑόγγῳ ἐπερχόμεναι. τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,
200
καί ῥ' ἀπομόρξατο χερσὶ παρειὰς ϕώνησέν τε·
34

Line Group 34

201
"ἦ με μάλ' αἰνοπαϑῆ μαλακὸν περὶ κῶμ' ἐκάλυψεν.
202
αἴϑέ μοι ὣς μαλακὸν ϑάνατον πόροι ῎Αρτεμις ἁγνὴ
203
αὐτίκα νῦν, ἵνα μηκέτ' ὀδυρομένη κατὰ ϑυμὸν
204
αἰῶνα ϕϑινύϑω, πόσιος ποϑέουσα ϕίλοιο
205
παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν ᾽Αχαιῶν."
35

Line Group 35

206
ὣς ϕαμένη κατέβαιν' ὑπερώια σιγαλόεντα,
207
οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμϕίπολοι δύ' ἕποντο.
208
ἡ δ' ὅτε δὴ μνηστῆρας ἀϕίκετο δῖα γυναικῶν,
209
στῆ ῥα παρὰ σταϑμὸν τέγεος πύκα ποιητοῖο
210
ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
211
ἀμϕίπολος δ' ἄρα οἱ κεδνὴ ἑκάτερϑε παρέστη.
212
τῶν δ' αὐτοῦ λύτο γούνατ', ἔρῳ δ' ἄρα ϑυμὸν ἔϑελχϑεν,
213
πάντες δ' ἠρήσαντο παραὶ λεχέεσσι κλιϑῆναι.
214
ἡ δ' αὖ Τηλέμαχον προσεϕώνεεν, ὃν ϕίλον υἱόν·
36

Line Group 36

215
"Τηλέμαχ', οὐκέτι τοι ϕρένες ἔμπεδοι οὐδὲ νόημα·
216
παῖς ἔτ' ἐὼν καὶ μᾶλλον ἐνὶ ϕρεσὶ κέρδε' ἐνώμας.
217
νῦν δ', ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,
218
καί κέν τις ϕαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρὸς
219
ἐς μέγεϑος καὶ κάλλος ὁρώμενος, ἀλλότριος ϕώς,
220
οὐκέτι τοι ϕρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα.
221
οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχϑη,
222
ὃς τὸν ξεῖνον ἔασας ἀεικισϑήμεναι οὕτω.
223
πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν
224
ἥμενος ὧδε πάϑοι ῥυστακτύος ἐξ ἀλεγεινῆς...
225
σοί κ' αἶσχος λώβη τε μετ' ἀνϑρώποισι πέλοιτο."
37

Line Group 37

226
τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
38

Line Group 38

227
"μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσϑαι·
228
αὐτὰρ ἐγὼ ϑυμῷ νοέω καὶ οἶδα ἕκαστα,
229
ἐσϑλά τε καὶ τὰ χέρεια· πάρος δ' ἔτι νήπιος ἦα.
230
ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι·
231
ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοϑεν ἄλλος
232
οἶδε κακὰ ϕρονέοντες, ἐμοὶ δ' οὐκ εἰσὶν ἀρωγοί.
233
οὐ μέν τοι ξείνου γε καὶ ῎Ιρου μῶλος ἐτύχϑη
234
μνηστήρων ἰότητι, βίῃ δ' ὅ γε ϕέρτερος ἦεν.
235
αἲ γάρ, Ζεῦ τε πάτερ καὶ ᾽Αϑηναίη καὶ ῎Απολλον,
236
οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι
237
νεύοιεν κεϕαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ,
238
οἱ δ' ἔντοσϑε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου,
239
ὡς νῦν ῎Ιρος ἐκεῖνος ἐπ' αὐλείῃσι ϑύρῃσιν
240
ἧσται νευστάζων κεϕαλῇ, μεϑύοντι ἐοικώς,
241
οὐδ' ὀρϑὸς δύναται στῆναι ποσὶν οὐδὲ νέεσϑαι
242
οἴκαδ', ὅπῃ οἱ νόστος, ἐπεὶ ϕίλα γυῖα λέλυνται."
39

Line Group 39

243
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
244
Εὐρύμαχος δ' ἐπέεσσι προσηύδα Πηνελόπειαν·
40

Line Group 40

245
"κούρη ᾽Ικαρίοιο, περίϕρον Πηνελόπεια,
246
εἰ πάντες σε ἴδοιεν ἀν' ῎Ιασον ῎Αργος ᾽Αχαιοί,
247
πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν
248
ἠῶϑεν δαινύατ', ἐπεὶ περίεσσι γυναικῶν
249
εἶδός τε μέγεϑός τε ἰδὲ ϕρένας ἔνδον ἐίσας."
41

Line Group 41

250
τὸν δ' ἠμείβετ' ἔπειτα περίϕρων Πηνελόπεια·
42

Line Group 42

251
"Εὐρύμαχ', ἤτοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
252
ὤλεσαν ἀϑάνατοι, ὅτε ῎Ιλιον εἰσανέβαινον
253
᾽Αργεῖοι, μετὰ τοῖσι δ' ἐμὸς πόσις ᾖεν ᾽Οδυσσεύς.
254
εἰ κεῖνός γ' ἐλϑὼν τὸν ἐμὸν βίον ἀμϕιπολεύοι,
255
μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτω.
256
νῦν δ' ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
257
ἦ μὲν δὴ ὅτε τ' ᾖε λιπὼν κάτα πατρίδα γαῖαν,
258
δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα·
259
'ὦ γύναι, οὐ γὰρ ὀίω ἐυκνήμιδας ᾽Αχαιοὺς
260
ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσϑαι·
261
καὶ γὰρ Τρῶάς ϕασι μαχητὰς ἔμμεναι ἄνδρας,
262
ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀιστῶν
263
ἵππων τ' ὠκυπόδων ἐπιβήτορας, οἵ τε τάχιστα
264
ἔκριναν μέγα νεῖκος ὁμοιίου πτολέμοιο.
265
τῶ οὐκ οἶδ', ἤ κέν μ' ἀνέσει ϑεός, ἦ κεν ἁλώω
266
αὐτοῦ ἐνὶ Τροίῃ· σοὶ δ' ἐνϑάδε πάντα μελόντων.
267
μεμνῆσϑαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν
268
ὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπὸ νόσϕιν ἐόντος:
269
αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι,
270
γήμασϑ' ᾧ κ' ἐϑέλῃσϑα τεὸν κατὰ δῶμα λιποῦσα.'
271
κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
272
νὺξ δ' ἔσται, ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει
273
οὐλομένης ἐμέϑεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.
274
ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ ϑυμὸν ἱκάνει·
275
μνηστήρων οὐχ ἧδε δίκη τὸ πάροιϑε τέτυκτο.
276
οἵ τ' ἀγαϑήν τε γυναῖκα καὶ ἀϕνειοῖο ϑύγατρα
277
μνηστεύειν ἐϑέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν,
278
αὐτοὶ τοί γ' ἀπάγουσι βόας καὶ ἴϕια μῆλα,
279
κούρης δαῖτα ϕίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν·
280
ἀλλ' οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν."
43

Line Group 43

281
ὣς ϕάτο, γήϑησεν δὲ πολύτλας δῖος ᾽Οδυσσεύς,
282
οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, ϑέλγε δὲ ϑυμὸν
283
μειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα.
44

Line Group 44

284
τὴν δ' αὖτ' ᾽Αντίνοος προσέϕη, Εὐπείϑεος υἱός:
45

Line Group 45

285
"κούρη ᾽Ικαρίοιο, περίϕρον Πηνελόπεια,
286
δῶρα μὲν ὅς κ' ἐϑέλῃσιν ᾽Αχαιῶν ἐνϑάδ' ἐνεῖκαι,
287
δέξασϑ'· οὐ γὰρ καλὸν ἀνήνασϑαι δόσιν ἐστίν·
288
ἡμεῖς δ' οὔτ' ἐπὶ ἔργα πάρος γ' ἴμεν οὔτέ πῃ ἄλλῃ,
289
πρίν γέ σε τῷ γήμασϑαι ᾽Αχαιῶν ὅς τις ἄριστος."
46

Line Group 46

290
ὣς ἔϕατ' ᾽Αντίνοος, τοῖσιν δ' ἐπιήνδανε μῦϑος:
291
δῶρα δ' ἄρ' οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
292
᾽Αντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον,
293
ποικίλον· ἐν δ' ἄρ' ἔσαν περόναι δυοκαίδεκα πᾶσαι
294
χρύσειαι, κληῖσιν ἐυγνάμπτοις ἀραρυῖαι.
295
ὅρμον δ' Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκ' ἔνεικε,
296
χρύσεον, ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς.
297
ἕρματα δ' Εὐρυδάμαντι δύω ϑεράποντες ἔνεικαν
298
τρίγληνα, μορόεντα· χάρις δ' ἀπελάμπετο πολλή.
299
ἐκ δ' ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος
300
ἴσϑμιον ἤνεικεν ϑεράπων, περικαλλὲς ἄγαλμα.
301
ἄλλο δ' ἄρ' ἄλλος δῶρον ᾽Αχαιῶν καλὸν ἔνεικεν.
47

Line Group 47

302
ἡ μὲν ἔπειτ' ἀνέβαιν' ὑπερώια δῖα γυναικῶν,
303
τῇ δ' ἄρ' ἅμ' ἀμϕίπολοι ἔϕερον περικαλλέα δῶρα.
304
οἱ δ' εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
305
τρεψάμενοι τέρποντο, μένον δ' ἐπὶ ἕσπερον ἐλϑεῖν.
306
τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλϑεν·
307
αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν,
308
ὄϕρα ϕαείνοιεν· περὶ δὲ ξύλα κάγκαν' ἔϑηκαν,
309
αὗα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ,
310
καὶ δαί:δας μετέμισγον· ἀμοιβηδὶς δ' ἀνέϕαινον
311
δμῳαὶ ᾽Οδυσσῆος ταλασίϕρονος. αὐτὰρ ὁ τῇσιν
312
αὐτὸς διογενὴς μετέϕη πολύμητις ᾽Οδυσσεύς:
48

Line Group 48

313
"δμῳαὶ ᾽Οδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος,
314
ἔρχεσϑε πρὸς δώμαϑ', ἵν' αἰδοίη βασίλεια·
315
τῇ δὲ παρ' ἠλάκατα στροϕαλίζετε, τέρπετε δ' αὐτὴν
316
ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν·
317
αὐτὰρ ἐγὼ τούτοισι ϕάος πάντεσσι παρέξω.
318
ἤν περ γάρ κ' ἐϑέλωσιν ἐύϑρονον ᾽Ηῶ μίμνειν,
319
οὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλ' εἰμί."
49

Line Group 49

320
ὣς ἔϕαϑ', αἱ δ' ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο.
321
τὸν δ' αἰσχρῶς ἐνένιπε Μελανϑὼ καλλιπάρῃος,
322
τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια,
323
παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δ' ἄρ' ἀϑύρματα ϑυμῷ·
324
ἀλλ' οὐδ' ὧς ἔχε πένϑος ἐνὶ ϕρεσὶ Πηνελοπείης,
325
ἀλλ' ἥ γ' Εὐρυμάχῳ μισγέσκετο καὶ ϕιλέεσκεν.
326
ἥ ῥ' ᾽Οδυσῆ' ἐνένιπεν ὀνειδείοις ἐπέεσσι·
50

Line Group 50

327
"ξεῖνε τάλαν, σύγε τις ϕρένας ἐκπεπαταγμένος ἐσσί,
328
οὐδ' ἐϑέλεις εὕδειν χαλκήιον ἐς δόμον ἐλϑὼν
329
ἠέ που ἐς λέσχην, ἀλλ' ἐνϑάδε πόλλ' ἀγορεύεις
330
ϑαρσαλέως πολλοῖσι μετ' ἀνδράσιν, οὐδέ τι ϑυμῷ
331
ταρβεῖς. ἦ ῥά σε οἶνος ἔχει ϕρένας, ἤ νύ τοι αἰεὶ
332
τοιοῦτος νόος ἐστίν, ὃ καὶ μεταμώνια βάζεις.
333
ἦ ἀλύεις, ὅτι ῎Ιρον ἐνίκησας τὸν ἀλήτην;
334
μή τίς τοι τάχα ῎Ιρου ἀμείνων ἄλλος ἀναστῇ,
335
ὅς τίς σ' ἀμϕὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι
336
δώματος ἐκπέμψῃσι ϕορύξας αἵματι πολλῷ."
51

Line Group 51

337
τὴν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέϕη πολύμητις ᾽Οδυσσεύς:
52

Line Group 52

338
"ἦ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷ' ἀγορεύεις,
339
κεῖσ' ἐλϑών, ἵνα σ' αὖϑι διὰ μελειὴστὶ τάμῃσιν."
53

Line Group 53

340
ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.
341
βὰν δ' ἴμεναι διὰ δῶμα, λύϑεν δ' ὑπὸ γυῖα ἑκάστης
342
ταρβοσύνῃ· ϕὰν γάρ μιν ἀληϑέα μυϑήσασϑαι.
343
αὐτὰρ ὁ πὰρ λαμπτῆρσι ϕαείνων αἰϑομένοισιν
344
ἑστήκει ἐς πάντας ὁρώμενος: ἄλλα δέ οἱ κῆρ
345
ὥρμαινε ϕρεσὶν ᾗσιν, ἅ ῥ' οὐκ ἀτέλεστα γένοντο.
54

Line Group 54

346
μνηστῆρας δ' οὐ πάμπαν ἀγήνορας εἴα ᾽Αϑήνη
347
λώβης ἴσχεσϑαι ϑυμαλγέος, ὄϕρ' ἔτι μᾶλλον
348
δύη ἄχος κραδίην Λαερτιάδεω ᾽Οδυσῆος.
349
τοῖσιν δ' Εὐρύμαχος, Πολύβου πάις, ἦρχ' ἀγορεύειν,
350
κερτομέων ᾽Οδυσῆα· γέλω δ' ἑτάροισιν ἔτευχε·
55

Line Group 55

351
"κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
352
ὄϕρ' εἴπω τά με ϑυμὸς ἐνὶ στήϑεσσι κελεύει.
353
οὐκ ἀϑεεὶ ὅδ' ἀνὴρ ᾽Οδυσήιον ἐς δόμον ἵκει·
354
ἔμπης μοι δοκέει δαί:δων σέλας ἔμμεναι αὐτοῦ
355
κὰκ κεϕαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδ' ἠβαιαί."
356
ἦ ῥ', ἅμα τε προσέειπεν ᾽Οδυσσῆα πτολίπορϑον·
56

Line Group 56

357
"ξεῖν', ἦ ἄρ κ' ἐϑέλοις ϑητευέμεν, εἴ σ' ἀνελοίμην,
358
ἀγροῦ ἐπ' ἐσχατιῆς ή μισϑὸς δέ τοι ἄρκιος ἔσται ή
359
αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ ϕυτεύων;
360
ἔνϑα κ' ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι,
361
εἵματα δ' ἀμϕιέσαιμι ποσίν ϑ' ὑποδήματα δοίην.
362
ἀλλ' ἐπεὶ οὖν δὴ ἔργα κάκ' ἔμμαϑες, οὐκ ἐϑελήσεις
363
ἔργον ἐποίχεσϑαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον
364
βούλεαι, ὄϕρ' ἂν ἔχῃς βόσκειν σὴν γαστέρ' ἄναλτον."
57

Line Group 57

365
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
58

Line Group 58

366
"Εὐρύμαχ', εἰ γὰρ νῶιν ἔρις ἔργοιο γένοιτο
367
ὥρῃ ἐν εἰαρινῇ, ὅτε τ' ἤματα μακρὰ πέλονται,
368
ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,
369
καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεϑα ἔργου
370
νήστιες ἄχρι μάλα κνέϕαος, ποίη δὲ παρείη·
371
εἰ δ' αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι,
372
αἴϑωνες, μεγάλοι, ἄμϕω κεκορηότε ποίης,
373
ἥλικες, ἰσοϕόροι, τῶν τε σϑένος οὐκ ἀλαπαδνόν,
374
τετράγυον δ' εἴη, εἴκοι δ' ὑπὸ βῶλος ἀρότρῳ·
375
τῶ κέ μ' ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην.
376
εἰ δ' αὖ καὶ πόλεμόν ποϑεν ὁρμήσειε Κρονίων
377
σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε
378
καὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάϕοις ἀραρυῖα·
379
τῶ κέ μ' ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα
380
οὐδ' ἄν μοι τὴν γαστέρ' ὀνειδίζων ἀγορεύοις.
381
ἀλλὰ μάλ' ὑβρίζεις καί τοι νόος ἐστὶν ἀπηνής:
382
καί που τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,
383
οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαϑοῖσιν ὁμιλεῖς.
384
εἰ δ' ᾽Οδυσεὺς ἔλϑοι καὶ ἵκοιτ' ἐς πατρίδα γαῖαν,
385
αἶψά κέ τοι τὰ ϑύρετρα, καὶ εὐρέα περ μάλ' ἐόντα,
386
ϕεύγοντι στείνοιτο δι' ἐκ προϑύροιο ϑύραζε."
59

Line Group 59

387
ὣς ἔϕατ', Εὐρύμαχος δὲ χολώσατο κηρόϑι μᾶλλον
388
καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·
60

Line Group 60

389
"ἆ δείλ', ἦ τάχα τοι τελέω κακόν, οἷ' ἀγορεύεις
390
ϑαρσαλέως πολλοῖσι μετ' ἀνδράσιν, οὐδέ τι ϑυμῷ
391
ταρβεῖς ἦ ῥά σε οἶνος ἔχει ϕρένας, ἤ νύ τοι αἰεὶ
392
τοιοῦτος νόος ἐστίν, ὃ καὶ μεταμώνια βάζεις."
61

Line Group 61

394
ὣς ἄρα ϕωνήσας σϕέλας ἔλλαβεν· αὐτὰρ ᾽Οδυσσεὺς
395
᾽Αμϕινόμου πρὸς γοῦνα καϑέζετο Δουλιχιῆος
396
Εὐρύμαχον δείσας. ὁ δ' ἄρ' οἰνοχόον βάλε χεῖρα
397
δεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,
398
αὐτὰρ ὅ γ' οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.
399
μνηστῆρες δ' ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
400
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
62

Line Group 62

401
"αἴϑ' ὤϕελλ' ὁ ξεῖνος ἀλώμενος ἄλλοϑ' ὀλέσϑαι
402
πρὶν ἐλϑεῖν· τῶ κ' οὔ τι τόσον κέλαδον μετέϑηκε.
403
νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς
404
ἐσϑλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ."
63

Line Group 63

405
τοῖσι δὲ καὶ μετέειϕ' ἱερὴ ἲς Τηλεμάχοιο·
64

Line Group 64

406
"δαιμόνιοι, μαίνεσϑε καὶ οὐκέτι κεύϑετε ϑυμῷ
407
βρωτὺν οὐδὲ ποτῆτα· ϑεῶν νύ τις ὔμμ' ὀροϑύνει.
408
ἀλλ' εὖ δαισάμενοι κατακείετε οἴκαδ' ἰόντες,
409
ὁππότε ϑυμὸς ἄνωγε· διώκω δ' οὔ τιν' ἔγωγε."
65

Line Group 65

410
ὣς ἔϕαϑ', οἱ δ' ἄρα πάντες ὀδὰξ ἐν χείλεσι ϕύντες
411
Τηλέμαχον ϑαύμαζον, ὃ ϑαρσαλέως ἀγόρευε.
412
τοῖσιν δ' ᾽Αμϕίνομος ἀγορήσατο καὶ μετέειπεν·
66

Line Group 66

414
"ὦ ϕίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηϑέντι δικαίῳ
415
ἀντιβίοις ἐπέεσσι καϑαπτόμενος χαλεπαίνοι.
416
μήτε τι τὸν ξεῖνον στυϕελίζετε μήτέ τιν' ἄλλον
417
δμώων, οἳ κατὰ δώματ' ᾽Οδυσσῆος ϑείοιο.
418
ἀλλ' ἄγετ', οἰνοχόος μὲν ἐπαρξάσϑω δεπάεσσιν,
419
ὄϕρα σπείσαντες κατακείομεν οἴκαδ' ἰόντες:
420
τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις ᾽Οδυσῆος
421
Τηλεμάχῳ μελέμεν· τοῦ γὰρ ϕίλον ἵκετο δῶμα."
67

Line Group 67

422
ὣς ϕάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦϑον ἔειπε.
423
τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως,
424
κῆρυξ Δουλιχιεύς: ϑεράπων δ' ἦν ᾽Αμϕινόμοιο·
425
νώμησεν δ' ἄρα πᾶσιν ἐπισταδόν. οἱ δὲ ϑεοῖσι
426
λείψαντες μακάρεσσι πίον μελιηδέα οἶνον.
427
αὐτὰρ ἐπεὶ σπεῖσάν τε πίον ϑ' ὅσον ἤϑελε ϑυμός,
428
βάν ῥ' ἴμεναι κείοντες ἑὰ πρὸς δώμαϑ' ἕκαστος.

Chapter 19: ΟΔΥΣΣΕΙΑΣ Τ

1

Line Group 1

1
Αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος ᾽Οδυσσεύς
2
μνηστήρεσσι ϕόνον σὺν ᾽Αϑήνῃ μερμηρίζων.
3
αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
2

Line Group 2

4
"Τηλέμαχε, χρὴ τεύχε' ᾽Αρήια κατϑέμεν εἴσω
5
πάντα μάλ', αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
6
παρϕάσϑαι, ὅτε κέν σε μεταλλῶσιν ποϑέοντες:
7
'ἐκ καπνοῦ κατέϑηκ', ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει
8
οἷά ποτε Τροίην δὲ κιὼν κατέλειπεν ᾽Οδυσσεύς,
9
ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετ' ἀυτμή.
10
πρὸς δ' ἔτι καὶ τόδε μεῖζον ἐνὶ ϕρεσὶν ἔμβαλε δαίμων,
11
μή πως οἰνωϑέντες, ἔριν στήσαντες ἐν ὑμῖν,
12
ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
13
καὶ μνηστύν· αὐτὸς γὰρ ἐϕέλκεται ἄνδρα σίδηρος.'"
3

Line Group 3

14
ὣς ϕάτο, Τηλέμαχος δὲ ϕίλῳ ἐπεπείϑετο πατρί,
15
ἐκ δὲ καλεσσάμενος προσέϕη τροϕὸν Εὐρύκλειαν·
4

Line Group 4

16
"μαῖ', ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας,
17
ὄϕρα κεν ἐς ϑάλαμον καταϑείομαι ἔντεα πατρός,
18
καλά, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει
19
πατρὸς ἀποιχομένοιο· ἐγὼ δ' ἔτι νήπιος ἦα.
20
νῦν δ' ἐϑέλω καταϑέσϑαι, ἵν' οὐ πυρὸς ἵξετ' ἀυτμή."
5

Line Group 5

21
τὸν δ' αὖτε προσέειπε ϕίλη τροϕὸς Εὐρύκλεια·
6

Line Group 6

22
"αἲ γὰρ δή ποτε, τέκνον, ἐπιϕροσύνας ἀνέλοιο
23
οἴκου κήδεσϑαι καὶ κτήματα πάντα ϕυλάσσειν.
24
ἀλλ' ἄγε, τίς τοι ἔπειτα μετοιχομένη ϕάος οἴσει;
25
δμῳὰς δ' οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔϕαινον."
7

Line Group 7

26
τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
8

Line Group 8

27
"ξεῖνος ὅδ'· οὐ γὰρ ἀεργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γε
28
χοίνικος ἅπτηται, καὶ τηλόϑεν εἰληλουϑώς."
9

Line Group 9

29
ὣς ἄρ' ἐϕώνησεν, τῇ δ' ἄπτερος ἔπλετο μῦϑος:
30
κλήισσην δὲ ϑύρας μεγάρων εὐναιεταόντων.
31
τὼ δ' ἄρ' ἀναί:ξαντ' ᾽Οδυσεὺς καὶ ϕαίδιμος υἱὸς
32
ἐσϕόρεον κόρυϑάς τε καὶ ἀσπίδας ὀμϕαλοέσσας
33
ἔγχεά τ' ὀξυόεντα· πάροιϑε δὲ Παλλὰς ᾽Αϑήνη,
34
χρύσεον λύχνον ἔχουσα, ϕάος περικαλλὲς ἐποίει.
35
δὴ τότε Τηλέμαχος προσεϕώνεεν ὃν πατέρ' αἶψα·
10

Line Group 10

36
"ὦ πάτερ, ἦ μέγα ϑαῦμα τόδ' ὀϕϑαλμοῖσιν ὁρῶμαι.
37
ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι
38
εἰλάτιναί τε δοκοὶ καὶ κίονες ὑψόσ' ἔχοντες
39
ϕαίνοντ' ὀϕϑαλμοῖσ' ὡς εἰ πυρὸς αἰϑομένοιο.
40
ἦ μάλα τις ϑεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι."
11

Line Group 11

41
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
12

Line Group 12

42
"σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδ' ἐρέεινε·
43
αὕτη τοι δίκη ἐστὶ ϑεῶν, οἳ ῎Ολυμπον ἔχουσιν.
44
ἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δ' ὑπολείψομαι αὐτοῦ,
45
ὄϕρά κ' ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεϑίζω·
46
ἡ δέ μ' ὀδυρομένη εἰρήσεται ἀμϕὶς ἕκαστα."
13

Line Group 13

47
ὣς ϕάτο, Τηλέμαχος δὲ δι' ἐκ μεγάροιο βεβήκει
48
κείων ἐς ϑάλαμον δαί:δων ὕπο λαμπομενάων,
49
ἔνϑα πάρος κοιμᾶϑ', ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·
50
ἔνϑ' ἄρα καὶ τότ' ἔλεκτο καὶ ᾽Ηῶ δῖαν ἔμιμνεν.
51
αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος ᾽Οδυσσεὺς
52
μνηστήρεσσι ϕόνον σὺν ᾽Αϑήνῃ μερμηρίζων.
14

Line Group 14

53
ἡ δ' ἴεν ἐκ ϑαλάμοιο περίϕρων Πηνελόπεια,
54
᾽Αρτέμιδι ἰκέλη ἠὲ χρυσῇ ᾽Αϕροδίτῃ.
55
τῇ παρὰ μὲν κλισίην πυρὶ κάτϑεσαν, ἔνϑ' ἄρ' ἔϕιζε,
56
δινωτὴν ἐλέϕαντι καὶ ἀργύρῳ· ἥν ποτε τέκτων
57
ποίησ' ᾽Ικμάλιος, καὶ ὑπὸ ϑρῆνυν ποσὶν ἧκε
58
προσϕυέ' ἐξ αὐτῆς, ὅϑ' ἐπὶ μέγα βάλλετο κῶας:
59
ἔνϑα καϑέζετ' ἔπειτα περίϕρων Πηνελόπεια.
60
ἦλϑον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο·
61
αἱ δ' ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας
62
καὶ δέπα, ἔνϑεν ἄρ' ἄνδρες ὑπερμενέοντες ἔπινον·
63
πῦρ δ' ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δ' ἐπ' αὐτῶν
64
νήησαν ξύλα πολλά, ϕόως ἔμεν ἠδὲ ϑέρεσϑαι.
65
ἡ δ' ᾽Οδυσῆ' ἐνένιπε Μελανϑὼ δεύτερον αὖτις:
15

Line Group 15

66
"ξεῖν', ἔτι καὶ νῦν ἐνϑάδ' ἀνιήσεις διὰ νύκτα
67
δινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας...
68
ἀλλ' ἔξελϑε ϑύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο·
69
ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσϑα ϑύραζε."
16

Line Group 16

70
τὴν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέϕη πολύμητις ᾽Οδυσσεύς:
17

Line Group 17

71
"δαιμονίη, τί μοι ὧδ' ἐπέχεις κεκοτηότι ϑυμῷ;
72
ἦ ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροὶ: εἵματα εἷμαι,
73
πτωχεύω δ' ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει.
74
τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι.
75
καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνϑρώποισιν ἔναιον
76
ὄλβιος ἀϕνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ
77
τοίῳ, ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλϑοι·
78
ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλά τε πολλά,
79
οἷσίν τ' εὖ ζώουσι καὶ ἀϕνειοὶ καλέονται.
80
ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων· ἤϑελε γάρ που.
81
τῶ νῦν μή ποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃς
82
ἀγλαί:ην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι,
83
ἤν πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ
84
ἢ ᾽Οδυσεὺς ἔλϑῃ· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα.
85
εἰ δ' ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν,
86
ἀλλ' ἤδη παῖς τοῖος ᾽Απόλλωνός γε ἕκητι,
87
Τηλέμαχος: τὸν δ' οὔ τις ἐνὶ μεγάροισι γυναικῶν
88
λήϑει ἀτασϑάλλουσ', ἐπεὶ οὐκέτι τηλίκος ἐστίν."
18

Line Group 18

89
ὣς ϕάτο, τοῦ δ' ἤκουσε περίϕρων Πηνελόπεια,
90
ἀμϕίπολον δ' ἐνένιπεν ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζε·
19

Line Group 19

91
"πάντως, ϑαρσαλέη, κύον ἀδδεές, οὔ τί με λήϑεις
92
ἕρδουσα μέγα ἔργον, ὃ σῇ κεϕαλῇ ἀναμάξεις:
93
πάντα γὰρ εὖ ᾔδησϑ', ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς,
94
ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν
95
ἀμϕὶ πόσει εἴρεσϑαι, ἐπεὶ πυκινῶς ἀκάχημαι."
20

Line Group 20

96
ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦϑον ἔειπεν·
21

Line Group 21

97
"Εὐρυνόμη, ϕέρε δὴ δίϕρον καὶ κῶας ἐπ' αὐτοῦ,
98
ὄϕρα καϑεζόμενος εἴπῃ ἔπος ἠδ' ἐπακούσῃ
99
ὁ ξεῖνος ἐμέϑεν· ἐϑέλω δέ μιν ἐξερέεσϑαι."
22

Line Group 22

100
ὣς ἔϕαϑ', ἡ δὲ μάλ' ὀτραλέως κατέϑηκε ϕέρουσα
101
δίϕρον ἐύξεστον καὶ ἐπ' αὐτῷ κῶας ἔβαλλεν·
102
ἔνϑα καϑέζετ' ἔπειτα πολύτλας δῖος ᾽Οδυσσεύς.
103
τοῖσι δὲ μύϑων ἦρχε περίϕρων Πηνελόπεια·
23

Line Group 23

104
"ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
105
τίς, πόϑεν εἰς ἀνδρῶν; πόϑι τοι πόλις ἠδὲ τοκῆες..."
24

Line Group 24

106
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
25

Line Group 25

107
"ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπ' ἀπείρονα γαῖαν
108
νεικέοι· ἢ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,
109
ὥς τέ τευ ἦ βασιλῆος ἀμύμονος, ὅς τε ϑεουδὴς
110
ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰϕϑίμοισιν ἀνάσσων
111
εὐδικίας ἀνέχῃσι, ϕέρῃσι δὲ γαῖα μέλαινα
112
πυροὺς καὶ κριϑάς, βρίϑῃσι δὲ δένδρεα καρπῷ,
113
τίκτῃ δ' ἔμπεδα μῆλα, ϑάλασσα δὲ παρέχῃ ἰχϑῦς
114
ἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπ' αὐτοῦ.
115
τῶ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ,
116
μὴ δέ μοι ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,
117
μή μοι μᾶλλον ϑυμὸν ἐνιπλήσῃς ὀδυνάων
118
μνησαμένῳ· μάλα δ' εἰμὶ πολύστονος: οὐ δέ τί με χρὴ
119
οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε
120
ἧσϑαι, ἐπεὶ κάκιον πενϑήμεναι ἄκριτον αἰεί·
121
μή τίς μοι δμῳῶν νεμεσήσεται, ἠὲ σύγ' αὐτή,
122
ϕῇ δὲ δακρυπλώειν βεβαρηότα με ϕρένας οἴνῳ."
26

Line Group 26

123
τὸν δ' ἠμείβετ' ἔπειτα περίϕρων Πηνελόπεια·
27

Line Group 27

124
"ξεῖν', ἤτοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
125
ὤλεσαν ἀϑάνατοι, ὅτε ῎Ιλιον εἰσανέβαινον
126
᾽Αργεῖοι, μετὰ τοῖσι δ' ἐμὸς πόσις ᾖεν ᾽Οδυσσεύς.
127
εἰ κεῖνός γ' ἐλϑὼν τὸν ἐμὸν βίον ἀμϕιπολεύοι,
128
μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτω.
129
νῦν δ' ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
130
ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
131
Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνϑῳ,
132
οἵ τ' αὐτὴν ᾽Ιϑάκην εὐδείελον ἀμϕινέμονται,
133
οἵ μ' ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον.
134
τῶ οὔτε ξείνων ἐμπάζομαι οὔϑ' ἱκετάων
135
οὔτέ τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν·
136
ἀλλ' ᾽Οδυσῆ ποϑέουσα ϕίλον κατατήκομαι ἦτορ.
137
οἱ δὲ γάμον σπεύδουσιν· ἐγὼ δὲ δόλους τολυπεύω.
138
ϕᾶρος μέν μοι πρῶτον ἐνέπνευσε ϕρεσὶ δαίμων
139
στησαμένῃ μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὑϕαίνειν,
140
λεπτὸν καὶ περίμετρον· ἄϕαρ δ' αὐτοῖς μετέειπον·
141
'κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ ϑάνε δῖος ᾽Οδυσσεύς,
142
μίμνετ' ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε ϕᾶρος
143
ἐκτελέσω - μή μοι μεταμώνια νήματ' ὄληται -
144
Λαέρτῃ ἥρωι ταϕήιον, εἰς ὅτε κέν μιν
145
μοῖρ' ὀλοὴ καϑέλῃσι τανηλεγέος ϑανάτοιο·
146
μή τίς μοι κατὰ δῆμον ᾽Αχαιιάδων νεμεσήσῃ,
147
αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.'
148
ὣς ἐϕάμην, τοῖσιν δ' ἐπεπείϑετο ϑυμὸς ἀγήνωρ.
149
ἔνϑα καὶ ἠματίη μὲν ὑϕαίνεσκον μέγαν ἱστόν,
150
νύκτας δ' ἀλλύεσκον, ἐπὴν δαί:δας παραϑείμην.
151
ὣς τρίετες μὲν ἔληϑον ἐγὼ καὶ ἔπειϑον ᾽Αχαιούς:
152
ἀλλ' ὅτε τέτρατον ἦλϑεν ἔτος καὶ ἐπήλυϑον ὧραι,
153
μηνῶν ϕϑινόντων, περὶ δ' ἤματα πόλλ' ἐτελέσϑη,
154
καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας,
155
εἷλον ἐπελϑόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.
156
ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐϑέλουσ', ὑπ' ἀνάγκης:
157
νῦν δ' οὔτ' ἐκϕυγέειν δύναμαι γάμον οὔτέ τιν' ἄλλην
158
μῆτιν ἔϑ' εὑρίσκω. μάλα δ' ὀτρύνουσι τοκῆες
159
γήμασϑ', ἀσχαλάᾳ δὲ πάις βίοτον κατεδόντων,
160
γινώσκων· ἤδη γὰρ ἀνὴρ οἷός τε μάλιστα
161
οἴκου κήδεσϑαι, τῷ τε Ζεὺς κῦδος ὀπάζει.
162
ἀλλὰ καὶ ὧς μοι εἰπὲ τεὸν γένος, ὁππόϑεν ἐσσί·
163
οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιϕάτου οὐδ' ἀπὸ πέτρης."
28

Line Group 28

164
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
29

Line Group 29

165
"ὦ γύναι αἰδοίη Λαερτιάδεω ᾽Οδυσῆος,
166
οὐκέτ' ἀπολήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα;
167
ἀλλ' ἔκ τοι ἐρέω· ἦ μέν μ' ἀχέεσσί γε δώσεις
168
πλείοσιν ἢ ἔχομαι· ἡ γὰρ δίκη, ὁππότε πάτρης
169
ἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον, ὅσσον ἐγὼ νῦν,
170
πολλὰ βροτῶν ἐπὶ ἄστε' ἀλώμενος, ἄλγεα πάσχων.
171
ἀλλὰ καὶ ὧς ἐρέω ὅ μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς.
172
Κρήτη τις γαῖ' ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ,
173
καλὴ καὶ πίειρα, περίρρυτος: ἐν δ' ἄνϑρωποι
174
πολλοι,; ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες.
175
ἄλλη δ' ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν ᾽Αχαιοί,
176
ἐν δ' ᾽Ετεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες
177
Δωριέες τε τριχάικες δῖοί τε Πελασγοί.
178
τῇσι δ' ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνϑα τε Μίνως
179
ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,
180
πατρὸς ἐμοῖο πατήρ, μεγαϑύμου Δευκαλίωνος.
181
Δευκαλίων δ' ἐμὲ τίκτε καὶ ᾽Ιδομενῆα ἄνακτα·
182
ἀλλ' ὁ μὲν ἐν νήεσσι κορωνίσιν ῎Ιλιον εἴσω
183
ᾤχεϑ' ἅμ' ᾽Ατρείδῃσιν· ἐμοὶ δ' ὄνομα κλυτὸν Αἴϑων,
184
ὁπλότερος γενεῇ· ὁ δ' ἅμα πρότερος καὶ ἀρείων.
185
ἔνϑ' ᾽Οδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα.
186
καὶ γὰρ τὸν Κρήτην δὲ κατήγαγεν ἲς ἀνέμοιο,
187
ἱέμενον Τροίην δὲ, παραπλάγξασα Μαλειῶν·
188
στῆσε δ' ἐν ᾽Αμνισῷ, ὅϑι τε σπέος Εἰλειϑυίης,
189
ἐν λιμέσιν χαλεποῖσι, μόγις δ' ὑπάλυξεν ἀέλλας.
190
αὐτίκα δ' ᾽Ιδομενῆα μετάλλα ἄστυ δ' ἀνελϑών·
191
ξεῖνον γάρ οἱ ἔϕασκε ϕίλον τ' ἔμεν αἰδοῖόν τε.
192
τῷ δ' ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς
193
οἰχομένῳ σὺν νηυσὶ κορωνίσιν ῎Ιλιον εἴσω.
194
τὸν μὲν ἐγὼ πρὸς δώματ' ἄγων ἔυ ἐξείνισσα,
195
ἐνδυκέως ϕιλέων, πολλῶν κατὰ οἶκον ἐόντων·
196
καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμ' αὐτῷ ἕποντο,
197
δημόϑεν ἄλϕιτα δῶκα καὶ αἴϑοπα οἶνον ἀγείρας
198
καὶ βοῦς ἱρεύσασϑαι, ἵνα πλησαίατο ϑυμόν.
199
ἔνϑα δυώδεκα μὲν μένον ἤματα δῖοι ᾽Αχαιοί·
200
εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδ' ἐπὶ γαίῃ
201
εἴα ἵστασϑαι, χαλεπὸς δέ τις ὤρορε δαίμων·
202
τῇ τρεισκαιδεκάτῃ δ' ἄνεμος πέσε, τοὶ δ' ἀνάγοντο."
30

Line Group 30

203
ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα·
204
τῆς δ' ἄρ' ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς.
205
ὡς δὲ χιὼν κατατήκετ' ἐν ἀκροπόλοισιν ὄρεσσιν,
206
ἥν τ' Εὖρος κατέτηξεν, ἐπὴν Ζέϕυρος καταχεύῃ·
207
τηκομένης δ' ἄρα τῆς ποταμοὶ πλήϑουσι ῥέοντες:
208
ὣς τῆς τήκετο καλὰ παρήια δάκρυ χεούσης,
209
κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ ᾽Οδυσσεὺς
210
ϑυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,
211
ὀϕϑαλμοὶ δ' ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος
212
ἀτρέμας ἐν βλεϕάροισι· δόλῳ δ' ὅ γε δάκρυα κεῦϑεν.
213
ἡ δ' ἐπεὶ οὖν τάρϕϑη πολυδακρύτοιο γόοιο,
214
ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·
31

Line Group 31

215
"νῦν μὲν δή σευ, ξεῖνέ, γ' ὀίω πειρήσεσϑαι,
216
εἰ ἐτεὸν δὴ κεῖϑι σὺν ἀντιϑέοις ἑτάροισι
217
ξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεις.
218
εἰπέ μοι, ὁπποῖ' ἄσσα περὶ χροὶ: εἵματα ἕστο,
219
αὐτός ϑ' οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο."
32

Line Group 32

220
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
33

Line Group 33

221
"ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμϕὶς ἐόντα
222
εἰπέμεν· ἤδη γὰρ οἱ ἐεικοστὸν ἔτος ἐστίν,
223
ἐξ οὗ κεῖϑεν ἔβη καὶ ἐμῆς ἀπελήλυϑε πάτρης:
224
αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ.
225
χλαῖναν πορϕυρέην οὔλην ἔχε δῖος ᾽Οδυσσεύς,
226
διπλῆν· αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο
227
αὐλοῖσιν διδύμοισι· πάροιϑε δὲ δαίδαλον ἦεν·
228
ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν,
229
ἀσπαίροντα λάων· τὸ δὲ ϑαυμάζεσκον ἅπαντες,
230
ὡς οἱ χρύσεοι ὄντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων,
231
αὐτὰρ ὁ ἐκϕυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι.
232
τὸν δὲ χιτῶν' ἐνόησα περὶ χροὶ: σιγαλόεντα,
233
οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο.
234
τὼς μὲν ἔην μαλακός, λαμπρὸς δ' ἦν ἠέλιος ὥς:
235
ἦ μὲν πολλαί γ' αὐτὸν ἐϑηήσαντο γυναῖκες.
236
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ ϕρεσὶ βάλλεο σῇσιν·
237
οὐκ οἶδ', ἢ τάδε ἕστο περὶ χροὶ: οἴκοϑ' ᾽Οδυσσεύς,
238
ἦ τις ἑταίρων δῶκε ϑοῆς ἐπὶ νηὸς ἰόντι
239
ἤ τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν ᾽Οδυσσεὺς
240
ἔσκε ϕίλος: παῦροι γὰρ ᾽Αχαιῶν ἦσαν ὁμοῖοι.
241
καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα
242
καλὴν πορϕυρέην καὶ τερμιόεντα χιτῶνα,
243
αἰδοίως δ' ἀπέπεμπον ἐυσσέλμου ἐπὶ νηός.
244
καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ
245
εἵπετο· καὶ τόν τοι μυϑήσομαι, οἷος ἔην περ.
246
γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος,
247
Εὐρυβάτης δ' ὄνομ' ἔσκε· τίεν δέ μιν ἔξοχον ἄλλων
248
ὧν ἑτάρων ᾽Οδυσεύς, ὅτι οἱ ϕρεσὶν ἄρτια ᾔδη."
34

Line Group 34

249
ὣς ϕάτο, τῇ δ' ἔτι μᾶλλον ὑϕ' ἵμερον ὦρσε γόοιο
250
σήματ' ἀναγνούσῃ, τά οἱ ἔμπεδα πέϕραδ' ᾽Οδυσσεύς.
251
ἡ δ' ἐπεὶ οὖν τάρϕϑη πολυδακρύτοιο γόοιο,
252
καὶ τότε μιν μύϑοισιν ἀμειβομένη προσέειπε·
35

Line Group 35

253
"νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν ἐλεεινός,
254
ἐν μεγάροισιν ἐμοῖσι ϕίλος τ' ἔσῃ αἰδοῖός τε·
255
αὐτὴ γὰρ τάδε εἵματ' ἐγὼ πόρον, οἷ' ἀγορεύεις,
256
πτύξασ' ἐκ ϑαλάμου, περόνην τ' ἐπέϑηκα ϕαεινὴν
257
κείνῳ ἄγαλμ' ἔμεναι. τὸν δ' οὐχ ὑποδέξομαι αὖτις
258
οἴκαδε νοστήσαντα ϕίλην ἐς πατρίδα γαῖαν.
259
τῶ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς ᾽Οδυσσεὺς
260
ᾤχετ' ἐποψόμενος Κακοί:λιον οὐκ ὀνομαστήν."
36

Line Group 36

261
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
37

Line Group 37

262
"ὦ γύναι αἰδοίη Λαερτιάδεω ᾽Οδυσῆος,
263
μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι ϑυμὸν
264
τῆκε πόσιν γοόωσα. νεμεσσῶμαί γε μὲν οὐδέν·
265
καὶ γάρ τίς τ' ἀλλοῖον ὀδύρεται ἄνδρ' ὀλέσασα
266
κουρίδιον, τῷ τέκνα τέκῃ ϕιλότητι μιγεῖσα,
267
ἢ ᾽Οδυσῆ', ὅν ϕασι ϑεοῖσ' ἐναλίγκιον εἶναι.
268
ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνϑεο μῦϑον·
269
νημερτέως γάρ τοι μυϑήσομαι οὐδ' ἐπικεύσω
270
ὡς ἤδη ᾽Οδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα
271
ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,
272
ζωοῦ· αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσϑλά,
273
αἰτίζων ἀνὰ δῆμον. ἀτὰρ ἐρίηρας ἑταίρους
274
ὤλεσε καὶ νῆα γλαϕυρὴν ἐνὶ οἴνοπι πόντῳ,
275
Θρινακίης ἄπο νήσου ἰών· ὀδύσαντο γὰρ αὐτῷ
276
Ζεύς τε καὶ ᾽Ηέλιος: τοῦ γὰρ βόας ἔκταν ἑταῖροι.
277
οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ
278
τὸν δ' ἄρ' ἐπὶ τρόπιος νηὸς βάλε κῦμ' ἐπὶ χέρσου
279
Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίϑεοι γεγάασιν·
280
οἳ δή μιν περὶ κῆρι ϑεὸν ὣς τιμήσαντο
281
καί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤϑελον αὐτοὶ
282
οἴκαδ' ἀπήμαντον. καί κεν πάλαι ἐνϑάδ' ᾽Οδυσσεὺς
283
ἤην· ἀλλ' ἄρα οἱ τό γε κέρδιον εἴσατο ϑυμῷ,
284
χρήματ' ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι·
285
ὣς περὶ κέρδεα πολλὰ καταϑνητῶν ἀνϑρώπων
286
οἶδ' ᾽Οδυσεύς, οὐδ' ἄν τις ἐρίσσειε βροτὸς ἄλλος.
287
ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυϑήσατο Φείδων·
288
ὤμνυε δὲ πρὸς ἔμ' αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,
289
νῆα κατειρύσϑαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
290
οἳ δή μιν πέμψουσι ϕίλην ἐς πατρίδα γαῖαν.
291
ἀλλ' ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς
292
ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
293
καί μοι κτήματ' ἔδειξεν, ὅσα ξυναγείρατ' ᾽Οδυσσεύς:
294
καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γ' ἔτι βόσκοι·
295
τόσσά οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
296
τὸν δ' ἐς Δωδώνην ϕάτο βήμεναι, ὄϕρα ϑεοῖο
297
ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσῃ,
298
ὅππως νοστήσειε ϕίλην ἐς πατρίδα γαῖαν
299
ἤδη δὴν ἀπεών, ἢ ἀμϕαδὸν ἦε κρυϕηδόν.
300
ὣς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη
301
ἄγχι μάλ', οὐδ' ἔτι τῆλε ϕίλων καὶ πατρίδος αἴης
302
δηρὸν ἀπεσσεῖται· ἔμπης δέ τοι ὅρκια δώσω.
303
ἴστω νῦν Ζεὺς πρῶτα, ϑεῶν ὕπατος καὶ ἄριστος,
304
ἱστίη τ' ᾽Οδυσῆος ἀμύμονος, ἣν ἀϕικάνω·
305
ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
306
τοῦδ' αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνϑάδ' ᾽Οδυσσεύς,
307
τοῦ μὲν ϕϑίνοντος μηνός, τοῦ δ' ἱσταμένοιο."
38

Line Group 38

308
τὸν δ' αὖτε προσέειπε περίϕρων Πηνελόπεια·
39

Line Group 39

309
"αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
310
τῶ κε τάχα γνοίης ϕιλότητά τε πολλά τε δῶρα
311
ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
312
ἀλλά μοι ὧδ' ἀνὰ ϑυμὸν ὀίεται, ὡς ἔσεταί περ·
313
οὔτ' ᾽Οδυσεὺς ἔτι οἶκον ἐλεύσεται οὔτε σὺ πομπῆς
314
τεύξῃ, ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσ' ἐνὶ οἴκῳ,
315
οἷος ᾽Οδυσσεὺς ἔσκε μετ' ἀνδράσιν, εἴ ποτ' ἔην γε,
316
ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσϑαι.
317
ἀλλά μιν, ἀμϕίπολοι, ἀπονίψατε, κάτϑετε δ' εὐνήν,
318
δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα,
319
ὥς κ' εὖ ϑαλπιόων χρυσόϑρονον ᾽Ηῶ ἵκηται.
320
ἠῶϑεν δὲ μάλ' ἦρι λοέσσαί τε χρῖσαί τε,
321
ὥς κ' ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται
322
ἥμενος ἐν μεγάρῳ. τῷ δ' ἄλγιον, ὅς κεν ἐκείνων
323
τοῦτον ἀνιάζῃ ϑυμοϕϑόρος: οὐδέ τι ἔργον
324
ἐνϑάδ' ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς.
325
πῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι, εἴ τι γυναικῶν
326
ἀλλάων περίειμι νόον καὶ ἐπίϕρονα μῆτιν,
327
εἴ κεν ἀυσταλέος, κακὰ εἱμένος ἐν μεγάροισι
328
δαινύῃ; ἄνϑρωποι δὲ μινυνϑάδιοι τελέϑουσιν.
329
ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ,
330
τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγε' ὀπίσσω
331
ζωῷ, ἀτὰρ τεϑνεῶτί γ' ἐϕεψιόωνται ἅπαντες:
332
ὃς δ' ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ,
333
τοῦ μέν τε κλέος εὐρὺ διὰ ξεῖνοι ϕορέουσι
334
πάντας ἐπ' ἀνϑρώπους, πολλοί τέ μιν ἐσϑλὸν ἔειπον."
40

Line Group 40

335
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
41

Line Group 41

336
"ὦ γύναι αἰδοίη Λαερτιάδεω ᾽Οδυσῆος,
337
ἤτοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα
338
ἤχϑεϑ', ὅτε πρῶτον Κρήτης ὄρεα νιϕόεντα
339
νοσϕισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο,
340
κείω δ' ὡς τὸ πάρος περ ἀύπνους νύκτας ἴαυον·
341
πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ
342
ἄεσα καί τ' ἀνέμεινα ἐύϑρονον ᾽Ηῶ δῖαν.
343
οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα ϑυμῷ
344
γίνεται· οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο
345
τάων, αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν,
346
εἰ μή τις γρηῦς ἐστι παλαιή, κέδν' εἰδυῖα,
347
ἥ τις δὴ τέτληκε τόσα ϕρεσὶν ὅσσα τ' ἐγώ περ·
348
τῇδε δ' ἂν οὐ ϕϑονέοιμι ποδῶν ἅψασϑαι ἐμεῖο."
42

Line Group 42

349
τὸν δ' αὖτε προσέειπε περίϕρων Πηνελόπεια·
43

Line Group 43

350
"ξεῖνε ϕίλ'· οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε
351
ξείνων τηλεδαπῶν ϕιλίων ἐμὸν ἵκετο δῶμα,
352
ὡς σὺ μάλ' εὐϕραδέως πεπνυμένα πάντ' ἀγορεύεις
353
ἔστι δέ μοι γρηὺ:ς πυκινὰ ϕρεσὶ μήδε' ἔχουσα,
354
ἣ κεῖνον δύστηνον ἔυ τρέϕεν ἠδ' ἀτίταλλε
355
δεξαμένη χείρεσσ', ὅτε μιν πρῶτον τέκε μήτηρ·
356
ἥ σε πόδας νίψει ὀλιγηπελέουσά περ ἔμπης.
357
ἀλλ' ἄγε νῦν ἀνστᾶσα, περίϕρων Εὐρύκλεια,
358
νίψον σοῖο ἄνακτος ὁμήλικα· καί που ᾽Οδυσσεὺς
359
ἤδη τοιόσδ' ἐστὶ πόδας τοιόσδέ τε χεῖρας:
360
αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν."
44

Line Group 44

361
ὣς ἄρ' ἔϕη, γρηὺ:ς δὲ κατέσχετο χερσὶ πρόσωπα,
362
δάκρυα δ' ἔκβαλε ϑερμά, ἔπος δ' ὀλοϕυδνὸν ἔειπεν·
45

Line Group 45

363
"ὤμοι ἐγὼ σέο, τέκνον, ἀμήχανος: ἦ σε περὶ Ζεὺς
364
ἀνϑρώπων ἤχϑηρε ϑεουδέα ϑυμὸν ἔχοντα.
365
οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ
366
πίονα μηρί' ἔκη' οὐδ' ἐξαίτους ἑκατόμβας,
367
ὅσσα σὺ τῷ ἐδίδους ἀρώμενος, εἷος ἵκοιο
368
γῆράς τε λιπαρὸν ϑρέψαιό τε ϕαίδιμον υἱόν·
369
νῦν δέ τοι οἴῳ πάμπαν ἀϕείλετο νόστιμον ἦμαρ.
370
οὕτω που καὶ κείνῳ ἐϕεψιόωντο γυναῖκες
371
ξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαϑ' ἵκοιτο,
372
ὡς σέϑεν αἱ κύνες αἷδε καϑεψιόωνται ἅπασαι,
373
τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλ' ἀλεείνων
374
οὐκ ἐάᾳς νίζειν· ἐμὲ δ' οὐκ ἀέκουσαν ἄνωγε
375
κούρη ᾽Ικαρίοιο, περίϕρων Πηνελόπεια.
376
τῶ σε πόδας νίψω ἅμα τ' αὐτῆς Πηνελοπείης
377
καὶ σέϑεν εἵνεκ', ἐπεί μοι ὀρώρεται ἔνδοϑι ϑυμὸς
378
κήδεσιν. ἀλλ' ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω·
379
πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνϑάδ' ἵκοντο,
380
ἀλλ' οὔ πώ τινά ϕημι ἐοικότα ὧδε ἰδέσϑαι,
381
ὡς σὺ δέμας ϕωνήν τε πόδας τ' ᾽Οδυσῆι ἔοικας."
46

Line Group 46

382
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
47

Line Group 47

383
"ὦ γρηῦ, οὕτω ϕασὶν ὅσοι ἴδον ὀϕϑαλμοῖσιν
384
ἡμέας ἀμϕοτέρους, μάλα εἰκέλω ἀλλήλοιιν
385
ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιϕρονέουσ' ἀγορεύεις."
48

Line Group 48

386
ὣς ἄρ' ἔϕη, γρηὺ:ς δὲ λέβηϑ' ἕλε παμϕανόωντα,
387
τῷ πόδας ἐξαπένιζεν, ὕδωρ δ' ἐνεχεύατο πουλοὺ
388
ψυχρόν, ἔπειτα δὲ ϑερμὸν ἐπήϕυσεν. αὐτὰρ ᾽Οδυσσεὺς
389
ἷζεν ἀπ' ἐσχαρόϕιν, ποτὶ δὲ σκότον ἐτράπετ' αἶψα·
390
αὐτίκα γὰρ κατὰ ϑυμὸν ὀίσατο, μή ἑ λαβοῦσα
391
οὐλὴν ἀμϕράσσαιτο καὶ ἀμϕαδὰ ἔργα γένοιτο.
392
νίζε δ' ἄρ' ἄσσον ἰοῦσα ἄναχϑ' ἑόν· αὐτίκα δ' ἔγνω
393
οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι
394
Παρνησόν δ' ἐλϑόντα μετ' Αὐτόλυκόν τε καὶ υἷας,
395
μητρὸς ἑῆς πατέρ' ἐσϑλόν, ὃς ἀνϑρώπους ἐκέκαστο
396
κλεπτοσύνῃ ϑ' ὅρκῳ τε· ϑεὸς δέ οἱ αὐτὸς ἔδωκεν
397
῾Ερμείας: τῷ γὰρ κεχαρισμένα μηρία καῖεν
398
ἀρνῶν ἠδ' ἐρίϕων· ὁ δέ οἱ πρόϕρων ἅμ' ὀπήδει.
399
Αὐτόλυκος δ' ἐλϑὼν ᾽Ιϑάκης ἐς πίονα δῆμον
400
παῖδα νέον γεγαῶτα κιχήσατο ϑυγατέρος ἧς:
401
τόν ῥά οἱ Εὐρύκλεια ϕίλοις ἐπὶ γούνασι ϑῆκε
402
παυομένῳ δόρποιο, ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζεν·
49

Line Group 49

403
"Αὐτόλυκ', αὐτὸς νῦν ὄνομ' εὕρεο, ὅττί κε ϑεῖο
404
παιδὸς παιδὶ ϕίλῳ· πολυάρητος δέ τοί ἐστι."
50

Line Group 50

405
τὴν δ' αὖτ' Αὐτόλυκος ἀπαμείβετο ϕώνησέν τε·
51

Line Group 51

406
"γαμβρὸς ἐμὸς ϑύγατέρ τε, τίϑεσϑ' ὄνομ', ὅττί κεν εἴπω·
407
πολλοῖσιν γὰρ ἔγωγε ὀδυσσάμενος τόδ' ἱκάνω,
408
ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χϑόνα πουλυβότειραν·
409
τῷ δ' ᾽Οδυσεὺς ὄνομ' ἔστω ἐπώνυμον. αὐτὰρ ἔγωγε,
410
ὁππότ' ἂν ἡβήσας μητρώιον ἐς μέγα δῶμα
411
ἔλϑῃ Παρνησόν δ', ὅϑι που μοι κτήματ' ἔασι,
412
τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντ' ἀποπέμψω."
52

Line Group 52

413
τῶν ἕνεκ' ἦλϑ' ᾽Οδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα.
414
τὸν μὲν ἄρ' Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
415
χερσίν τ' ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·
416
μήτηρ δ' ᾽Αμϕιϑέη μητρὸς περιϕῦσ' ᾽Οδυσῆι
417
κύσσ' ἄρα μιν κεϕαλήν τε καὶ ἄμϕω ϕάεα καλά.
418
Αὐτόλυκος δ' υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι
419
δεῖπνον ἐϕοπλίσσαι· τοὶ δ' ὀτρύνοντος ἄκουσαν,
420
αὐτίκα δ' εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον·
421
τὸν δέρον ἀμϕί ϑ' ἕπον καί μιν διέχευαν ἅπαντα
422
μίστυλλόν τ' ἄρ' ἐπισταμένως πεῖράν τ' ὀβελοῖσιν
423
ὤπτησάν τε περιϕραδέως δάσσαντό τε μοίρας.
424
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
425
δαίνυντ', οὐδέ τι ϑυμὸς ἐδεύετο δαιτὸς ἐίσης:
426
ἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέϕας ἦλϑε,
427
δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
53

Line Group 53

428
ἦμος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
429
βάν ῥ' ἴμεν ἐς ϑήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ
430
υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος ᾽Οδυσσεὺς
431
ἤιεν· αἰπὺ δ' ὄρος προσέβαν καταειμένον ὕλῃ
432
Παρνησοῦ, τάχα δ' ἵκανον πτύχας ἠνεμοέσσας.
433
᾽Ηέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
434
ἐξ ἀκαλαρρείταο βαϑυρρόου ᾽Ωκεανοῖο,
435
οἱ δ' ἐς βῆσσαν ἵκανον ἐπακτῆρες: πρὸ δ' ἄρ' αὐτῶν
436
ἴχνι' ἐρευνῶντες κύνες ἤισαν, αὐτὰρ ὄπισϑεν
437
υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος ᾽Οδυσσεὺς
438
ἤιεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος.
439
ἔνϑα δ' ἄρ' ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς:
440
τὴν μὲν ἄρ' οὔτ' ἀνέμων διάη μένος ὑγρὸν ἀέντων
441
οὔτέ μιν ᾽Ηέλιος ϕαέϑων ἀκτῖσιν ἔβαλλεν,
442
οὔτ' ὄμβρος περάασκε διαμπερές: ὣς ἄρα πυκνὴ
443
ἦεν, ἀτὰρ ϕύλλων ἐνέην χύσις ἤλιϑα πολλή.
444
τὸν δ' ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλϑε ποδοῖιν,
445
ὡς ἐπάγοντες ἐπῇσαν· ὁ δ' ἀντίος ἐκ ξυλόχοιο,
446
ϕρίξας εὖ λοϕιήν, πῦρ δ' ὀϕϑαλμοῖσι δεδορκώς,
447
στῆ ῥ' αὐτῶν σχεδόϑεν. ὁ δ' ἄρα πρώτιστος ᾽Οδυσσεὺς
448
ἔσσυτ' ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ,
449
οὐτάμεναι μεμαώς: ὁ δέ μιν ϕϑάμενος ἔλασεν σῦς
450
γουνὸς ὕπερ, πολλὸν δὲ διήϕυσε σαρκὸς ὀδόντι
451
λικριϕὶς ἀίξας, ου 'δ' ὀστέον ἵκετο ϕωτός.
452
τὸν δ' ᾽Οδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον,
453
ἀντικρὺ δὲ διῆλϑε ϕαεινοῦ δουρὸς ἀκωκή·
454
κὰδ δ' ἔπεσ' ἐν κονίῃσι μακών, ἀπὸ δ' ἔπτατο ϑυμός.
455
τὸν μὲν ἄρ' Αὐτολύκου παῖδες ϕίλοι ἀμϕεπένοντο,
456
ὠτειλὴν δ' ᾽Οδυσῆος ἀμύμονος ἀντιϑέοιο
457
δῆσαν ἐπισταμένως, ἐπαοιδῇ δ' αἷμα κελαινὸν
458
ἔσχεϑον, αἶψα δ' ἵκοντο ϕίλου πρὸς δώματα πατρός.
459
τὸν μὲν ἄρ' Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
460
εὖ ἰησάμενοι ἠδ' ἀγλαὰ δῶρα πορόντες
461
καρπαλίμως χαίροντα ϕίλην ἐς πετρίδ' ἔπεμπον,
462
εἰς ᾽Ιϑάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ
463
χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα,
464
οὐλὴν ὅττι πάϑοι· ὁ δ' ἄρά σϕισιν εὖ κατέλεξεν
465
ὥς μιν ϑηρεύοντ' ἔλασεν σῦς λευκῷ ὀδόντι
466
Παρνησόν δ' ἐλϑόντα σὺν υἱάσιν Αὐτολύκοιο.
54

Line Group 54

467
τὴν γρηὺ:ς χείρεσσι καταπρηνέσσι λαβοῦσα
468
γνῶ ῥ' ἐπιμασσαμένη, πόδα δὲ προέηκε ϕέρεσϑαι·
469
ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός,
470
ἂψ δ' ἑτέρωσ' ἐκλίϑη· τὸ δ' ἐπὶ χϑονὸς ἐξέχυϑ' ὕδωρ.
471
τὴν δ' ἅμα χάρμα καὶ ἄλγος ἕλε ϕρένα, τὼ δέ οἱ ὄσσε
472
δακρυόϕι πλῆσϑεν, ϑαλερὴ δέ οἱ ἔσχετο ϕωνή.
473
ἁψαμένη δὲ γενείου ᾽Οδυσσῆα προσέειπεν·
55

Line Group 55

474
"ἦ μάλ' ᾽Οδυσσεύς ἐσσι, ϕίλον τέκος: οὐδέ σ' ἔγωγε
475
πρὶν ἔγνων, πρὶν πάντα ἄνακτ' ἐμὸν ἀμϕαϕάασϑαι."
56

Line Group 56

476
ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀϕϑαλμοῖσι,
477
πεϕραδέειν ἐϑέλουσα ϕίλον πόσιν ἔνδον ἐόντα.
478
ἡ δ' οὔτ' ἀϑρῆσαι δύνατ' ἀντίη οὔτε νοῆσαι·
479
τῇ γὰρ ᾽Αϑηναίη νόον ἔτραπεν. αὐτὰρ ᾽Οδυσσεὺς
480
χείρ' ἐπιμασσάμενος ϕάρυγος λάβε δεξιτερῆϕι,
481
τῇ δ' ἑτέρῃ ἕϑεν ἄσσον ἐρύσσατο ϕώνησέν τε·
57

Line Group 57

482
"μαῖα, τί ἤ μ' ἐϑέλεις ὀλέσαι; σὺ δέ μ' ἔτρεϕες αὐτὴ
483
τῷ σῷ ἐπὶ μαζῷ· νῦν δ' ἄλγεα πολλὰ μογήσας
484
ἤλυϑον εἰκοστῷ ἔτειὴ ἐς πατρίδα γαῖαν.
485
ἀλλ' ἐπεὶ ἐϕράσϑης καί τοι ϑεὸς ἔμβαλε ϑυμῷ,
486
σίγα, μή τίς τ' ἄλλος ἐνὶ μεγάροισι πύϑηται.
487
ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
488
εἴ χ' ὑπ' ἔμοιγε ϑεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
489
οὐδὲ τροϕοῦ οὔσης σεῦ ἀϕέξομαι, ὁππότ' ἂν ἄλλας
490
δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας."
58

Line Group 58

491
τὸν δ' αὖτε προσέειπε περίϕρων Εὐρύκλεια·
59

Line Group 59

492
"τέκνον ἐμόν, ποῖόν σε ἔπος ϕύγεν ἕρκος ὀδόντων.
493
οἶσϑα μέν οἷον ἐμὸν μένος ἔμπεδον οὐδ' ἐπιεικτόν,
494
ἕξω δ' ὡς ὅτε τις στερεὴ λίϑος ἠὲ σίδηρος.
495
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ ϕρεσὶ βάλλεο σῇσιν·
496
εἴ χ' ὑπὸ σοίγε ϑεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
497
δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας,
498
αἵ τέ σ' ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι."
60

Line Group 60

499
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
61

Line Group 61

500
"μαῖα, τί ἤ δὲ σὺ τὰς μυϑήσεαι; οὐδέ τί σε χρή·
501
εὖ νυ καὶ αὐτὸς ἐγὼ ϕράσομαι καὶ εἴσομ' ἑκάστην.
502
ἀλλ' ἔχε σιγῇ μῦϑον, ἐπίτρεψον δὲ ϑεοῖσιν."
62

Line Group 62

503
ὣς ἄρ' ἔϕη, γρηὺ:ς δὲ δι' ἐκ μεγάροιο βεβήκει
504
οἰσομένη ποδάνιπτρα· τὰ γὰρ πρότερ' ἔκχυτο πάντα.
505
αὐτὰρ ἐπεὶ νίψέν τε καὶ ἤλειψεν λίπ' ἐλαίῳ,
506
αὖτις ἄρ' ἀσσοτέρω πυρὸς ἕλκετο δίϕρον ᾽Οδυσσεὺς
507
ϑερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.
508
τοῖσι δὲ μύϑων ἦρχε περίϕρων Πηνελόπεια·
63

Line Group 63

509
"ξεῖνε, τὸ μέν σ' ἔτι τυτϑὸν ἐγὼν εἰρήσομαι αὐτή·
510
καὶ γὰρ δὴ κοίτοιο τάχ' ἔσσεται ἡδέος ὥρη,
511
ὅν τινά γ' ὕπνος ἕλοι γλυκερὸς καὶ κηδόμενόν περ.
512
αὐτὰρ ἐμοὶ καὶ πένϑος ἀμέτρητον πόρε δαίμων·
513
ἤματα μὲν γὰρ τέρπομ' ὀδυρομένη, γοόωσα,
514
ἔς τ' ἐμὰ ἔργ' ὁρόωσα καὶ ἀμϕιπόλων ἐνὶ οἴκῳ·
515
αὐτὰρ ἐπὴν νὺξ ἔλϑῃ, ἕλῃσί τε κοῖτος ἅπαντας,
516
κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμϕ' ἁδινὸν κῆρ
517
ὀξεῖαι μελεδῶναι ὀδυρομένην ἐρέϑουσιν.
518
ὡς δ' ὅτε Πανδαρέου κούρη, χλωρηὶς ᾽Αηδών,
519
καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο,
520
δενδρέων ἐν πετάλοισι καϑεζομένη πυκινοῖσιν,
521
ἥ τε ϑαμὰ τρωπῶσα χέει πολυηχέα ϕωνήν,
522
παῖδ' ὀλοϕυρομένη ῎Ιτυλον ϕίλον, ὅν ποτε χαλκῷ
523
κτεῖνε δι' ἀϕραδίας, κοῦρον Ζήϑοιο ἄνακτος,
524
ὣς καὶ ἐμοὶ δίχα ϑυμὸς ὀρώρεται ἔνϑα καὶ ἔνϑα,
525
ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα ϕυλάσσω,
526
κτῆσιν ἐμήν, δμῳάς τε καὶ ὑψερεϕὲς μέγα δῶμα,
527
εὐνήν τ' αἰδομένη πόσιος δήμοιό τε ϕῆμιν,
528
ἦ ἤδη ἅμ' ἕπωμαι, ᾽Αχαιῶν ὅς τις ἄριστος
529
μνᾶται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα.
530
παῖς δ' ἐμὸς ἕως μὲν ἔην ἔτι νήπιος ἠδὲ χαλίϕρων,
531
γήμασϑ' οὔ μ' εἴα πόσιος κατὰ δῶμα λιποῦσαν·
532
νῦν δ' ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει,
533
καὶ δή μ' ἀρᾶται πάλιν ἐλϑέμεν ἐκ μεγάροιο,
534
κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν ᾽Αχαιοί.
535
ἀλλ' ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον.
536
χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν
537
ἐξ ὕδατος, καί τέ σϕιν ἰαίνομαι εἰσορόωσα·
538
ἐλϑὼν δ' ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης
539
πᾶσι κατ' αὐχένας ἦξε καὶ ἔκτανεν· οἱ δὲ κέχυντο
540
ἁϑρόοι ἐν μεγάροις, ὁ δ' ἐς αἰϑέρα δῖαν ἀέρϑη.
541
αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ,
542
ἀμϕὶ δ' ἔμ' ἠγερέϑοντο ἐυπλοκαμῖδες ᾽Αχαιαὶ
543
οἴκτρ' ὀλοϕυρομένην ὅ μοι αἰετὸς ἔκτανε χῆνας.
544
ἂψ δ' ἐλϑὼν κατ' ἄρ' ἕζετ' ἐπὶ προὔχοντι μελάϑρῳ,
545
ϕωνῇ δὲ βροτέῃ κατερήτυε ϕώνησέν τε·
546
'ϑάρσει, ᾽Ικαρίου κούρη τηλεκλειτοῖο·
547
οὐκ ὄναρ, ἀλλ' ὕπαρ ἐσϑλόν, ὅ τοι τετελεσμένον ἔσται.
548
χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνις
549
ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουϑα,
550
ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐϕήσω.'
551
ὣς ἔϕατ', αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε·
552
παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα
553
πυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ."
64

Line Group 64

554
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
65

Line Group 65

555
"ὦ γύναι, οὔ πως ἔστιν ὑποκρίνασϑαι ὄνειρον
556
ἄλλῃ ἀποκλίναντ', ἐπεὶ ἦ ῥά τοι αὐτὸς ᾽Οδυσσεὺς
557
πέϕραδ' ὅπως τελέει· μνηστῆρσι δὲ ϕαίνετ' ὄλεϑρος
558
πᾶσι μάλ', οὐδέ κέ τις ϑάνατον καὶ κῆρας ἀλύξει."
66

Line Group 66

559
τὸν δ' αὖτε προσέειπε περίϕρων Πηνελόπεια·
67

Line Group 67

560
"ξεῖν', ἤτοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυϑοι
561
γίνοντ', οὐδέ τι πάντα τελείεται ἀνϑρώποισι.
562
δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων·
563
αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δ' ἐλέϕαντι.
564
τῶν οἳ μέν κ' ἔλϑωσι διὰ πριστοῦ ἐλέϕαντος,
565
οἵ ῥ' ἐλεϕαίρονται, ἔπε' ἀκράαντα ϕέροντες:
566
οἳ δὲ διὰ ξεστῶν κεράων ἔλϑωσι ϑύραζε,
567
οἵ ῥ' ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται.
568
ἀλλ' ἐμοὶ οὐκ ἐντεῦϑεν ὀίομαι αἰνὸν ὄνειρον
569
ἐλϑέμεν· ἦ κ' ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.
570
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ ϕρεσὶ βάλλεο σῇσιν·
571
ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μ' ᾽Οδυσῆος
572
οἴκου ἀποσχήσει· νῦν γὰρ καταϑήσω ἄεϑλον,
573
τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν
574
ἵστασχ' ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας:
575
στὰς δ' ὅ γε πολλὸν ἄνευϑε διαρρίπτασκεν ὀιὴστόν.
576
νῦν δὲ μνηστήρεσσιν ἄεϑλον τοῦτον ἐϕήσω·
577
ὃς δέ κε ῥηίτατ' ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
578
καὶ διοιὴστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
579
τῷ κεν ἅμ' ἑσποίμην νοσϕισσαμένη τόδε δῶμα
580
κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,
581
τοῦ ποτε μεμνήσεσϑαι ὀίομαι ἔν περ ὀνείρῳ."
68

Line Group 68

582
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
69

Line Group 69

583
"ὦ γύναι αἰδοίη Λαερτιάδεω ᾽Οδυσῆος,
584
μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεϑλον·
585
πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνϑάδ' ᾽Οδυσσεύς,
586
πρὶν τούτους τόδε τόξον ἐύξοον ἀμϕαϕόωντας
587
νευρήν τ' ἐντανύσαι διοιὴστεῦσαί τε σιδήρου."
70

Line Group 70

588
τὸν δ' αὖτε προσέειπε περίϕρων Πηνελόπεια·
71

Line Group 71

589
"εἴ κ' ἐϑέλοις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι
590
τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεϕάροισι χυϑείη.
591
ἀλλ' οὐ γάρ πως ἔστιν ἀύπνους ἔμμεναι αἰὲν
592
ἀνϑρώπους: ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔϑηκαν
593
ἀϑάνατοι ϑνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
594
ἀλλ' ἤτοι μὲν ἐγὼν ὑπερώιον εἰσαναβᾶσα
595
λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
596
αἰεὶ δάκρυσ' ἐμοῖσι πεϕυρμένη, ἐξ οὗ ᾽Οδυσσεὺς
597
ᾤχετ' ἐποψόμενος Κακοί:λιον, οὐκ ὀνομαστήν.
598
ἔνϑά κε λεξαίμην· σὺ δὲ λέξεο τῷδ' ἐνὶ οἴκῳ,
599
ἢ χαμάδις στορέσας, ἤτοι κατὰ δέμνια ϑέντων."
72

Line Group 72

600
ὣς εἰποῦσ' ἀνέβαιν' ὑπερώια σιγαλόεντα,
601
οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμϕίπολοι κίον ἄλλαι.
602
ἐς δ' ὑπερῷ' ἀναβᾶσα σὺν ἀμϕιπόλοισι γυναιξὶ
603
κλαῖεν ἔπειτ' ᾽Οδυσῆα, ϕίλον πόσιν, ὄϕρά οἱ ὕπνον
604
ἡδὺν ἐπὶ βλεϕάροισι βάλε γλαυκῶπις ᾽Αϑήνη.

Chapter 20: ΟΔΥΣΣΕΙΑΣ Υ

1

Line Group 1

1
Αὐτὰρ ὁ ἐν προδόμῳ εὐνάζετο δῖος ᾽Οδυσσεύς:
2
κὰμ μὲν ἀδέψητον βοέην στόρεσ', αὐτὰρ ὕπερϑεν
3
κώεα πόλλ' ὀίων, τοὺς ἱρεύεσκον ᾽Αχαιοί·
4
Εὐρυνόμη δ' ἄρ' ἐπὶ χλαῖναν βάλε κοιμηϑέντι.
5
ἔνϑ' ᾽Οδυσεὺς μνηστῆρσι κακὰ ϕρονέων ἐνὶ ϑυμῷ
6
κεῖτ' ἐγρηγορόων· ταὶ δ' ἐκ μεγάροιο γυναῖκες
7
ἤισαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ,
8
ἀλλήλῃσι γέλω τε καὶ εὐϕροσύνην παρέχουσαι.
9
τοῦ δ' ὠρίνετο ϑυμὸς ἐνὶ στήϑεσσι ϕίλοισι·
10
πολλὰ δὲ μερμήριζε κατὰ ϕρένα καὶ κατὰ ϑυμόν,
11
ἠὲ μεταί:ξας ϑάνατον τεύξειεν ἑκάστῃ,
12
ἦ ἔτ' ἐῷ μνηστῆρσιν ὑπερϕιάλοισι μιγῆναι
13
ὕστατα καὶ πύματα· κραδίη δέ οἱ ἔνδον ὑλάκτει.
14
ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα
15
ἄνδρ' ἀγνοιήσασ' ὑλάει μέμονέν τε μάχεσϑαι,
16
ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα.
17
στῆϑος δὲ πλήξας κραδίην ἠνίπαπε μύϑῳ·
2

Line Group 2

18
"τέτλαϑι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτ' ἔτλης,
19
ἤματι τῷ, ὅτε μοι μένος ἄσχετος ἤσϑιε Κύκλωψ
20
ἰϕϑίμους ἑτάρους: σὺ δ' ἐτόλμας, ὄϕρα σε μῆτις
21
ἐξάγαγ' ἐξ ἄντροιο ὀιόμενον ϑανέεσϑαι."
3

Line Group 3

22
ὣς ἔϕατ', ἐν στήϑεσσι καϑαπτόμενος ϕίλον ἦτορ.
23
τῷ δὲ μάλ' ἐν πείσῃ κραδίη μένε τετληυῖα
24
νωλεμέως: ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνϑα καὶ ἔνϑα.
25
ὡς δ' ὅτε γαστέρ' ἀνὴρ πολέος πυρὸς αἰϑομένοιο,
26
ἐμπλείην κνίσης τε καὶ αἵματος, ἔνϑα καὶ ἔνϑα
27
αἰόλλῃ, μάλα δ' ὦκα λιλαίεται ὀπτηϑῆναι,
28
ὣς ἄρ' ὅ γ' ἔνϑα καὶ ἔνϑα ἑλίσσετο μερμηρίζων,
29
ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐϕήσει,
30
μοῦνος ἐὼν πολέσι. σχεδόϑεν δέ οἱ ἦλϑεν ᾽Αϑήνη
31
οὐρανόϑεν καταβᾶσα· δέμας δ' ἤικτο γυναικί·
32
στῆ δ' ἄρ' ὑπὲρ κεϕαλῆς καί μιν πρὸς μῦϑον ἔειπε·
4

Line Group 4

33
"τίπτ' αὖτ' ἐγρήσσεις, πάντων περὶ κάμμορε ϕωτῶν;
34
οἶκος μέν τοι ὅδ' ἐστί, γυνὴ δέ τοι ἥδ' ἐνὶ οἴκω
35
καὶ παῖς, οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα."
5

Line Group 5

36
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
6

Line Group 6

37
"ναὶ δὴ ταῦτά γε πάντα, ϑεά, κατὰ μοῖραν ἔειπες:
38
ἀλλά τί μοι τόδε ϑυμὸς ἐνὶ ϕρεσὶ μερμηρίζει,
39
ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐϕήσω
40
μοῦνος ἐών· οἱ δ' αἰὲν ἀολλέες ἔνδον ἔασι.
41
πρὸς δ' ἔτι καὶ τόδε μεῖζον ἐνὶ ϕρεσὶ μερμηρίζω·
42
εἴ περ γὰρ κτείναιμι Διός τε σέϑεν τε ἕκητι,
43
πῇ κεν ὑπεκπροϕύγοιμι; τά σε ϕράζεσϑαι ἄνωγα."
7

Line Group 7

44
τὸν δ' αὖτε προσέειπε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·
8

Line Group 8

45
"σχέτλιε, καὶ μέν τίς τε χερείονι πείϑεϑ' ἑταίρῳ,
46
ὅς περ ϑνητός τ' ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν·
47
αὐτὰρ ἐγὼ ϑεός εἰμι, διαμπερὲς ἥ σε ϕυλάσσω
48
ἐν πάντεσσι πόνοις. ἐρέω δέ τοι ἐξαναϕανδόν·
49
εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνϑρώπων
50
νῶι περισταῖεν, κτεῖναι μεμαῶτες ῎Αρηι,
51
καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴϕια μῆλα.
52
ἀλλ' ἑλέτω σε καὶ ὕπνος: ἀνίη καὶ τὸ ϕυλάσσειν
53
πάννυχον ἐγρήσσοντα, κακῶν δ' ὑποδύσεαι ἤδη."
9

Line Group 9

54
ὣς ϕάτο, καί ῥά οἱ ὕπνον ἐπὶ βλεϕάροισιν ἔχευεν,
55
αὐτὴ δ' ἂψ ἐς ῎Ολυμπον ἀϕίκετο δῖα ϑεάων.
10

Line Group 10

56
εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα ϑυμοῦ,
57
λυσιμελής, ἄλοχος δ' ἄρ' ἐπέγρετο κεδν' εἰδυῖα·
58
κλαῖε δ' ἀρ ἐν λέκτροισι καϑεζομένη μαλακοῖσιν.
59
αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ ϑυμόν,
60
᾽Αρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν·
11

Line Group 11

61
"῎Αρτεμι, πότνα ϑεά, ϑύγατερ Διός, αἴϑε μοι ἤδη
62
ἰὸν ἐνὶ στήϑεσσι βαλοῦσ' ἐκ ϑυμὸν ἕλοιο
63
αὐτίκα νῦν, ἢ ἔπειτά μ' ἀναρπάξασα ϑύελλα
64
οἴχοιτο προϕέρουσα κατ' ἠερόεντα κέλευϑα,
65
ἐν προχοῇς δὲ βάλοι ἀψορρόου ᾽Ωκεανοῖο.
66
ὡς δ' ὅτε Πανδαρέου κούρας ἀνέλοντο ϑύελλαι,
67
τῇσι τοκῆας μὲν ϕϑῖσαν ϑεοί, αἱ δὲ λίποντο
68
ὀρϕαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖ' ᾽Αϕροδίτη
69
τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέι οἴνῳ·
70
῞Ηρη δ' αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν
71
εἶδος καὶ πινυτήν, μῆκος δ' ἔπορ' ῎Αρτεμις ἁγνή,
72
ἔργα δ' ᾽Αϑηναίη δέδαε κλυτὰ ἐργάζεσϑαι.
73
εὖτ' ᾽Αϕροδίτη δῖα προσέστιχε μακρὸν ῎Ολυμπον,
74
κούρῃς αἰτήσουσα τέλος ϑαλεροῖο γάμοιο,
75
ἐς Δία τερπικέραυνον ή ὁ γάρ τ' εὖ οἶδεν ἅπαντα,
76
μοῖράν τ' ἀμμορίην τε καταϑνητῶν ἀνϑρώπων ή,
77
τόϕρα δὲ τὰς κούρας ῞Αρπυιαι ἀνηρείψαντο
78
καί ῥ' ἔδοσαν στυγερῇσιν ᾽Ερινύσιν ἀμϕιπολεύειν.
79
ὣς ἔμ' ἀιστώσειαν ᾽Ολύμπια δώματ' ἔχοντες,
80
ἠέ μ' ἐυπλόκαμος βάλοι ῎Αρτεμις, ὄϕρ' ᾽Οδυσῆα
81
ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀϕικοίμην,
82
μηδέ τι χείρονος ἀνδρὸς ἐυϕραίνοιμι νόημα.
83
ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις
84
ἤματα μὲν κλαίῃ πυκινῶς ἀκαχήμενος ἦτορ,
85
νύκτας δ' ὕπνος ἔχῃσιν· ὁ γάρ τ' ἐπέλησεν ἁπάντων,
86
ἐσϑλῶν ἠδὲ κακῶν, ἐπεὶ ἂρ βλέϕαρ' ἀμϕικαλύψῃ·
87
αὐτὰρ ἐμοὶ καὶ ὀνείρατ' ἐπέσσευεν κακὰ δαίμων.
88
τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραϑεν εἴκελος αὐτῷ,
89
τοῖος ἐὼν, οἷος ᾖεν ἅμα στρατῷ· αὐτὰρ ἐμὸν κῆρ
90
χαῖρ', ἐπεὶ οὐκ ἐϕάμην ὄναρ ἔμμεναι, ἀλλ' ὕπαρ ἤδη."
12

Line Group 12

91
ὣς ἔϕατ', αὐτίκα δὲ χρυσόϑρονος ἤλυϑεν ᾽Ηώς.
92
τῆς δ' ἄρα κλαιούσης ὄπα σύνϑετο δῖος ᾽Οδυσσεύς:
93
μερμήριξε δ' ἔπειτα, δόκησε δέ οἱ κατὰ ϑυμὸν
94
ἤδη γινώσκουσα παρεστάμεναι κεϕαλῆϕι.
95
χλαῖναν μὲν συνελὼν καὶ κώεα, τοῖσιν ἐνεῦδεν,
96
ἐς μέγαρον κατέϑηκεν ἐπὶ ϑρόνου, ἐκ δὲ βοείην
97
ϑῆκε ϑύραζε ϕέρων, Διὶ δ' εὔξατο χεῖρας ἀνασχών·
13

Line Group 13

98
"Ζεῦ πάτερ, εἴ μ' ἐϑέλοντες ἐπὶ τραϕερήν τε καὶ ὑγρὴν
99
ἤγετ' ἐμὴν ἐς γαῖαν, ἐπεί μ' ἐκακώσατε λίην,
100
ϕήμην τίς μοι ϕάσϑω ἐγειρομένων ἀνϑρώπων
101
ἔνδοϑεν, ἔκτοσϑεν δὲ Διὸς τέρας ἄλλο ϕανήτω."
14

Line Group 14

102
ὣς ἔϕατ' εὐχόμενος: τοῦ δὲ κλύε μητίετα Ζεύς,
103
αὐτίκα δ' ἐβρόντησεν ἀπ' αἰγλήεντος ᾽Ολύμπου,
104
ὑψόϑεν ἐκ νεϕέων· γήϑησε δὲ δῖος ᾽Οδυσσεύς.
105
ϕήμην δ' ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς
106
πλησίον, ἔνϑ' ἄρα οἱ μύλαι εἵατο ποιμένι λαῶν,
107
τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες
108
ἄλϕιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν.
109
αἱ μὲν ἄρ' ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν,
110
ἡ δὲ μί' οὔ πω παύετ', ἀϕαυροτάτη δὲ τέτυκτο·
111
ἥ ῥα μύλην στήσασα ἔπος ϕάτο, σῆμα ἄνακτι·
15

Line Group 15

112
"Ζεῦ πάτερ, ὅς τε ϑεοῖσι καὶ ἀνϑρώποισιν ἀνάσσεις,
113
ἦ μεγάλ' ἐβρόντησας ἀπ' οὐρανοῦ ἀστερόεντος,
114
οὐδέ ποϑι νέϕος ἐστί· τέρας νύ τεῳ τόδε ϕαίνεις.
115
κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω·
116
μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε
117
ἐν μεγάροις ᾽Οδυσῆος ἑλοίατο δαῖτ' ἐρατεινήν,
118
οἳ δή μοι καμάτῳ ϑυμαλγέι γούνατ' ἔλυσαν
119
ἄλϕιτα τευχούσῃ· νῦν ὕστατα δειπνήσειαν."
16

Line Group 16

120
ὣς ἄρ' ἔϕη, χαῖρεν δὲ κλεηδόνι δῖος ᾽Οδυσσεὺς
121
Ζηνός τε βροντῇ· ϕάτο γὰρ τίσασϑαι ἀλείτας.
17

Line Group 17

122
αἱ δ' ἄλλαι δμῳαὶ κατὰ δώματα κάλ' ᾽Οδυσῆος
123
ἀγρόμεναι ἀνέκαιον ἐπ' ἐσχάρῃ ἀκάματον πῦρ.
124
Τηλέμαχος δ' εὐνῆϑεν ἀνίστατο, ἰσόϑεος ϕώς,
125
εἵματα ἑσσάμενος: περὶ δὲ ξίϕος ὀξὺ ϑέτ' ὤμῳ,
126
ποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
127
εἵλετο δ' ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ.
128
στῆ δ' ἄρ' ἐπ' οὐδὸν ἰών, πρὸς δ' Εὐρύκλειαν ἔειπε·
18

Line Group 18

129
"μαῖα ϕίλη, πῶς ξεῖνον ἐτιμήσασϑ' ἐνὶ οἴκῳ
130
εὐνῇ καὶ σίτῳ, ἦ αὔτως κεῖται ἀκηδής...
131
τοιαύτη γὰρ ἐμὴ μήτηρ πινυτή περ ἐοῦσα·
132
ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνϑρώπων
133
χείρονα, τὸν δέ τ' ἀρείον' ἀτιμήσασ' ἀποπέμπει."
19

Line Group 19

134
τὸν δ' αὖτε προσέειπε περίϕρων Εὐρύκλεια·
20

Line Group 20

135
"οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο.
136
οἶνον μὲν γὰρ πῖνε καϑήμενος, ὄϕρ' ἔϑελ' αὐτός,
137
σίτου δ' οὐκέτ' ἔϕη πεινήμεναι· εἴρετο γάρ μιν.
138
ἀλλ' ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνῄσκοιτο,
139
ἡ μὲν δέμνι' ἄνωγεν ὑποστορέσαι δμῳῇσιν,
140
αὐτὰρ ὅ γ', ὥς τις πάμπαν ὀιζυρὸς καὶ ἄποτμος,
141
οὐκ ἔϑελ' ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καϑεύδειν,
142
ἀλλ' ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν
143
ἔδραϑ' ἐνὶ προδόμῳ· χλαῖναν δ' ἐπιέσσαμεν ἡμεῖς."
21

Line Group 21

144
ὣς ϕάτο, Τηλέμαχος δὲ δι' ἐκ μεγάροιο βεβήκει
145
ἔγχος ἔχων· ἅμα τῷ γε κύνες πόδας ἀργοὶ ἕποντο.
146
βῆ δ' ἴμεν εἰς ἀγορὴν μετ' ἐυκνήμιδας ᾽Αχαιούς.
147
ἡ δ' αὖτε δμῳῇσιν ἐκέκλετο δῖα γυναικῶν,
148
Εὐρύκλει', ῎Ωπος ϑυγάτηρ Πεισηνορίδαο·
22

Line Group 22

149
"ἄγρειϑ', αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι
150
ῥάσσατέ τ' ἔν τε ϑρόνοις εὐποιήτοισι τάπητας
151
βάλλετε πορϕυρέους: αἱ δὲ σπόγγοισι τραπέζας
152
πάσας ἀμϕιμάσασϑε, καϑήρατε δὲ κρητῆρας
153
καὶ δέπα ἀμϕικύπελλα τετυγμένα· ταὶ δὲ μεϑ' ὕδωρ
154
ἔρχεσϑε κρήνην δέ, καὶ οἴσετε ϑᾶσσον ἰοῦσαι.
155
οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο,
156
ἀλλὰ μάλ' ἦρι νέονται, ἐπεὶ καὶ πᾶσιν ἑορτή."
23

Line Group 23

157
ὣς ἔϕαϑ', αἱ δ' ἄρα τῆς μάλα μὲν κλύον ἠδὲ πίϑοντο.
158
αἱ μὲν ἐείκοσι βῆσαν ἐπὶ κρήνην μελάνυδρον,
159
αἱ δ' αὐτοῦ κατὰ δώματ' ἐπισταμένως πονέοντο.
24

Line Group 24

160
ἐς δ' ἦλϑον δρηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειτα
161
εὖ καὶ ἐπισταμένως κέασαν ξύλα, ταὶ δὲ γυναῖκες
162
ἦλϑον ἀπὸ κρήνης. ἐπὶ δέ σϕισιν ἦλϑε συβώτης
163
τρεῖς σιάλους κατάγων, οἳ ἔσαν μετὰ πᾶσιν ἄριστοι.
164
καὶ τοὺς μέν ῥ' εἴασε καϑ' ἕρκεα καλὰ νέμεσϑαι,
165
αὐτὸς δ' αὖτ' ᾽Οδυσῆα προσηύδα μειλιχίοισι·
25

Line Group 25

166
"ξεῖν', ἦ ἄρ τί σε μᾶλλον ᾽Αχαιοὶ εἰσορόωσιν,
167
ἦέ σ' ἀτιμάζουσι κατὰ μέγαρ' ὡς τὸ πάρος περ;"
26

Line Group 26

168
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
27

Line Group 27

169
"αἲ γὰρ δή, Εὔμαιε, ϑεοὶ τισαίατο λώβην,
170
ἣν οἵδ' ὑβρίζοντες ἀτάσϑαλα μηχανόωνται
171
οἴκῳ ἐν ἀλλοτρίῳ, οὐδ' αἰδοῦς μοῖραν ἔχουσιν."
28

Line Group 28

172
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
173
ἀγχίμολον δέ σϕ' ἦλϑε Μελάνϑιος, αἰπόλος αἰγῶν,
174
αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι,
175
δεῖπνον μνηστήρεσσι· δύω δ' ἅμ' ἕποντο νομῆες.
176
καὶ τὰς μὲν κατέδησαν ὑπ' αἰϑούσῃ ἐριδούπῳ,
177
αὐτὸς δ' αὖτ' ᾽Οδυσῆα προσηύδα κερτομίοισι·
29

Line Group 29

178
"ξεῖν', ἔτι καὶ νῦν ἐνϑάδ' ἀνιήσεις κατὰ δῶμα
179
ἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισϑα ϑύραζε;
180
πάντως οὐκέτι νῶι διακρινέεσϑαι ὀίω
181
πρὶν χειρῶν γεύσασϑαι, ἐπεὶ σύ περ οὐ κατὰ κόσμον
182
αἰτίζεις: εἰσὶν δὲ καὶ ἄλλοϑι δαῖτες ᾽Αχαιῶν."
30

Line Group 30

183
ὣς ϕάτο· τὸν δ' οὔ τι προσέϕη πολύμητις ᾽Οδυσσεύς,
184
ἀλλ' ἀκέων κίνησε κάρη κακὰ βυσσοδομεύων.
31

Line Group 31

185
τοῖσι δ' ἐπὶ τρίτος ἦλϑε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,
186
βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας.
187
πορϑμῆες δ' ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους
188
ἀνϑρώπους πέμπουσιν, ὅτίς σϕεας εἰσαϕίκηται.
189
καὶ τὰ μὲν εὖ κατέδησεν ὑπ' αἰϑούσῃ ἐριδούπῳ,
190
αὐτὸς δ' αὖτ' ἐρέεινε συβώτην ἄγχι παραστάς:
32

Line Group 32

191
"τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουϑε, συβῶτα,
192
ἡμέτερον πρὸς δῶμα; τέων δ' ἒξ εὔχεται εἶναι
193
ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;
194
δύσμορος: ἦ τε ἔοικε δέμας βασιλῆι ἄνακτι·
195
ἀλλὰ ϑεοὶ δυόωσι πολυπλάγκτους ἀνϑρώπους,
196
ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀιζύν."
33

Line Group 33

197
ἦ καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστὰς
198
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδα·
34

Line Group 34

199
"χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσσω
200
ὄλβος: ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.
201
Ζεῦ πάτερ, οὔ τις σεῖο ϑεῶν ὀλοώτερος ἄλλος:
202
οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός,
203
μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν.
204
ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε
205
μνησαμένῳ ᾽Οδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀίω
206
τοιάδε λαίϕε' ἔχοντα κατ' ἀνϑρώπους ἀλάλησϑαι,
207
εἴ που ἔτι ζώει καὶ ὁρᾷ ϕάος ἠελίοιο.
208
εἰ δ' ἤδη τέϑνηκε καὶ εἰν ᾽Αίδαο δόμοισιν,
209
ὤμοι ἔπειτ' ᾽Οδυσῆος ἀμύμονος, ὅς μ' ἐπὶ βουσὶν
210
εἷσ' ἔτι τυτϑὸν ἐόντα Κεϕαλλήνων ἐνὶ δήμῳ.
211
νῦν δ' αἱ μὲν γίνονται ἀϑέσϕατοι, οὐδέ κεν ἄλλως
212
ἀνδρί γ' ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων·
213
τὰς δ' ἄλλοι με κέλονται ἀγινέμεναι σϕίσιν αὐτοῖς
214
ἔδμεναι· οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν
215
οὐδ' ὄπιδα τρομέουσι ϑεῶν· μεμάασι γὰρ ἤδη
216
κτήματα δάσσασϑαι δὴν οἰχομένοιο ἄνακτος.
217
αὐτὰρ ἐμοὶ τόδε ϑυμὸς ἐνὶ στήϑεσσι ϕίλοισι
218
πόλλ' ἐπιδινεῖται· μάλα μὲν κακὸν υἷος ἐόντος
219
ἄλλων δῆμον ἱκέσϑαι, ἰόντ' αὐτῇσι βόεσσιν,
220
ἄνδρας ἐς ἀλλοδαπούς: τὸ δὲ ῥίγιον, αὖϑι μένοντα
221
βουσὶν ἐπ' ἀλλοτρίῃσι καϑήμενον ἄλγεα πάσχειν.
222
καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων
223
ἐξικόμην ϕεύγων, ἐπεὶ οὐκέτ' ἀνεκτὰ πέλονται·
224
ἀλλ' ἔτι τὸν δύστηνον ὀίομαι, εἴ ποϑεν ἐλϑὼν
225
ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα ϑείη."
35

Line Group 35

226
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
36

Line Group 36

227
"βουκόλ', ἐπεὶ οὔτε κακῷ οὔτ' ἄϕρονι ϕωτὶ ἔοικας,
228
γινώσκω δὲ καὶ αὐτός ὅ τοι πινυτὴ ϕρένας ἵκει,
229
τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·
230
ἴστω νῦν Ζεὺς πρῶτα ϑεῶν ξενίη τε τράπεζα
231
ἱστίη τ' ᾽Οδυσῆος ἀμύμονος, ἣν ἀϕικάνω,
232
ἦ σέϑεν ἐνϑάδ' ἐόντος ἐλεύσεται οἴκαδ' ᾽Οδυσσεύς:
233
σοῖσιν δ' ὀϕϑαλμοῖσιν ἐπόψεαι, αἴ κ' ἐϑέλῃσϑα,
234
κτεινομένους μνηστῆρας, οἳ ἐνϑάδε κοιρανέουσι."
37

Line Group 37

235
τὸν δ' αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·
38

Line Group 38

236
"αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τελέσειε Κρονίων·
237
γνοίης χ', οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται."
39

Line Group 39

238
ὣς δ' αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι ϑεοῖσι
239
νοστῆσαι ᾽Οδυσῆα πολύϕρονα ὅν δὲ δόμον δέ.
240
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
241
μνηστῆρες δ' ἄρα Τηλεμάχῳ ϑάνατόν τε μόρον τε
242
ἤρτυον· αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυϑεν ὄρνις,
243
αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν.
244
τοῖσιν δ' ᾽Αμϕίνομος ἀγορήσατο καὶ μετέειπεν·
40

Line Group 40

245
"ὦ ϕίλοι, οὐχ ἥμιν συνϑεύσεται ἥδε γε βουλή,
246
Τηλεμάχοιο ϕόνος: ἀλλὰ μνησώμεϑα δαιτός."
41

Line Group 41

247
ὣς ἔϕατ' ᾽Αμϕίνομος, τοῖσιν δ' ἐπιήνδανε μῦϑος.
248
ἐλϑόντες δ' ἐς δώματ' ᾽Οδυσσῆος ϑείοιο
249
χλαίνας μὲν κατέϑεντο κατὰ κλισμούς τε ϑρόνους τε,
250
οἱ δ' ἱέρευον ὄις μεγάλους καὶ πίονας αἶγας,
251
ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην·
252
σπλάγχνα δ' ἄρ' ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον
253
κρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης.
254
σῖτον δέ σϕ' ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,
255
καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανϑεύς.
256
οἱ δ' ἐπ' ὀνείαϑ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
42

Line Group 42

257
Τηλέμαχος δ' ᾽Οδυσῆα καϑίδρυε, κέρδεα νωμῶν,
258
ἐντὸς ἐυσταϑέος μεγάρου παρὰ λάινον οὐδόν,
259
δίϕρον ἀεικέλιον καταϑεὶς ὀλίγην τε τράπεζαν·
260
πὰρ δ' ἐτίϑει σπλάγχνων μοίρας, ἐν δ' οἶνον ἔχευεν
261
ἐν δέπαιὴ χρυσέῳ, καί μιν πρὸς μῦϑον ἔειπεν·
43

Line Group 43

262
"ἐνταυϑοῖ νῦν ἧσο μετ' ἀνδράσιν οἰνοποτάζων·
263
κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀϕέξω
264
πάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστιν
265
οἶκος ὅδ', ἀλλ' ᾽Οδυσῆος, ἐμοὶ δὲ κτήσατο κεῖνος.
266
ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε ϑυμὸν ἐνιπῆς
267
καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται."
44

Line Group 44

268
ὣς ἔϕαϑ', οἱ δ' ἄρα πάντες ὀδὰξ ἐν χείλεσι ϕύντες
269
Τηλέμαχον ϑαύμαζον, ὃ ϑαρσαλέως ἀγόρευε.
270
τοῖσιν δ' ᾽Αντίνοος μετέϕη, Εὐπείϑεος υἱός:
45

Line Group 45

271
"καὶ χαλεπόν περ ἐόντα δεχώμεϑα μῦϑον, ᾽Αχαιοί,
272
Τηλεμάχου· μάλα δ' ἧμιν ἀπειλήσας ἀγορεύει.
273
οὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῶ κέ μιν ἤδη
274
παύσαμεν ἐν μεγάροισι λιγύν περ ἐόντ' ἀγορητήν."
46

Line Group 46

275
ὣς ἔϕατ' ᾽Αντίνοος: ὁ δ' ἄρ' οὐκ ἐμπάζετο μύϑων.
276
κήρυκες δ' ἀνὰ ἄστυ ϑεῶν ἱερὴν ἑκατόμβην
277
ἦγον· τοὶ δ' ἀγέροντο καρηκομόωντες ᾽Αχαιοὶ
278
ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου ᾽Απόλλωνος.
47

Line Group 47

279
οἱ δ' ἐπεὶ ὤπτησαν κρέ' ὑπέρτερα καὶ ἑρύσαντο,
280
μοίρας δασσάμενοι δαίνυντ' ἐρικυδέα δαῖτα.
281
πὰρ δ' ἄρ' ᾽Οδυσσῆι μοῖραν ϑέσαν οἳ πονέοντο
282
ἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγει
283
Τηλέμαχος, ϕίλος υἱὸς ᾽Οδυσσῆος ϑείοιο.
284
μνηστῆρας δ' οὐ πάμπαν ἀγήνορας εἴα ᾽Αϑήνη
285
λώβης ἴσχεσϑαι ϑυμαλγέος, ὄϕρ' ἔτι μᾶλλον
286
δύη ἄχος κραδίην Λαερτιάδην ᾽Οδυσῆα.
287
ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀϑεμίστια εἰδώς,
288
Κτήσιππος δ' ὄνομ' ἔσκε, Σάμῃ δ' ἐνὶ οἰκία ναῖεν·
289
ὃς δή τοι κτεάτεσσι πεποιϑὼς ϑεσπεσίοισι
290
μνάσκετ' ᾽Οδυσσῆος δὴν οἰχομένοιο δάμαρτα.
291
ὅς ῥα τότε μνηστῆρσιν ὑπερϕιάλοισι μετηύδα·
48

Line Group 48

292
"κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄϕρα τι εἴπω·
293
μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν,
294
ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
295
ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαϑ' ἵκηται.
296
ἀλλ' ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄϕρα καὶ αὐτὸς
297
ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ
298
δμώων, οἳ κατὰ δώματ' ᾽Οδυσσῆος ϑείοιο."
49

Line Group 49

299
ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ,
300
κείμενον ἐκ κανέοιο λαβών· ὁ δ' ἀλεύατ' ᾽Οδυσσεὺς
301
ἦκα παρακλίνας κεϕαλήν, μείδησε δὲ ϑυμῷ
302
σαρδόνιον μάλα τοῖον· ὁ δ' εὔδμητον βάλε τοῖχον.
303
Κτήσιππον δ' ἄρα Τηλέμαχος ἠνίπαπε μύϑῳ·
50

Line Group 50

304
"Κτήσιππ', ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο ϑυμῷ·
305
οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός.
306
ἦ γάρ κέν σε μέσον βάλον ἔγχειὴ ὀξυόεντι,
307
καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάϕον ἀμϕεπονεῖτο
308
ἐνϑάδε. τῶ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ
309
ϕαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα,
310
ἐσϑλά τε καὶ τὰ χέρεια· πάρος δ' ἔτι νήπιος ἦα.
311
ἀλλ' ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες,
312
μήλων σϕαζομένων οἴνοιό τε πινομένοιο
313
καὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.
314
ἀλλ' ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες:
315
εἰ δ' ἤδη μ' αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ,
316
καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη
317
τεϑνάμεν ἢ τάδε γ' αἰὲν ἀεικέα ἔργ' ὁράασϑαι,
318
ξείνους τε στυϕελιζομένους δμῳάς τε γυναῖκας
319
ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά."
51

Line Group 51

320
ὣς ἔϕαϑ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
321
ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης ᾽Αγέλαος:
52

Line Group 52

322
"ὦ ϕίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηϑέντι δικαίῳ
323
ἀντιβίοις ἐπέεσσι καϑαπτόμενος χαλεπαίνοι·
324
μήτε τι τὸν ξεῖνον στυϕελίζετε μήτε τιν' ἄλλον
325
δμώων, οἳ κατὰ δώματ' ᾽Οδυσσῆος ϑείοιο.
326
Τηλεμάχῳ δέ κε μῦϑον ἐγὼ καὶ μητέρι ϕαίην
327
ἤπιον, εἴ σϕωιν κραδίῃ ἅδοι ἀμϕοτέροιιν.
328
ὄϕρα μὲν ὕμιν ϑυμὸς ἐνὶ στήϑεσσιν ἐώλπει
329
νοστήσειν ᾽Οδυσῆα πολύϕρονα ὅν δὲ δόμον δέ,
330
τόϕρ' οὔ τις νέμεσις μενέμεν τ' ἦν ἰσχέμεναί τε
331
μνηστῆρας κατὰ δώματ', ἐπεὶ τόδε κέρδιον ἦεν,
332
εἰ νόστησ' ᾽Οδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα·
333
νῦν δ' ἤδη τόδε δῆλον, ὅ τ' οὐκέτι νόστιμός ἐστιν.
334
ἀλλ' ἄγε σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον,
335
γήμασϑ' ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν,
336
ὄϕρα σὺ μὲν χαίρων πατρώια πάντα νέμηαι,
337
ἔσϑων καὶ πίνων, ἡ δ' ἄλλου δῶμα κομίζῃ."
53

Line Group 53

338
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
54

Line Group 54

339
"οὐ μὰ Ζῆν', ᾽Αγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο,
340
ὅς που τῆλ' ᾽Ιϑάκης ἢ ἔϕϑιται ἢ ἀλάληται,
341
οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω
342
γήμασϑ' ᾧ κ' ἐϑέλῃ, ποτὶ δ' ἄσπετα δῶρα δίδωμι.
343
αἰδέομαι δ' ἀέκουσαν ἀπὸ μεγάροιο δίεσϑαι
344
μύϑῳ ἀναγκαίῳ· μὴ τοῦτο ϑεὸς τελέσειεν."
55

Line Group 55

345
ὣς ϕάτο Τηλέμαχος: μνηστῆρσι δὲ Παλλὰς ᾽Αϑήνη
346
ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα.
347
οἱ δ' ἤδη γναϑμοῖσι γελώων ἀλλοτρίοισιν,
348
αἱμοϕόρυκτα δὲ δὴ κρέα ἤσϑιον· ὄσσε δ' ἄρά σϕεων
349
δακρυόϕιν πίμπλαντο, γόον δ' ὠίετο ϑυμός.
350
τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος ϑεοειδής:
56

Line Group 56

351
"ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων
352
εἰλύαται κεϕαλαί τε πρόσωπά τε νέρϑε τε γοῦνα.
353
οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί,
354
αἵματι δ' ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι·
355
εἰδώλων δὲ πλέον πρόϑυρον, πλείη δὲ καὶ αὐλή,
356
ἱεμένων ῎Ερεβος δὲ ὑπὸ ζόϕον· ἠέλιος δὲ
357
οὐρανοῦ ἐξαπόλωλε, κακὴ δ' ἐπιδέδρομεν ἀχλύς."
57

Line Group 57

358
ὣς ἔϕαϑ', οἱ δ' ἄρα πάντες ἐπ' αὐτῷ ἡδὺ γέλασσαν.
359
τοῖσιν δ' Εὐρύμαχος, Πολύβου παῖς, ἦρχ' ἀγορεύειν·
58

Line Group 58

360
"ἀϕραίνει ξεῖνος νέον ἄλλοϑεν εἰληλουϑώς.
361
ἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασϑε ϑύραζε
362
εἰς ἀγορὴν ἔρχεσϑαι, ἐπεὶ τάδε νυκτὶ ἐίσκει."
59

Line Group 59

363
τὸν δ' αὖτε προσέειπε Θεοκλύμενος ϑεοειδής:
60

Line Group 60

364
"Εὐρύμαχ', οὔ τί σ' ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν·
365
εἰσί μοι ὀϕϑαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμϕω
366
καὶ νόος ἐν στήϑεσσι τετυγμένος, οὐδὲν ἀεικής.
367
τοῖς ἔξειμι ϑύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν
368
ἐρχόμενον, τό κεν οὔ τις ὑπεκϕύγοι οὐδ' ἀλέαιτο
369
μνηστήρων, οἳ δῶμα κατ' ἀντιϑέου ᾽Οδυσῆος
370
ἀνέρας ὑβρίζοντες ἀτάσϑαλα μηχανάασϑε."
61

Line Group 61

371
ὣς εἰπὼν ἐξῆλϑε δόμων εὐναιεταόντων,
372
ἵκετο δ' ἐς Πείραιον, ὅ μιν πρόϕρων ὑπέδεκτο.
373
μνηστῆρες δ' ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες
374
Τηλέμαχον ἐρέϑιζον, ἐπὶ ξείνοις γελόωντες.
375
ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
62

Line Group 62

376
"Τηλέμαχ', οὔ τις σεῖο κακοξεινώτερος ἄλλος.
377
οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,
378
σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων
379
ἔμπαιον οὐδὲ βίης, ἀλλ' αὔτως ἄχϑος ἀρούρης:
380
ἄλλος δ' αὖτέ τις οὗτος ἀνέστη μαντεύεσϑαι.
381
ἀλλ' εἴ μοί τι πίϑοιο, τό κεν πολὺ κέρδιον εἴη·
382
τοὺς ξείνους ἐν νηὶ πολυκλήιδι βαλόντες
383
ἐς Σικελοὺς πέμψωμεν, ὅϑεν κέ τοι ἄξιον ἄλϕοι."
63

Line Group 63

384
ὣς ἔϕασαν μνηστῆρες: ὁ δ' οὐκ ἐμπάζετο μύϑων,
385
ἀλλ' ἀκέων πατέρα προσεδέρκετο, δέγμενος αἰεί,
386
ὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐϕήσει.
64

Line Group 64

387
ἡ δὲ κατ' ἄντηστιν ϑεμένη περικαλλέα δίϕρον,
388
κούρη ᾽Ικαρίοιο, περίϕρων Πηνελόπεια,
389
ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦϑον ἄκουε.
390
δεῖπνον μὲν γὰρ τοί γε γελώοντες τετύκοντο
391
ἡδύ τε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλ' ἱέρευσαν·
392
δόρπου δ' οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο,
393
οἷον δὴ τάχ' ἔμελλε ϑεὰ καὶ καρτερὸς ἀνὴρ
394
ϑησέμεναι· πρότεροι γὰρ ἀεικέα μηχανόωντο.

Chapter 21: ΟΔΥΣΣΕΙΑΣ Φ

1

Line Group 1

1
Τῇ δ' ἄρ' ἐπὶ ϕρεσὶ ϑῆκε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη,
2
κούρῃ ᾽Ικαρίοιο, περίϕρονι Πηνελοπείῃ,
3
τόξον μνηστήρεσσι ϑέμεν πολιόν τε σίδηρον
4
ἐν μεγάροις ᾽Οδυσῆος, ἀέϑλια καὶ ϕόνου ἀρχήν.
5
κλίμακα δ' ὑψηλὴν προσεβήσετο οἷο δόμοιο,
6
εἵλετο δὲ κληῖδ' εὐκαμπέα χειρὶ παχείῃ,
7
καλὴν, χαλκείην· κώπη δ' ἐλέϕαντος ἐπῆεν.
8
βῆ δ' ἴμεναι ϑάλαμον δὲ σὺν ἀμϕιπόλοισι γυναιξὶν
9
ἔσχατον· ἔνϑα δέ οἱ κειμήλια κεῖτο ἄνακτος,
10
χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος.
11
ἔνϑα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ ϕαρέτρη
12
ἰοδόκος, πολλοὶ δ' ἔνεσαν στονόεντες ὀιστοί,
13
δῶρα, τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας
14
῎Ιϕιτος Εὐρυτίδης, ἐπιείκελος ἀϑανάτοισι.
15
τὼ δ' ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιιν
16
οἴκῳ ἐν ᾽Ορτιλόχοιο δαί:ϕρονος. ἦτοι ᾽Οδυσσεὺς
17
ἦλϑε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄϕελλε·
18
μῆλα γὰρ ἐξ ᾽Ιϑάκης Μεσσήνιοι ἄνδρες ἄειραν
19
νηυσὶ πολυκλήισι τριηκόσι' ἠδὲ νομῆας.
20
τῶν ἕνεκ' ἐξεσίην πολλὴν ὁδὸν ἦλϑεν ᾽Οδυσσεύς
21
παιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοί τε γέροντες.
22
῎Ιϕιτος αὖϑ' ἵππους διζήμενος, αἵ οἱ ὄλοντο
23
δώδεκα ϑήλειαι, ὑπὸ δ' ἡμίονοι ταλαεργοί·
24
αἳ δή οἱ καὶ ἔπειτα ϕόνος καὶ μοῖρα γένοντο,
25
ἐπεὶ δὴ Διὸς υἱὸν ἀϕίκετο καρτερόϑυμον,
26
ϕῶϑ' ῾Ηρακλῆα, μεγάλων ἐπιίστορα ἔργων,
27
ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ,
28
σχέτλιος: οὐδὲ ϑεῶν ὄπιν ἠ/δέσατ' οὐδὲ τράπεζαν
29
τήν, ἥν οἱ παρέϑηκεν· ἔπειτα δὲ πέϕνε καὶ αὐτόν,
30
ἵππους δ' αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι.
31
τὰς ἐρέων ᾽Οδυσῆι συνήντετο, δῶκε δὲ τόξον,
32
τὸ πρὶν μὲν ῥ' ἐϕόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ
33
κάλλιπ' ἀποϑνῄσκων ἐν δώμασιν ὑψηλοῖσι.
34
τῷ δ' ᾽Οδυσεὺς ξίϕος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν,
35
ἀρχὴν ξεινοσύνης προσκηδέος. οὐ δὲ τραπέζῃ
36
γνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεϕνεν
37
῎Ιϕιτον Εὐρυτίδην, ἐπιείκελον ἀϑανάτοισιν,
38
ὅς οἱ τόξον ἔδωκε. τὸ δ' οὔ ποτε δῖος ᾽Οδυσσεὺς
39
ἐρχόμενος πόλεμον δὲ μελαινάων ἐπὶ νηῶν
40
ᾑρεῖτ', ἀλλ' αὐτοῦ μνῆμα ξείνοιο ϕίλοιο
41
κέσκετ' ἐνὶ μεγάροισι· ϕόρει δέ μιν ἧς ἐπὶ γαίης.
2

Line Group 2

42
ἡ δ' ὅτε δὴ ϑάλαμον τὸν ἀϕίκετο δῖα γυναικῶν
43
οὐδόν τε δρύινον προσεβήσετο, τόν ποτε τέκτων
44
ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάϑμην ἴϑυνεν,
45
ἐν δὲ σταϑμοὺς ἄρσε, ϑύρας δ' ἐπέϑηκε ϕαεινάς:
46
αὐτίκ' ἄρ' ἥ γ' ἱμάντα ϑοῶς ἀπέλυσε κορώνης,
47
ἐν δὲ κληῖδ' ἧκε, ϑυρέων δ' ἀνέκοπτεν ὀχῆας
48
ἄντα τιτυσκομένη. τὰ δ' ἀνέβραχεν ἠύτε ταῦρος
49
βοσκόμενος λειμῶνι· τόσ' ἔβραχε καλὰ ϑύρετρα
50
πληγέντα κληῖδι, πετάσϑησαν δέ οἱ ὦκα.
51
ἡ δ' ἄρ' ἐϕ' ὑψηλῆς σανίδος βῆ· ἔνϑα δὲ χηλοὶ
52
ἕστασαν, ἐν δ' ἄρα τῇσι ϑυώδεα εἵματ' ἔκειτο.
53
ἔνϑεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον
54
αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο ϕαεινός.
55
ἑζομένη δὲ κατ' αὖϑι, ϕίλοις ἐπὶ γούνασι ϑεῖσα,
56
κλαῖε μάλα λιγέως, ἐκ δ' ᾕρεε τόξον ἄνακτος.
57
ἡ δ' ἐπεὶ οὖν τάρϕϑη πολυδακρύτοιο γόοιο,
58
βῆ ῥ' ἴμεναι μέγαρον δὲ μετὰ μνηστῆρας ἀγαυοὺς
59
τόξον ἔχουσ' ἐν χειρὶ παλίντονον ἠδὲ ϕαρέτρην
60
ἰοδόκον· πολλοὶ δ' ἔνεσαν στονόεντες ὀιστοί.
61
τῇ δ' ἄρ' ἅμ' ἀμϕίπολοι ϕέρον ὄγκιον, ἔνϑα σίδηρος
62
κεῖτο πολὺς καὶ χαλκός, ἀέϑλια τοῖο ἄνακτος.
63
ἡ δ' ὄτε δὴ μνηστῆρας ἀϕίκετο δῖα γυναικῶν,
64
στῆ ῥα παρὰ σταϑμὸν τέγεος πύκα ποιητοῖο
65
ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
66
ἀμϕίπολος δ' ἄρα οἱ κεδνὴ ἑκάτερϑε παρέστη.
67
αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ ϕάτο μῦϑον·
3

Line Group 3

68
"κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα
69
ἐχράετ' ἐσϑιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ
70
ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τιν' ἄλλην
71
μύϑου ποιήσασϑαι ἐπισχεσίην ἐδύνασϑε,
72
ἀλλ' ἐμὲ ἱέμενοι γῆμαι ϑέσϑαί τε γυναῖκα.
73
ἀλλ' ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε ϕαίνετ' ἄεϑλον.
74
ϑήσω γὰρ μέγα τόξον ᾽Οδυσσῆος ϑείοιο·
75
ὃς δέ κε ῥηίτατ' ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
76
καὶ διοιὴστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
77
τῷ κεν ἅμ' ἑσποίμην νοσϕισσαμένη τόδε δῶμα
78
κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,
79
τοῦ ποτε μεμνήσεσϑαι ὀίομαι ἔν περ ὀνείρῳ."
4

Line Group 4

80
ὣς ϕάτο, καί ῥ' Εὔμαιον ἀνώγει, δῖον ὑϕορβόν,
81
τόξον μνηστήρεσσι ϑέμεν πολιόν τε σίδηρον.
82
δακρύσας δ' Εὔμαιος ἐδέξατο καὶ κατέϑηκε·
83
κλαῖε δὲ βουκόλος ἄλλοϑ', ἐπεὶ ἴδε τόξον ἄνακτος.
84
᾽Αντίνοος δ' ἐνένιπεν ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζε·
5

Line Group 5

85
"νήπιοι ἀγροιῶται, ἐϕημέρια ϕρονέοντες,
86
ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ
87
ϑυμὸν ἐνὶ στήϑεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως
88
κεῖται ἐν ἄλγεσι ϑυμός, ἐπεὶ ϕίλον ὤλεσ' ἀκοίτην.
89
ἀλλ' ἀκέων δαίνυσϑε καϑήμενοι, ἠὲ ϑύραζε
90
κλαίετον ἐξελϑόντε, κατ' αὐτόϑι τόξα λιπόντε,
91
μνηστήρεσσιν ἄεϑλον ἀάατον· οὐ γὰρ ὀίω
92
ῥηιδίως τόδε τόξον ἐύξοον ἐντανύεσϑαι.
93
οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν,
94
οἷος ᾽Οδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα -
95
καὶ γὰρ μνήμων εἰμί -, πάις δ' ἔτι νήπιος ἦα."
6

Line Group 6

96
ὣς ϕάτο, τῷ δ' ἄρα ϑυμὸς ἐνὶ στήϑεσσιν ἐώλπει
97
νευρὴν ἐντανύειν διοιὴστεύειν τε σιδήρου.
98
ἤτοι ὀιστοῦ γε πρῶτος γεύσεσϑαι ἔμελλεν
99
ἐκ χειρῶν ᾽Οδυσῆος ἀμύμονος, ὃν τότ' ἀτίμα
100
ἥμενος ἐν μεγάροις, ἐπὶ δ' ὤρνυε πάντας ἑταίρους.
101
τοῖσι δὲ καὶ μετέειϕ' ἱερὴ ἲς Τηλεμάχοιο·
7

Line Group 7

102
"ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄϕρονα ϑῆκε Κρονίων·
103
μήτηρ μέν μοί ϕησι ϕίλη, πινυτή περ ἐοῦσα,
104
ἄλλῳ ἅμ' ἕψεσϑαι νοσϕισσαμένη τόδε δῶμα·
105
αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄϕρονι ϑυμῷ.
106
ἀλλ' ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε ϕαίνετ' ἄεϑλον,
107
οἵη νῦν οὐκ ἔστι γυνὴ κατ' ᾽Αχαιίδα γαῖαν,
108
οὔτε Πύλου ἱερῆς οὔτ' ῎Αργεος οὔτε Μυκήνης:
109
οὔτ' αὐτῆς ᾽Ιϑάκης οὔτ' ἠπείροιο μελαίνης:
110
καὶ δ' αὐτοὶ τόδε γ' ἴστε· τί με χρὴ μητέρος αἴνου;
111
ἀλλ' ἄγε μὴ μύνῃσι παρέλκετε μηδ' ἔτι τόξου
112
δηρὸν ἀποτρωπᾶσϑε τανυστύος, ὄϕρα ἴδωμεν.
113
καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην·
114
εἰ δέ κεν ἐντανύσω διοιὴστεύσω τε σιδήρου,
115
οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ
116
λείποι ἅμ' ἄλλῳ ἰοῦσ', ὅτ' ἐγὼ κατόπισϑε λιποίμην
117
οἷός τ' ἤδη πατρὸς ἀέϑλια κάλ' ἀνελέσϑαι."
8

Line Group 8

118
ἦ καὶ ἀπ' ὤμοιιν χλαῖναν ϑέτο ϕοινικόεσσαν
119
ὀρϑὸς ἀναί:ξας, ἀπὸ δὲ ξίϕος ὀξὺ ϑέτ' ὤμων.
120
πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάϕρον ὀρύξας
121
πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάϑμην ἴϑυνεν,
122
ἀμϕὶ δὲ γαῖαν ἔναξε. τάϕος δ' ἕλε πάντας ἰδόντας,
123
ὡς εὐκόσμως στῆσε· πάρος δ' οὐ πώποτ' ὀπώπει.
124
στῆ δ' ἄρ' ἐπ' οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε.
125
τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσϑαι μενεαίνων,
126
τρὶς δὲ μεϑῆκε βίης, ἐπιελπόμενος τό γε ϑυμῷ,
127
νευρὴν ἐντανύειν διοιὴστεύειν τε σιδήρου.
128
καί νύ κε δή ῥ' ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων,
129
ἀλλ' ᾽Οδυσεὺς ἀνένευε καὶ ἔσχεϑεν ἱέμενόν περ.
130
τοῖς δ' αὖτις μετέειϕ' ἱερὴ ἲς Τηλεμάχοιο·
9

Line Group 9

131
"ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τ' ἔσομαι καὶ ἄκικυς,
132
ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιϑα
133
ἄνδρ' ἀπαμύνασϑαι, ὅτε τις πρότερος χαλεπήνῃ.
134
ἀλλ' ἄγεϑ', οἵ περ ἐμεῖο βίῃ προϕερέστεροί ἐστε,
135
τόξου πειρήσασϑε, καὶ ἐκτελέωμεν ἄεϑλον."
10

Line Group 10

136
ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο ϑῆκε χαμᾶζε
137
κλίνας κολλητῇσιν ἐυξέστῃς σανίδεσσιν,
138
αὐτοῦ δ' ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ·
139
ἂψ δ' αὖτις κατ' ἄρ' ἕζετ' ἐπὶ ϑρόνου ἔνϑεν ἀνέστη.
140
τοῖσιν δ' ᾽Αντίνοος μετέϕη, Εὐπείϑεος υἱός:
11

Line Group 11

141
"ὄρνυσϑ' ἑξείης ἐπιδέξια πάντες ἑταῖροι,
142
ἀρξάμενοι τοῦ χώρου, ὅϑεν τέ περ οἰνοχοεύει."
12

Line Group 12

143
ὣς ἔϕατ' ᾽Αντίνοος, τοῖσιν δ' ἐπιήνδανε μῦϑος.
144
Λειώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός,
145
ὅ σϕι ϑυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν
146
ἷζε μυχοίτατος αἰέν· ἀτασϑαλίαι δέ οἱ οἴῳ
147
ἐχϑραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν·
148
ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.
149
στῆ δ' ἄρ' ἐπ' οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν,
150
οὐ δέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων
151
ἀτρίπτους ἁπαλάς. μετὰ δὲ μνηστῆρσιν ἔειπεν·
13

Line Group 13

152
"ὦ ϕίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος:
153
πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει
154
ϑυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ ϕέρτερόν ἐστι
155
τεϑνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗ ϑ' ἕνεκ' αἰεὶ
156
ἐνϑάδ' ὁμιλέομεν ποτιδέγμενοι ἤματα πάντα.
157
νῦν μέν τις καὶ ἔλπετ' ἐνὶ ϕρεσὶν ἠδὲ μενοινᾷ
158
γῆμαι Πηνελόπειαν, ᾽Οδυσσῆος παράκοιτιν·
159
αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται,
160
ἄλλην δή τιν' ἔπειτα ᾽Αχαιιάδων εὐπέπλων
161
μνάσϑω ἐέδνοισιν διζήμενος: ἡ δέ κ' ἔπειτα
162
γήμαιϑ' ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλϑοι."
14

Line Group 14

163
ὣς ἄρ' ἐϕώνησεν καὶ ἀπὸ ἕο τόξον ἔϑηκε
164
κλίνας κολλητῇσιν ἐυξέστῃς σανίδεσσιν,
165
αὐτοῦ δ' ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ·
166
ἂψ δ' αὖτις κατ' ἄρ' ἕζετ' ἐπὶ ϑρόνου ἔνϑεν ἀνέστη.
167
᾽Αντίνοος δ' ἐνένιπεν ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζε·
15

Line Group 15

168
"Λειῶδες, ποῖόν σε ἔπος ϕύγεν ἕρκος ὀδόντων,
169
δεινόν τ' ἀργαλέον τε· νεμεσσῶμαι δέ τ' ἀκούων·
170
εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει
171
ϑυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.
172
οὐ γάρ τοι σέγε τοῖον ἐγείνατο πότνια μήτηρ,
173
οἷόν τε ῥυτῆρα βιοῦ τ' ἔμεναι καὶ ὀιστῶν·
174
ἀλλ' ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί."
16

Line Group 16

175
ὣς ϕάτο, καί ῥ' ἐκέλευσε Μελάνϑιον, αἰπόλον αἰγῶν·
17

Line Group 17

176
"ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανϑεῦ,
177
πὰρ δὲ τίϑει δίϕρόν τε μέγαν καὶ κῶας ἐπ' αὐτοῦ,
178
ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος,
179
ὄϕρα νέοι ϑάλποντες, ἐπιχρίοντες ἀλοιϕῇ,
180
τόξου πειρώμεσϑα καὶ ἐκτελέωμεν ἄεϑλον."
18

Line Group 18

181
ὣς ϕάϑ', ὁ δ' αἶψ' ἀνέκαιε Μελάνϑιος ἀκάματον πῦρ,
182
πὰρ δὲ ϕέρων δίϕρον ϑῆκεν καὶ κῶας ἐπ' αὐτοῦ,
183
ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος.
184
τῷ ῥα νέοι ϑάλποντες ἐπειρῶντ'· οὐ δὲ δύναντο
185
ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν.
186
᾽Αντίνοος δ' ἔτ' ἐπεῖχε καὶ Εὐρύμαχος ϑεοειδής,
187
ἀρχοὶ μνηστήρων· ἀρετῇ δ' ἔσαν ἔξοχ' ἄριστοι.
19

Line Group 19

188
τὼ δ' ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμ' ἄμϕω
189
βουκόλος ἠδὲ συϕορβὸς ᾽Οδυσσῆος ϑείοιο·
190
ἐκ δ' αὐτὸς μετὰ τοὺς δόμου ἤλυϑε δῖος ᾽Οδυσσεύς.
191
ἀλλ' ὅτε δή ῥ' ἐκτὸς ϑυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,
192
ϕϑεγξάμενός σϕ' ἐπέεσσι προσηύδα μειλιχίοισι·
20

Line Group 20

193
"βουκόλε καὶ σύ, συϕορβέ, ἔπος τί κε μυϑησαίμην,
194
ἦ αὐτὸς κεύϑω; ϕάσϑαι δέ με ϑυμὸς ἀνώγει.
195
ποῖοί κ' εἶτ' ᾽Οδυσῆι ἀμυνέμεν, εἴ ποϑεν ἔλϑοι
196
ὧδε μάλ' ἐξαπίνης καί τις ϑεὸς αὐτὸν ἐνείκαι;
197
ἤ κε μνηστήρεσσιν ἀμύνοιτ' ἢ ᾽Οδυσῆι;
198
εἴπαϑ' ὅπως ὑμέας κραδίη ϑυμός τε κελεύει."
21

Line Group 21

199
τὸν δ' αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·
22

Line Group 22

200
"Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ,
201
ὡς ἔλϑοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·
202
γνοίης χ' οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται."
23

Line Group 23

203
ὣς δ' αὕτως Εὔμαιος ἐπεύχετο πᾶσι ϑεοῖσι
204
νοστῆσαι ᾽Οδυσῆα πολύϕρονα ὅν δὲ δόμον δέ.
205
αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέ' ἀνέγνω,
206
ἐξαῦτίς σϕ' ἐπέεσσιν ἀμειβόμενος προσέειπεν·
24

Line Group 24

207
"ἔνδον μὲν δὴ ὅδ' αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας
208
ἤλυϑον εἰκοστῷ ἔτειὴ ἐς πατρίδα γαῖαν.
209
γινώσκω δ' ὡς σϕῶιν ἐελδομένοισιν ἱκάνω
210
οἴοισι δμώων· τῶν δ' ἄλλων οὔ τευ ἄκουσα
211
εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδ' ἱκέσϑαι.
212
σϕῶιν δ', ὡς ἔσεταί περ, ἀληϑείην καταλέξω·
213
εἴ χ' ὑπ' ἔμοιγε ϑεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
214
ἄξομαι ἀμϕοτέροις ἀλόχους καὶ κτήματ' ὀπάσσω
215
οἰκία τ' ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα
216
Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσϑον.
217
εἰ δ' ἄγε δή, καὶ σῆμα ἀριϕραδὲς ἄλλό τι δείξω,
218
ὄϕρά μ' ἔυ γνῶτον πιστωϑῆτόν τ' ἐνὶ ϑυμῷ,
219
οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι
220
Παρνησόν δ' ἐλϑόντα σὺν υἱάσιν Αὐτολύκοιο."
25

Line Group 25

221
ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαϑεν οὐλῆς.
222
τὼ δ' ἐπεὶ εἰσιδέτην εὖ τ' ἐϕράσσαντο ἕκαστα,
223
κλαῖον ἄρ' ἀμϕ' ᾽Οδυσῆι δαί:ϕρονι χεῖρε βαλόντε
224
καὶ κύνεον ἀγαπαζόμενοι κεϕαλήν τε καὶ ὤμους:
225
ὣς δ' αὕτως ᾽Οδυσεὺς κεϕαλὰς καὶ χεῖρας ἔκυσσε.
226
καί νύ κ' ὀδυρομένοισιν ἔδυ ϕάος ἠελίοιο,
227
εἰ μὴ ᾽Οδυσσεὺς αὐτὸς ἐρύκακε ϕώνησέν τε·
26

Line Group 26

228
"παύεσϑον κλαυϑμοῖο γόοιό τε, μή τις ἴδηται
229
ἐξελϑὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω.
230
ἀλλὰ προμνηστῖνοι ἐσέλϑετε, μηδ' ἅμα πάντες,
231
πρῶτος ἐγώ, μετὰ δ' ὔμμες. ἀτὰρ τόδε σῆμα τετύχϑω·
232
ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί,
233
οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ ϕαρέτρην·
234
ἀλλὰ σύ, δῖ' Εὔμαιε, ϕέρων ἀνὰ δώματα τόξον
235
ἐν χείρεσσιν ἐμοὶ ϑέμεναι· εἰπεῖν δὲ γυναιξὶ
236
κληίσσαι μεγάροιο ϑύρας πυκινῶς ἀραρυίας:
237
ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
238
ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι ϑύραζε
239
προβλώσκειν, ἀλλ' αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.
240
σοὶ δέ, Φιλοίτιε δῖε, ϑύρας ἐπιτέλλομαι αὐλῆς
241
κληίσσαι κληῖδι, ϑοῶς δ' ἐπὶ δεσμὸν ἰῆλαι."
27

Line Group 27

242
ὣς εἰπὼν εἰσῆλϑε δόμους εὐναιετάοντας:
243
ἕζετ' ἔπειτ' ἐπὶ δίϕρον ἰών ἔνϑέν περ ἀνέστη.
244
ἐς δ' ἄρα καὶ τὼ δμῶε ἴτην ϑείου ᾽Οδυσῆος.
28

Line Group 28

245
Εὐρύμαχος δ' ἤδη τόξον μετὰ χερσὶν ἐνώμα
246
ϑάλπων ἔνϑα καὶ ἔνϑα σέλᾳ πυρός: ἀλλά μιν οὐδ' ὧς
247
ἐντανύσαι δύνατο, μέγα δὲ στένε κυδάλιμον κῆρ.
248
ὀχϑήσας δ' ἄρα εἶπεν ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζεν·
29

Line Group 29

249
"ὢ πόποι, ἦ μοι ἄχος περί τ' αὐτοῦ καὶ περὶ πάντων.
250
οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι ἀχνύμενός περ·
251
εἰσὶ καὶ ἄλλαι πολλαὶ ᾽Αχαιίδες, αἱ μὲν ἐν αὐτῇ
252
ἀμϕιάλῳ ᾽Ιϑάκῃ, αἱ δ' ἄλλῃσιν πολίεσσιν·
253
ἀλλ' εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν
254
ἀντιϑέου ᾽Οδυσῆος, ὅ τ' οὐ δυνάμεσϑα τανύσσαι
255
τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυϑέσϑαι."
30

Line Group 30

256
τὸν δ' αὖτ' ᾽Αντίνοος προσέϕη, Εὐπείϑεος υἱός:
31

Line Group 31

257
"Εὐρύμαχ', οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός.
258
νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο ϑεοῖο
259
ἁγνή· τίς δέ κε τόξα τιταίνοιτ'; ἀλλὰ ἕκηλοι
260
κάτϑετ'. ἀτὰρ πελέκεάς γε καὶ εἴ κ' εἰῶμεν ἅπαντας
261
ἑστάμεν· οὐ μὲν γάρ τιν' ἀναιρήσεσϑαι ὀίω
262
ἐλϑόντ' ἐς μέγαρον Λαερτιάδεω ᾽Οδυσῆος.
263
ἀλλ' ἄγετ', οἰνοχόος μὲν ἐπαρξάσϑω δεπάεσσιν,
264
ὄϕρα σπείσαντες καταϑείομεν ἀγκύλα τόξα·
265
ἠῶϑεν δὲ κέλεσϑε Μελάνϑιον, αἰπόλον αἰγῶν,
266
αἶγας ἄγειν, αἳ πᾶσι μέγ' ἔξοχοι αἰπολίοισιν,
267
ὄϕρ' ἐπὶ μηρία ϑέντες ᾽Απόλλωνι κλυτοτόξῳ
268
τόξου πειρώμεσϑα καὶ ἐκτελέωμεν ἄεϑλον."
32

Line Group 32

269
ὣς ἔϕατ' ᾽Αντίνοος, τοῖσιν δ' ἐπιήνδανε μῦϑος.
270
τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
271
κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
272
νώμησαν δ' ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
273
οἱ δ' ἐπεὶ οὖν σπεῖσάν τε πίον ϑ' ὅσον ἤϑελε ϑυμός,
274
τοῖς δὲ δολοϕρονέων μετέϕη πολύμητις ᾽Οδυσσεύς:
33

Line Group 33

275
"κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης:
277
Εὐρύμαχον δὲ μάλιστα καὶ ᾽Αντίνοον ϑεοειδέα
278
λίσσομ', ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε,
279
νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ ϑεοῖσιν·
280
ἠῶϑεν δὲ ϑεὸς δώσει κράτος ᾧ κ' ἐϑέλῃσιν.
281
ἀλλ' ἄγ' ἐμοὶ δότε τόξον ἐύξοον, ὄϕρα μεϑ' ὑμῖν
282
χειρῶν καὶ σϑένεος πειρήσομαι, ἤ μοι ἔτ' ἐστὶν
283
ἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν,
284
ἦ ἤδη μοι ὄλεσσεν ἄλη τ' ἀκομιστίη τε."
34

Line Group 34

285
ὣς ἔϕαϑ', οἱ δ' ἄρα πάντες ὑπερϕιάλως νεμέσησαν
286
δείσαντες μὴ τόξον ἐύξοον ἐντανύσειεν.
287
᾽Αντίνοος δ' ἐνένιπεν ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζεν·
35

Line Group 35

288
"ἆ δειλὲ ξείνων, ἔνι τοι ϕρένες οὐδ' ἠβαιαί.
289
οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερϕιάλοισι μεϑ' ἡμῖν
290
δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις
291
μύϑων ἡμετέρων καὶ ῥήσιος... οὐδέ τις ἄλλος
292
ἡμετέρων μύϑων ξεῖνος καὶ πτωχὸς ἀκούει.
293
οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους
294
βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδ' αἴσιμα πίνῃ.
295
οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα,
296
ἄασ' ἐνὶ μεγάρῳ μεγαϑύμου Πειριϑόοιο,
297
ἐς Λαπίϑας ἐλϑόνϑ'· ὁ δ' ἐπεὶ ϕρένας ἄασεν οἴνῳ,
298
μαινόμενος κάκ' ἔρεξε δόμον κάτα Πειριϑόοιο.
299
ἥρωας δ' ἄχος εἷλε, δι' ὲκ προϑύρου δὲ ϑύραζε
300
ἕλκον ἀναί:ξαντες, ἀπ' οὔατα νηλέι χαλκῷ
301
ῥῖνάς τ' ἀμήσαντες: ὁ δὲ ϕρεσὶν ᾗσιν ἀασϑεὶς
302
ἤιεν ἣν ἄτην ὀχέων ἀεσίϕρονι ϑυμῷ.
303
ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχϑη,
304
οἷ δ' αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων.
305
ὣς καὶ σοὶ μέγα πῆμα πιϕαύσκομαι, αἴ κε τὸ τόξον
306
ἐντανύσῃς: οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις
307
ἡμετέρῳ ἐνὶ δήμῳ, ἄϕαρ δέ σε νηὶ μελαίνῃ
308
εἰς ῎Εχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,
309
πέμψομεν· ἔνϑεν δ' οὔ τι σαώσεαι. ἀλλὰ ἕκηλος
310
πῖνέ τε, μηδ' ἐρίδαινε μετ' ἀνδράσι κουροτέροισι."
36

Line Group 36

311
τὸν δ' αὖτε προσέειπε περίϕρων Πηνελόπεια·
37

Line Group 37

312
"᾽Αντίνο', οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
313
ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαϑ' ἵκηται.
314
ἔλπεαι, αἴ χ' ὁ ξεῖνος ᾽Οδυσσῆος μέγα τόξον
315
ἐντανύσῃ χερσίν τε βίηϕί τε ἧϕι πιϑήσας,
316
οἴκαδέ μ' ἄξεσϑαι καὶ ἑὴν ϑήσεσϑαι ἄκοιτιν;
317
οὐδ' αὐτός που τοῦτό γ' ἐνὶ στήϑεσσιν ἔολπε·
318
μηδέ τις ὑμείων τοῦ γ' εἵνεκα ϑυμὸν ἀχεύων
319
ἐνϑάδε δαινύσϑω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε."
38

Line Group 38

320
τὴν δ' αὖτ' Εὐρύμαχος, Πολύβου παῖς, ἀντίον ηὔδα·
39

Line Group 39

321
"κούρη ᾽Ικαρίοιο, περίϕρον Πηνελόπεια,
322
οὔ τί σε τόνδ' ἄξεσϑαι ὀιόμεϑ'· οὐδὲ ἔοικεν·
323
ἀλλ' αἰσχυνόμενοι ϕάτιν ἀνδρῶν ἠδὲ γυναικῶν,
324
μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ᾽Αχαιῶν·
325
῍ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν
326
μνῶνται, οὐδέ τι τόξον ἐύξοον ἐντανύουσιν·
327
ἀλλ' ἄλλός τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλϑὼν
328
ῥηιδίως ἐτάνυσσε βιόν, διὰ δ' ἧκε σιδήρου. '
329
ὣς ἐρέουσ', ἡμῖν δ' ἂν ἐλέγχεα ταῦτα γένοιτο."
40

Line Group 40

330
τὸν δ' αὖτε προσέειπε περίϕρων Πηνελόπεια·
41

Line Group 41

331
"Εὐρύμαχ', οὔ πως ἐστιν ἐυκλεῖας κατὰ δῆμον
332
ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν
333
ἀνδρὸς ἀριστῆος: τί δ' ἐλέγχεα ταῦτα τίϑεσϑε;
334
οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδ' εὐπηγής,
335
πατρὸς δ' ἐξ ἀγαϑοῦ γένος εὔχεται ἔμμεναι υἱός.
336
ἀλλ' ἄγε οἱ δότε τόξον ἐύξοον, ὄϕρα ἴδωμεν.
337
ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
338
εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος ᾽Απόλλων,
339
ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,
340
δώσω δ' ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν,
341
καὶ ξίϕος ἄμϕηκες: δώσω δ' ὑπὸ ποσσὶ πέδιλα,
342
πέμψω δ' ὅππῃ μιν κραδίη ϑυμός τε κελεύει."
42

Line Group 42

343
τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
43

Line Group 43

344
"μῆτερ ἐμή, τόξον μὲν ᾽Αχαιῶν οὔ τις ἐμεῖο
345
κρείσσων, ᾧ κ' ἐϑέλω, δόμεναί τε καὶ ἀρνήσασϑαι,
346
οὔϑ' ὅσσοι κραναὴν ᾽Ιϑάκην κάτα κοιρανέουσιν,
347
οὔϑ' ὅσσοι νήσοισι πρὸς ῎Ηλιδος ἱπποβότοιο·
348
τῶν οὔ τίς μ' ἀέκοντα βιήσεται, αἴ κ' ἐϑέλωμι
349
καὶ καϑάπαξ ξείνῳ δόμεναι τάδε τόξα ϕέρεσϑαι.
350
ἀλλ' εἰς οἶκον ἰοῦσα τὰ σ' αὐτῆς ἔργα κόμιζε,
351
ἱστόν τ' ἠλακάτην τε, καὶ ἀμϕιπόλοισι κέλευε
352
ἔργον ἐποίχεσϑαι. τόξον δ' ἄνδρεσσι μελήσει
353
πᾶσι, μάλιστα δ' ἐμοί· τοῦ γὰρ κράτος ἔστ' ἐνὶ οἴκῳ."
44

Line Group 44

354
ἡ μὲν ϑαμβήσασα πάλιν οἶκον δὲ βεβήκει·
355
παιδὸς γὰρ μῦϑον πεπνυμένον ἔνϑετο ϑυμῷ.
356
ἐς δ' ὑπερῷ' ἀναβᾶσα σὺν ἀμϕιπόλοισι γυναιξὶ
357
κλαῖεν ἔπειτ' ᾽Οδυσῆα, ϕίλον πόσιν, ὄϕρά οἱ ὕπνον
358
ἡδὺν ἐπὶ βλεϕάροισι βάλε γλαυκῶπις ᾽Αϑήνη.
45

Line Group 45

359
αὐτὰρ ὁ τόξα λαβὼν ϕέρε καμπύλα δῖος ὑϕορβός.
360
μνηστῆρες δ' ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν·
361
ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
46

Line Group 46

362
"πῇ δὴ καμπύλα τόξα ϕέρεις, ἀμέγαρτε συβῶτα,
363
πλαγκτέ; τάχ' αὖ σ' ἐϕ' ὕεσσι κύνες ταχέες κατέδονται
364
οἶον ἀπ' ἀνϑρώπων, ουἠς ἔτρεϕες, εἴ κεν ᾽Απόλλων
365
ἡμῖν ἱλήκῃσι καὶ ἀϑάνατοι ϑεοὶ ἄλλοι."
47

Line Group 47

366
ὣς ϕάσαν, αὐτὰρ ὁ ϑῆκε ϕέρων αὐτῇ ἐνὶ χώρῃ
367
δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισι.
368
Τηλέμαχος δ' ἑτέρωϑεν ἀπειλήσας ἐγεγώνει·
48

Line Group 48

369
"ἄττα, πρόσω ϕέρε τόξα· τάχ' οὐκ εὖ πᾶσι πιϑήσεις:
370
μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρὸν δὲ δίωμαι
371
βάλλων χερμαδίοισι· βίηϕι δὲ ϕέρτερός εἰμι.
372
αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματ' ἔασι,
373
μνηστήρων χερσίν τε βίηϕί τε ϕέρτερος εἴην·
374
τῶ κε τάχα στυγερῶς τιν' ἐγὼ πέμψαιμι νέεσϑαι
375
ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται."
49

Line Group 49

376
ὣς ἔϕαϑ', οἱ δ' ἄρα πάντες ἐπ' αὐτῷ ἡδὺ γέλασσαν
377
μνηστῆρες, καὶ δὴ μέϑιεν χαλεποῖο χόλοιο
378
Τηλεμάχῳ· τὰ δὲ τόξα ϕέρων ἀνὰ δῶμα συβώτης
379
ἐν χείρεσσ' ᾽Οδυσῆι δαί:ϕρονι ϑῆκε παραστάς.
380
ἐκ δὲ καλεσσάμενος προσέϕη τροϕὸν Εὐρύκλειαν·
50

Line Group 50

381
"Τηλέμαχος κέλεταί σε, περίϕρων Εὐρύκλεια,
382
κληίσσαι μεγάροιο ϑύρας πυκινῶς ἀραρυίας:
383
ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
384
ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι ϑύραζε
385
προβλώσκειν, ἀλλ' αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ."
51

Line Group 51

386
ὣς ἄρ' ἐϕώνησεν, τῇ δ' ἄπτερος ἔπλετο μῦϑος,
387
κλήισσεν δὲ ϑύρας μεγάρων εὐναιεταόντων.
52

Line Group 52

388
σιγῇ δ' ἐξ οἴκοιο Φιλοίτιος ἆλτο ϑύραζε,
389
κλήισσεν δ' ἄρ' ἔπειτα ϑύρας εὐερκέος αὐλῆς.
390
κεῖτο δ' ὑπ' αἰϑούσῃ ὅπλον νεὸς ἀμϕιελίσσης
391
βύβλινον, ᾧ ῥ' ἐπέδησε ϑύρας, ἐς δ' ἤιεν αὐτός.
392
ἕζετ' ἔπειτ' ἐπὶ δίϕρον ἰὼν ἔνϑέν περ ἀνέστη,
393
εἰσορόων ᾽Οδυσῆα. ὁ δ' ἤδη τόξον ἐνώμα
394
πάντῃ ἀναστρωϕῶν, πειρώμενος ἔνϑα καὶ ἔνϑα,
395
μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.
396
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
53

Line Group 53

397
"ἦ τις ϑηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων·
398
ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοϑι κεῖται,
399
ἢ ὅ γ' ἐϕορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ
400
νωμᾷ ἔνϑα καὶ ἔνϑα κακῶν ἔμπαιος ἀλήτης."
54

Line Group 54

401
ἄλλος δ' αὖτ' εἴπεσκε νέων ὑπερηνορεόντων·
55

Line Group 55

402
"αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν,
403
ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασϑαι."
56

Line Group 56

404
ὣς ἄρ' ἔϕαν μνηστῆρες: ἀτὰρ πολύμητις ᾽Οδυσσεύς,
405
αὐτίκ' ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντῃ,
406
ὡς ὅτ' ἀνὴρ ϕόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς
407
ῥηιδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,
408
ἅψας ἀμϕοτέρωϑεν ἐυστρεϕὲς ἔντερον οἰός,
409
ὣς ἄρ' ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον ᾽Οδυσσεύς.
410
δεξιτερῇ δ' ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς:
411
ἡ δ' ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν.
412
μνηστῆρσιν δ' ἄρ' ἄχος γένετο μέγα, πᾶσι δ' ἄρα χρὼς
413
ἐτράπετο. Ζεὺς δὲ μεγάλ' ἔκτυπε σήματα ϕαίνων·
414
γήϑησέν τ' ἄρ' ἔπειτα πολύτλας δῖος ᾽Οδυσσεύς,
415
ὅττί ῥά οἱ τέρας ἧκε Κρόνου παῖς ἀγκυλομήτεω.
416
εἵλετο δ' ὠκὺν ὀιστόν, ὅ οἱ παρέκειτο τραπέζῃ
417
γυμνός: τοὶ δ' ἄλλοι κοίλης ἔντοσϑε ϕαρέτρης
418
κείατο, τῶν τάχ' ἔμελλον ᾽Αχαιοὶ πειρήσεσϑαι.
419
τόν ῥ' ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυϕίδας τε,
420
αὐτόϑεν ἐκ δίϕροιο καϑήμενος, ἧκε δ' ὀιστὸν
421
ἄντα τιτυσκόμενος, πελέκεων δ' οὐκ ἤμβροτε πάντων
422
πρώτης στειλειῆς, διὰ δ' ἀμπερὲς ἦλϑε ϑύραζε
423
ἰὸς χαλκοβαρής. ὁ δὲ Τηλέμαχον προσέειπε·
57

Line Group 57

424
"Τηλέμαχ', οὔ σ' ὁ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχει
425
ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξον
426
δὴν ἔκαμον τανύων· ἔτι μοι μένος ἔμπεδόν ἐστιν,
427
οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται.
428
νῦν δ' ὥρη καὶ δόρπον ᾽Αχαιοῖσιν τετυκέσϑαι
429
ἐν ϕάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασϑαι
430
μολπῇ καὶ ϕόρμιγγι· τὰ γάρ τ' ἀναϑήματα δαιτός."
58

Line Group 58

431
ἦ καὶ ἐπ' ὀϕρύσι νεῦσεν· ὁ δ' ἀμϕέϑετο ξίϕος ὀξὺ
432
Τηλέμαχος, ϕίλος υἱὸς ᾽Οδυσσῆος ϑείοιο,
433
ἀμϕὶ δὲ χεῖρα ϕίλην βάλεν ἔγχειὴ, ἄγχι δ' ἄρ' αὐτοῦ
434
πὰρ ϑρόνον ἑστήκει κεκορυϑμένος αἴϑοπι χαλκῷ.

Chapter 22: ΟΔΥΣΣΕΙΑΣ Χ

1

Line Group 1

1
Αὐτὰρ ὁ γυμνώϑη ῥακέων πολύμητις ᾽Οδυσσεύς,
2
ἆλτο δ' ἐπὶ μέγαν οὐδὸν ἔχων βιὸν ἠδὲ ϕαρέτρην
3
ἰῶν ἐμπλείην, ταχέας δ' ἐκχεύατ' ὀιστοὺς
4
αὐτοῦ πρόσϑε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν·
2

Line Group 2

5
"οὗτος μὲν δὴ ἄεϑλος ἀάατος ἐκτετέλεσται·
6
νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν ἀνήρ,
7
εἴσομαι, αἴ κε τύχωμι, πόρῃ δέ μοι εὖχος ᾽Απόλλων."
3

Line Group 3

8
ἦ καὶ ἐπ' ᾽Αντινόῳ ἰϑύνετο πικρὸν ὀιστόν.
9
ἤτοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσϑαι ἔμελλε,
10
χρύσεον, ἄμϕωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα,
11
ὄϕρα πίοι οἴνοιο· ϕόνος δέ οἱ οὐκ ἐνὶ ϑυμῷ
12
μέμβλετο. τίς κ' οἴοιτο μετ' ἀνδράσι δαιτυμόνεσσι
13
μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη,
14
οἷ τεύξειν ϑάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν;
15
τὸν δ' ᾽Οδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ,
16
ἀντικρὺ δ' ἁπαλοῖο δι' αὐχένος ἤλυϑ' ἀκωκή.
17
ἐκλίνϑη δ' ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς
18
βλημένου, αὐτίκα δ' αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλϑεν
19
αἵματος ἀνδρομέοιο· ϑοῶς δ' ἀπὸ εἷο τράπεζαν
20
ὦσε ποδὶ πλήξας, ἀπὸ δ' εἴδατα χεῦεν ἔραζε·
21
σῖτός τε κρέα τ' ὀπτὰ ϕορύνετο. τοὶ δ' ὁμάδησαν
22
μνηστῆρες κατὰ δώμαϑ', ὅπως ἴδον ἄνδρα πεσόντα,
23
ἐκ δὲ ϑρόνων ἀνόρουσαν ὀρινϑέντες κατὰ δῶμα,
24
πάντοσε παπταίνοντες ἐυδμήτους ποτὶ τοίχους:
25
οὐδέ πῃ ἀσπὶς ἔην οὐδ' ἄλκιμον ἔγχος ἑλέσϑαι.
26
νείκειον δ' ᾽Οδυσῆα χολωτοῖσιν ἐπέεσσι·
4

Line Group 4

27
"ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι· οὐκέτ' ἀέϑλων
28
ἄλλων ἀντιάσεις: νῦν τοι σῶς αἰπὺς ὄλεϑρος.
29
καὶ γὰρ δὴ νῦν ϕῶτα κατέκτανες, ὃς μέγ' ἄριστος
30
κούρων εἰν ᾽Ιϑάκῃ· τῶ σ' ἐνϑάδε γῦπες ἔδονται."
5

Line Group 5

31
ἴσκεν ἕκαστος ἀνήρ, ἐπεὶ ἦ ϕάσαν οὐκ ἐϑέλοντα
32
ἄνδρα κατακτεῖναι· τὸ δὲ νήπιοι οὐκ ἐνόησαν,
33
ὡς δή σϕιν καὶ πᾶσιν ὀλέϑρου πείρατ' ἐϕῆπτο.
34
τοὺς δ' ἄρ' ὑπόδρα ἰδὼν προσέϕη πολύμητις ᾽Οδυσσεύς:
6

Line Group 6

35
"ὦ κύνες, οὔ μ' ἔτ' ἐϕάσκεϑ' ὑπότροπον οἴκαδ' ἱκέσϑαι
36
δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον,
37
δμῳῇσίν δὲ γυναιξὶ παρευνάζεσϑε βιαίως,
38
αὐτοῦ τε ζώοντος ὑπεμνάασϑε γυναῖκα,
39
οὔτε ϑεοὺς δείσαντες, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν,
40
οὔτέ τιν' ἀνϑρώπων νέμεσιν κατόπισϑεν ἔσεσϑαι·
41
νῦν ὕμιν καὶ πᾶσιν ὀλέϑρου πείρατ' ἐϕῆπται."
7

Line Group 7

42
ὣς ϕάτο, τοὺς δ' ἅρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν·
44
Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·
8

Line Group 8

45
"εἰ μὲν δὴ ᾽Οδυσεὺς ᾽Ιϑακήσιος εἰλήλουϑας,
46
ταῦτα μὲν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον ᾽Αχαιοί,
47
πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσϑαλα, πολλὰ δ' ἐπ' ἀγροῦ.
48
ἀλλ' ὁ μὲν ἤδη κεῖται, ὃς αἴτιος ἔπλετο πάντων,
49
᾽Αντίνοος: οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα,
50
οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων,
51
ἀλλ' ἄλλα ϕρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων,
52
ὄϕρ' ᾽Ιϑάκης κατὰ δῆμον ἐυκτιμένης βασιλεύοι
53
αὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας.
54
νῦν δ' ὁ μὲν ἐν μοίρῃ πέϕαται, σὺ δὲ ϕείδεο λαῶν
55
σῶν· ἀτὰρ ἄμμες ὄπισϑεν ἀρεσσάμενοι κατὰ δῆμον,
56
ὅσσά τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι,
57
τιμὴν ἀμϕὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος,
58
χαλκόν τε χρυσόν τ' ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ
59
ἰανϑῇ· πρὶν δ' οὔ τι νεμεσσητὸν κεχολῶσϑαι."
9

Line Group 9

60
τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέϕη πολύμητις ᾽Οδυσσεύς:
10

Line Group 10

61
"Εὐρύμαχ', οὐδ' εἴ μοι πατρώια πάντ' ἀποδοῖτε,
62
ὅσσά τε νῦν ὔμμ' ἐστὶ, καὶ εἴ ποϑεν ἄλλ' ἐπιϑεῖτε,
63
οὐδέ κεν ὧς ἔτι χεῖρας ἐμὰς λήξαιμι ϕόνοιο
64
πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
65
νῦν ὕμιν παράκειται ἐναντίον ἠὲ μάχεσϑαι
66
ἢ ϕεύγειν, ὅς κεν ϑάνατον καὶ κῆρας ἀλύξῃ·
67
ἀλλά τιν' οὐ ϕεύξεσϑαι ὀίομαι αἰπὺν ὄλεϑρον."
11

Line Group 11

68
ὣς ϕάτο, τῶν δ' αὐτοῦ λύτο γούνατα καὶ ϕίλον ἦτορ.
12

Line Group 12

69
τοῖσιν δ' Εὐρύμαχος μετεϕώνεε δεύτερον αὖτις:
13

Line Group 13

70
"ὦ ϕίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους,
71
ἀλλ' ἐπεὶ ἔλλαβε τόξον ἐύξοον ἠδὲ ϕαρέτρην,
72
οὐδοῦ ἄπο ξεστοῦ τοξάσσεται, εἰς ὅ κε πάντας
73
ἄμμε κατακτείνῃ. ἀλλὰ μνησώμεϑα χάρμης:
74
ϕάσγανά τε σπάσσασϑε καὶ ἀντίσχεσϑε τραπέζας
75
ἰῶν ὠκυμόρων· ἐπὶ δ' αὐτῷ πάντες ἔχωμεν
76
ἁϑρόοι, εἴ κέ μιν οὐδοῦ ἀπώσομεν ἠδὲ ϑυράων,
77
ἔλϑωμεν δ' ἀνὰ ἄστυ, βοὴ δ' ὤκιστα γένοιτο·
78
τῶ κε τάχ' οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο."
14

Line Group 14

79
ὣς ἄρα ϕωνήσας εἰρύσσατο ϕάσγανον ὀξύ,
80
χάλκεον, ἀμϕοτέρωϑεν ἀκαχμένον, ἆλτο δ' ἐπ' αὐτῷ
81
σμερδαλέα ἰάχων. ὁ δ' ἁμαρτῇ δῖος ᾽Οδυσσεὺς
82
ἰὸν ἀποπροί:ει, βάλε δὲ στῆϑος παρὰ μαζόν,
83
ἐν δέ οἱ ἥπατι πῆξε ϑοὸν βέλος: ἐκ δ' ἄρα χειρὸς
84
ϕάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζῃ
85
κάππεσεν ἰδνωϑείς, ἀπὸ δ' εἴδατα χεῦεν ἔραζε
86
καὶ δέπας ἀμϕικύπελλον· ὁ δὲ χϑόνα τύπτε μετώπῳ
87
ϑυμῷ ἀνιάζων, ποσὶ δὲ ϑρόνον ἀμϕοτέροισι
88
λακτίζων ἐτίναξε· κατ' ὀϕϑαλμῶν δ' ἔχυτ' ἀχλύς.
15

Line Group 15

89
᾽Αμϕίνομος δ' ᾽Οδυσῆος ἐείσατο κυδαλίμοιο
90
ἀντίος ἀίξας, εἴρυτο δὲ ϕάσγανον ὀξύ,
91
εἴ πως οἱ εἴξειε ϑυράων. ἀλλ' ἄρα μιν ϕϑῆ
92
Τηλέμαχος κατόπισϑε βαλὼν χαλκήρειὴ δουρὶ
93
ὤμων μεσσηγύς, διὰ δὲ στήϑεσϕιν ἔλασσε·
94
δούπησεν δὲ πεσών, χϑόνα δ' ἤλασε παντὶ μετώπῳ.
95
Τηλέμαχος δ' ἀπόρουσε λιπὼν δολιχόσκιον ἔγχος
96
αὐτοῦ ἐν ᾽Αμϕινόμῳ· περὶ γὰρ δίε, μή τις ᾽Αχαιῶν
97
ἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε
98
ϕασγάνῳ ἀίξας ἠὲ προπρηνέα τύψας.
99
βῆ δὲ ϑέειν, μάλα δ' ὦκα ϕίλον πατέρ' εἰσαϕίκανεν,
100
ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
16

Line Group 16

101
"ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε
102
καὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάϕοις ἀραρυῖαν,
103
αὐτός τ' ἀμϕιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃ
104
καὶ τῷ βουκόλῳ ἄλλα· τετευχῆσϑαι γὰρ ἄμεινον."
17

Line Group 17

105
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
18

Line Group 18

106
"οἶσε ϑέων, ει εἵως μοι ἀμύνεσϑαι πάρ' ὀιστοί,
107
μή μ' ἀποκινήσωσι ϑυράων μοῦνον ἐόντα."
19

Line Group 19

108
ὣς ϕάτο, Τηλέμαχος δὲ ϕίλῳ ἐπεπείϑετο πατρί,
109
βῆ δ' ἴμεναι ϑάλαμόν δ', ὅϑι οἱ κλυτὰ τεύχε' ἔκεῖτο.
110
ἔνϑεν τέσσαρα μὲν σάκε' ἔξελε, δούρατα δ' ὀκτὼ
111
καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας:
112
βῆ δὲ ϕέρων, μάλα δ' ὦκα ϕίλον πατέρ' εἰσαϕίκανεν·
113
αὐτὸς δὲ πρώτιστα περὶ χροὶ: δύσετο χαλκόν.
114
ὣς δ' αὕτως τὼ δμῶε δυέσϑην τεύχεα καλά,
115
ἔσταν δ' ἀμϕ' ᾽Οδυσῆα δαί:ϕρονα ποικιλομήτην.
20

Line Group 20

116
αὐτὰρ ὅ γ', ὄϕρα μὲν αὐτῷ ἀμύνεσϑαι ἔσαν ἰοί,
117
τόϕρα μνηστήρων ἕνα γ' αἰεὶ ᾧ ἐνὶ οἴκῳ
118
βάλλε τιτυσκόμενος: τοὶ δ' ἀγχιστῖνοι ἔπιπτον.
119
αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀιστεύοντα ἄνακτα,
120
τόξον μὲν πρὸς σταϑμὸν ἐυσταϑέος μεγάροιο
121
ἔκλιν' ἑστάμεναι, πρὸς ἐνώπια παμϕανόωντα,
122
αὐτὸς δ' ἀμϕ' ὤμοισι σάκος ϑέτο τετραϑέλυμνον,
123
κρατὶ δ' ἐπ' ἰϕϑίμῳ κυνέην εὔτυκτον ἔϑηκεν,
124
ἵππουριν· δεινὸν δὲ λόϕος καϑύπερϑεν ἔνευεν·
125
εἵλετο δ' ἄλκιμα δοῦρε δύω κεκορυϑμένα χαλκῷ.
21

Line Group 21

126
ὀρσοϑύρη δέ τις ἔσκεν ἐυδμήτῳ ἐνὶ τοίχῳ,
127
ἀκρότατον δὲ παρ' οὐδὸν ἐυσταϑέος μεγάροιο
128
ἦν ὁδὸς ἐς λαύρην, σανίδες δ' ἔχον εὖ ἀραρυῖαι/.
129
τὴν δ' ᾽Οδυσεὺς ϕράζεσϑαι ἀνώγει δῖον ὑϕορβὸν
130
ἑστεῶτ' ἄγχ' αὐτῆς: μία δ' οἴη γίνετ' ἐϕορμή.
131
τοῖς δ' ᾽Αγέλεως μετέειπεν ἔπος πάντεσσι πιϕαύσκων·
22

Line Group 22

132
"ὦ ϕίλοι, οὐκ ἂν δή τις ἀν' ὀρσοϑύρην ἀναβαίη
133
καὶ εἴποι λαοῖσι, βοὴ δ' ὤκιστα γένοιτο;
134
τῶ κε τάχ' οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο."
23

Line Group 23

135
τὸν δ' αὖτε προσέειπε Μελάνϑιος, αἰπόλος αἰγῶν·
24

Line Group 24

136
"οὔ πως ἔστ', ᾽Αγέλαε Διοτρεϕές: ἄγχι γὰρ αἰνῶς
137
αὐλῆς καλὰ ϑύρετρα, καὶ ἀργαλέον στόμα λαύρης:
138
καί χ' εἷς πάντας ἐρύκοι ἀνήρ, ὅς τ' ἄλκιμος εἴη.
139
ἀλλ' ἄγεϑ', ὕμιν τεύχε' ἐνείκω ϑωρηχϑῆναι
140
ἐκ ϑαλάμου· ἔνδον γάρ, ὀίομαι, οὐδέ πῃ ἄλλῃ
141
τεύχεα κατϑέσϑην ᾽Οδυσεὺς καὶ ϕαίδιμος υἱός."
25

Line Group 25

142
ὣς εἰπὼν ἀνέβαινε Μελάνϑιος, αἰπόλος αἰγῶν,
143
ἐς ϑαλάμους ᾽Οδυσῆος ἀνὰ ῥῶγας μεγάροιο.
144
ἔνϑεν δώδεκα μὲν σάκε' ἔξελε, τόσσα δὲ δοῦρα
145
καὶ τόσσας κυνέας χαλκήρεας, ἱπποδασείας:
146
βῆ δ' ἴμεναι, μάλα δ' ὦκα ϕέρων μνηστῆρσιν ἔδωκε.
147
καὶ τότ' ᾽Οδυσσῆος λύτο γούνατα καὶ ϕίλον ἦτορ,
148
ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα
149
μακρὰ τινάσσοντας: μέγα δ' αὐτῷ ϕαίνετο ἔργον.
150
αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
26

Line Group 26

151
"Τηλέμαχ', ἦ μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶν
152
νῶιν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανϑεύς."
27

Line Group 27

153
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
28

Line Group 28

154
"ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γ' ἤμβροτον οὐδέ τις ἄλλος
155
αἴτιοσή, ὃς ϑαλάμοιο ϑύρην πυκινῶς ἀραρυῖαν
156
κάλλιπον ἀγκλίνας: τῶν δὲ σκοπὸς ἦεν ἀμείνων.
157
ἀλλ' ἴϑι, δῖ' Εὔμαιε, ϑύρην ἐπίϑες ϑαλάμοιο
158
καὶ ϕράσαι, ἤ τις ἄρ' ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει,
159
ἦ υἱὸς Δολίοιο, Μελανϑεύς, τόν περ ὀίω."
29

Line Group 29

160
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
161
βῆ δ' αὖτις ϑάλαμον δὲ Μελάνϑιος, αἰπόλος αἰγῶν,
162
οἴσων τεύχεα καλά. νόησε δὲ δῖος ὑϕορβός,
163
αἶψα δ' ᾽Οδυσσῆα προσεϕώνεεν ἐγγὺς ἐόντα·
30

Line Group 30

164
"Διογενὲς Λαερτιάδη, πολυμήχαν' ᾽Οδυσσεῦ,
165
κεῖνος δ' αὖτ' ἀίδηλος ἀνήρ, ὃν ὀιόμεϑ' αὐτοί,
166
ἔρχεται ἐς ϑάλαμον. σὺ δέ μοι νημερτὲς ἐνίσπες,
167
ἤ μιν ἀποκτείνω, αἴ κε κρείσσων γε γένωμαι,
168
ἦε σοὶ ἐνϑάδ' ἄγω, ἵν' ὑπερβασίας ἀποτείσῃ
169
πολλάς, ὅσσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ."
31

Line Group 31

170
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
32

Line Group 32

171
"ἤτοι ἐγὼ καὶ Τηλέμαχος μνηστῆρας ἀγαυοὺς
172
σχήσομεν ἔντοσϑεν μεγάρων, μάλα περ μεμαῶτας:
173
σϕῶι δ' ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερϑεν
174
ἐς ϑάλαμον βαλέειν, σανίδας δ' ἐκδῆσαι ὄπισϑε,
175
σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
176
κίον' ἀν' ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν,
177
ὥς κεν δηϑὰ ζωὸς ἐὼν χαλέπ' ἄλγεα πάσχῃ."
33

Line Group 33

178
ὣς ἔϕαϑ', οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίϑοντο,
179
βὰν δ' ἴμεν ἐς ϑάλαμον, λαϑέτην δέ μιν ἔνδον ἐόντα.
180
ἤτοι ὁ μὲν ϑαλάμοιο μυχὸν κάτα τεύχε' ἐρεύνα,
181
τὼ δ' ἔσταν ἑκάτερϑε παρὰ σταϑμοῖσι μένοντε.
182
εὖϑ' ὑπὲρ οὐδὸν ἔβαινε Μελάνϑιος, αἰπόλος αἰγῶν,
183
τῇ ἑτέρῃ μὲν χειρὶ ϕέρων καλὴν τρυϕάλειαν,
184
τῇ δ' ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ,
185
Λαέρτεω ἥρωος, ὃ κουρίζων ϕορέεσκε·
186
δὴ τότε γ' ἤδη κεῖτο, ῥαϕαὶ δ' ἐλέλυντο ἱμάντων·
187
τὼ δ' ἄρ' ἐπαί:ξανϑ' ἑλέτην ἔρυσάν τέ μιν εἴσω
188
κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ,
189
σὺν δὲ πόδας χεῖράς τε δέον ϑυμαλγέι δεσμῷ
190
εὖ μάλ' ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσε·
192
σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
193
κίον' ἀν' ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι.
194
τὸν δ' ἐπικερτομέων προσέϕης, Εὔμαιε συβῶτα·
34

Line Group 34

195
"νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνϑιε, νύκτα ϕυλάξεις,
196
εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν·
197
οὐδὲ σέγ' ἠριγένεια παρ' ᾽Ωκεανοῖο ῥοάων
198
λήσει ἀνερχομένη χρυσόϑρονος, ἡνίκ' ἀγινεῖς
199
αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσϑαι."
35

Line Group 35

200
ὣς ὁ μὲν αὖϑι λέλειπτο ταϑεὶς ὀλοῷ ἐνὶ δεσμῷ·
201
τὼ δ' ἐς τεύχεα δύντε, ϑύρην ἐπιϑέντε ϕαεινήν,
202
βήτην εἰς ᾽Οδυσῆα δαί:ϕρονα, ποικιλομήτην.
203
ἔνϑα μένος πνείοντες ἐϕέστασαν, οἱ μὲν ἐπ' οὐδοῦ
204
τέσσαρες, οἱ δ' ἔντοσϑε δόμων πολέες τε καὶ ἐσϑλοί.
205
τοῖσι δ' ἐπ' ἀγχίμολον ϑυγάτηρ Διὸς ἦλϑεν ᾽Αϑήνη,
206
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
207
τὴν δ' ᾽Οδυσεὺς γήϑησεν ἰδὼν καὶ μῦϑον ἔειπε·
36

Line Group 36

208
"Μέντορ, ἄμυνον ἀρήν, μνῆσαι δ' ἐτάροιο ϕίλοιο,
209
ὅς σ' ἀγαϑὰ ῥέζεσκον· ὁμηλικίη δέ μοί ἐσσι."
37

Line Group 37

210
ὣς ϕάτ' ὀιόμενος λαοσσόον ἔμμεν' ᾽Αϑήνην.
211
μνηστῆρες δ' ἑτέρωϑεν ὁμόκλεον ἐν μεγάροισι·
212
πρῶτος τήν γ' ἐνένιπε Δαμαστορίδης ᾽Αγέλαος:
38

Line Group 38

213
"Μέντορ, μή σ' ἐπέεσσι παραιπεπίϑῃσιν ᾽Οδυσσεὺς
214
μνηστήρεσσι μάχεσϑαι, ἀμυνέμεναι δὲ οἷ αὐτῷ.
215
ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσϑαι ὀίω·
216
ὁππότε κεν τούτους κτέωμεν, πατέρ' ἠδὲ καὶ υἱόν,
217
ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεϕήσεαι, οἷα μενοινᾷς
218
ἕρδειν ἐν μεγάροις: σῷ δ' αὐτοῦ κράατι τείσεις.
219
αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀϕελώμεϑα χαλκῷ,
220
κτήμαϑ' ὁπόσσά τοί ἐστι, τά τ' ἔνδοϑι καὶ τὰ ϑύρηϕι,
221
τοῖσιν ᾽Οδυσσῆος μεταμίξομεν· οὐδέ τοι υἷας
222
ζώειν ἐν μεγάροισιν ἐάσομεν, οὐδὲ ϑύγατρας
223
οὐδ' ἄλοχον κεδνὴν ᾽Ιϑάκης κατὰ ἄστυ πολεύειν."
39

Line Group 39

224
ὣς ϕάτ', ᾽Αϑηναίη δὲ χολώσατο κηρόϑι μᾶλλον,
225
νείκεσσεν δ' ᾽Οδυσῆα χολωτοῖσιν ἐπέεσσιν·
40

Line Group 40

226
"οὐκέτι σοίγ', ᾽Οδυσεῦ, μένος ἔμπεδον οὐδέ τις ἀλκή,
227
οἵη ὅτ' ἀμϕ' ῾Ελένῃ λευκωλένω,/ εὐπατερείῃ
228
εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί,
229
πολλοὺς δ' ἄνδρας ἔπεϕνες ἐν αἰνῇ δηιοτῆτι,
230
σῇ δ' ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια.
231
πῶς δὴ νῦν, ὅτε σόν γε δόμον καὶ κτήμαϑ' ἱκάνεις,
232
ἄντα μνηστήρων ὀλοϕύρεαι ἄλκιμος εἶναι;
233
ἀλλ' ἄγε δεῦρο, πέπον, παρ' ἔμ' ἵσταο καὶ ἴδε ἔργον,
234
ὄϕρ' εἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσι
235
Μέντωρ ᾽Αλκιμίδης εὐεργεσίας ἀποτίνειν."
41

Line Group 41

236
ἦ ῥα καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην,
237
ἀλλ' ἔτ' ἄρα σϑένεός τε καὶ ἀλκῆς πειρήτιζεν
238
ἠμὲν ᾽Οδυσσῆος ἠδ' υἱοῦ κυδαλίμοιο.
239
αὐτὴ δ' αἰϑαλόεντος ἀνὰ μεγάροιο μέλαϑρον
240
ἕζετ' ἀναί:ξασα, χελιδόνι εἰκέλη ἄντην.
42

Line Group 42

241
μνηστῆρας δ' ὤτρυνε Δαμαστορίδης ᾽Αγέλαος
242
Εὐρύνομός τε καὶ ᾽Αμϕιμέδων Δημοπτόλεμός τε
243
Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαί:ϕρων·
244
οἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχ' ἄριστοι,
245
ὅσσοι ἔτ' ἔζωον περί τε ψυχέων ἐμάχοντο·
246
τοὺς δ' ἤδη ἐδάμασσε βιὸς καὶ ταρϕέες ἰοί.
247
τοῖς δ' ᾽Αγέλεως μετέειπεν ἔπος πάντεσσι πιϕαύσκων·
43

Line Group 43

248
"ὦ ϕίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους:
249
καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών,
250
οἱ δ' οἶοι λείπονται ἐπὶ πρώτῃσι ϑύρῃσι.
251
τὼ νῦν μὴ ἅμα πάντες ἐϕίετε δούρατα μακρά,
252
ἀλλ' ἄγεϑ' οἱ ἓξ πρῶτον ἀκοντίσατ', αἴ κέ ποϑι Ζεὺς
253
δώῃ ᾽Οδυσσῆα βλῆσϑαι καὶ κῦδος ἀρέσϑαι.
254
τῶν δ' ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν."
44

Line Group 44

255
ὣς ἔϕαϑ', οἱ δ' ἄρα πάντες ἀκόντισαν, ὡς ἐκέλευεν,
256
ἱέμενοι· τὰ δὲ πάντα ἐτώσια ϑῆκεν ᾽Αϑήνη.
257
τῶν ἄλλος μὲν σταϑμὸν ἐυσταϑέος μεγάροιο
258
βεβλήκει, ἄλλος δὲ ϑύρην πυκινῶς ἀραρυῖαν·
259
ἄλλου δ' ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
260
αὐτὰρ ἐπεὶ δὴ δούρατ' ἀλεύαντο μνηστήρων,
261
τοῖς ἄρα μύϑων ἦρχε πολύτλας δῖος ᾽Οδυσσεύς:
45

Line Group 45

262
"ὦ ϕίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι
263
μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν
264
ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν."
46

Line Group 46

265
ὣς ἔϕαϑ', οἱ δ' ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα
266
ἄντα τιτυσκόμενοι. Δημοπτόλεμον μὲν ᾽Οδυσσεύς,
267
Εὐρυάδην δ' ἄρα Τηλέμαχος, ῎Ελατον δὲ συβώτης,
268
Πείσανδρον δ' ἄρ' ἔπεϕνε βοῶν ἐπιβουκόλος ἀνήρ.
269
οἱ μὲν ἔπειϑ' ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας,
270
μνηστῆρες δ' ἀνεχώρησαν μεγάροιο μυχὸν δέ·
271
τοὶ δ' ἄρ' ἐπήιξαν, νεκύων δ' ἐξ ἔγχε' ἕλοντο.
47

Line Group 47

272
αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα
273
ἱέμενοι· τὰ δὲ πολλὰ ἐτώσια ϑῆκεν ᾽Αϑήνη.
274
τῶν ἄλλος μὲν σταϑμὸν ἐυσταϑέος μεγάροιο
275
βεβλήκει, ἄλλος δὲ ϑύρην πυκινῶς ἀραρυῖαν·
276
ἄλλου δ' ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
277
᾽Αμϕιμέδων δ' ἄρα Τηλέμαχον βάλε χεῖρ' ἐπὶ καρπῷ
278
λίγδην, ἄκρην δὲ ῥινὸν δηλήσατο χαλκός.
279
Κτήσιππος δ' Εὔμαιον ὑπὲρ σάκος ἔγχειὴ μακρῷ
280
ὦμον ἐπέγραψεν· τὸ δ' ὑπέρπτατο, πῖπτε δ' ἔραζε.
281
τοὶ δ' αὖτ' ἀμϕ' ᾽Οδυσῆα δαί:ϕρονα, ποικιλομήτην
282
μνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα.
283
ἔνϑ' αὖτ' Εὐρυδάμαντα βάλε πτολίπορϑος ᾽Οδυσσεύς,
284
᾽Αμϕιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ συβώτης:
285
Κτήσιππον δ' ἄρ' ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ
286
βεβλήκει πρὸς στῆϑος, ἐπευχόμενος δὲ προσηύδα·
48

Line Group 48

287
"ὦ Πολυϑερσείδη ϕιλοκέρτομε, μή ποτε πάμπαν
288
εἴκων ἀϕραδίῃς μέγα εἰπεῖν, ἀλλὰ ϑεοῖσι
289
μῦϑον ἐπιτρέψαι, ἐπεὶ ἦ πολὺ ϕέρτεροί εἰσι.
290
τοῦτό τοι ἀντὶ ποδὸς ξεινήιον, ὅν ποτ' ἔδωκας
291
ἀντιϑέῳ ᾽Οδυσῆιὴ δόμον κάτ' ἀλητεύοντι."
49

Line Group 49

292
ἦ ῥα βοῶν ἑλίκων ἐπιβουκόλος: αὐτὰρ ᾽Οδυσσεὺς
293
οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχειὴ μακρῷ.
294
Τηλέμαχος δ' Εὐηνορίδην Λειώκριτον οὖτα
295
δουρὶ μέσον κενεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν·
296
ἤριπε δὲ πρηνής, χϑόνα δ' ἤλασε παντὶ μετώπῳ.
297
δὴ τότ' ᾽Αϑηναίη ϕϑισίμβροτον αἰγίδ' ἀνέσχεν
298
ὑψόϑεν ἐξ ὀροϕῆς: τῶν δὲ ϕρένες ἐπτοίηϑεν.
299
οἱ δ' ἐϕέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι·
300
τὰς μέν τ' αἰόλος οἶστρος ἐϕορμηϑεὶς ἐδόνησεν
301
ὥρῃ ἐν εἰαρινῇ, ὅτε τ' ἤματα μακρὰ πέλονται.
302
οἱ δ' ὥς τ' αἰγυπιοὶ γαμψώνυχες, ἀγκυλοχεῖλαι,
303
ἐξ ὀρέων ἐλϑόντες ἐπ' ὀρνίϑεσσι ϑόρωσι·
304
ταὶ μέν τ' ἐν πεδίῳ νέϕεα πτώσσουσαι ἵενται,
305
οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴ
306
γίνεται οὐδὲ ϕυγή· χαίρουσι δέ τ' ἀνέρες ἄγρῃ·
307
ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα
308
τύπτον ἐπιστροϕάδην· τῶν δὲ στόνος ὤρνυτ' ἀεικὴς
309
κράτων τυπτομένων, δάπεδον δ' ἅπαν αἵματι ϑῦε.
50

Line Group 50

310
Λειώδης δ' ᾽Οδυσῆος ἐπεσσύμενος λάβε γούνων
311
καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
51

Line Group 51

312
"γουνοῦμαί σ', ᾽Οδυσεῦ· σὺ δέ μ' αἴδεο καί μ' ἐλέησον·
313
οὐ γάρ πώ τινά ϕημι γυναικῶν ἐν μεγάροισιν
314
εἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσϑαλον· ἀλλὰ καὶ ἄλλους
315
παύεσκον μνηστῆρας, ὅτις τοιαῦτά γε ῥέζοι.
316
ἀλλά μοι οὐ πείϑοντο κακῶν ἄπο χεῖρας ἔχεσϑαι·
317
τῶ καὶ ἀτασϑαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
318
αὐτὰρ ἐγὼ μετὰ τοῖσι ϑυοσκόος οὐδὲν ἐοργὼς
319
κείσομαι· ὣς οὐκ ἔστι χάρις μετόπισϑ' εὐεργέων."
52

Line Group 52

320
τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέϕη πολύμητις ᾽Οδυσσεύς:
53

Line Group 53

321
"εἰ μὲν δὴ μετὰ τοῖσι ϑυοσκόος εὔχεαι εἶναι,
322
πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι
323
τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσϑαι,
324
σοὶ δ' ἄλοχόν τε ϕίλην σπέσϑαι καὶ τέκνα τεκέσϑαι·
325
τῶ οὐκ ἂν ϑάνατόν γε δυσηλεγέα προϕύγοισϑα."
54

Line Group 54

326
ὣς ἄρα ϕωνήσας ξίϕος εἵλετο χειρὶ παχείῃ
327
κείμενον, ὅ ῥ' ᾽Αγέλαος ἀποπροέηκε χαμᾶζε
328
κτεινόμενος: τῷ τόν γε κατ' αὐχένα μέσσον ἔλασσε.
329
ϕϑεγγομένου δ' ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχϑη.
55

Line Group 55

330
Τερπιάδης δ' ἔτ' ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν,
331
Φήμιος, ὅς ῥ' ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκῃ.
332
ἔστη δ' ἐν χείρεσσιν ἔχων ϕόρμιγγα λίγειαν
333
ἄγχι παρ' ὀρσοϑύρην· δίχα δὲ ϕρεσὶ μερμήριζεν,
334
ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν
335
ἑρκείου ἵζοιτο τετυγμένον, ἔνϑ' ἄρα πολλὰ
336
Λαέρτης ᾽Οδυσεύς τε βοῶν ἐπὶ μηρί' ἔκηαν,
337
ἦ γούνων λίσσοιτο προσαί:ξας ᾽Οδυσῆα.
338
ὧδε δέ οἱ ϕρονέοντι δοάσσατο κέρδιον εἶναι,
339
γούνων ἅψασϑαι Λαερτιάδεω ᾽Οδυσῆος.
340
ἤτοι ὁ ϕόρμιγγα γλαϕυρὴν κατέϑηκε χαμᾶζε
341
μεσσηγὺς κρητῆρος ἰδὲ ϑρόνου ἀργυροήλου,
342
αὐτὸς δ' αὖτ' ᾽Οδυσῆα προσαί:ξας λάβε γούνων
343
καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
56

Line Group 56

344
"γουνοῦμαί σ', ᾽Οδυσεῦ· σὺ δέ μ' αἴδεο καί μ' ἐλέησον.
345
αὐτῷ τοι μετόπισϑ' ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν
346
πέϕνῃς, ὅς τε ϑεοῖσι καὶ ἀνϑρώποισιν ἀείδω.
347
αὐτοδίδακτος δ' εἰμί, ϑεὸς δέ μοι ἐν ϕρεσὶν οἴμας
348
παντοίας ἐνέϕυσεν· ἔοικα δέ τοι παραείδειν
349
ὥς τε ϑεῷ· τὼ μή με λιλαίεο δειροτομῆσαι.
350
καί κεν Τηλέμαχος τάδε γ' εἴποι, σὸς ϕίλος υἱός,
351
ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων
352
πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας,
353
ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ."
57

Line Group 57

354
ὣς ϕάτο, τοῦ δ' ἤκουσ' ἱερὴ ἲς Τηλεμάχοιο,
355
αἶψα δ' ἑὸν πατέρα προσεϕώνεεν ἐγγὺς ἐόντα·
58

Line Group 58

356
"ἴσχεο, μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ.
357
καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ
358
οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος,
359
εἰ δὴ μή μιν ἔπεϕνε Φιλοίτιος ἠὲ συβώτης,
360
ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα."
59

Line Group 59

361
ὣς ϕάτο, τοῦ δ' ἤκουσε Μέδων πεπνυμένα εἰδώς:
362
πεπτηὼς γὰρ ἔκειτο ὑπὸ ϑρόνον, ἀμϕὶ δὲ δέρμα
363
ἕστο βοὸς νεόδαρτον ἀλύσκων κῆρα μέλαιναν.
364
αἶψα δ' ὑπὸ ϑρόνου ὦρτο, βοὸς δ' ἀπέδυνε βοείην·
365
Τηλέμαχον δ' ἄρ' ἔπειτα προσαί:ξας λάβε γούνων
366
καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
60

Line Group 60

367
"ὦ ϕίλ', ἐγὼ μὲν ὅδ' εἰμί, σὺ δ' ἴσχεο· εἰπὲ δὲ πατρί,
368
μή με περισϑενέων δηλήσεται ὀξέιὴ χαλκῷ,
369
ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον
370
κτήματ' ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον."
61

Line Group 61

371
τὸν δ' ἐπιμειδήσας προσέϕη πολύμητις ᾽Οδυσσεύς:
62

Line Group 62

372
"ϑάρσει, ἐπεὶ δή σ' οὗτος ἐρύσατο καὶ ἐσάωσεν,
373
ὄϕρα γνῷς κατὰ ϑυμόν, ἀτὰρ εἴπῃσϑα καὶ ἄλλῳ,
374
ὡς κακοεργίης εὐεργεσίη μέγ' ἀμείνων.
375
ἀλλ' ἕξελϑόντες μεγάρων ἕζεσϑε ϑύραζε
376
ἐκ ϕόνου εἰς αὐλήν, σύ τε καὶ πολύϕημος ἀοιδός,
377
ὄϕρ' ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή."
63

Line Group 63

378
ὣς ϕάτο, τὼ δ' ἔξω βήτην μεγάροιο κιόντε.
379
ἑζέσϑην δ' ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν
380
πάντοσε παπταίνοντε, ϕόνον ποτιδεγμένω αἰεί·
381
πάπτηνεν δ' ᾽Οδυσεὺς καϑ' ἑὸν δόμον, εἴ τις ἔτ' ἀνδρῶν
382
ζωὸς ὑποκλοπέοιτο ἀλύσκων κῆρα μέλαιναν.
383
τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι
384
πεπτεῶτας πολλούς, ὥς τ' ἰχϑύας, οὕς ϑ' ἁλιῆες
385
κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσϑε ϑαλάσσης
386
δικτύῳ ἐξέρυσαν πολυωπῷ· οἱ δέ τε πάντες
387
κύμαϑ' ἁλὸς ποϑέοντες ἐπὶ ψαμάϑοισι κέχυνται·
388
τῶν μέν τ' ᾽Ηέλιος ϕαέϑων ἐξείλετο ϑυμόν·
389
ὣς τότ' ἄρα μνηστῆρες ἐπ' ἀλλήλοισι κέχυντο.
390
δὴ τότε Τηλέμαχον προσέϕη πολύμητις ᾽Οδυσσεύς:
64

Line Group 64

391
"Τηλέμαχ', εἰ δ' ἄγε μοι κάλεσον τροϕὸν Εὐρύκλειαν,
392
ὄϕρα ἔπος εἴπωμι, τό μοι καταϑύμιόν ἐστιν."
65

Line Group 65

393
ὣς ϕάτο, Τηλέμαχος δὲ ϕίλῳ ἐπεπείϑετο πατρί,
394
κινήσας δὲ ϑύρην προσέϕη τροϕὸν Εὐρύκλειαν·
66

Line Group 66

395
"δεῦρο δὴ ὄρσο, γρηὺ: παλαιγενές, ἥ τε γυναικῶν
396
δμῳάων σκοπός ἐσσι κατὰ μέγαρ' ἡμετεράων·
397
ἔρχεο· κικλήσκει σε πατὴρ ἐμός, ὄϕρά τι εἴπῃ."
67

Line Group 67

398
ὣς ἄρ' ἐϕώνησεν, τῇ δ' ἄπτερος ἔπλετο μῦϑος,
399
ὤιξεν δὲ ϑύρας μεγάρων ἐυναιεταόντων,
400
βῆ δ' ἴμεν· αὐτὰρ Τηλέμαχος πρόσϑ' ἡγεμόνευεν.
401
εὗρεν ἔπειτ' ᾽Οδυσῆα μετὰ κταμένοισι νέκυσσιν,
402
αἵματι καὶ λύϑρῳ πεπαλαγμένον ὥς τε λέοντα,
403
ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο·
404
πᾶν δ' ἄρα οἱ στῆϑός τε παρήιά τ' ἀμϕοτέρωϑεν
405
αἱματόεντα πέλει, δεινὸς δ' εἰς ὦπα ἰδέσϑαι·
406
ὣς ᾽Οδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερϑεν.
407
ἡ δ' ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα,
408
ἴϑυσέν ῥ' ὀλολύξαι, ἐπεὶ μέγα εἴσιδεν ἔργον·
409
ἀλλ' ᾽Οδυσεὺς κατέρυκε καὶ ἔσχεϑεν ἱεμένην περ
410
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδα·
68

Line Group 68

411
"ἐν ϑυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδ' ὀλόλυζε·
412
οὐχ ὁσίη κταμένοισιν ἐπ' ἀνδράσιν εὐχετάασϑαι.
413
τούσδε δὲ μοῖρ' ἐδάμασσε ϑεῶν καὶ σχέτλια ἔργα·
414
οὔ τινα γὰρ τίεσκον ἐπιχϑονίων ἀνϑρώπων,
415
οὐ κακὸν οὐδὲ μὲν ἐσϑλόν, ὅτίς σϕεας εἰσαϕίκοιτο·
416
τὼ καὶ ἀτασϑαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
417
ἀλλ' ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον,
418
αἵ τέ μ' ἀτιμάζουσι καὶ αἳ νηλίτιδές εἰσι."
69

Line Group 69

419
τὸν δ' αὖτε προσέειπε ϕίλη τροϕὸς Εὐρύκλεια·
70

Line Group 70

420
"τοὶ γὰρ ἐγώ τοι, τέκνον, ἀληϑείην καταλέξω.
421
πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες
422
δμῳαί, τὰς μέν τ' ἔργα διδάξαμεν ἐργάζεσϑαι,
423
εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσϑαι·
424
τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν,
425
οὔτ' ἐμὲ τίουσαι οὔτ' αὐτὴν Πηνελόπειαν.
426
Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ
427
σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν.
428
ἀλλ' ἄγ' ἐγὼν ἀναβᾶσ' ὑπερώια σιγαλόεντα
429
εἴπω σῇ ἀλόχῳ, τῇ τις ϑεὸς ὕπνον ἐπῶρσε."
71

Line Group 71

430
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
72

Line Group 72

431
"μή πω τῆνδ' ἐπέγειρε· σὺ δ' ἐνϑάδε εἰπὲ γυναιξὶν
432
ἐλϑέμεν, αἵ περ πρόσϑεν ἀεικέα μηχανόωντο."
73

Line Group 73

433
ὣς ἄρ' ἔϕη, γρηὺ:ς δὲ δι' ἐκ μεγάροιο βεβήκει
434
ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσϑαι.
435
αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
436
εἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα·
74

Line Group 74

437
"ἄρχετε νῦν νέκυας ϕορέειν καὶ ἄνωχϑε γυναῖκας:
438
αὐτὰρ ἔπειτα ϑρόνους περικαλλέας ἠδὲ τραπέζας
439
ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καϑαίρειν.
440
αὐτὰρ ἐπὴν δὴ πάντα δόμον διακοσμήσησϑε,
441
δμῳὰς ἐξαγαγόντες ἐυσταϑέος μεγάροιο
442
μεσσηγύς τε ϑόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,
443
ϑεινέμεναι ξίϕεσιν τανυήκεσιν, εἰς ὅ κε πασέων
444
ψυχὰς ἐξαϕέλησϑε καὶ ἐκλελάϑωντ' ᾽Αϕροδίτης,
445
τὴν ἄρ' ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάϑρῃ."
75

Line Group 75

446
ὣς ἔϕαϑ', αἱ δὲ γυναῖκες ἀολλέες ἦλϑον ἅπασαι,
447
αἴν' ὀλοϕυρόμεναι, ϑαλερὸν κατὰ δάκρυ χέουσαι.
448
πρῶτα μὲν οὖν νέκυας ϕόρεον κατατεϑνηῶτας,
449
κὰδ δ' ἄρ' ὑπ' αἰϑούσῃ τίϑεσαν εὐερκέος αὐλῆς,
450
ἀλλήλοισιν ἐρείδουσαι· σήμαινε δ' ᾽Οδυσσεὺς
451
αὐτὸς ἐπισπέρχων· ταὶ δ' ἐκϕόρεον καὶ ἀνάγκῃ.
452
αὐτὰρ ἔπειτα ϑρόνους περικαλλέας ἠδὲ τραπέζας
453
ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάϑαιρον.
454
αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης
455
λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο
456
ξῦον· ταὶ δ' ἐϕόρεον δμῳαί, τίϑεσαν δὲ ϑύραζε.
457
αὐτὰρ ἐπεὶ δὴ πᾶν μέγαρον διεκοσμήσαντο,
458
δμῳὰς ἐξαγαγόντες ἐυσταϑέος μεγάροιο
459
μεσσηγύς τε ϑόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς
460
εἴλεον ἐν στείνει, ὅϑεν οὔ πως ἦεν ἀλύξαι.
461
τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχ' ἀγορεύειν·
76

Line Group 76

462
"μὴ μὲν δὴ καϑαρῷ ϑανάτῳ ἀπὸ ϑυμὸν ἑλοίμην
463
τάων, αἳ δὴ ἐμῇ κεϕαλῇ κατ' ὀνείδεα χεῦαν
464
μητέρι ϑ' ἡμετέρῃ, παρά τε μνηστῆρσιν ἴαυον."
77

Line Group 77

465
ὣς ἄρ' ἔϕη, καὶ πεῖσμα νεὸς κυανοπρῴροιο
466
κίονος ἐξάψας μεγάλης περίβαλλε ϑόλοιο,
467
ὑψόσ' ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο.
468
ὡς δ' ὅτ' ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι
469
ἕρκει ἐνιπλήξωσι, τό ϑ' ἑστήκῃ ἐνὶ ϑάμνῳ,
470
αὖλιν ἐσιέμεναι, στυγερὸς δ' ὑπεδέξατο κοῖτος,
471
ὣς αἵ γ' ἑξείης κεϕαλὰς ἔχον, ἀμϕὶ δὲ πάσαις
472
δειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα ϑάνοιεν.
473
ἤσπαιρον δὲ πόδεσσι μίνυνϑά περ, οὔ τι μάλα δήν.
78

Line Group 78

474
ἐκ δὲ Μελάνϑιον ἦγον ἀνὰ πρόϑυρόν τε καὶ αὐλήν·
475
τοῦ δ' ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέι χαλκῷ
476
τάμνον, μήδεά τ' ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασϑαι,
477
χεῖράς τ' ἠδὲ πόδας κόπτον κεκοτηότι ϑυμῷ.
79

Line Group 79

478
οἱ μὲν ἔπειτ' ἀπονιψάμενοι χεῖράς τε πόδας τε
479
εἰς ᾽Οδυσῆα δόμον δὲ κίον, τετέλεστο δὲ ἔργον·
480
αὐτὰρ ὅ γε προσέειπε ϕίλην τροϕὸν Εὐρύκλειαν·
80

Line Group 80

481
"οἶσε ϑέειον, γρηυ?, κακῶν ἄκος, οἶσε δέ μοι πῦρ,
482
ὄϕρα ϑεειώσω μέγαρον. σὺ δὲ Πηνελόπειαν
483
ἐλϑεῖν ἐνϑάδ' ἄνωχϑι σὺν ἀμϕιπόλοισι γυναιξί·
484
πάσας δ' ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσϑαι."
81

Line Group 81

485
τὸν δ' αὖτε προσέειπε ϕίλη τροϕὸς Εὐρύκλεια·
82

Line Group 82

486
"ναὶ δὴ ταῦτά γε, τέκνον ἐμόν, κατὰ μοῖραν ἔειπες.
487
ἀλλ' ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματ' ἐνείκω,
488
μηδ' οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους
489
ἕσταϑ' ἐνὶ μεγάροισι· νεμεσσητὸν δέ κεν εἴη."
83

Line Group 83

490
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
84

Line Group 84

491
"πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσϑω."
85

Line Group 85

492
ὣς ἔϕατ', οὐδ' ἀπίϑησε ϕίλη τροϕὸς Εὐρύκλεια,
493
ἤνεικεν δ' ἄρα πῦρ καὶ ϑήιον. αὐτὰρ ᾽Οδυσσεὺς
494
εὖ διεϑείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν.
86

Line Group 86

495
γρηὺ:ς δ' αὖτ' ἀπέβη διὰ δώματα κάλ' ᾽Οδυσῆος
496
ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσϑαι·
497
αἱ δ' ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.
498
αἱ μὲν ἄρ' ἀμϕεχέοντο καὶ ἠσπάζοντ' ᾽Οδυσῆα,
499
καὶ κύνεον ἀγαπαζόμεναι κεϕαλήν τε καὶ ὤμους
500
χεῖράς τ' αἰνύμεναι· τὸν δὲ γλυκὺς ἵμερος ᾕρει
501
κλαυϑμοῦ καὶ στοναχῆς, γίνωσκε δ' ἄρα ϕρεσὶ πάσας.

Chapter 23: ΟΔΥΣΣΕΙΑΣ Ψ

1

Line Group 1

1
Γρηὺ:ς δ' εἰς ὑπερῷ' ἀνεβήσετο καγχαλόωσα,
2
δεσποίνῃ ἐρέουσα ϕίλον πόσιν ἔνδον ἐόντα·
3
γούνατα δ' ἐρρώσαντο, πόδες δ' ὑπερικταίνοντο.
4
στῆ δ' ἄρ' ὑπὲρ κεϕαλῆς καί μιν πρὸς μῦϑον ἔειπεν·
2

Line Group 2

5
"ἔγρεο, Πηνελόπεια, ϕίλον τέκος, ὄϕρα ἴδηαι
6
ὀϕϑαλμοῖσι τεοῖσι τά τ' ἔλδεαι ἤματα πάντα.
7
ἦλϑ' ᾽Οδυσεὺς καὶ οἶκον ἱκάνεται, ὀψέ περ ἐλϑών·
8
μνηστῆρας δ' ἔκτεινεν ἀγήνορας, οἵ ϑ' ἑὸν οἶκον
9
κήδεσκον καὶ κτήματ' ἔδον βιόωντό τε παῖδα."
3

Line Group 3

10
τὴν δ' αὖτε προσέειπε περίϕρων Πηνελόπεια·
4

Line Group 4

11
"μαῖα ϕίλη, μάργην σε ϑεοὶ ϑέσαν, οἵ τε δύνανται
12
ἄϕρονα ποιῆσαι καὶ ἐπίϕρονά περ μάλ' ἐόντα,
13
καί τε χαλιϕρονέοντα σαοϕροσύνης ἐπέβησαν·
14
οἵ σέ περ ἔβλαψαν· πρὶν δὲ ϕρένας αἰσίμη ἦσϑα.
15
τίπτέ με λωβεύεις πολυπενϑέα ϑυμὸν ἔχουσαν
16
ταῦτα παρ' ἐξ ἐρέουσα καὶ ἐξ ὕπνου μ' ἀνεγείρεις
17
ἡδέος, ὅς μ' ἐπέδησε ϕίλα βλέϕαρ' ἀμϕικαλύψας...
18
οὐ γάρ πω τοιόνδε κατέδραϑον, ἐξ οὗ ᾽Οδυσσεὺς
19
ᾤχετ' ἐποψόμενος Κακοί:λιον οὐκ ὀνομαστήν.
20
ἀλλ' ἄγε νῦν κατάβηϑι καὶ ἂψ ἔρχευ μέγαρον δέ.
21
εἰ γάρ τίς μ' ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι,
22
ταῦτ' ἐλϑοῦσ' ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρε,
23
τῶ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσϑαι
24
αὖτις ἔσω μέγαρον· σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει."
5

Line Group 5

25
τὴν δ' αὖτε προσέειπε ϕίλη τροϕὸς Εὐρύκλεια·
6

Line Group 6

26
"οὔ τί σε λωβεύω, τέκνον ϕίλον, ἀλλ' ἔτυμόν τοι
27
ἦλϑ' ᾽Οδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω,
28
ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι.
29
Τηλέμαχος δ' ἄρα μιν πάλαι ᾔδεεν ἔνδον ἐόντα,
30
ἀλλὰ σαοϕροσύνῃσι νοήματα πατρὸς ἔκευϑεν,
31
ὄϕρ' ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων."
7

Line Group 7

32
ὣς ἔϕαϑ', ἡ δ' ἐχάρη καὶ ἀπὸ λέκτροιο ϑοροῦσα
33
γρηὶ περιπλέχϑη, βλεϕάρων δ' ἀπὸ δάκρυον ἧκε·
34
καί μιν ϕωνήσασ' ἔπεα πτερόεντα προσηύδα·
8

Line Group 8

35
"εἰ δ' ἄγε δή μοι, μαῖα ϕίλη, νημερτὲς ἐνίσπες,
36
εἰ ἐτεὸν δὴ οἶκον ἱκάνεται, ὡς ἀγορεύεις,
37
ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐϕῆκε
38
μοῦνος ἐών, οἱ δ' αἰὲν ἀολλέες ἔνδον ἔμιμνον."
9

Line Group 9

39
τὴν δ' αὖτε προσέειπε ϕίλη τροϕὸς Εὐρύκλεια·
10

Line Group 10

40
"οὐκ ἴδον, οὐ πυϑόμην, ἀλλὰ στόνον οἶον ἄκουσα
41
κτεινομένων· ἡμεῖς δὲ μυχῷ ϑαλάμων εὐπήκτων
42
ἥμεϑ' ἀτυζόμεναι, σανίδες δ' ἔχον εὖ ἀραρυῖαι,
43
πρίν γ' ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσε
44
Τηλέμαχος: τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι.
45
εὗρον ἔπειτ' ᾽Οδυσῆα μετὰ κταμένοισι νέκυσσιν
46
ἑστεῶϑ'· οἱ δέ μιν ἀμϕί, κραταίπεδον οὖδας ἔχοντες,
47
κείατ' ἐπ' ἀλλήλοισιν· ἰδοῦσά κε ϑυμὸν ἰάνϑης.
49
νῦν δ' οἱ μὲν δὴ πάντες ἐπ' αὐλείῃσι ϑύρῃσιν
50
ἁϑρόοι, αὐτὰρ ὁ δῶμα ϑεειοῦται περικαλλές
51
πῦρ μέγα κηάμενος: σὲ δέ με προέηκε καλέσσαι.
52
ἀλλ' ἕπευ, ὄϕρα σϕῶιν ἐυϕροσύνης ἐπιβῆτον
53
ἀμϕοτέρω ϕίλον ἦτορ, ἐπεὶ κακὰ πολλὰ πέποσϑε.
54
νῦν δ' ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται·
55
ἦλϑε μὲν αὐτὸς ζωὸς ἐϕέστιος, εὗρε δὲ καὶ σὲ
56
καὶ παῖδ' ἐν μεγάροισι· κακῶς δ' οἵ πέρ μιν ἔρεζον
57
μνηστῆρες, τοὺς πάντας ἐτείσατο ᾧ ἐνὶ οἴκῳ."
11

Line Group 11

58
τὴν δ' αὖτε προσέειπε περίϕρων Πηνελόπεια·
12

Line Group 12

59
"μαῖα ϕίλη, μή πω μέγ' ἐπεύχεο καγχαλόωσα.
60
οἶσϑα γὰρ ὥς κ' ἀσπαστὸς ἐνὶ μεγάροισι ϕανείη
61
πᾶσι, μάλιστα δ' ἐμοί τε καὶ υἱέι, τὸν τεκόμεσϑα·
62
ἀλλ' οὐκ ἔσϑ' ὅδε μῦϑος ἐτήτυμος, ὡς ἀγορεύεις,
63
ἀλλά τις ἀϑανάτων κτεῖνε μνηστῆρας ἀγαυούς,
64
ὕβριν ἀγασσάμενος ϑυμαλγέα καὶ κακὰ ἔργα·
65
οὔ τινα γὰρ τίεσκον ἐπιχϑονίων ἀνϑρώπων,
66
οὐ κακὸν οὐδὲ μὲν ἐσϑλόν, ὅτίς σϕεας εἰσαϕίκοιτο·
67
τὼ δι' ἀτασϑαλίας ἔπαϑον κακόν. αὐτὰρ ᾽Οδυσσεὺς
68
ὤλεσε τηλοῦ νόστον ᾽Αχαιίδος, ὤλετο δ' αὐτός."
13

Line Group 13

69
τὴν δ' ἠμείβετ' ἔπειτα ϕίλη τροϕὸς Εὐρύκλεια·
14

Line Group 14

70
"τέκνον ἐμόν, ποῖόν σε ἔπος ϕύγεν ἕρκος ὀδόντων,
71
ἣ πόσιν ἔνδον ἐόντα παρ' ἐσχάρῃ οὔ ποτ' ἔϕησϑα
72
οἴκαδ' ἐλεύσεσϑαι· ϑυμὸς δέ τοι αἰὲν ἄπιστος.
73
ἀλλ' ἄγε τοι καὶ σῆμα ἀριϕραδὲς ἄλλο τι εἴπω,
74
οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι.
75
τὴν ἀπονίζουσα ϕρασάμην, ἔϑελον δὲ σοὶ αὐτῇ
76
εἰπέμεν· ἀλλά με κεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν
77
οὐκ ἔα εἰπέμεναι πολυκερδείῃσι νόοιο.
78
ἀλλ' ἕπευ· αὐτὰρ ἐγὼν ἐμέϑεν περιδώσομαι αὐτῆς,
79
αἴ κέν σ' ἐξαπάϕω, κτεῖναί μ' οἰκτίστῳ ὀλέϑρῳ."
15

Line Group 15

80
τὴν δ' ἠμείβετ' ἔπειτα περίϕρων Πηνελόπεια·
16

Line Group 16

81
"μαῖα ϕίλη, χαλεπόν σε ϑεῶν αἰειγενετάων
82
δήνεα εἴρυσϑαι, μάλα περ πολύιδριν ἐοῦσαν·
83
ἀλλ' ἔμπης ἴομεν μετὰ παῖδ' ἐμόν, ὄϕρα ἴδωμαι
84
ἄνδρας μνηστῆρας τεϑνηότας, ἠδ' ὃς ἔπεϕνεν."
17

Line Group 17

85
ὣς ϕαμένη κατέβαιν' ὑπερώια· πολλὰ δέ οἱ κῆρ
86
ὥρμαιν', ἢ ἀπάνευϑε ϕίλον πόσιν ἐξερεείνοι,
87
ἦ παρστᾶσα κύσειε κάρη καὶ χεῖρε λαβοῦσα.
88
ἡ δ' ἐπεὶ εἰσῆλϑεν καὶ ὑπέρβη λάινον οὐδόν,
89
ἕζετ' ἔπειτ' ᾽Οδυσῆος ἐναντίον, ἐν πυρὸς αὐγῇ,
90
τοίχου τοῦ ἑτέρου· ὁ δ' ἄρα πρὸς κίονα μακρὴν
91
ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι
92
ἰϕϑίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀϕϑαλμοῖσιν.
93
ἡ δ' ἄνεῳ δὴν ἧστο, τάϕος δέ οἱ ἦτορ ἵκανεν·
94
ὄψει δ' ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν,
95
ἄλλοτε δ' ἀγνώσασκε κακὰ χροὶ: εἵματ' ἔχοντα.
96
Τηλέμαχος δ' ἐνένιπεν ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζε·
18

Line Group 18

97
"μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα ϑυμὸν ἔχουσα,
98
τίϕϑ' οὕτω πατρὸς νοσϕίζεαι, οὐδὲ παρ' αὐτὸν
99
ἑζομένη μύϑοισιν ἀνείρεαι οὐδὲ μεταλλᾷς...
100
οὐ μέν κ' ἄλλη γ' ὧδε γυνὴ τετληότι ϑυμῷ
101
ἀνδρὸς ἀποσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας
102
ἔλϑοι ἐεικοστῷ ἔτειὴ ἐς πατρίδα γαῖαν·
103
σοὶ δ' αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίϑοιο."
19

Line Group 19

104
τὸν δ' αὖτε προσέειπε περίϕρων Πηνελόπεια·
20

Line Group 20

105
"τέκνον ἐμόν, ϑυμός μοι ἐνὶ στήϑεσσι τέϑηπεν,
106
οὐδέ τι προσϕάσϑαι δύναμαι ἔπος οὐδ' ἐρέεσϑαι
107
οὐδ' εἰς ὦπα ἰδέσϑαι ἐναντίον. εἰ δ' ἐτεὸν δὴ
108
ἔστ' ᾽Οδυσεὺς καὶ οἶκον ἱκάνεται, ἦ μάλα νῶι
109
γνωσόμεϑ' ἀλλήλων καὶ λώιον· ἔστι γὰρ ἥμιν
110
σήμαϑ', ἃ δὴ καὶ νῶι κεκρυμμένα ἴδμεν ἀπ' ἄλλων."
21

Line Group 21

111
ὣς ϕάτο, μείδησεν δὲ πολύτλας δῖος ᾽Οδυσσεύς,
112
αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
22

Line Group 22

113
"Τηλέμαχ', ἤτοι μητέρ' ἐνὶ μεγάροισιν ἔασον
114
πειράζειν ἐμέϑεν· τάχα δὲ ϕράσεται καὶ ἄρειον.
115
νῦν δ' ὅττι ῥυπόω, κακὰ δὲ χροὶ: εἵματα εἷμαι,
116
τοὔνεκ' ἀτιμάζει με καὶ οὔ πώ ϕησι τὸν εἶναι.
117
ἡμεῖς δὲ ϕραζώμεϑ' ὅπως ὄχ' ἄριστα γένηται.
118
καὶ γάρ τίς ϑ' ἕνα ϕῶτα κατακτείνας ἐνὶ δήμῳ,
119
ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω,
120
ϕεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν·
121
ἡμεῖς δ' ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγ' ἄριστοι
122
κούρων εἰν ᾽Ιϑάκῃ. τὰ δέ σε ϕράζεσϑαι ἄνωγα."
23

Line Group 23

123
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
24

Line Group 24

124
"αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ ϕίλε· σὴν γὰρ ἀρίστην
125
μῆτιν ἐπ' ἀνϑρώπους ϕάσ' ἔμμεναι, οὐδέ κέ τίς τοι
126
ἄλλος ἀνὴρ ἐρίσειε καταϑνητῶν ἀνϑρώπων."
25

Line Group 25

129
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
26

Line Group 26

130
"τοὶ γὰρ ἐγὼν ἐρέω, ὥς μοι δοκεῖ εἶναι ἄριστα.
131
πρῶτα μὲν ἂρ λούσασϑε καὶ ἀμϕιέσασϑε χιτῶνας,
132
δμῳὰς δ' ἐν μεγάροισιν ἀνώγετε εἵμαϑ' ἑλέσϑαι·
133
αὐτὰρ ϑεῖος ἀοιδὸς ἔχων ϕόρμιγγα λίγειαν
134
ἡμῖν ἡγείσϑω ϕιλοπαίγμονος ὀρχηϑμοῖο,
135
ὥς κέν τις ϕαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων
136
ἢ ἀν' ὁδὸν στείχων ἢ οἳ περιναιετάουσι·
137
μὴ πρόσϑε κλέος εὐρὺ ϕόνου κατὰ ἄστυ γένηται
138
ἀνδρῶν μνηστήρων, πρίν γ' ἡμέας ἐλϑέμεν ἔξω
139
ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνϑα δ' ἔπειτα
140
ϕρασσόμεϑ' ὅττί κε κέρδος ᾽Ολύμπιος ἐγγυαλίξῃ."
27

Line Group 27

141
ὣς ἔϕαϑ', οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίϑοντο.
142
πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμϕιέσαντο χιτῶνας,
143
ὅπλισϑεν δὲ γυναῖκες: ὁ δ' εἵλετο ϑεῖος ἀοιδὸς
144
ϕόρμιγγα γλαϕυρήν, ἐν δέ σϕισιν ἵμερον ὦρσε
145
μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηϑμοῖο.
146
τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν
147
ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν.
148
ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσϑεν ἀκούων·
28

Line Group 28

149
"ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν.
150
σχετλίη, οὐδ' ἔτλη πόσιος οὗ κουριδίοιο
151
εἴρυσϑαι μέγα δῶμα διαμπερές, εἷος ἵκοιτο."
29

Line Group 29

152
ὣς ἄρα τις εἴπεσκε, τὰ δ' οὐκ ἴσαν ὡς ἐτέτυκτο.
153
αὐτὰρ ᾽Οδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
154
Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
155
ἀμϕὶ δέ μιν ϕᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα·
156
αὐτὰρ κὰκ κεϕαλῆς χεῦεν πολὺ κάλλος ᾽Αϑήνη
157
μείζονά τ' εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος
158
οὔλας ἧκε κόμας, ὑακινϑίνῳ ἄνϑει ὁμοίας.
159
ὡς δ' ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
160
ἴδρις, ὃν ῞Ηϕαιστος δέδαεν καὶ Παλλὰς ᾽Αϑήνη
161
τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει·
162
ὣς μὲν τῷ κατέχευε χάριν κεϕαλῇ τε καὶ ὤμοις:
163
ἐκ δ' ἀσαμίνϑου βῆ δέμας ἀϑανάτοισιν ὁμοῖος:
164
ἂψ δ' αὖτις κατ' ἄρ' ἕζετ' ἐπὶ ϑρόνου ἔνϑεν ἀνέστη,
165
ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦϑον ἔειπε·
30

Line Group 30

166
"δαιμονίη, περὶ σοίγε γυναικῶν ϑηλυτεράων
167
κῆρ ἀτέραμνον ἔϑηκαν ᾽Ολύμπια δώματ' ἔχοντες:
168
οὐ μέν κ' ἄλλη γ' ὧδε γυνὴ τετληότι ϑυμῷ
169
ἀνδρὸς ἀποσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας
170
ἔλϑοι ἐεικοστῷ ἔτειὴ ἐς πατρίδα γαῖαν.
171
ἀλλ' ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄϕρα καὶ αὐτὸς
172
λέξομαι· ἦ γὰρ τῇ γε σιδήρεον ἐν ϕρεσὶν ἦτορ."
31

Line Group 31

173
τὸν δ' αὖτε προσέειπε περίϕρων Πηνελόπεια·
32

Line Group 32

174
"δαιμόνι', οὔτ' ἄρ τι μεγαλίζομαι οὔτ' ἀϑερίζω
175
οὔτε λίην ἄγαμαι, μάλα δ' εὖ οἶδ' οἷος ἔησϑα
176
ἐξ ᾽Ιϑάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο.
177
ἀλλ' ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια,
178
ἐκτὸς ἐυσταϑέος ϑαλάμου, τόν ῥ'αὐτὸς ἐποίει·
179
ἔνϑά οἱ ἐκϑεῖσαι πυκινὸν λέχος ἐμβάλετ' εὐνήν,
180
κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα."
33

Line Group 33

181
ὣς ἄρ' ἔϕη πόσιος πειρωμένη· αὐτὰρ ᾽Οδυσσεὺς
182
ὀχϑήσας ἄλοχον προσεϕώνεε κέδν' εἰδυῖαν·
34

Line Group 34

183
"ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος ϑυμαλγὲς ἔειπες.
184
τίς δέ μοι ἄλλοσ' ἔϑῆκε λέχος... χαλεπὸν δέ κεν εἴη
185
καὶ μάλ' ἐπισταμένῳ, ὅτε μὴ ϑεὸς αὐτὸς ἐπελϑὼν
186
ῥηιδίως ἐϑέλων ϑείη ἄλλῃ ἐνὶ χώρῃ.
187
ἀνδρῶν δ' οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλ' ἡβῶν,
188
ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται
189
ἐν λέχει ἀσκητῷ· τὸ δ' ἐγὼ κάμον οὐδέ τις ἄλλος.
190
ϑάμνος ἔϕυ τανύϕυλλος ἐλαίης ἕρκεος ἐντός,
191
ἀκμηνὸς, ϑαλέϑων· πάχετος δ' ἦν ἠύτε κίων.
192
τῷ δ' ἐγὼ ἀμϕιβαλὼν ϑάλαμον δέμον, ὄϕρ' ἐτέλεσσα,
193
πυκνῇσιν λιϑάδεσσι, καὶ εὖ καϑύπερϑεν ἔρεψα,
194
κολλητὰς δ' ἐπέϑηκα ϑύρας, πυκινῶς ἀραρυίας.
195
καὶ τότ' ἔπειτ' ἀπέκοψα κόμην τανυϕύλλου ἐλαίης,
196
κορμὸν δ' ἐκ ῥίζης προταμὼν ἀμϕέξεσα χαλκῷ
197
εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάϑμην ἴϑυνα,
198
ἑρμῖν' ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ.
199
ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄϕρ' ἐτέλεσσα,
200
δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδ' ἐλέϕαντι·
201
ἐν δ' ἐτάνυσσ' ἱμάντα βοὸς ϕοίνικι ϕαεινόν.
202
οὕτω τοι τόδε σῆμα πιϕαύσκομαι· οὐδέ τι οἶδα,
203
ἤ μοι ἔτ' ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδη
204
ἀνδρῶν ἄλλοσ' ἔϑηκε, ταμὼν ὕπο πυϑμέν' ἐλαίης."
35

Line Group 35

205
ὣς ϕάτο, τῆς δ' αὐτοῦ λύτο γούνατα καὶ ϕίλον ἦτορ,
206
σήματ' ἀναγνούσῃ, τά οἱ ἔμπεδα πέϕραδ' ᾽Οδυσσεύς.
207
δακρύσασα δ' ἔπειτ' ἰϑὺς κίεν, ἀμϕὶ δὲ χεῖρας
208
δειρῇ βάλλ' ᾽Οδυσῆι, κάρη δ' ἔκυσ' ἠδὲ προσηύδα·
36

Line Group 36

209
"μή μοι, ᾽Οδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα
210
ἀνϑρώπων πέπνυσο· ϑεοὶ δ' ὤπαζον ὀιζύν,
211
οἳ νῶιν ἀγάσαντο παρ' ἀλλήλοισι μένοντε
212
ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσϑαι.
213
αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα,
214
οὕνεκά σ' οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδ' ἀγάπησα.
215
αἰεὶ γάρ μοι ϑυμὸς ἐνὶ στήϑεσσι ϕίλοισιν
216
ἐρρίγει, μή τίς με βροτῶν ἀπάϕοιτ' ἐπέεσσιν
217
ἐλϑών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.
218
οὐδέ κεν ᾽Αργείη ῾Ελένη, Διὸς ἐκγεγαυῖα,
219
ἀνδρὶ παρ' ἀλλοδαπῷ ἐμίγη ϕιλότητι καὶ εὐνῇ,
220
εἰ ᾔδη ὅ μιν αὖτις ᾽Αρήιοι υἷες ᾽Αχαιῶν
221
ἀξέμεναι οἶκον δὲ ϕίλην ἐς πατρίδ' ἔμελλον.
222
τὴν δ' ἤτοι ῥέξαι ϑεὸς ὤρορεν ἔργον ἀεικές:
223
τὴν δ' ἄτην οὐ πρόσϑεν ἑῷ ἐγκάτϑετο ϑυμῷ
224
λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένϑος.
225
νῦν δ', ἐπεὶ ἤδη σήματ' ἀριϕραδέα κατέλεξας
226
εὐνῆς ἡμετέρης, τὴν οὐ βροτὸς ἄλλος ὀπώπει,
227
ἀλλ' οἶοι σύ τ' ἐγώ τε καὶ ἀμϕίπολος μία μούνη,
228
᾽Ακτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
229
ἣ νῶιν εἴρυτο ϑύρας πυκινοῦ ϑαλάμοιο,
230
πείϑεις δή μευ ϑυμόν ἀπηνέα περ μάλ' ἐόντα."
37

Line Group 37

231
ὣς ϕάτο, τῷ δ' ἔτι μᾶλλον ὑϕ' ἵμερον ὦρσε γόοιο·
232
κλαῖε δ' ἔχων ἄλοχον ϑυμαρέα, κέδν' εἰδυῖαν.
233
ὡς δ' ὅτ' ἂν ἀσπάσιος γῆ νηχομένοισι ϕανήῃ,
234
ὧν τε Ποσειδάων εὐεργέα νῆ' ἐνὶ πόντῳ
235
ῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ·
236
παῦροι δ' ἐξέϕυγον πολιῆς ἁλὸς ἤπειρον δὲ
237
νηχόμενοι, πολλὴ δὲ περὶ χροὶ: τέτροϕεν ἅλμη,
238
ἀσπάσιοι δ' ἐπέβαν γαίης, κακότητα ϕυγόντες:
239
ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ,
240
δειρῆς δ' οὔ πω πάμπαν ἀϕίετο πήχεε λευκώ.
241
καί νύ κ' ὀδυρομένοισι ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
242
εἰ μὴ ἄρ' ἄλλ' ἐνόησε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη.
243
νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέϑεν, ᾽Ηῶ δ' αὖτε
244
ῥύσατ' ἐπ' ᾽Ωκεανῷ χρυσόϑρονον, οὐδ' ἔα ἵππους
245
ζεύγνυσϑ' ὠκύποδας, ϕάος ἀνϑρώποισι ϕέροντας,
246
Λάμπον καὶ Φαέϑονϑ', οἵ τ' ᾽Ηῶ πῶλοι ἄγουσι.
247
καὶ τότ' ἄρ' ἣν ἄλοχον προσέϕη πολύμητις ᾽Οδυσσεύς:
38

Line Group 38

248
"ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατ' ἀέϑλων
249
ἤλϑομεν, ἀλλ' ἔτ' ὄπισϑεν ἀμέτρητος πόνος ἔσται,
250
πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι.
251
ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο
252
ἤματι τῷ, ὅτε δὴ κατέβην δόμον ῎Αιδος εἴσω,
253
νόστον ἑταίροισιν διζήμενος ἠδ' ἐμοὶ αὐτῷ.
254
ἀλλ' ἔρχευ, λέκτρον δ' ἴομεν, γύναι, ὄϕρα καὶ ἤδη
255
ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεϑα κοιμηϑέντε."
39

Line Group 39

256
τὸν δ' αὖτε προσέειπε περίϕρων Πηνελόπεια·
40

Line Group 40

257
"εὐνὴ μὲν δὴ σοίγε τότ' ἔσσεται, ὁππότε ϑυμῷ
258
σῷ ἐϑέλῃς, ἐπεὶ ἄρ σε ϑεοὶ ποίησαν ἱκέσϑαι
259
οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν·
260
ἀλλ' ἐπεὶ ἐϕράσϑης καί τοι ϑεὸς ἔμβαλε ϑυμῷ,
261
εἴπ' ἄγε μοι τὸν ἄεϑλον, ἐπεὶ καὶ ὄπισϑεν, ὀίω,
262
πεύσομαι, αὐτίκα δ' ἐστὶ δαήμεναι οὔ τι χέρειον."
41

Line Group 41

263
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
42

Line Group 42

264
"δαιμονίη, τί τ' ἄρ' αὖ με μάλ' ὀτρύνουσα κελεύεις
265
εἰπέμεν; αὐτὰρ ἐγὼ μυϑήσομαι οὐδ' ἐπικεύσω.
266
οὐ μέν τοι ϑυμὸς κεχαρήσεται· οὐδὲ γὰρ αὐτὸς
267
χαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστε' ἄνωγεν
268
ἐλϑεῖν, ἐν χείρεσσιν ἔχοντ' εὐῆρες ἐρετμόν,
269
εἰς ὅ κε τοὺς ἀϕίκωμαι, οἳ οὐκ ἴσασι ϑάλασσαν
270
ἀνέρες, οὐδέ ϑ' ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·
271
οὐδ' ἄρα τοὶ γ' ἴσασι νέας ϕοινικοπαρῄους,
272
οὐδ' εὐήρε' ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
273
σῆμα δέ μοι τόδ' ἔειπεν ἀριϕραδές, οὐδέ σε κεύσω·
274
ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης
275
ϕήῃ ἀϑηρηλοιγὸν ἔχειν ἀνὰ ϕαιδίμῳ ὤμῳ,
276
καὶ τότε μ' ἐν γαίῃ πήξαντ' ἐκέλευσεν ἐρετμόν,
277
ἕρξανϑ' ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
278
ἀρνειὸν ταῦρόν τε συῶν τ' ἐπιβήτορα κάπρον,
279
οἴκαδ' ἀποστείχειν, ἕρδειν ϑ' ἱερὰς ἑκατόμβας
280
ἀϑανάτοισι ϑεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
281
πᾶσι μάλ' ἑξείης. ϑάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ
282
ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέϕνῃ
283
γήρᾳ ὕπο λιπαρῷ ἀρημένον· ἀμϕὶ δὲ λαοὶ
284
ὄλβιοι ἔσσονται. τὰ δέ μοι ϕάτο πάντα τελεῖσϑαι."
43

Line Group 43

285
τὸν δ' αὖτε προσέειπε περίϕρων Πηνελόπεια·
44

Line Group 44

286
"εἰ μὲν δὴ γῆράς γε ϑεοὶ τελέουσιν ἄρειον,
287
ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσϑαι."
288
ὥς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
289
τόϕρα δ' ἄρ' Εὐρυνόμη τε ἰδὲ τροϕὸς ἔντυον εὐνὴν
290
ἐσϑῆτος μαλακῆς, δαί:δων ὕπο λαμπομενάων.
291
αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
292
γρηὺ:ς μὲν κείουσα πάλιν οἶκον δὲ βεβήκει,
293
τοῖσιν δ' Εὐρυνόμη ϑαλαμηπόλος ἡγεμόνευεν
294
ἐρχομένοισι λέχος δέ, δάος μετὰ χερσὶν ἔχουσα·
295
ἐς ϑάλαμον δ' ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειτα
296
ἀσπάσιοι λέκτροιο παλαιοῦ ϑεσμὸν ἵκοντο·
297
αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης
298
παῦσαν ἄρ' ὀρχηϑμοῖο πόδας, παῦσαν δὲ γυναῖκας,
299
αὐτοὶ δ' εὐνάζοντο κατὰ μέγαρα σκιόεντα.
45

Line Group 45

300
τὼ δ' ἐπεὶ οὖν ϕιλότητος ἐταρπήτην ἐρατεινῆς,
301
τερπέσϑην μύϑοισι, πρὸς ἀλλήλους ἐνέποντε,
302
ἡ μὲν ὅσ' ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν,
303
ἀνδρῶν μνηστήρων ἐσορῶσ' ἀίδηλον ὅμιλον,
304
οἳ ἕϑεν εἵνεκα πολλά, βόας καὶ ἴϕια μῆλα,
305
ἔσϕαζον, πολλὸς δὲ πίϑων ἠϕύσσετο οἶνος:
306
αὐτὰρ ὁ Διογενὴς ᾽Οδυσεύς, ὅσα κήδε' ἔϑηκεν
307
ἀνϑρώποις ὅσα τ' αὐτὸς ὀιζύσας ἐμόγησε,
308
πάντ' ἔλεγ'· ἡ δ' ἄρ' ἐτέρπετ' ἀκούουσ', οὐδέ οἱ ὕπνος
309
πῖπτεν ἐπὶ βλεϕάροισι πάρος καταλέξαι ἅπαντα.
46

Line Group 46

310
ἤρξατο δ' ὡς πρῶτον Κίκονας δάμασ', αὐτὰρ ἔπειτα
311
ἦλϑεν Λωτοϕάγων ἀνδρῶν πίειραν ἄρουραν·
312
ἠδ' ὅσα Κύκλωψ ἕρξε, καὶ ὡς ἀπετίσατο ποινὴν
313
ἰϕϑίμων ἑτάρων, ουἠς ἤσϑιεν οὐδ' ἐλέαιρεν·
314
ἠδ' ὡς Αἰόλον ἵκεϑ', ὅ μιν πρόϕρων ὑπέδεκτο
315
καὶ πέμπ', ου 'δέ πω αἶσα ϕίλην ἐς πατρίδ' ἱκέσϑαι
316
ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα ϑύελλα
317
πόντον ἐπ' ἰχϑυόεντα ϕέρεν βαρέα στενάχοντα·
318
ἠδ' ὡς Τηλέπυλον Λαιστρυγονίην ἀϕίκανεν,
319
οἳ νῆάς τ' ὄλεσαν καὶ ἐυὴκνήμιδας ἑταίρους.
321
καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,
322
ἠδ' ὡς εἰς ᾽Αίδεω δόμον ἤλυϑεν εὐρώεντα,
323
ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο,
324
νηὶ πολυκλήιδι, καὶ εἴσιδε πάντας ἑταίρους
325
μητέρα ϑ', ἥ μιν ἔτικτε καὶ ἔτρεϕε τυτϑὸν ἐόντα·
326
ἠδ' ὡς Σειρήνων ἁδινάων ϕϑόγγον ἄκουσεν,
327
ὥς ϑ' ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν
328
Σκύλλην ϑ', ἣν οὐ πώποτ' ἀκήριοι ἄνδρες ἄλυξαν·
329
ἠδ' ὡς ᾽Ηελίοιο βόας κατέπεϕνον ἑταῖροι·
330
ἠδ' ὡς νῆα ϑοὴν ἔβαλε ψολόεντι κεραυνῷ
331
Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δ' ἔϕϑιϑεν ἐσϑλοὶ ἑταῖροι
332
πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν·
333
ὥς ϑ' ἵκετ' ᾽Ωγυγίην νῆσον Νύμϕην τε Καλυψώ,
334
ἣ δή μιν κατέρυκε λιλαιομένη πόσιν εἶναι
335
ἐν σπέεσι γλαϕυροῖσι, καὶ ἔτρεϕεν ἠδὲ ἔϕασκε
336
ϑήσειν ἀϑάνατον καὶ ἀγήρων ἤματα πάντα·
337
ἀλλὰ τοῦ οὔ ποτε ϑυμὸν ἐνὶ στήϑεσσιν ἔπειϑεν·
338
ἠδ' ὡς ἐς Φαίηκας ἀϕίκετο πολλὰ μογήσας,
339
οἳ δή μιν περὶ κῆρι ϑεὸν ὣς τιμήσαντο
340
καὶ πέμψαν σὺν νηὶ ϕίλην ἐς πατρίδα γαῖαν,
341
χαλκόν τε χρυσόν τε ἅλις ἐσϑῆτά τε δόντες.
342
τοῦτ' ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος
343
λυσιμελὴς ἐπόρουσε λύων μελεδήματα ϑυμοῦ.
344
ἡ δ' αὖτ' ἄλλ' ἐνόησε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·
345
ὁππότε δή ῥ' ᾽Οδυσῆα ἐέλπετο ὃν κατὰ ϑυμὸν
346
εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου,
347
αὐτίκ' ἀπ' ᾽Ωκεανοῦ χρυσόϑρονον ἠριγένειαν
348
ὦρσεν, ἵν' ἀνϑρώποισι ϕόως ϕέροι. ὦρτο δ' ᾽Οδυσσεὺς
349
εὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δ' ἐπὶ μῦϑον ἔτελλεν·
47

Line Group 47

350
"ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεϑ' ἀέϑλων
351
ἀμϕοτέρω, σὺ μὲν ἐνϑάδ' ἐμὸν πολυκηδέα νόστον
352
κλαίουσ'· αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ ϑεοὶ ἄλλοι
353
ἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης.
354
νῦν δ' ἐπεὶ ἀμϕοτέρω πολυήρατον ἱκόμεϑ' εὐνήν,
355
κτήματα μέν, τά μοί ἐστι, κομιζέμεν ἐν μεγάροισι,
356
μῆλα δ', ἅ μοι μνηστῆρες ὑπερϕίαλοι κατέκειραν,
357
πολλὰ μὲν αὐτὸς ἐγὼ ληίσσομαι, ἄλλα δ' ᾽Αχαιοὶ
358
δώσουσ', εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.
359
ἀλλ' ἤτοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἄπειμι,
360
ὀψόμενος πατέρ' ἐσϑλόν, ὅ μοι πυκινῶς ἀκάχηται·
361
σοὶ δέ, γύναι, τάδ' ἐπιτέλλω πινυτῇ περ ἐούσῃ·
362
αὐτίκα γὰ ϕάτις εἶσιν ἅμ' ἠελίῳ ἀνιόντι
363
ἀνδρῶν ρ μνηστήρων, ουἠς ἔκτανον ἐν μεγάροισιν·
364
εἰς ὑπερῷ' ἀναβᾶσα σὺν ἀμϕιπόλοισι γυναιξὶν
365
ἧσϑαι, μηδέ τινα προτιόσσεο μηδ' ἐρέεινε."
48

Line Group 48

366
ἦ ῥα καὶ ἀμϕ' ὤμοισιν ἐδύσετο τεύχεα καλά,
367
ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην,
368
πάντας δ' ἔντε' ἄνωγεν ᾽Αρήια χερσὶν ἑλέσϑαι.
369
οἱ δέ οἱ οὐκ ἀπίϑησαν, ἐϑωρήσσοντο δὲ χαλκῷ,
370
ὤιξαν δὲ ϑύρας, ἐκ δ' ἤιον· ἦρχε δ' ᾽Οδυσσεύς.
371
ἤδη μὲν ϕάος ἦεν ἐπὶ χϑόνα, τοὺς δ' ἄρ' ᾽Αϑήνη
372
νυκτὶ κατακρύψασα ϑοῶς ἐξῆγε πόληος.

Chapter 24: ΟΔΥΣΣΕΙΑΣ Ω

1

Line Group 1

1
Ερμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο
2
ἀνδρῶν μνηστήρων· ἔχε δὲ ῥάβδον μετὰ χερσὶ
3
καλὴν, χρυσείην, τῇ τ' ἀνδρῶν ὄμματα ϑέλγει,
4
ὧν ἐϑέλει, τοὺς δ' αὖτε καὶ ὑπνώοντας ἐγείρει·
5
τῇ ῥ' ἄγε κινήσας, ταὶ δὲ τρίζουσαι ἕποντο.
6
ὡς δ' ὅτε νυκτερίδες μυχῷ ἄντρου ϑεσπεσίοιο
7
τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν
8
ὁρμαϑοῦ ἐκ πέτρης, ἀνά τ' ἀλλήλῃσιν ἔχονται,
9
ὣς αἱ τετριγυῖαι ἅμ' ἤισαν· ἦρχε δ' ἄρά σϕιν
10
῾Ερμείας ἀκάκητα κατ' εὐρώεντα κέλευϑα.
11
πὰρ δ' ἴσαν ᾽Ωκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην,
12
ἠδὲ παρ' ᾽Ηελίοιο πύλας καὶ δῆμον ᾽Ονείρων
13
ἤισαν· αἶψα δ' ἵκοντο κατ' ἀσϕοδελὸν λειμῶνα,
14
ἔνϑά τε ναίουσι ψυχαί, εἴδωλα καμόντων.
2

Line Group 2

15
εὗρον δὲ ψυχὴν Πηληιάδεω ᾽Αχιλῆος
16
καὶ Πατροκλῆος καὶ ἀμύμονος ᾽Αντιλόχοιο
17
Αἴαντός ϑ', ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
18
τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλείωνα.
19
ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον· ἀγχίμολον δὲ
20
ἤλυϑ' ἔπι ψυχὴ ᾽Αγαμέμνονος ᾽Ατρείδαο
21
ἀχνυμένη· περὶ δ' ἄλλαι ἀγηγέραϑ', ὅσσαι ἅμ' αὐτῷ
22
οἴκῳ ἐν Αἰγίσϑοιο ϑάνον καὶ πότμον ἐπέσπον.
23
τὸν προτέρη ψυχὴ προσεϕώνεε Πηλείωνος:
3

Line Group 3

24
"᾽Ατρείδη, περὶ μέν σε ϕάμεν Διὶ τερπικεραύνῳ
25
ἀνδρῶν ἡρώων ϕίλον ἔμμεναι ἤματα πάντα,
26
οὕνεκα πολλοῖσίν τε καὶ ἰϕϑίμοισιν ἄνασσες
27
δήμῳ ἔνι Τρώων, ὅϑι πάσχομεν ἄλγε' ᾽Αχαιοί.
28
ἦ τ' ἄρα καὶ σοὶ πρωὶ παραστήσεσϑαι ἔμελλε
29
Μοῖρ' ὀλοή, τὴν οὔ τις ἀλεύεται, ὅς κε γένηται.
30
ὡς ὄϕελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες,
31
δήμῳ ἔνι Τρώων ϑάνατον καὶ πότμον ἐπισπεῖν·
32
τῶ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί,
33
ἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤρα' ὀπίσσω·
34
νῦν δ' ἄρα σ' οἰκτίστῳ ϑανάτῳ εἵμαρτο ἁλῶναι."
4

Line Group 4

35
τὸν δ' αὖτε ψυχὴ προσεϕώνεεν ᾽Ατρείδαο·
5

Line Group 5

36
"ὄλβιε Πηλέος υἱέ, ϑεοῖσ' ἐπιείκελ' ᾽Αχιλλεῦ,
37
ὃς ϑάνες ἐν Τροίῃ ἑκὰς ῎Αργεος: ἀμϕὶ δέ σ' ἄλλοι
38
κτείνοντο Τρώων καὶ ᾽Αχαιῶν υἷες ἄριστοι,
39
μαρνάμενοι περὶ σεῖο· σὺ δ' ἐν στροϕάλιγγι κονίης
40
κεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.
41
ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεϑ'· οὐδέ κε πάμπαν
42
παυσάμεϑα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.
43
αὐτὰρ ἐπεί σ' ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο,
44
κάτϑεμεν ἐν λεχέεσσι, καϑήραντες χρόα καλὸν
45
ὕδατί τε λιαρῷ καὶ ἀλείϕατι· πολλὰ δέ σ' ἀμϕὶ
46
δάκρυα ϑερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας.
47
μήτηρ δ' ἐξ ἁλὸς ἦλϑε σὺν ἀϑανάτῃσ' ἁλίῃσιν
48
ἀγγελίης ἀίουσα· βοὴ δ' ἐπὶ πόντον ὀρώρει
49
ϑεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας ᾽Αχαιούς.
50
καί νύ κ' ἀναί:ξαντες ἔβαν κοίλας ἐπὶ νῆας,
51
εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς,
52
Νέστωρ, οὗ καὶ πρόσϑεν ἀρίστη ϕαίνετο βουλή·
53
ὅ σϕιν ἐυϕρονέων ἀγορήσατο καὶ μετέειπεν·
54
'ἴσχεσϑ', ᾽Αργεῖοι· μὴ ϕεύγετε, κοῦροι ᾽Αχαιῶν.
55
μήτηρ ἐξ ἁλὸς ἧδε σὺν ἀϑανάτῃς ἁλίῃσιν
56
ἔρχεται, οὗ παιδὸς τεϑνηότος ἀντιόωσα.'
57
ὣς ἔϕαϑ', οἱ δ' ἔσχοντο ϕόβου μεγάϑυμοι ᾽Αχαιοί.
58
ἀμϕὶ δέ σ' ἔστησαν κοῦραι ἁλίοιο γέροντος
59
οἴκτρ' ὀλοϕυρόμεναι, περὶ δ' ἄμβροτα εἵματα ἕσσαν.
60
Μοῦσαι δ' ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ
61
ϑρήνεον. ἔνϑά κεν οὔ τιν' ἀδάκρυτόν γ' ἐνόησας
62
᾽Αργείων· τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.
63
ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτάς τε καὶ ἦμαρ
64
κλαίομεν ἀϑάνατοί τε ϑεοὶ ϑνητοί τ' ἄνϑρωποι·
65
ὀκτωκαιδεκάτῃ δ' ἔδομεν πυρί, πολλὰ δέ σ' αμϕ/ὶ
66
μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.
67
καίεο δ' ἔν τ' ἐσϑῆτι ϑεῶν καὶ ἀλείϕατι πολλῷ
68
καὶ μέλιτι γλυκερῷ· πολλοὶ δ' ἥρωες ᾽Αχαιοὶ
69
τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,
70
πεζοί ϑ' ἱππῆές τε· πολὺς δ' ὀρυμαγδὸς ὀρώρει.
71
αὐτὰρ ἐπεὶ δή σε ϕλὸξ ἤνυσεν ῾Ηϕαίστοιο,
72
ἠῶϑεν δή τοι λέγομεν λεύκ' ὀστέ', ᾽Αχιλλεῦ,
73
οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείϕατι. δῶκε δὲ μήτηρ
74
χρύσεον ἀμϕιϕορῆα· Διωνύσοιο δὲ δῶρον
75
ϕάσκ' ἔμεναι, ἔργον δὲ περικλυτοῦ ῾Ηϕαίστοιο.
76
ἐν τῷ τοι κεῖται λεύκ' ὀστέα, ϕαίδιμ' ᾽Αχιλλεῦ,
77
μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο ϑανόντος,
78
χωρὶς δ' ᾽Αντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων
79
τῶν ἄλλων ἑτάρων μετὰ Πάτροκλόν γε ϑανόντα.
80
ἀμϕ' αὐτοῖσι δ' ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον
81
χεύαμεν ᾽Αργείων ἱερὸς στρατὸς αἰχμητάων
82
ἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ ῾Ελλησπόντῳ,
83
ὥς κεν τηλεϕανὴς ἐκ ποντόϕιν ἀνδράσιν εἴη
84
τοῖς, οἳ νῦν γεγάασι καὶ οἳ μετόπισϑεν ἔσονται.
85
μήτηρ δ' αἰτήσασα ϑεοὺς περικαλλέ' ἄεϑλα
86
ϑῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν ᾽Αχαιῶν.
87
ἤδη μὲν πολέων τάϕῳ ἀνδρῶν ἀντεβόλησας
88
ἡρώων, ὅτε κέν ποτ' ἀποϕϑιμένου βασιλῆος
89
ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεϑλα·
90
ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ϑηήσαο ϑυμῷ,
91
οἷ' ἐπὶ σοὶ κατέϑηκε ϑεὰ περικαλλέ' ἄεϑλα,
92
ἀργυρόπεζα Θέτις: μάλα γὰρ ϕίλος ἦσϑα ϑεοῖσιν.
93
ὣς σὺ μὲν οὐδὲ ϑανὼν ὄνομ' ὤλεσας, ἀλλά τοι αἰεὶ
94
πάντας ἐπ' ἀνϑρώπους κλέος ἔσσεται ἐσϑλόν, ᾽Αχιλλεῦ·
95
αὐτὰρ ἐμοὶ τί τόδ' ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;
96
ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεϑρον
97
Αἰγίσϑου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο."
6

Line Group 6

98
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
99
ἀγχίμολον δέ σϕ' ἦλϑε διάκτορος ᾽Αργειϕόντης
100
ψυχὰς μνηστήρων κατάγων ᾽Οδυσῆι δαμέντων·
101
τὼ δ' ἄρα ϑαμβήσαντ' ἰϑὺς κίον, ὡς ἐσιδέσϑην
102
ἔγνω δὲ ψυχὴ ᾽Αγαμέμνονος ᾽Ατρείδαο
103
παῖδα ϕίλον Μελανῆος, ἀγακλυτὸν ᾽Αμϕιμέδοντα·
104
ξεῖνος γάρ οἱ ἔην ᾽Ιϑάκῃ ἔνι οἰκία ναίων.
105
τὸν προτέρη ψυχὴ προσεϕώνεεν ᾽Ατρείδαο·
7

Line Group 7

106
"᾽Αμϕίμεδον, τί παϑόντες ἐρεμνὴν γαῖαν ἔδυτε
107
πάντες κεκριμένοι καὶ ὁμήλικες... οὐδέ κεν ἄλλως
108
κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.
109
ἢ ὔμμ' ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
110
ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά,
111
ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ' ἐπὶ χέρσου
112
βοῦς περιταμνομένους ἠδ' οἰῶν πώεα καλά,
113
ἦε περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;
114
εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι.
115
ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυϑον ὑμέτερον δῶ,
116
ὀτρυνέων ᾽Οδυσῆα σὺν ἀντιϑέῳ Μενελάῳ
117
῎Ιλιον εἰς ἅμ' ἕπεσϑαι ἐυσσέλμων ἐπὶ νηῶν;
118
μηνὶ δ' ἐν οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,
119
σπουδῇ παρπεπιϑόντες ᾽Οδυσσῆα πτολίπορϑον."
8

Line Group 8

120
τὸν δ' αὖτε ψυχὴ προσεϕώνεεν ᾽Αμϕιμέδοντος:
9

Line Group 9

122
"μέμνημαι τάδε πάντα, Διοτρεϕές, ὡς ἀγορεύεις:
123
σοὶ δ' ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,
124
ἡμετέρου ϑανάτοιο κακὸν τέλος, οἷον ἐτύχϑη.
125
μνώμεϑ' ᾽Οδυσσῆος δὴν οἰχομένοιο δάμαρτα·
126
ἡ δ' οὔτ' ἠρνεῖτο στυγερὸν γάμον οὔτ' ἐτελεύτα,
127
ἡμῖν ϕραζομένη ϑάνατον καὶ κῆρα μέλαιναν,
128
ἀλλὰ δόλον τόνδ' ἄλλον ἐνὶ ϕρεσὶ μερμήριξε·
129
στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕϕαινε,
130
λεπτὸν καὶ περίμετρον· ἄϕαρ δ' ἡμῖν μετέειπε·
131
'κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ ϑάνε δῖος ᾽Οδυσσεύς,
132
μίμνετ' ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε ϕᾶρος
133
ἐκτελέσω -- μή μοι μεταμώνια νήματ' ὄληται--
134
Λαέρτῃ ἥρωι ταϕήιον, εἰς ὅτε κέν μιν
135
μοῖρ' ὀλοὴ καϑέλῃσι τανηλεγέος ϑανάτοιο,
136
μή τίς μοι κατὰ δῆμον ᾽Αχαιιάδων νεμεσήσῃ,
137
αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.'
138
ὣς ἔϕαϑ', ἡμῖν δ' αὖτ' ἐπεπείϑετο ϑυμὸς ἀγήνωρ.
139
ἔνϑα καὶ ἠματίη μὲν ὑϕαίνεσκεν μέγαν ἱστόν,
140
νύκτας δ' ἀλλύεσκεν, ἐπὴν δαί:δας παραϑεῖτο.
141
ὣς τρίετες μὲν ἔληϑε δόλῳ καὶ ἔπειϑεν ᾽Αχαιούς:
142
ἀλλ' ὅτε τέτρατον ἦλϑεν ἔτος καὶ ἐπήλυϑον ὧραι,
144
καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάϕα ᾔδη,
145
καὶ τήν γ' ἀλλύουσαν ἐϕεύρομεν ἀγλαὸν ἱστόν.
146
ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐϑέλουσ', ὑπ' ἀνάγκης.
147
εὖϑ' ἡ ϕᾶρος ἔδειξεν, ὑϕήνασα μέγαν ἱστόν,
148
πλύνασ', ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,
149
καὶ τότε δή ῥ' ᾽Οδυσῆα κακός ποϑεν ἤγαγε δαίμων
150
ἀγροῦ ἐπ' ἐσχατιήν, ὅϑι δώματα ναῖε συβώτης.
151
ἔνϑ' ἦλϑεν ϕίλος υἱὸς ᾽Οδυσσῆος ϑείοιο
152
ἐκ Πύλου ἠμαϑόεντος ἰὼν σὺν νηὶ μελαίνῃ·
153
τὼ δὲ μνηστῆρσιν ϑάνατον κακὸν ἀρτύναντε
154
ἵκοντο προτὶ ἄστυ περικλυτόν, ἤτοι ᾽Οδυσσεὺς
155
ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσϑ' ἡγεμόνευε.
156
τὸν δὲ συβώτης ἦγε κακὰ χροὶ: εἵματ' ἔχοντα,
157
πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι
158
σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροὶ: εἵματα ἕστο·
159
οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα
160
ἐξαπίνης προϕανέντ', οὐδ' οἳ προγενέστεροι ἦσαν,
161
ἀλλ' ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.
162
αὐτὰρ ὁ τέως μὲν ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι
163
βαλλόμενος καὶ ἐνισσόμενος τετληότι ϑυμῷ·
164
ἀλλ' ὅτε δή μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο,
165
σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχε' ἀείρας
166
ἐς ϑάλαμον κατέϑηκε καὶ ἐκλήισσεν ὀχῆας,
167
αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδίῃσιν ἄνωγε
168
τόξον μνηστήρεσσι ϑέμεν πολιόν τε σίδηρον,
169
ἡμῖν αἰνομόροισιν ἀέϑλια καὶ ϕόνου ἀρχήν.
170
οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο
171
νευρὴν ἐντανύσαι, πολλὸν δ' ἐπιδευέες ἦμεν.
172
ἀλλ' ὅτε χεῖρας ἵκανεν ᾽Οδυσσῆος μέγα τόξον,
173
ἔνϑ' ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι
174
τόξον μὴ δόμεναι, μηδ' εἰ μάλα πόλλ' ἀγορεύοι·
175
Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν.
176
αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος ᾽Οδυσσεύς,
177
ῥηιδίως δ' ἐτάνυσσε βιόν, διὰ δ' ἧκε σιδήρου·
178
στῆ δ' ἄρ' ἐπ' οὐδὸν ἰών, ταχέας δ' ἐκχεύατ' ὀιστοὺς
179
δεινὸν παπταίνων, βάλε δ' ᾽Αντίνοον βασιλῆα.
180
αὐτὰρ ἔπειτ' ἄλλοις ἐϕίει βέλεα στονόεντα
181
ἄντα τιτυσκόμενος: τοὶ δ' ἀγχιστῖνοι ἔπιπτον.
182
γνωτὸν δ' ἦν ὅ ῥά τίς σϕι ϑεῶν ἐπιτάρροϑος ἦεν·
183
αὐτίκα γὰρ κατὰ δώματ' ἐπισπόμενοι μένειὴ σϕῷ
184
κτεῖνον ἐπιστροϕάδην, τῶν δὲ στόνος ὤρνυτ' ἀεικὴς
185
κράτων τυπτομένων, δάπεδον δ' ἅπαν αἵματι ϑῦεν.
186
ὣς ἡμεῖς, ᾽Αγάμεμνον, ἀπωλόμεϑ', ὧν ἔτι καὶ νῦν
187
σώματ' ἀκηδέα κεῖται ἐνὶ μεγάροις ᾽Οδυσῆος:
188
οὐ γάρ πω ἴσασι ϕίλοι κατὰ δώμαϑ' ἑκάστου,
189
οἵ κ' ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων
190
κατϑέμενοι γοάοιεν· ὃ γὰρ γέρας ἐστὶ ϑανόντων."
10

Line Group 10

191
τὸν δ' αὖτε ψυχὴ προσεϕώνεεν ᾽Ατρείδαο·
11

Line Group 11

192
"ὄλβιε Λαέρταο πάι, πολυμήχαν' ᾽Οδυσσεῦ,
193
ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν·
194
ὡς ἀγαϑαὶ ϕρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,
195
κούρῃ ᾽Ικαρίου, ὡς εὖ μέμνητ' ᾽Οδυσῆος,
196
ἀνδρὸς κουριδίου. τώ οἱ κλέος οὔ ποτ' ὀλεῖται
197
ἧς ἀρετῆς, τεύξουσι δ' ἐπιχϑονίοισιν ἀοιδὴν
198
ἀϑάνατοι χαρίεσσαν ἐχέϕρονι Πηνελοπείῃ,
199
οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,
200
κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τ' ἀοιδὴ
201
ἔσσετ' ἐπ' ἀνϑρώπους, χαλεπὴν δέ τε ϕῆμιν ὀπάσσει
202
ϑηλυτέρῃσι γυναιξί, καὶ ἥ κ' εὐεργὸς ἔῃσιν."
12

Line Group 12

203
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
204
ἑστεῶτ' εἰν ᾽Αίδαο δόμοις, ὑπὸ κεύϑεσι γαίης:
205
οἱ δ' ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δ' ἀγρὸν ἵκοντο
206
καλὸν Λαέρταο τετυγμένον, ὅν ῥά ποτ' αὐτὸς
207
Λαέρτης κτεάτισσεν, ἐπεὶ μάλα πόλλ' ἐμόγησεν.
208
ἔνϑά οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον ϑέε πάντῃ,
209
ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον
210
δμῶες ἀναγκαῖοι, τοί οἱ ϕίλα ἐργάζοντο.
211
ἐν δὲ γυνὴ Σικελὴ γρηὺ:ς πέλεν, ἥ ῥα γέροντα
212
ἐνδυκέως κομέεσκεν ἐπ' ἀγρου,῍ νόσϕι πόληος.
213
ἔνϑ' ᾽Οδυσεὺς δμώεσσι καὶ υἱέι μῦϑον ἔειπεν·
13

Line Group 13

214
"ὑμεῖς μὲν νῦν ἔλϑετ' ἐυκτίμενον δόμον εἴσω,
215
δεῖπνον δ' αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος:
216
αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο,
217
αἴ κέ μ' ἐπιγνώῃ καὶ ϕράσσεται ὀϕϑαλμοῖσιν,
218
ἠέ κεν ἀγνοιῇσι πολὺν χρόνον ἀμϕὶς ἐόντα."
14

Line Group 14

219
ὣς εἰπὼν δμώεσσιν ᾽Αρήια τεύχε' ἔδωκεν.
220
οἱ μὲν ἔπειτα δόμον δὲ ϑοῶς κίον, αὐτὰρ ᾽Οδυσσεὺς
221
ἄσσον ἴεν πολυκάρπου ἀλωῆς πειρητίζων.
222
οὐ δ' εὗρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων,
223
οὐδέ τινα δμώων οὐδ' υἱῶν· ἀλλ' ἄρα τοί γε
224
αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος
225
ᾤχοντ', αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε.
226
τὸν δ' οἶον πατέρ' εὗρεν ἐυκτιμένῃ ἐν ἀλωῇ,
227
λιστρεύοντα ϕυτόν· ῥυπόωντα δὲ ἕστο χιτῶνα,
228
ῥαπτὸν, ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας
229
κνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων,
230
χειρῖδάς τ' ἐπὶ χερσὶ βάτων ἕνεκ'· αὐτὰρ ὕπερϑεν
231
αἰγείην κυνέην κεϕαλῇ ἔχε, πένϑος ἀέξων.
232
τὸν δ' ὡς οὖν ἐνόησε πολύτλας δῖος ᾽Οδυσσεὺς
233
γήραιὴ τειρόμενον, μέγα δὲ ϕρεσὶ πένϑος ἔχοντα,
234
στὰς ἄρ' ὑπὸ βλωϑρὴν ὄγχνην κατὰ δάκρυον εἶβε.
235
μερμήριξε δ' ἔπειτα κατὰ ϕρένα καὶ κατὰ ϑυμὸν
236
κύσσαι καὶ περιϕῦναι ἑὸν πατέρ' ἠδὲ ἕκαστα
237
εἰπεῖν, ὡς ἔλϑοι καὶ ἵκοιτ' ἐς πατρίδα γαῖαν,
238
ἦ πρῶτ' ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
239
ὧδε δέ οἱ ϕρονέοντι δοάσσατο κέρδιον εἶναι,
240
πρῶτον κερτομίοις ἐπέεσσιν πειρηϑῆναι.
241
τὰ ϕρονέων ἰϑὺς κίεν αὐτοῦ δῖος ᾽Οδυσσεύς.
242
ἤτοι ὁ μὲν κατέχων κεϕαλὴν ϕυτὸν ἀμϕελάχαινε·
243
τὸν δὲ παριστάμενος προσεϕώνεε ϕαίδιμος υἱός:
15

Line Group 15

244
"ὦ γέρον, οὐκ ἀδαημονίη σ' ἔχει ἀμϕιπολεύειν
245
ὄρχατον, ἀλλ' εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν,
246
οὐ ϕυτόν, οὐ συκῆ, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη,
247
οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.
248
ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνϑεο ϑυμῷ·
249
αὐτόν σ' οὐκ ἀγαϑὴ κομιδὴ ἔχει, ἀλλ' ἅμα γῆρας
250
λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι.
251
οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκ' οὔ σε κομίζει,
252
οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασϑαι
253
εἶδος καὶ μέγεϑος: βασιλῆι γὰρ ἀνδρὶ ἔοικας.
254
τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο ϕάγοι τε,
255
εὑδέμεναι μαλακῶς: ἡ γὰρ δίκη ἐστὶ γερόντων.
256
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
257
τεῦ δμώς εἰς ἀνδρῶν; τεῦ δ' ὄρχατον ἀμϕιπολεύεις...
258
καί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄϕρ' ἔυ εἰδῶ,
259
εἰ ἐτεόν γ' ᾽Ιϑάκην τήνδ' ἱκόμεϑ', ὥς μοι ἔειπεν
260
οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνϑάδ' ἰόντι,
261
οὔ τι μάλ' ἀρτίϕρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα
262
εἰπεῖν ἠδ' ἐπακοῦσαι ἐμὸν ἔπος, ὡς ἐρέεινον
263
ἀμϕὶ ξείνῳ ἐμῷ, ἤ που ζώει τε καὶ ἔστιν,
264
ἦ ἤδη τέϑνηκε καὶ εἰν ᾽Αίδαο δόμοισιν.
265
ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνϑεο καί μευ ἄκουσον·
266
ἄνδρά ποτε ξείνισσα ϕίλῃ ἐν πατρίδι γαίῃ
267
ἡμέτερον δ' ἐλϑόντα, καὶ οὔ πώ τις βροτὸς ἄλλος
268
ξείνων τηλεδαπῶν ϕιλίων ἐμὸν ἵκετο δῶμα·
269
εὔχετο δ' ἐξ ᾽Ιϑάκης γένος ἔμμεναι, αὐτὰρ ἔϕασκε
270
Λαέρτην ᾽Αρκεισιάδην πατέρ' ἔμμεναι αὐτῷ.
271
τὸν μὲν ἐγὼ πρὸς δώματ' ἄγων ἔυ ἐξείνισσα,
272
ἐνδυκέως ϕιλέων, πολλῶν κατὰ οἶκον ἐόντων,
273
καί οἱ δῶρα πόρον ξεινήια, οἷα ἐῴκει.
274
χρυσοῦ μέν οἱ δῶκ' εὐεργέος ἑπτὰ τάλαντα,
275
δῶκα δέ οἱ κρητῆρα πανάργυρον, ἀνϑεμόεντα,
276
δώδεκα δ' ἁπλοί:δας χλαίνας, τόσσους δὲ τάπητας,
277
τόσσα δὲ ϕάρεα καλά, τόσους δ' ἐπὶ τοῖσι χιτῶνας,
278
χωρὶς δ' αὖτε γυναῖκας ἀμύμονα ἔργ' εἰδυίας
279
τέσσαρας, εἰδαλίμας, ἃς ἤϑελεν αὐτὸς ἑλέσϑαι."
16

Line Group 16

280
τὸν δ' ἠμείβετ' ἔπειτα πατὴρ κατὰ δάκρυον εἴβων·
17

Line Group 17

281
"ξεῖν', ἤτοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις,
282
ὑβρισταὶ δ' αὐτὴν καὶ ἀτάσϑαλοι ἄνδρες ἔχουσι.
283
δῶρα δ' ἐτώσια ταῦτα χαρίζεο, μυρί' ὀπάζων·
284
εἰ γάρ μιν ζωόν γε κίχεις ᾽Ιϑάκης ἐνὶ δήμῳ,
285
τῶ κέν σ' εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε
286
καὶ ξενίῃ ἀγαϑῇ· ἡ γὰρ ϑέμις, ὅς τις ὑπάρξῃ.
287
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
288
πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον
289
σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδ', εἴ ποτ' ἔην γε,
290
δύσμορον; ὅν που τῆλε ϕίλων καὶ πατρίδος αἴης
291
ἠέ που ἐν πόντῳ ϕάγον ἰχϑύες, ἢ ἐπὶ χέρσου
292
ϑηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετ'· οὐδέ ἑ μήτηρ
293
κλαῦσε περιστείλασα πατήρ ϑ', οἵ μιν τεκόμεσϑα·
294
οὐδ' ἄλοχος πολύδωρος, ἐχέϕρων Πηνελόπεια,
295
κώκυσ' ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεῴκει,
296
ὀϕϑαλμοὺς καϑελοῦσα· τὸ γὰρ γέρας ἐστὶ ϑανόντων.
297
καί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄϕρ' ἔυ εἰδῶ·
298
τίς, πόϑεν εἰς ἀνδρῶν; πόϑι τοι πόλις ἠδὲ τοκῆες...
299
ποῦ δαὶ νηῦς ἕστηκε ϑοή, ἥ σ' ἤγαγε δεῦρο
300
ἀντιϑέους ϑ' ἑτάρους... ἦ ἔμπορος εἰλήλουϑας
301
νηὸς ἐπ' ἀλλοτρίης, οἱ δ' ἐκβήσαντες ἔβησαν;"
18

Line Group 18

302
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
19

Line Group 19

303
"τοὶ γὰρ ἐγώ τοι πάντα μάλ' ἀτρεκέως καταλέξω.
304
εἰμὶ μὲν ἐξ ᾽Αλύβαντος, ὅϑι κλυτὰ δώματα ναίω,
305
υἱὸς ᾽Αϕείδαντος Πολυπημονίδαο ἄνακτος:
306
αὐτὰρ ἔμοιγ' ὄνομ' ἐστὶν ᾽Επήριτος: ἀλλά με δαίμων
307
πλάγξ' ἀπὸ Σικανίης δεῦρ' ἐλϑέμεν οὐκ ἐϑέλοντα·
308
νηῦς δέ μοι ἧδ' ἕστηκεν ἐπ' ἀγροῦ νόσϕι πόληος.
309
αὐτὰρ ᾽Οδυσσῆι τόδε δὴ πέμπτον ἔτος ἐστίν,
310
ἐξ οὗ κεῖϑεν ἔβη καὶ ἐμῆς ἀπελήλυϑε πάτρης,
311
δύσμορος: ἦ τέ οἱ ἐσϑλοὶ ἔσαν ὄρνιϑες ἰόντι,
312
δεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον,
313
χαῖρε δὲ κεῖνος ἰών· ϑυμὸς δ' ἔτι νῶιν ἐώλπει
314
μίξεσϑαι ξενίῃ ἠδ' ἀγλαὰ δῶρα διδώσειν."
20

Line Group 20

315
ὣς ϕάτο, τὸν δ' ἄχεος νεϕέλη ἐκάλυψε μέλαινα·
316
ἀμϕοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰϑαλόεσσαν
317
χεύατο κὰκ κεϕαλῆς πολιῆς, ἁδινὰ στεναχίζων.
318
τοῦ δ' ὠρίνετο ϑυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδη
319
δριμὺ μένος προύτυψε ϕίλον πατέρ' εἰσορόωντι.
320
κύσσε δέ μιν περιϕὺς ἐπιάλμενος ἠδὲ προσηύδα·
21

Line Group 21

321
"κεῖνος μέν τοι ὅδ' αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ μεταλλᾷς,
322
ἤλυϑον εἰκοστῷ ἔτειὴ ἐς πατρίδα γαῖαν.
323
ἀλλ' ἴσχεο κλαυϑμοῖο γόοιό τε δακρυόεντος.
324
ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης:
325
μνηστῆρας κατέπεϕνον ἐν ἡμετέροισι δόμοισι,
326
λώβην τινύμενος ϑυμαλγέα καὶ κακὰ ἔργα."
22

Line Group 22

327
τὸν δ' αὖ Λαέρτης ἀπαμείβετο ϕώνησέν τε·
23

Line Group 23

328
"εἰ μὲν δὴ ᾽Οδυσεύς γε, ἐμὸς παῖς, ἐνϑάδ' ἱκάνεις,
329
σῆμ δ' v τί μοι νῦν εἰπὲ ἀριϕραδές, ὄϕρα πεποίϑω."
24

Line Group 24

330
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
25

Line Group 25

331
"οὐλὴν μὲν πρῶτον τῆνδε ϕράσαι ὀϕϑαλμοῖσι,
332
τὴν ἐν Παρνησῷ μ' ἔλασεν σῦς λευκῷ ὀδόντι
333
οἰχόμενον· σὺ δέ με προί:εις καὶ πότνια μήτηρ
334
ἐς πατέρ' Αὐτόλυκον μητρὸς ϕίλον, ὄϕρ' ἀνελοίμην
335
δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.
336
εἰ δ' ἄγε τοι καὶ δένδρε' ἐυκτιμένην κατ' ἀλωὴν
337
εἴπω, ἅ μοί ποτ' ἔδωκας, ἐγὼ δ' ᾔτεόν σε ἕκαστα
338
παιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος: διὰ δ' αὐτῶν
339
ἱκνεύμεσϑα, σὺ δ' ὠνόμασας καὶ ἔειπες ἕκαστα.
340
ὄγχνας μοι δῶκας τρεισκαίδεκα καὶ δέκα μηλέας,
341
συκέας τεσσαράκοντ'· ὄρχους δέ μοι ὧδ' ὀνόμηνας
342
δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος
343
ἤην· ἔνϑα δ' ἀνὰ σταϕυλαὶ παντοῖαι ἔασιν,
344
ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερϑεν."
26

Line Group 26

345
ὣς ϕάτο, τοῦ δ' αὐτοῦ λύτο γούνατα καὶ ϕίλον ἦτορ,
346
σήματ' ἀναγνόντος, τά οἱ ἔμπεδα πέϕραδ' ᾽Οδυσσεύς.
347
ἀμϕὶ δὲ παιδὶ ϕίλῳ βάλε πήχεε· τὸν δὲ ποτὶ οἷ
348
εἷλεν ἀποψύχοντα πολύτλας δῖος ᾽Οδυσσεύς.
349
αὐτὰρ ἐπεί ῥ' ἔμπνυτο καὶ ἐς ϕρένα ϑυμὸς ἀγέρϑη,
350
ἐξαῦτις μύϑοισιν ἀμειβόμενος προσέειπε·
27

Line Group 27

351
"Ζεῦ πάτερ, ἦ ῥα ἔτ' ἐστὲ ϑεοὶ κατὰ μακρὸν ῎Ολυμπον,
352
εἰ ἐτεὸν μνηστῆρες ἀτάσϑαλον ὕβριν ἔτισαν.
353
νῦν δ' αἰνῶς δείδοικα κατὰ ϕρένα, μὴ τάχα πάντες
354
ἐνϑάδ' ἐπέλϑωσιν ᾽Ιϑακήσιοι, ἀγγελίας δὲ
355
πάντῃ ἐποτρύνωσι Κεϕαλλήνων πολίεσσι."
28

Line Group 28

356
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
29

Line Group 29

357
"ϑάρσει· μή τοι ταῦτα μετὰ ϕρεσὶ σῇσι μελόντων.
358
ἀλλ' ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύϑι κεῖται·
359
ἔνϑα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
360
προύπεμψ', ὡς ἂν δεῖπνον ἐϕοπλίσσωσι τάχιστα."
30

Line Group 30

361
ὣς ἄρα ϕωνήσαντε βάτην πρὸς δώματα καλά.
362
οἱ δ' ὅτε δή ῥ' ἵκοντο δόμους εὐναιετάοντας,
363
εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
364
ταμνομένους κρέα πολλὰ κερῶντάς τ' αἴϑοπα οἶνον.
31

Line Group 31

365
τόϕρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
366
ἀμϕίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
367
ἀμϕὶ δ' ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ ᾽Αϑήνη
368
ἄγχι παρισταμένη μέλε' ἤλδανε ποιμένι λαῶν,
369
μείζονα δ' ἠὲ πάρος καὶ πάσσονα ϑῆκεν ἰδέσϑαι.
370
ἐκ δ' ἀσαμίνϑου βῆ· ϑαύμαζε δέ μιν ϕίλος υἱός,
371
ὡς ἴδεν ἀϑανάτοισι ϑεοῖς ἐναλίγκιον ἄντην·
372
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδα·
32

Line Group 32

373
"ὦ πάτερ, ἦ μάλα τίς σε ϑεῶν αἰειγενετάων
374
εἶδός τε μέγεϑός τε ἀμείνονα ϑῆκεν ἰδέσϑαι."
33

Line Group 33

375
τὸν δ' αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα·
34

Line Group 34

376
"αἲ γάρ, Ζεῦ τε πάτερ καὶ ᾽Αϑηναίη καὶ ῎Απολλον,
377
οἷος Νήρικον εἷλον, ἐυκτίμενον πτολίεϑρον,
378
ἀκτὴν ἠπείροιο, Κεϕαλλήνεσσιν ἀνάσσων,
379
τοῖος ἐών τοι χϑιζὸς ἐν ἡμετέροισι δόμοισι,
380
τεύχε' ἔχων ὤμοισιν, ἐϕεστάμεναι καὶ ἀμύνειν
381
ἄνδρας μνηστῆρας: τῶ κέ σϕεων γούνατ' ἔλυσα
382
πολλῶν ἐν μεγάροισι, σὺ δὲ ϕρένας ἔνδον ἐγήϑεις."
35

Line Group 35

383
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
384
οἱ δ' ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
385
ἑξείης ἕζοντο κατὰ κλισμούς τε ϑρόνους τε.
386
ἔνϑ' οἱ μὲν δείπνῳ ἐπεχείρεον· ἀγχίμολον δὲ
387
ἦλϑ' ὁ γέρων Δολίος, σὺν δ' υἱεῖς τοῖο γέροντος,
388
ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσε
389
μήτηρ, γρηῦς Σικελή, ἥ σϕεας τρέϕε καί ῥα γέροντα
390
ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν.
391
οἱ δ' ὡς οὖν ᾽Οδυσῆα ἴδον ϕράσσαντό τε ϑυμῷ,
392
ἔσταν ἐνὶ μεγάροισι τεϑηπότες: αὐτὰρ ᾽Οδυσσεὺς
393
μειλιχίοις ἐπέεσσι καϑαπτόμενος προσέειπεν·
36

Line Group 36

394
"ὦ γέρον, ἷἡζ' ἐπὶ δεῖπνον, ἀπεκλελάϑεσϑε δὲ ϑάμβευς:
395
δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες
396
μίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί."
37

Line Group 37

397
ὣς ἄρ' ἔϕη, Δολίος δ' ἰϑὺς κίε χεῖρε πετάσσας
398
ἀμϕοτέρας, ᾽Οδυσεῦς δὲ λαβὼν κύσε χεῖρ' ἐπὶ καρπω,῍/
399
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδα·
38

Line Group 38

400
"ὦ ϕίλ', ἐπεὶ νόστησας ἐελδομένοισι μάλ' ἡμῖν
401
οὐδ' ἔτ' ὀιομένοισι, ϑεοὶ δέ σε ἤγαγον αὐτοί,
402
οὖλέ τε καὶ μέγα χαῖρε, ϑεοὶ δέ τοι ὄλβια δοῖεν.
403
καί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄϕρ' ἔυ εἰδῶ,
404
ἢ ἤδη σάϕα οἶδε περίϕρων Πηνελόπεια
405
νοστήσαντά σε δεῦρ', ἦ ἄγγελον ὀτρύνωμεν."
39

Line Group 39

406
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:
40

Line Group 40

407
"ὦ γέρον, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσϑαι;"
41

Line Group 41

408
ὣς ϕάϑ', ὁ δ' αὖτις ἄρ' ἕζετ' ἐυξέστου ἐπὶ δίϕρου.
409
ὣς δ' αὔτως παῖδες Δολίου κλυτὸν ἀμϕ' ᾽Οδυσῆα
410
δεικανόωντ' ἐπέεσσι καὶ ἐν χείρεσσι ϕύοντο,
411
ἑξείης δ' ἕζοντο παραὶ Δολίον, πατέρα σϕόν.
42

Line Group 42

412
ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο·
413
ὄσσα δ' ἄρ' ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντῃ,
414
μνηστήρων στυγερὸν ϑάνατον καὶ κῆρ' ἐνέπουσα.
415
οἱ δ' ἄρ' ὁμῶς ἀί:οντες ἐϕοίτων ἄλλοϑεν ἄλλος
416
μυχμῷ τε στοναχῇ τε δόμων προπάροιϑ' ᾽Οδυσῆος,
417
ἐκ δὲ νέκυς οἴκων ϕόρεον καὶ ϑάπτον ἕκαστοι,
418
τοὺς δ' ἐξ ἀλλάων πολίων οἶκον δὲ ἕκαστον
419
πέμπον ἄγειν ἁλιεῦσι ϑοῇς ἐπὶ νηυσὶ τιϑέντες:
420
αὐτοὶ δ' εἰς ἀγορὴν κίον ἁϑρόοι, ἀχνύμενοι κῆρ.
421
αὐτὰρ ἐπεί ῥ' ἤγερϑεν ὁμηγερέες τε γένοντο,
422
τοῖσιν δ' Εὐπείϑης ἀνά ϑ' ἵστατο καὶ μετέειπε·
423
παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ ϕρεσὶ πένϑος ἔκειτο,
424
᾽Αντινόου, τὸν πρῶτον ἐνήρατο δῖος ᾽Οδυσσεύς:
425
τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν·
43

Line Group 43

426
"ὦ ϕίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδε μήσατ' ᾽Αχαιούς:
427
τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσϑλοὺς
428
ὤλεσε μὲν νῆας γλαϕυράς, ἀπὸ δ' ὤλεσε λαούς,
429
τοὺς δ' ἐλϑὼν ἔκτεινε Κεϕαλλήνων ὄχ' ἀρίστους.
430
ἀλλ' ἄγετε, πρὶν τοῦτον ἢ ἐς Πύλον ὦκα ἱκέσϑαι
431
ἢ καὶ ἐς ῎Ηλιδα δῖαν, ὅϑι κρατέουσιν ᾽Επειοί,
432
ἴομεν· ἢ καὶ ἔπειτα κατηϕέες ἐσσόμεϑ' αἰεί·
433
λώβη γὰρ τάδε γ' ἐστὶ καὶ ἐσσομένοισι πυϑέσϑαι,
434
εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε ϕονῆας
435
τισόμεϑ'. οὐκ ἂν ἔμοιγε μετὰ ϕρεσὶν ἡδὺ γένοιτο
436
ζωέμεν, ἀλλὰ τάχιστα ϑανὼν ϕϑιμένοισι μετείην.
437
ἀλλ' ἴομεν, μὴ ϕϑέωσι περαιωϑέντες ἐκεῖνοι."
44

Line Group 44

438
ὣς ϕάτο δάκρυ χέων, οἶκτος δ' ἕλε πάντας ᾽Αχαιούς.
439
ἀγχίμολον δέ σϕ' ἦλϑε Μέδων καὶ ϑεῖος ἀοιδὸς
440
ἐκ μεγάρων ᾽Οδυσῆος, ἐπεί σϕεας ὕπνος ἀνῆκεν,
441
ἔσταν δ' ἐν μέσσοισι· τάϕος δ' ἕλεν ἄνδρα ἕκαστον.
442
τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς:
45

Line Group 45

443
"κέκλυτε δὴ νῦν μευ, ᾽Ιϑακήσιοι· οὐ γὰρ ᾽Οδυσσεὺς
444
ἀϑανάτων ἀέκητι ϑεῶν τάδε μήσατο ἔργα·
445
αὐτὸς ἐγὼν εἶδον ϑεὸν ἄμβροτον, ὅς ῥ' ᾽Οδυσῆι
446
ἐγγύϑεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει.
447
ἀϑάνατος δὲ ϑεὸς τοτὲ μὲν προπάροιϑ' ᾽Οδυσῆος
448
ϕαίνετο ϑαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων
449
ϑῦνε κατὰ μέγαρον· τοὶ δ' ἀγχιστῖνοι ἔπιπτον."
46

Line Group 46

450
ὣς ϕάτο, τοὺς δ' ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει.
451
τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως ῾Αλιϑέρσης
452
Μαστορίδης: ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·
453
ὅ σϕιν ἐυϕρονέων ἀγορήσατο καὶ μετέειπε·
47

Line Group 47

454
"κέκλυτε δὴ νῦν μευ, ᾽Ιϑακήσιοι, ὅττι κεν εἴπω.
455
ὑμετέρῃ κακότητι, ϕίλοι, τάδε ἔργα γένοντο·
456
οὐ γὰρ ἐμοὶ πείϑεσϑ', οὐ Μέντορι ποιμένι λαῶν,
457
ὑμετέρους παῖδας καταπαυέμεν ἀϕροσυνάων,
458
οἳ μέγα ἔργον ἔρεξαν ἀτασϑαλίῃσι κακῇσι,
459
κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν
460
ἀνδρὸς ἀριστῆος: τὸν δ' οὐκέτι ϕάντο νέεσϑαι.
461
καὶ νῦν ὧδε γένοιτο· πίϑεσϑέ μοι ὡς ἀγορεύω·
462
μὴ ἴομεν, μή που τις ἐπισπαστὸν κακὸν εὕρῃ."
48

Line Group 48

463
ὣς ἔϕαϑ', οἱ δ' ἄρ' ἀνήιξαν μεγάλῳ ἀλαλητῷ
464
ἡμίσεων πλείους. τοὶ δ' ἁϑρόοι αὐτόϑι μεῖναν·
465
οὐ γάρ σϕιν ἅδε μῦϑος ἐνὶ ϕρεσίν, ἀλλ' Εὐπείϑει
466
πείϑοντ'· αἶψα δ' ἔπειτ' ἐπὶ τεύχεα ἐσσεύοντο.
467
αὐτὰρ ἐπεί ῥ' ἕσσαντο περὶ χροὶ: νώροπα χαλκόν,
468
ἁϑρόοι ἠγερέϑοντο πρὸ ἄστεος εὐρυχόροιο.
469
τοῖσιν δ' Εὐπείϑης ἡγήσατο νηπιέῃσι·
470
ϕῆ δ' ὅ γε τίσεσϑαι παιδὸς ϕόνον, οὐδ' ἄρ' ἔμελλεν
471
ἂψ ἀπονοστήσειν, ἀλλ' αὐτοῦ πότμον ἐϕέψειν.
472
αὐτὰρ ᾽Αϑηναίη Ζῆνα Κρονίωνα προσηύδα·
49

Line Group 49

473
"ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,
474
εἰπέ μοι εἰρομένῃ· τί νύ τοι νόος ἔνδοϑι κεύϑει;
475
ἢ προτέρω πόλεμόν τε κακὸν καὶ ϕύλοπιν αἰνὴν
476
τεύξεις, ἦ ϕιλότητα μετ' ἀμϕοτέροισι τίϑησϑα;"
50

Line Group 50

477
τὴν δ' ἀπαμειβόμενος προσέϕη νεϕεληγερέτα Ζεύς:
51

Line Group 51

478
"τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς...
479
οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
480
ὡς ἤτοι κείνους ᾽Οδυσεὺς ἀποτίσεται ἐλϑών;
481
ἕρξον ὅπως ἐϑέλεις: ἐρέω δέ τοι ὡς ἐπέοικεν.
482
ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος ᾽Οδυσσεύς,
483
ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,
484
ἡμεῖς δ' αὖ παίδων τε κασιγνήτων τε ϕόνοιο
485
ἔκλησιν ϑέωμεν· τοὶ δ' ἀλλήλους ϕιλεόντων
486
ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω."
52

Line Group 52

487
ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν ᾽Αϑήνην,
488
βῆ δὲ κατ' Οὐλύμποιο καρήνων ἀίξασα.
53

Line Group 53

489
οἱ δ' ἐπεὶ οὖν σίτοιο μελίϕρονος ἐξ ἔρον ἕντο,
490
τοῖς ἄρα μύϑων ἦρχε πολύτλας δῖος ᾽Οδυσσεύς:
54

Line Group 54

491
"ἐξελϑών τις ἴδοι, μὴ δὴ σχεδὸν ὦσι κιόντες."
55

Line Group 55

492
ὣς ἔϕατ'· ἐκ δ' υἱὸς Δολίου κίεν, ὡς ἐκέλευε·
493
στῆ δ' ἄρ' ἐπ' οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν εἴσιδε πάντας:
494
αἶψα δ' ᾽Οδυσσῆα ἔπεα πτερόεντα προσηύδα·
56

Line Group 56

495
"οἷδε δὴ ἐγγὺς ἔασ'· ἀλλ' ὁπλιζώμεϑα ϑᾶσσον."
57

Line Group 57

496
ὣς ἔϕαϑ', οἱ δ' ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο,
497
τέσσαρες ἀμϕ' ᾽Οδυσῆ', ἓξ δ' υἱεῖς οἱ Δολίοιο·
498
ἐν δ' ἄρα Λαέρτης Δολίος τ' ἐς τεύχε' ἔδυνον,
499
καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί.
500
αὐτὰρ ἐπεί ῥ' ἕσσαντο περὶ χροὶ: νώροπα χαλκόν,
501
ὤιξάν ῥα ϑύρας, ἐκ δ' ἤιον, ἦρχε δ' ᾽Οδυσσεύς.
58

Line Group 58

502
τοῖσι δ' ἐπ' ἀγχίμολον ϑυγάτηρ Διὸς ἦλϑεν ᾽Αϑήνη,
503
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
504
τὴν μὲν ἰδὼν γήϑησε πολύτλας δῖος ᾽Οδυσσεύς:
505
αἶψα δὲ Τηλέμαχον προσεϕώνεεν ὃν ϕίλον υἱόν·
59

Line Group 59

506
"Τηλέμαχ', ἤδη μὲν τόδε γ' εἴσεαι αὐτὸς ἐπελϑών,
507
ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι,
508
μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ
509
ἀλκῇ τ' ἠνορέῃ τε κεκάσμεϑα πᾶσαν ἐπ' αἶαν."
60

Line Group 60

510
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
61

Line Group 61

511
"ὄψεαι, αἴ κ' ἐϑέλῃσϑα, πάτερ ϕίλε, τῷδ' ἐνὶ ϑυμῷ
512
οὔ τι καταισχύνοντα τεὸν γένος, ὡς ἀγορεύεις."
62

Line Group 62

513
ὣς ϕάτο, Λαέρτης δὲ χάρη καὶ μῦϑον ἔειπε·
63

Line Group 63

514
"τίς νύ μοι ἡμέρη η ἧδε, ϑεοὶ ϕίλοι; ἦ μάλα χαίρω·
515
υἱός ϑ' υἱωνός τ' ἀρετῆς πέρι δῆριν ἔχουσι."
64

Line Group 64

516
τὸν δὲ παρισταμένη προσέϕη γλαυκῶπις ᾽Αϑήνη·
65

Line Group 65

517
"ὦ ᾽Αρκεισιάδη, πάντων πολὺ ϕίλταϑ' ἑταίρων,
518
εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρί,
519
αἶψα μάλ' ἀμπεπαλὼν προί:ει δολιχόσκιον ἔγχος."
66

Line Group 66

520
ὣς ϕάτο, καί ῥ' ἔμπνευσε μένος μέγα Παλλὰς ᾽Αϑήνη.
521
εὐξάμενος δ' ἄρ' ἔπειτα Διὸς κούρῃ μεγάλοιο,
522
αἶψα μάλ' ἀμπεπαλὼν προί:ει δολιχόσκιον ἔγχος,
523
καὶ βάλεν Εὐπείϑεα κόρυϑος διὰ χαλκοπαρῄου.
524
ἡ δ' οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός:
525
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ.
526
ἐν δ' ἔπεσον προμάχοις ᾽Οδυσεὺς καὶ ϕαίδιμος υἱός,
527
τύπτον δὲ ξίϕεσίν τε καὶ ἔγχεσιν ἀμϕιγύοισι.
528
καί νύ κε δὴ πάντάς τ' ὄλεσαν καὶ ἔϑῆκαν ἀνόστους,
529
εἰ μὴ ᾽Αϑηναίη, κούρη Διὸς αἰγιόχοιο,
530
ἤυσεν ϕωνῇ, κατὰ δὲ σχέϑε λαὸν ἅπαντα·
67

Line Group 67

531
"ἴσχεσϑε πτολέμου, ᾽Ιϑακήσιοι, ἀργαλέοιο,
532
ὥς κεν ἀναιμωτί γε διακρινϑῆτε τάχιστα."
68

Line Group 68

533
ὣς ϕάτ' ᾽Αϑηναίη, τοὺς δὲ χλωρὸν δέος εἷλε.
534
τῶν δ' ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατο τεύχεα,
535
πάντα δ' ἐπὶ χϑονὶ πῖπτε, ϑεᾶς ὄπα ϕωνησάσης:
536
πρὸς δὲ πόλιν τρωπῶντο λιλαιόμενοι βιότοιο.
537
σμερδαλέον δ' ἐβόησε πολύτλας δῖος ᾽Οδυσσεύς,
538
οἴμησεν δὲ ἀλεὶς ὥς τ' αἰετὸς ὑψιπετήεις.
539
καὶ τότε δὴ Κρονίδης ἀϕίει ψολόεντα κεραυνόν,
540
κὰδ δ' ἔπεσε πρόσϑε γλαυκώπιδος ὀβριμοπάτρης.
541
δὴ τότ' ᾽Οδυσσῆα προσέϕη γλαυκῶπις ᾽Αϑήνη·
69

Line Group 69

542
"Διογενὲς Λαερτιάδη, πολυμήχαν' ᾽Οδυσσεῦ,
543
ἴσχεο, παῦε δὲ νεῖκος ὁμοιίου πολέμοιο,
544
μή πως τοι Κρονίδης κεχολώσεται εὐρύοπα Ζεύς."
70

Line Group 70

545
ὣς ϕάτ' ᾽Αϑηναίη, ὁ δ' ἐπείϑετο, χαῖρε δὲ ϑυμῷ.
546
ὅρκια δ' αὖ κατόπισϑε μετ' ἀμϕοτέροισιν ἔϑηκε
547
Παλλὰς ᾽Αϑηναίη, κούρη Διὸς αἰγιόχοιο,
548
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.